ἀπεχούσης, καὶ τοῦ καύματος αὐτὸν θλίβοντος ἐκοπίασε· κατενόει δὲ πάντοθεν ἑαυτοῦ κύκλῳ περισκοπῶν εἴπου μοναστήριον ἀναφανείη, καὶ εἰσελθὼν ἀναπαύσηται· ὅπερ καὶ γέγονεν· ὑποδεξαμένων αὐτόν τινων εὐλαβῶν καὶ πιστῶν ἀδελφῶν· οἳ ὡς Πατέρα γνήσιον θεασάμενοι ἔνιψαν τὴν ὄψιν αὐτοῦ καὶ τοὺς πόδας, καὶ εὐξάμενοι τράπεζαν παραθέντες, τῶν εὑρεθέντων ἠξίουν μετὰ ἀγάπης μεταλαβεῖν. Ὡς δὲ ἀνεκτήσατο, ᾔτουν σωτηρίας λόγον παρ' αὐτοῦ οἱ ἀδελφοὶ λέγεσθαι, καὶ οἵαις μεθοδίαις δύναιντο σωθῆναι ἐκ τῆς τοῦ διαβόλου παγίδος, καὶ πῶς τῶν αἰσχρῶν λογισμῶν περιγένωνται. Ὁ δὲ αὐτοῖς ὡς πατὴρ τέκνα νουθετῶν παρήνει προσκαρτερεῖν ἐν τοῖς πόνοις ὀλίγον ὕστερον εἰς ἀνάπαυσιν πολλὴν μεθισταμένοις· καὶ πολλὰ ἕτερα περὶ ἀσκήσεως αὐτοῖς διαλεγόμενος λίαν ὠφέλησε. Παυσάμενος δὲ τῆς νουθεσίας, καὶ μικρὸν ἐν ἑαυτῷ γινόμενος, διελογίζετο πῶς ἄλλους νουθετῶν αὐτὸς ἀνουθέτητος ἔμεινεν. Καὶ συνιδὼν ἑαυτοῦ τὴν ἧτταν, δρομαῖος πάλιν ἐπὶ τὴν ἔρημον ἐχώρει, ἀποδυρόμενος ἑαυτὸν, καὶ λέγων, Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου· καὶ, παρ' ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ· παρὰ μικρὸν συνετέλεσάν με ἐν τῇ γῇ, καὶ γέγονεν ἐπ' αὐτῷ τὸ εἰρημένον, Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ἰσχυρὰ, καὶ ὡς τεῖχος ἄπτωτον. Καὶ τότε ἐκεῖθε λοιπὸν πενθῶν διετέλει πάντα τὸν βίον, τὴν θεόθεν τράπεζαν ζημιωθεὶς, καὶ μετὰ καμάτου τὸν ἄρτον αὐτοῦ ποριζόμενος. Καθείρξας γὰρ ἑαυτὸν ἐν τῷ σπηλαίῳ, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσας, οὐ πρότερον ἀνέστη χαμόθεν, οὐδὲ ἐπαύσατο ἀποδυρόμενος, ἕως φωνῆς ἀκοῦσαι ἀγγέλου λέγοντος πρὸς αὐτὸν κατ' ὄναρ· Ἐδέξατο ὁ Θεὸς τὴν μετάνοιάν σου, καὶ ἠλέησέ σου, καὶ τοῦ λοιποῦ, ὅρα μὴ ἀπατηθῇς. Ἐλεύσονται δὲ οἱ ἀδελφοὶ πρὸς σὲ, παρακαλοῦντές σε, οὓς σὺ ἐνουθέτησας, καὶ κομιοῦσί σοι εὐλογίας, ἃς ὑποδεξάμενος μεταλήψῃ σὺν αὐτοῖς, καὶ τῷ Θεῷ διαπαντὸς εὐχαριστήσεις. Ταῦτα οὖν, ὦ τέκνα, ὑμῖν ὑφηγησάμην, ἵνα τὴν ταπεινοφροσύνην πρώτην ἀσκήσητε, κἂν ἐν μεγάλοις δόξητε εἶναι. Αὕτη γάρ ἐστιν ἡ πρώτη τοῦ Σωτῆρος ἐντολὴ, λέγοντος· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ ἵνα μὴ ἀπατηθῆτε ὑπὸ τῶν δαιμόνων, τὰς φαντασίας ὑμῖν ἐγειρόντων· ἀλλ' ἐάν τις ἔλθῃ πρὸς ὑμᾶς ἀδελφὸς, ἢ φίλος, ἢ γυνὴ, ἢ πατὴρ, ἢ μήτηρ, ἢ ἀδελφὸς, ἢ διδάσκαλος, ἢ παῖς, ἢ οἰκέτης, πρῶτον εἰς προσευχὴν τὰς χεῖρας ἐκτείνατε, καὶ ἐὰν ᾖ φάντασμα, φεύξεται ἀφ' ὑμῶν· κἂν ἀπατῶσιν ὑμᾶς οἱ δαίμονες ἢ ἄνθρωποι κολακεύοντες ὑμᾶς καὶ ἐπαινοῦντες, μὴ πείθεσθε αὐτοῖς μηδὲ ἐπαίρεσθε τῇ διανοίᾳ. Κἀμὲ γὰρ οὕτως πολλάκις ἠπάτησαν οἱ δαίμονες ἐν νυκτὶ, καὶ οὔτε εὔξασθαί με, οὔτε ἀναπαύσασθαι συνεχώρουν, φαντασίας μοί τινας παρέχοντες ὅλην τὴν νύκτα· καὶ πρωῒ ἐμπαίζοντες προσέπεσάν μοι λέγοντες· Συγχώρησον ἡμῖν, ἀββᾶ, ὅτι κόπους σοι παρέσχομεν ὅλην τὴν νύκτα. Ἐγὼ δὲ εἶπον πρὸς αὐτούς· Ἀπόστητε ἀπ' ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Οὐ γὰρ μὴ ἐκπειράσητε δοῦλον Κυρίου.
