Migne Reading Room

PG 34 · cols. 1042–1051 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:1042Read from the page
ἐνεπαίχθη, ὑποστρέφει αὖθις εἰς τὴν πρώτην σκέπην. Καὶ πληρώσας τριάκοντα καὶ ἑπτὰ ἔτη, οὐχ ὑπερέβη τὸν οὐδὸν, φιλονεικήσας τῷ δαίμονι· ὃς τοσαῦτα αὐτῷ ἐνεδείξατο, ἵνα αὐτὸν ἀναγκάσῃ ἐξελθεῖν ἐκ τῆς κέλλης, ὅσα οὔτε ἔστι διηγήσασθαι. Ἐν οἷς καὶ τοῦτο· Ἐπιτηρήσας ὁ μισόκαλος ἐπηρεάσαι τοῦτον ἐσπούδασεν εἰς ἐγκοπὴν τῆς προθέσεως. Ἑπτὰ ἐπισκόπων ἁγίων ἐπισκεψαμένων τὸν ἅγιον, ἢ ἐκ Θεοῦ προνοίας, ἢ ἐξ ὑποθέσεως τοῦ πειρασμοῦ, ἐξ ἐκείνου παρ' ὀλίγον αὐτὸν ἐξώκειλεν τῆς προθέσεως. Τῶν γὰρ ἐπισκόπων μετὰ τὴν ἐπίσκεψιν εὐξαμένων, καὶ μετὰ τὴν εὐχὴν ἐξιόντων, οὐ προέπεμψεν αὐτοὺς ὁ γενναῖος οὐδὲ βῆμα ποδὸς, ἵνα μὴ δῷ χώραν τῷ μισοκάλῳ. Λέγουσιν αὐτῷ οἱ διάκονοι τῶν ἐπισκόπων, Ὑπερήφανον πρᾶγμα ἐργάζῃ, ἀββᾶ, μὴ προπέμπων τοὺς ἐπισκόπους. Ὁ δὲ λέγει αὐτοῖς· Ἐγὼ καὶ τοὺς κυρίους μου τοὺς ἐπισκόπους σέβω, καὶ πάντα τὸν κλῆρον τιμῶ, καὶ πάντων ἀνθρώπων ἐγὼ ὁ ἁμαρτωλὸς περίψημα. Πᾶσι δὲ τούτοις καὶ ὅλῳ τῷ βίῳ ὅσον τὸ ἐπ' ἐμοὶ τῇ προθέσει ἀπέθανον. Ἔχω γὰρ κεκρυμμένον σκοπὸν, ὃν οἶδεν ὁ Κύριος, ὁ καὶ τὰ κρυπτὰ τῆς ἐμῆς καρδίας εἰδὼς, διὰ τί οὐ προέπεμψα.
he had been mocked, he returns again to his first shelter. And having fulfilled thirty and seven years, he did not step across the threshold, contending against the demon, who displayed so many devices against him to compel him to come out of the cell as cannot even be recounted. Among which was this also: Watching his opportunity, the hater of good was eager to mistreat him unto the hindrance of his resolve. When seven holy bishops visited the saint, either by the providence of God or by suggestion of the temptation, thereby he came within a little of driving him from his resolve. For when the bishops had prayed after the visitation, and after the prayer were going out, the noble man did not escort them even a foot's step, so that he might not give place to the hater of good. The deacons of the bishops say to him, You do an arrogant thing, Abba, in not escorting the bishops. And he says to them: I both revere my lords the bishops, and honour all the clergy, and I the sinner am the offscouring of all men. Yet to all these and to the whole world, so far as in me lies, I have died by my resolve. For I have a hidden aim, which the Lord knows, Who knows also the secrets of my heart, wherefore I did not escort them.
Ἀστοχήσας δὲ ὁ δαίμων καὶ ἐν τούτῳ τῷ δράματι, σχῆμα πάλιν τοιοῦτον ὑπέρχεται· Πρὸ ἐννέα μηνῶν τῆς κοιμήσεως τοῦ ἀθλητοῦ μεταμορφοῦται εἰς παιδάριον δεκαετὲς, ὡς ἐλαῦνον ὄνον ἄρτους ἐν σαργάνῃ βαστάζοντα. Καὶ γενόμενος ἑσπέρας βαθείας πλησίον τῆς τούτου κέλλης, ἐσχηματίσατο ὡς πεπτωκέναι τὸν ὄνον, καὶ κράζον τὸ παιδίον, Ἀββᾶ Ναθαναὴλ, ἐλέησόν με, καὶ δός μοι χεῖρα. Ἤκουσεν δὲ ἐκεῖνος τῆς φωνῆς τοῦ παιδίου δῆθεν, καὶ ἀνοίξας τὴν θύραν τῆς κέλλης, ἔσω ἑστὼς ἐλάλει αὐτῷ· Τίς εἶ, καὶ τί θέλεις ποιήσω σοι; Ἀποκρίνεται ὁ δαίμων· Ἐγὼ δέ εἰμι τοῦδε τοῦ μοναχοῦ τὸ μελλάκιον, καὶ ἄρτους ἀποφέρω. Ἐπειδὴ ἀγάπη ἐστὶν τοῦ σοῦ γνωρίμου τοῦδε τοῦ ἀδελφοῦ, καὶ αὔριον Σαββάτου διαφαύοντος χρεία τῶν προσφορῶν. Δέομαι οὖν σου μή με παρίδῃς, μή ποτε καὶ ὑπὸ ὑαινῶν βρωθῶ. Πολλαὶ γὰρ ὕαιναί εἰσιν ἐν τοῖς τόποις. Ἐνεὸς οὖν ἑστηκὼς ὁ μακάριος Ναθαναὴλ, ὑπὸ πολλῆς συμπαθείας σφόδρα ἰλιγγία, ταραττόμενος τοῖς σπλάγχνοις, καὶ ἐλογίζετο τί ποιήσει, λέγων, Ἢ τῆς ἐντολῆς ἔχω ἐκπεσεῖν, ἢ τῆς προθέσεως ἐξολισθῆσαι. Ὕστερον ἐπιλογισάμενος τῷ εὐσεβεῖ λογισμῷ, εἶπεν ἐν ἑαυτῷ· Ἄμεινόν ἐστι τὸ μὴ σαλεῦσαι τοσούτων ἐτῶν πρόθεσιν, εἰς αἰσχύνην καὶ ἧτταν τοῦ διαβόλου. Προσευξάμενος τοίνυν τῷ Κυρίῳ, λέγει πρὸς τῷ λαλοῦντι δῆθεν παιδίῳ· Ἄκουσον, παιδίον, ἢ ὅστις δή ποτε εἶ, πιστεύω εἰς τὸν ἐν ᾧ λατρεύω τῷ δεσπόζοντι πάσης πνοῆς· ὅτι εἰ χρήζεις ὄντως βοηθείας, πέμπει σοι ὁ Θεός μου βοήθειαν, καὶ οὔτε σε ὕαιναι, οὔτε τι ἄλλο ἀδικήσει. Εἰ δὲ πειρασμός τις εἶ, καὶ τοῦτο ὁ Θεός μου ἐντεῦθεν ἤδη τὸ δρᾶμα ἀποκαλύψει μοι· καὶ κλείσας τὴν θύραν τῆς κέλλης ἐνδοτέρω ἀπῆλθεν. Αἰσχυνθεὶς δὲ ὁ δαίμων καὶ ἐπὶ ταύτῃ τῇ ἥττᾳ αὐτοῦ, εἰς λαίλαπα ἀνελύθη, καὶ εἰς ὀνάγρους σκιρτῶντας καὶ φεύγοντας, καὶ ψόφους ἀφ' ἑαυτῶν ἀπολύοντας ἐξημοιωθεὶς, οὕτως ἄφαντος ἐγένετο.
Having missed his mark in this drama also, the demon again assumes such a guise as this: Nine months before the falling asleep of the athlete, he transforms himself into a ten-year-old boy, as though driving an ass carrying loaves in a hamper. And coming in the deep evening near his cell, he feigned that the ass had fallen, and the boy was crying out, Abba Nathanael, have mercy on me, and give me a hand. And he heard the voice of the supposed boy, and opening the door of the cell, standing within he spoke to him: Who are you, and what do you wish that I should do for you? The demon answers: I am the lad of such-and-such a monk, and I am carrying loaves. For there is an agape of your acquaintance, such-and-such a brother, and tomorrow as the Sabbath dawns there is need of the offerings. I beg you therefore, do not overlook me, lest haply I even be devoured by hyenas. For there are many hyenas in these places. Standing mute, therefore, the blessed Nathanael grew exceedingly dizzy from great compassion, being troubled in his bowels of mercy, and he pondered what he should do, saying, Either I must fall from the commandment, or slip away from my resolve. Afterwards, reckoning by pious reason, he said within himself: It is better not to shake the resolve of so many years, to the shame and defeat of the devil. Having prayed therefore to the Lord, he says to the supposed boy who was speaking: Hear, child, or whosoever you may be, I believe in Him in Whom I serve the Sovereign of all breath, that if you truly need help, my God sends you help, and neither hyenas nor anything else shall harm you. But if you are some temptation, my God will straightway from this very moment reveal this drama also to me; and shutting the door of the cell, he withdrew further within. And the demon, being put to shame at this defeat of his also, was dissolved into a whirlwind, and having been likened to wild asses leaping and fleeing and letting loose noises from themselves, thus vanished out of sight.
Τοῦτο τὸ ἆθλον τοῦ μακαρίου Ναθαναὴλ, καὶ αὗται αὐτοῦ αἱ ἀρεταὶ τῆς ἀσκήσεως, καὶ ἡ ἀήττητος μάχη πρὸς τὸν ἀντίπαλον, καὶ αὕτη αὐτοῦ ἡ διαγωγὴ, καὶ τὸ περὶ αὐτὸν τοῦ ἀοιδίμου βίου τέλος.
This was the contest of the blessed Nathanael, and these were the virtues of his ascetic practice, and his unconquered battle against the adversary, and this was his conduct, and the end of his celebrated life concerning him.
Notes, col. 1042

On the reading

Printed ἐξημοιωθεὶς, for ἐξομοιωθεὶς.

PG 34:1043Read from the page
ΚΕΦΑΛ. ΙΘʹ, Κʹ.
Chapters XIX, XX.
Περὶ Μακαρίου τοῦ Αἰγυπτίου.
Concerning Macarius the Egyptian.
Τὰ κατὰ τοὺς ἁγίους καὶ ἀθανάτους Πατέρας Μακάριον τὸν Αἰγύπτιον, καὶ Μακάριον τὸν Ἀλεξανδρέα, τοὺς γενναίους ἄνδρας καὶ ἀκαταγωνίστους ἀθλητὰς, τοῦ ἐναρέτου βίου ἆθλα πολλὰ ὄντα καὶ μεγάλα, καὶ μικροῦ δεῖν δύσπιστα τοῖς ἀπίστοις, ὀκνῶ διηγήσασθαι, καὶ γραφῇ παραδοῦναι, μή ποτε καὶ ψεύστου δόξαν ἀπενέγκωμαι. Ὅτι δὲ ἀπολλύει Κύριος πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, σαφῶς ἔστιν ἰδεῖν ἀποφηνάμενον τὸ Πνεῦμα τὸ ἅγιον.
The matters concerning the holy and immortal Fathers Macarius the Egyptian and Macarius the Alexandrian, those noble men and invincible athletes, being many and great contests of the virtuous life, and well-nigh incredible to the unbelieving, I hesitate to relate and commit to writing, lest haply I even carry away the reputation of a liar. Yet that the Lord destroys all who speak falsehood (Ps. 5:7), one may clearly see the Holy Spirit declaring.
Ἐμοῦ τοίνυν μὴ ψευδομένου διὰ τὴν χάριν τοῦ Κυρίου, πιστότατε τῶν ἀνδρῶν Λαῦσε, καὶ αὐτὸς μὴ ἀπίστει τοῖς τῶν ἁγίων Πατέρων ἄθλοις, ἀλλὰ μᾶλλον ἐγκαλλωπίζου τούτων τῶν ἀοιδίμων, καὶ ὄντως μακαρίων, τῶν κατ' ἀξίαν τῶν ὁσίων ἄθλων αὐτῶν τῆς ἀσκήσεως καὶ τὰ ὀνόματα κεκτημένων.