distant, and the heat afflicted him, he grew weary; and he looked round on every side in a circle about himself, watching whether anywhere a monastery might appear, and entering in he might rest; which also came to pass, as certain devout and faithful brethren received him; who having beheld him as a true Father washed his face and his feet, and having prayed and set a table before him, begged him to partake with love of the things that were found. And when he had refreshed himself, the brethren asked that a word of salvation should be spoken by him, both by what methods they might be able to be saved out of the snare of the devil, and how they might overcome base thoughts. And he, admonishing them as a father his children, exhorted them to persevere in their labours, since a little later they would be removed unto much rest; and conversing with them on many other things concerning asceticism, he benefited them exceedingly. But having ceased from his admonition, and coming to himself a little, he reasoned how whilst admonishing others he himself had remained unadmonished. And having perceived his own defeat, at a run he went back again unto the desert, bewailing himself, and saying, Unless the Lord had helped me, my soul had almost dwelt in Hades (Ps. 93:17); and, I had almost come to be in every evil; they had almost made an end of me upon the earth; and there came to pass over him that which was spoken, A brother helped by a brother is like a strong city, and like an unshakeable wall (Prov. 18:19). And then thenceforth he continued mourning all his life, having suffered the loss of the table from God, and procuring his bread with toil. For having shut himself up in the cave, and having strewn sackcloth and ashes beneath himself, he did not rise up from the ground, nor cease bewailing himself, until he heard the voice of an angel saying to him in a dream: God has accepted your repentance, and has had mercy on you; and hereafter, see that you be not deceived. Moreover, the brethren whom you admonished will come to you, comforting you, and will bring you blessings, and having received them you shall partake with them, and shall give thanks to God continually. These things therefore, O children, I have set before you, in order that you may practise humility of mind first, even if you seem to be among great matters. For this is the first commandment of the Saviour, Who says: Blessed are the poor in spirit, for theirs is the kingdom of the heavens (Matt. 5:3); and in order that you may not be deceived by the demons, who stir up apparitions for you; but if anyone comes to you, whether a brother, or a friend, or a woman, or a father, or a mother, or a brother, or a teacher, or a child, or a domestic servant, first stretch out your hands unto prayer, and if it is an apparition, it will flee from you; and even if the demons or men deceive you, flattering you and praising you, do not be persuaded by them nor be lifted up in your mind. For the demons often deceived me also in this way by night, and allowed me neither to pray nor to rest, presenting certain apparitions to me the whole night; and in the morning mocking me they fell down before me saying: Forgive us, abba, because we caused you trouble the whole night. But I said to them: Depart from me, all you who work lawlessness (Ps. 6:9). For you shall by no means tempt out a servant of the Lord.