Since I therefore do not lie, through the grace of the Lord, O Lausus, most faithful of men, do not you yourself disbelieve the contests of the holy Fathers, but rather adorn yourself with these celebrated and truly blessed men, who worthily of the holy contests of their ascetic practice have acquired their names also.
Ὁ μὲν πρῶτος ἀθλητὴς τοῦ Χριστοῦ, Μακάριος ὀνόματι, Αἰγύπτιος τῷ γένει ὑπῆρχεν· ὁ δὲ δεύτερος τῇ ἡλικίᾳ, πρῶτος δὲ τοῖς προτερήμασι τῶν μοναχῶν, καὶ αὐτὸς Μακάριος καλούμενος τῷ ὀνόματι, Ἀλεξανδρέων πολίτης γέγονεν, τραγήματα πιπράσκων.
Now the first athlete of Christ, Macarius by name, was an Egyptian by race; while the second in age, yet first in the excellences of the monks, himself also called Macarius by name, was a citizen of the Alexandrians, selling sweetmeats.
Καὶ τὰ μὲν πρῶτα διηγήσομαι τοῦ Αἰγυπτίου Μακαρίου τὰς ἀρετὰς, ὃς ἔζησεν τὰ σύμπαντα ἔτη ἐνενήκοντα. Ἀπὸ τούτων ἐν τῇ ἐρήμῳ πεποίηκεν ἑξήκοντα ἔτη. Τριακονταετὴς ἀνελθὼν νεώτερος τῇ ἡλικίᾳ σφριγῶν, τοσαύτῃ οὗτος ἐχρήσατο καρτερίᾳ πόνων ἀσκητικῶν ἐν ὅλοις δέκα ἔτεσιν, ὡς πολλῆς καὶ μεγάλης τοῦτον ἀξιωθῆναι διακρίσεως· ὥστε καλεῖσθαι αὐτὸν παιδαριογέροντα, ἐπειδὴ θᾶττον τῆς ἡλικίας προέκοψεν ταῖς ἀρεταῖς. Τεσσαρακονταετὴς γὰρ γενόμενος κατὰ πνευμάτων ἔλαβεν ἐξουσιαστικὴν δύναμιν, καὶ χάρισμα ἰαμάτων, καὶ πνεῦμα προῤῥήσεων. Κατηξιώθη δὲ καὶ τῆς ἐντίμου ἱερωσύνης. Τούτῳ συνῆσαν δύο μαθηταὶ εἰς τὴν ἔρημον τὴν ἐνδοτάτω, τὴν καλουμένην Σκῆτιν· ὧν ὁ μὲν εἷς αὐτῶν ἦν αὐτῷ ὑπηρέτης, πλησίον αὐτοῦ διὰ παντὸς εὑρισκόμενος διὰ τὸ τοὺς εἰσερχομένους θεραπεύεσθαι· ὁ δὲ εἷς ἀνεχώρει κατ' ἰδίαν εἰς κέλλαν.
And first indeed I shall recount the virtues of the Egyptian Macarius, who lived ninety years in all. Out of these he spent sixty years in the desert. Having gone up at thirty years of age, a youth vigorous in his prime, he practised such endurance of ascetic labours throughout ten whole years that he was counted worthy of much and great discernment; so that he was called the boy-elder, because he advanced in virtues more swiftly than his age. For when he became forty years old, he received authoritative power against spirits, and the gift of healings, and the spirit of foreknowledge. And he was counted worthy of the honourable priesthood also. With him there were two disciples in the innermost desert, which is called Scetis; of whom the one was his attendant, being found near him continually on account of those who came in to be healed, while the other withdrew apart into a cell.
Χρόνου δὲ προκόψαντος, διορατικῷ ὄμματι προβλέψας ὁ ἅγιος λέγει τῷ ὑπηρετοῦντι αὐτῷ ὀνόματι Ἰωάννῃ, εἰς ὕστερον δὲ γενομένῳ πρεσβυτέρῳ εἰς τὸν τόπον τοῦ ἁγίου Μακαρίου (πρεσβυτερίου γὰρ ἠξιώθη ὁ μέγας Μακάριος), ὅτι Ἄκουσόν μου, ἀδελφὲ Ἰωάννη, καὶ ἀνάσχου μου τῆς νουθεσίας, καὶ συνενέγκαί σοι ἔχει. Πειράζῃ γὰρ, φησὶ, καὶ πειράζει σε τὸ πνεῦμα τῆς φιλαργυρίας. Οὕτω γὰρ ἐγὼ ἑώρακα. Καὶ οἶδα, ὅτι ἐάν μου ἀνάσχῃς τῆς παρακλήσεως, τελειωθήσῃ ἐν τῷ ἔργῳ τοῦ Θεοῦ ἐν τῷ τόπῳ τούτῳ, καὶ δοξασθήσῃ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. Ἐὰν δέ μου παρακούσῃς, τοῦ Γιεζῆ ἥξει ἐπὶ σὲ τὰ τέλη, οὗ καὶ τὴν νόσον νοσεῖς. Συνέβη δὲ αὐτὸν τοῦ μὲν ἁγίου τούτου παρακοῦσαι μετὰ τὴν κοίμησιν τοῦ ἀθανάτου Μακαρίου, ὑπακοῦσαι δὲ αὐτὸν τῷ τὸν Ἰούδαν τῇ φιλαργυρίᾳ τῇ ἀγχόνῃ προσάψαντι· καὶ μετὰ ἄλλα δεκαπέντε ἔτη, ἤγουν εἴκοσι, οὕτως αὐτὸν ἐλεφαντιάσαι νοσφισάμενον τὰ τῶν πτωχῶν, ὡς μὴ εὑρεθῆναι ἐν τῷ σώματι ἀκέραιον τόπον ἐν ᾧ τις δάκτυλον πήξοι. Καὶ αὕτη τοίνυν ἐστὶν ἡ προφητεία τοῦ ἁγίου Μακαρίου.
And as time advanced, foreseeing with prophetic eye, the saint says to him who attended him, John by name, who afterwards became presbyter in the place of the holy Macarius (for the great Macarius had been counted worthy of the presbyterate): Hear me, brother John, and bear with my admonition, and it shall profit you. For you are tempted, says he, and the spirit of avarice is tempting you. For thus have I seen. And I know that if you bear with my exhortation, you shall be perfected in the work of God in this place, and you shall be glorified, and no scourge shall come nigh your tent (Ps. 90:10). But if you disobey me, the end of Gehazi shall come upon you (cf. 4 Kings 5:27), whose sickness also you are sick with. And it came to pass that after the falling asleep of the immortal Macarius he disobeyed this saint, and obeyed him who through avarice fastened Judas to the halter; and after another fifteen or twenty years, having purloined the goods of the poor, he was so afflicted with elephantiasis that there was not found in his body a sound spot wherein one might plant a finger. And this, therefore, is the prophecy of the holy Macarius.
Περὶ μὲν οὖν βρώσεως καὶ πόσεως περιττόν ἐστι καὶ τὸ διηγήσασθαι περὶ τούτων, ὁπότε οὐδὲ παρὰ
Concerning eating and drinking, therefore, it is superfluous even to recount these matters, since not even among
PG 34:1044Read from the page
τοῖς ῥᾳθυμοτέροις τῶν ἔξω μοναχῶν ἔστιν εὑρεθῆναι ἀδηφαγίαν, ἢ παρὰ τοῖς οὖσιν ἐν τοῖς τόποις ἐκείνοις, καὶ διὰ τὴν σπάνιν τῶν χρειῶν, καὶ διὰ τὸν κατὰ Θεὸν ζῆλον τῶν κατοικούντων ἐκεῖ, ἀεὶ πρὸς ἀλλήλους ἑκάστων φιλονεικούντων ὑπερβαίνειν τὸν πλησίον ταῖς διαφόροις πολιτείαις.
the more indolent of the outer monks is gluttony to be found, nor among those who are in those places, both on account of the scarcity of necessities and on account of the godly zeal of those who dwell there, each of them always vying with one another to surpass his neighbour in their diverse ways of life.
Περὶ δὲ τῆς ἄλλης ἀσκήσεως τούτου τοῦ οὐρανίου ἀνδρὸς, Μακαρίου λέγω, ἐλέγετο οὗτος ὁ ἅγιος ἀδιαλείπτως ἐξίστασθαι, καὶ μᾶλλον τῷ πλείονι χρόνῳ προσδιατρίβειν Θεῷ, ἢ τοῖς ὑπ' οὐρανὸν πράγμασιν. Οὗ καὶ διάφορα φέρονται θαύματα.
And concerning the rest of the ascetic practice of this heavenly man, Macarius I mean, this saint was said to be continually in ecstasy, and to spend the greater part of his time conversing with God rather than with the things under heaven. Of whom diverse marvels also are related.
Ἀνήρ τις Αἰγύπτιος ἄσωτος ἐρασθεὶς γυναικὸς ἐλευθέρας ὑπάνδρου, καὶ μὴ δυνάμενος αὐτὴν δελεάσαι, διὰ τὴν σωφροσύνην ταύτης πρὸς τὸν παρθενικὸν αὐτῆς ἄνδρα, προσωμίλησεν γόητι ὁ κακόσχολος, λέγων αὐτῷ, Ἢ ἕλον ταύτην εἰς τὸ ἀγαπῆσαί με, ἢ ἔργασαί τι τῇ τέχνῃ σου, ἵνα ῥίψῃ αὐτὴν ὁ ἀνὴρ αὐτῆς. Λαβὼν οὖν ὁ γόης τὸ ἱκανὸν παρ' αὐτοῦ, ἐχρήσατο ταῖς ἑαυτοῦ γοητείαις καὶ μαγγανείαις. Καὶ μὴ δυνηθεὶς αὐτῆς ἐκστῆσαι τὸν νοῦν εἰς τὸ τούτῳ συνθέσθαι, παρασκευάζει αὐτὴν ὡς φοράδα φανῆναι τοῖς αὐτὴν θεωμένοις. Ἔξωθεν τοίνυν ἐλθὼν ὁ ἀνὴρ αὐτῆς, ἐν σχήματι φοράδος τὴν ἑαυτοῦ γυναῖκα ἔβλεπεν· καὶ ἐπὶ τῆς ἑαυτοῦ κοίτης κατακλιθεὶς, ἐξενίζετο ὅτι εἰς τὸν κράβατον αὐτοῦ φορὰς ἀνέκειτο. Κλαίει οὖν ὁ ἀνὴρ αὐτῆς, καὶ ὀδύρεται, μὴ εὑρίσκων τὸ πρᾶγμα· καὶ ὡς νομίζων ζώῳ προσομιλεῖν, ἀποκρίσεως οὐκ ἐτύγχανεν, ὀργιζομένης τῆς γυναικός. Ἐπὶ τούτοις παρακαλέσας τοὺς πρεσβυτέρους τῆς κώμης, εἰς τὸν οἶκον εἰσάγει, καὶ δείκνυσι ταύτην αὐτοῖς. Οἱ δὲ οὐδ' αὐτοὶ συνῆκαν τὴν συμφορὰν τὴν καταλαβοῦσαν αὐτούς. Ἐπὶ τρεῖς τοίνυν ἡμέρας οὔτε χόρτου μετελάμβανεν ὡς φορὰς, οὔτε ἄρτου ὡς ἄνθρωπος, ἀμφοτέρων ἐστερημένη τῶν τροφῶν. Τέλος, ἵνα δοξασθη ὁ Θεὸς, καὶ φανῇ ἡ ἀρετὴ τοῦ ἁγίου Μακαρίου, ἀνέβη ἐπὶ τὴν καρδίαν τοῦ ἀνδρὸς αὐτῆς ἀγαγεῖν αὐτὴν εἰς τὴν ἔρημον πρὸς τὸν ὅσιον ἄνδρα· καὶ φορτιάσας αὐτὴν ὡς ἵππον, οὕτως αὐτὴν ἤγαγεν εἰς τὴν ἔρημον ἔνθα ᾤκει ὁ τοῦ Θεοῦ ἄνθρωπος. Ἐν δὲ τῷ ἐγγίσαι αὐτοὺς, εἰστήκεισαν οἱ ἀδελφοὶ πλησίον τῆς κέλλης τοῦ ἁγίου Μακαρίου, ἀπομαχόμενοι τῷ ἀνδρὶ αὐτῆς, καὶ λέγοντες, Τί ἤγαγες ὧδε τὴν φοράδα ταύτην; Ἀποκρίνεται λέγων αὐτοῖς ἐκεῖνος, Ἵνα ἐλεηθῇ τῇ προσευχῇ τοῦ δικαίου. Οἱ δὲ πρὸς αὐτόν· Τί γὰρ ἔχει κακόν; Λέγει αὐτοῖς ἐκεῖνος, Ἣν ὁρᾶτε φοράδα ταύτην, γυνή μου ἦν ἀθλία, καὶ οὐκ οἶδα πῶς μετεβλήθη εἰς ἵππον· καὶ σήμερον ἔχει τρεῖς ἡμέρας μηδενὸς γευσαμένη. Οἱ δὲ ἀκούσαντες ταῦτα ἀναφέρουσι τῷ θεράποντι τοῦ Χριστοῦ Μακαρίῳ, περὶ αὐτῆς ἔνδον προσευχομένῳ· ἀπεκαλύφθη γὰρ αὐτῷ ἀπὸ Θεοῦ, ἀπερχομένων αὐτῶν πρὸς αὐτόν. Καὶ διὰ τοῦτο προσηύχετο φανερωθῆναι αὐτῷ τὴν αἰτίαν δι' ἣν τοῦτο ἐγένετο, ἅπερ καὶ ἤκουσεν ἐν τῇ προσευχῇ πάντα ὡς καὶ ἐγένετο. Ἀπεκρίνατο δὲ ὁ ἅγιος Μακάριος τοῖς ἀπαγγείλασιν αὐτῷ ἀδελφοῖς, ὅτι φοράδα τίς ποτε ἐνταῦθα ἤγαγεν, λέγων αὐτοῖς· Ὑμεῖς ἵπποι ἐστὲ οἱ τῶν ἵππων ἔχοντες τοὺς ὀφθαλμούς· ἐκείνη δὲ γυνή ἐστιν, ὡς καὶ ἐκτίσθη, μὴ μετασχηματισθεῖσα, ἀλλὰ μόνον τοῦτο φαινομένη τοῖς ὀφθαλμοῖς τῶν ἠπατημένων. Καὶ προσαχθείσης αὐτῷ ταύτης, εὐλογήσας ὕδωρ, καὶ ἀπὸ κορυφῆς ἐκχέας αὐτῇ γυμνῇ, ἐπηύξατο τῇ ταύτης κεφαλῇ. Καὶ παραχρῆμα ἐποίησεν αὐτὴν πᾶσι τοῖς ὁρῶσι γυναῖκα φανῆναι.
A certain profligate Egyptian man, having fallen in love with a free married woman, and being unable to entice her on account of her chastity towards her virgin husband, the ill-occupied fellow conversed with a sorcerer, saying to him, Either win her over to love me, or work something by your art so that her husband may cast her out. Having therefore received a sufficient sum from him, the sorcerer used his own sorceries and enchantments. And being unable to unsettle her mind so as to consent to this man, he contrives that she should appear as a mare to those who beheld her. When her husband therefore came from outside, he saw his own wife in the form of a mare; and reclining upon his own couch, he was astonished that a mare was lying upon his bed. Her husband therefore weeps and laments, not discovering the matter; and as though thinking that he was conversing with a beast, he obtained no answer, while the woman was angry. Upon this, having called in the presbyters of the village, he brings them into the house and shows her to them. Yet not even they themselves understood the calamity that had overtaken them. For three days, therefore, she partook neither of grass as a mare, nor of bread as a human being, being deprived of both kinds of food. Finally, in order that God might be glorified and the virtue of the holy Macarius might appear, it came into the heart of her husband to lead her into the desert to the holy man; and having haltered her like a horse, he thus led her into the desert where the man of God dwelt. And as they drew near, the brethren stood near the cell of the holy Macarius, contending with her husband and saying, Why have you brought this mare here? He answers, saying to them, So that she may obtain mercy through the prayer of the righteous man. And they say to him: Why, what ill has she? He says to them, This mare which you see was my wretched wife, and I know not how she was changed into a horse; and today she has gone three days without tasting anything. Having heard these things, they report them to Macarius the servant of Christ, who was praying within concerning her; for it had been revealed to him by God as they were coming to him. And on this account he was praying that the cause wherefore this had come to pass might be manifested to him, all of which things he also heard in prayer even as they had come to pass. And the holy Macarius answered the brethren who reported to him that someone had brought a mare there, saying to them: You yourselves are horses, who have the eyes of horses; whereas she is a woman, even as she was created, not having been transformed, but only appearing thus to the eyes of those who have been deceived. And when she had been brought to him, having blessed water and poured it out from the crown of her head upon her bare, he prayed over her head. And immediately he caused her to appear a woman to all who looked on.
Notes, col. 1044

On the reading

Printed ομιλεῖν, for ὁμιλεῖν.

Printed δοξασθη, for δοξασθῇ.

PG 34:1049Read from the page
Κελεύσας δὲ αὐτῇ προσενεχθῆναι τροφὰς, ἐποίησεν αὐτὴν φαγεῖν· καὶ οὕτως ἰασάμενος αὐτὴν ἀπέλυσεν μετὰ τοῦ ἰδίου ἀνδρὸς, εὐχαριστοῦντας τῷ Θεῷ. Ὑπέθετο δὲ αὐτῇ ὁ τοῦ Χριστοῦ ἄνθρωπος, εἰπὼν αὐτῇ· Μηδέποτε ἀπολειφθῇς τῆς Ἐκκλησίας, μηδέποτε ἀπόσχῃς τῆς κοινωνίας τῶν μυστηρίων τοῦ Χριστοῦ. Ταῦτα γάρ τοι συνέβη, τὸ ἐπὶ πέντε ἑβδομάδας μὴ προσεληλυθέναι σε τοῖς ἀχράντοις μυστηρίοις τοῦ Σωτῆρος ἡμῶν.
And having commanded food to be brought to her, he made her eat; and having thus healed her, he dismissed her with her own husband, giving thanks to God. And the man of Christ counselled her, saying to her: Never be absent from the Church, never abstain from the communion of the mysteries of Christ. For these things happened to you because for five weeks you did not approach the immaculate mysteries of our Saviour.
Ἄλλη πάλιν πρᾶξις τῆς μεγάλης αὐτοῦ ἀσκήσεως· Ἐν τῷ μακρῷ τῆς ζωῆς αὐτοῦ χρόνῳ ὑπὸ τὴν γῆν ποιήσας σύριγγα ὀρύγματος ἀπὸ τῆς κέλλης ἑαυτοῦ μέχρις ἡμισαδίου εἰς τὸ ἄκρον σπήλαιον ἀπετέλεσεν. Καὶ εἴ ποτε πλείονες αὐτῷ ὤχλουν, κρυπτῶς ἐκ τῆς κέλλης αὐτοῦ ἐξιὼν ἀπίει εἰς τὸ σπήλαιον, καὶ οὐδεὶς αὐτὸν ηὕρισκεν. Διηγεῖτο οὖν ἡμῖν τις τῶν σπουδαίων αὐτοῦ μαθητῶν λέγων, ὅτι Ἀπιὼν ἕως τοῦ σπηλαίου διὰ τῆς σύριγγος εἰκοσιτέσσαρας ἐποίει προσευχὰς, καὶ ἐρχόμενος πάλιν τὰς αὐτάς.
Another deed again of his great asceticism: In the long time of his life, having made an underground tunnel of excavation from his own cell as far as half a stade, he completed a cave at the end. And if ever many people troubled him, going out secretly from his cell he would depart into the cave, and no one would find him. Now one of his zealous disciples recounted to us, saying: Going as far as the cave through the tunnel he used to make twenty-four prayers, and coming back again the same.
Περὶ τούτου ἐξῆλθεν φήμη, ὅτι καὶ νεκρὸν ἤγειρεν, ἵνα αἱρετικὸν πείσῃ τὸν μὴ ὁμολογοῦντα ἀνάστασιν εἶναι σωμάτων. Καὶ αὕτη ἡ φήμη ἐκράτει περὶ αὐτοῦ ἐν τῇ ἐρήμῳ.
Concerning him a report went forth that he also raised a dead man, in order that he might persuade a heretic who did not confess that there is a resurrection of bodies. And this report prevailed concerning him in the desert.
Τούτῳ τῷ ἁγίῳ ἀνδρὶ προσηνέχθη τίς ποτε νεανίσκος δαιμονιῶν, παρὰ τῆς ἰδίας μητρὸς ὀλοφυρομένης περὶ αὐτὸν, δυσὶ νεανίσκοις συνδεδεμένος ἐξ ἑκατέρων τῶν μερῶν. Ὃς ταύτην τὴν ἐνέργειαν εἶχεν ὁ δαίμων, μετὰ τὸ φαγεῖν τριῶν μοδίων ἄρτους, καὶ πιεῖν ἀμφορέα Κιλικίσιον ὕδατος, ἅπερ ἐρευγόμενος εἰς ἀτμὸν ἀνέλυεν τὰ βρώματα. Οὕτως γὰρ ἀνηλίσκοντο τὰ βρωθέντα παρ' αὐτοῦ καὶ ποθέντα, ὡς ὑπὸ πυρός. Ἔστι γὰρ καὶ τάγμα δαιμονίων τὸ λεγόμενον πύρινον. Διαφοραὶ γάρ εἰσι τῶν δαιμονίων, ὥσπερ καὶ τῶν ἀνθρώπων, οὐκ οὐσίας ἀλλασσομένης, ἀλλὰ τῆς γνώμης ἀλλοιουμένης. Οὗτος τοίνυν ὁ νεανίσκος μὴ ἐπαρκούμενος παρὰ τῆς ἰδίας μητρὸς, πολλάκις τὴν ἰδίαν ἤσθιεν κόπρον, καὶ τὸν ἑαυτοῦ ἔπινεν οὖρον. Κλαιούσης οὖν τῆς μητρὸς αὐτοῦ, καὶ σφόδρα ἀνιωμένης ἐπὶ τῇ συμφορᾷ ἀποῤῥήτῳ τοῦ υἱοῦ αὐτῆς, καὶ πολλὰ παρακαλούσης τὸν ἅγιον, καὶ δεομένης, λαβὼν ἐκεῖνον ὁ ἀήττητος ἀθλητὴς τοῦ Χριστοῦ Μακάριος, ἐπηύξατο αὐτῷ τὸν Θεὸν ἱκετεύων. Καὶ μετὰ μίαν καὶ δευτέραν ἡμέραν ὑπελώφησεν τοῦ δεινοῦ πάθους ὁ δαίμων. Λέγει οὖν τότε τῇ τοῦ νεανίσκου μητέρι ὁ ἅγιος Μακάριος, Πόσον ἐθέλεις ἐσθίειν σου τὸν υἱόν; Ἡ δὲ ἀπεκρίνατο λέγουσα· Δέομαί σου, δεκάλιτρον κέλευσον ἄρτου. Ἐπιτιμήσας δὲ αὐτῇ σφοδρῶς ὡς πολὺ εἰρηκυίας, εἶπεν, Ὦ γύναι, τί τοῦτο ἐλάλησας; Καὶ ἐπευξάμενος τῷ νεανίσκῳ ἑπτὰ ἡμέραις μετὰ νηστείας, καὶ ἐξελάσας ἀπ' αὐτοῦ τὸν ἀλάστορα δαίμονα τῆς πολυφαγίας, ἔστησεν αὐτῷ τὴν δίαιταν τῆς τροφῆς εἰς τρίλιτρον ἄρτου, ὡς ὀφείλειν αὐτὸν ἐργαζόμενον τοῦτο ἐσθίειν. Καὶ τούτῳ τῷ τρόπῳ τῇ τοῦ Θεοῦ χάριτι καὶ τῇ θεοφορήτῳ αὐτοῦ πολιτείᾳ ἀποθεραπεύσας τὸν παῖδα, ἀπέδωκεν τῇ μητέρι ὁ πάσης δαιμονικῆς ἐνεργείας ἀνανταγώνιστος τοῦ Χριστοῦ ἀθλητὴς Μακάριος. Ταῦτα τὰ παράδοξα θαύματα πεποίηκεν ὁ Θεὸς διὰ τοῦ ἑαυτοῦ γνησίου φίλου Μακαρίου, οὗ ἡ ἀθάνατος ψυχὴ νῦν μετ' ἀγγέλων ἐστί. Τῷ ἁγίῳ τούτῳ ἐγὼ οὐ συντετύχηκα· πρὸ ἐνιαυτοῦ γὰρ τῆς εἰς ἔρημον εἰσόδου ἐμῆς οὗτος ὁ πολεμιστὴς τῶν ἀλόγων παθῶν ἐκεκοίμητο.
To this holy man there was once brought a certain young man possessed by a demon, by his own mother wailing over him, bound to two young men on either side. And this demon had this working: after eating three modii of loaves of bread, and drinking a Cilician amphora of water, belching these up he would dissolve the food into vapour. For thus the things eaten and drunk by him were consumed, as though by fire. For there is also an order of demons called fiery. For there are differences among demons, just as also among men, not of essence being changed, but of purpose being altered. This young man therefore, not being sufficed by his own mother, oftentimes ate his own dung and drank his own urine. While his mother therefore was weeping and greatly distressed at the unspeakable calamity of her son, and entreating the saint much and beseeching him, the unconquered athlete of Christ Macarius took him and prayed over him, supplicating God. And after one and a second day the demon abated from the dreadful affliction. Then Saint Macarius says to the young man's mother, How much do you wish your son to eat? And she answered saying: I beg you, command ten pounds of bread. But having rebuked her sharply as having said too much, he said, O woman, why have you spoken this? And having prayed over the young man for seven days with fasting, and having driven out from him the avenging demon of gluttony, he fixed for him the allowance of food at three pounds of bread, so that working he ought to eat this. And in this manner, by the grace of God and by his God-inspired way of life, having thoroughly cured the lad, Macarius, the unrivalled athlete of Christ against every demonic working, gave him back to his mother. These paradoxical wonders God wrought through His genuine friend Macarius, whose immortal soul is now with the angels. With this saint I did not meet; for a year before my entrance into the desert this warrior against irrational passions had fallen asleep.
Notes, col. 1049

On the reading

Printed ἡμισαδίου, for ἡμισυ σταδίου.

PG 34:1050Read from the page
Τῷ δὲ ὁμοζύγῳ τούτου τοῖς ἔργοις τῆς πίστεως, καὶ τῷ ὁμωνύμῳ τοῦ σεβασμίου ὀνόματος, λέγω δὴ τῷ ἁγίῳ Μακαρίῳ τῷ Ἀλεξανδρεῖ, συντετύχηκα πρεσβυτέρῳ ὄντι τῶν λεγομένων κελλίων. Εἰς ἃ κελλία παρῴκησα ἐγὼ ἐνναετίαν· ἐν οἷς τρία ἔτη μοι ἐπέζησεν ὁ μακάριος οὗτος καθεζόμενος ἐν ἡσυχίᾳ. Καὶ τὰ μὲν εἶδον ἐγὼ παρ' αὐτοῦ τῆς ἀρίστης αὐτοῦ πολιτείας ἔργα καὶ σημεῖα, τὰ δὲ παρὰ τῶν τούτῳ συμβιωσάντων μεμάθηκα, τὰ δὲ καὶ παρ' ἑτέρων πλειόνων ἀκήκοα.
Now with his yoke-fellow in the works of faith, and namesake of the venerable name, I mean Saint Macarius the Alexandrian, I did meet when he was presbyter of the so-called Cells. In which Cells I sojourned for a period of nine years, during which this blessed man survived for three years with me, sitting in stillness. And some works and signs of his most excellent way of life I myself saw from him, and others I have learned from those who lived with him, and others also I have heard from many others.
Οὗτος θεασάμενός ποτε παρὰ τῷ μεγάλῳ Πατρὶ Ἀντωνίῳ βαΐα ἐκλεκτὰ, αὐτὸν ἐργαζόμενον ᾔτησε παρ' αὐτοῦ μίαν δέσμην τῶν βαΐων. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἀντώνιος· Γέγραπται, Οὐκ ἐπιθυμήσεις τὰ τοῦ πλησίον σου· καὶ μόνον εἰπόντος, εὐθέως τὰ βαΐα πάντα, ὡς ὑπὸ πυρὸς ἐφρύγη. Ὅπερ ἰδὼν ὁ Ἀντώνιος, ἔφη τῷ Μακαρίῳ, Ἰδοὺ ἀναπέπαυται τὸ Πνεῦμα ἐπὶ σὲ, καὶ ἔσῃ μοι λοιπὸν τῶν ἐμῶν ἀρετῶν κληρονόμος.
He, having once seen with the great Father Antony choice palm-branches while he was working, asked from him a single bundle of the palm-branches. And Antony said to him: It is written, Thou shalt not covet thy neighbour's goods; and merely upon his speaking, straightway all the palm-branches were parched as though by fire. Seeing which, Antony said to Macarius, Behold, the Spirit has rested upon you, and hereafter you shall be to me the heir of my virtues.
Ἐκεῖθεν πάλιν αὐτὸν ὁ διάβολος εὗρεν ἐν τῇ ἐρήμῳ λίαν κεκμηκότα τῷ σώματι, καί φησι πρὸς αὐτόν· Ἰδοὺ τὴν χάριν εἴληφας Ἀντωνίου. Τί δῆτα μὴ κέχρησαι τῷ ἀξιώματι; καὶ αἰτεῖς παρὰ Θεοῦ βρώματα καὶ ἰσχὺν πρὸς τὴν ὁδοιπορίαν; Ὁ δέ φησι πρὸς αὐτόν· Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριός ἐστιν· σὺ δὲ οὐκ ἐκπειράσεις τὸν δοῦλον τοῦ Θεοῦ. Ποιεῖ οὖν φαντασίᾳ ὁ διάβολος κάμηλον ἀχθοφόρον διὰ τῆς ἐρήμου πλαζομένην, ἔχουσαν πάντα τὰ πρὸς τὴν χρείαν ἐπιτήδεια· ἥτις ἰδοῦσα τὸν Μακάριον ἔμπροσθεν αὐτοῦ ἐκάθισεν. Ὁ δὲ ὑπολαβὼν αὐτὸ φάντασμα εἶναι, ὅπερ καὶ ἦν, ἔστη εἰς προσευχήν· ἡ δὲ εὐθὺς εἰς τὴν γῆν κατεπόθη.
Thence again the devil found him in the desert very weary in body, and says to him: Behold, you have received the grace of Antony. Why then have you not used the dignity, and asked from God food and strength for the journey? But he says to him: My strength and my praise is the Lord; and you shall not tempt the servant of God. The devil therefore by an illusion makes a burden-bearing camel wandering through the desert, having all things suitable for his need; which, seeing Macarius, sat down before him. But he, supposing it to be a phantom, which indeed it was, stood to prayer; and straightway it was swallowed up into the earth.
Οὗτος ἀνὴρ Μακάριος πολιτικὸς ὑπάρχων συνήφθη ποτὲ τῷ μεγάλῳ Μακαρίῳ, καὶ ὡς ἔμελλον διαπορθμεύειν τὸν Νεῖλον, συνέβη εἰσελθεῖν αὐτοὺς εἰς πορθμεῖον μέγιστον, ἐν ᾧ τριβοῦνοί τινες μετὰ πολλοῦ κόμπου εἰσεληλύθησαν, ῥέδιον ἔχοντες ὁλόχαλκον, καὶ χρυσοχαλίνους ἵππους, καὶ δορυφόρους τινὰς στρατιώτας, καὶ κλοιοφόρους παῖδας χρυσοζώνους τινάς. Ὡς οὖν ἴδον τοὺς μοναχοὺς οἱ τριβοῦνοι ῥάκη παλαιὰ ἐνδεδυμένους, καὶ καθημένους εἰς τὴν γωνίαν, ἐμακάριζον αὐτῶν τὴν εὐτέλειαν. Εἷς δὲ ἐξ αὐτῶν τῶν τριβούνων ἔφη πρὸς αὐτοὺς, Μακάριοί ἐστε ὑμεῖς οἱ τῷ κόσμῳ ἐμπαίξαντες. Ἀποκριθεὶς δὲ ὁ πολιτικὸς Μακάριος, εἶπε πρὸς αὐτούς· Ἡμεῖς μὲν τῷ κόσμῳ ἐνεπαίξαμεν, ὑμῖν δὲ ὁ κόσμος ἐνέπαιξεν. Γίνωσκε δὲ ὅτι οὐχ ἑκὼν, ἀλλὰ προφητεύων τοῦτο εἴρηκας. Ἀμφότεροι γὰρ μακάριοι καλούμεθα. Ὁ δὲ κατανυχθεὶς ἐπὶ τῷ λόγῳ ἀπελθὼν οἴκοι ἀπεδύσατο τὰ ἱμάτια, καὶ μονάζειν ἠρήσατο, ποιήσας πολλὰς ἐλεημοσύνας.
This man Macarius, being a city man, once joined the great Macarius, and as they were about to cross the Nile, it happened that they entered into a very large ferry-boat, into which certain tribunes had entered with much pomp, having an all-bronze carriage, and golden-bridled horses, and certain spear-bearing soldiers, and certain collar-wearing, golden-girdled youths. When therefore the tribunes saw the monks clothed in old rags and sitting in the corner, they counted their frugality blessed. And one of those tribunes said to them, Blessed are you who have mocked the world. And the city Macarius answering said to them: We indeed have mocked the world, but the world has mocked you. Know, moreover, that not willingly, but prophesying you have said this. For we are both called Macarii, that is, blessed. And he, pricked in heart at the word, having gone home stripped off his garments and chose to live as a monk, having done many almsdeeds.
Ἄλλοτε δὲ σταφυλῆς πεμφθείσης αὐτῷ νεαρας ἐπιθυμήσαντι μεταλαβεῖν, ἐνδεικνύμενος τὴν ἐγκράτειαν, ἀπέστειλεν αὐτὴν πρὸς ἀδελφόν τινα κάμνοντα, καὶ αὐτὸν σταφυλὴν ἐπιθυμοῦντα· ὃς δεξάμενος καὶ λίαν περιχαρὴς γενόμενος, κρύπτειν ἑαυτοῦ τὴν ἐγκράτειαν βουλόμενος, πρὸς ἄλλον αὐτὴν ἀδελφὸν ἐξαπέστειλεν, ὡς αὐτὸς ἀνορέκτως ἔχων περὶ τὸ βρῶμα. Δεξάμενος δὲ πάλιν κακεῖνος τὸ αὐτὸ πεποίηκε, λίαν ποθῶν καὶ αὐτὸς μεταλαβεῖν. Ὡς δὲ λοιπὸν εἰς πολλοὺς ἀδελφοὺς ἦλθον αἱ σταφυλαὶ, μηδενὸς βουληθέντος αὐτῶν μεταλαβεῖν, ὁ τελευταῖος
And at another time, a fresh cluster of grapes having been sent to him when he desired to partake of it, displaying his self-control, he sent it to a certain toil-worn brother who himself also desired grapes; who, having received it and become exceedingly joyful, wishing to hide his own self-control, sent it away to another brother, as though he himself had no appetite for the food. And that one again having received it did the same thing, though himself also exceedingly longing to partake. And when finally the grapes had come to many brethren, none of them having wished to partake, the last one
Notes, col. 1050

On the reading

Printed νεαρας, for νεαρᾶς.

PG 34:1051Read from the page
λαβὼν, πρὸς Μακάριον πάλιν ἀπέστειλεν, ὡς μέγα δῶρον αὐτῷ χαριζόμενος. Ἐπιγνοὺς δὲ αὐτὰς ὁ Μακάριος καὶ πολυπραγμονήσας, ἐθαύμασεν εὐχαριστῶν τῷ Κυρίῳ ἐπὶ τῇ τοιαύτῃ αὐτῶν ἐγκρατείᾳ, καὶ οὐδὲ αὐτὸς αὐτῶν τέως μετείληφεν.
having received them, sent them back again to Macarius, as though bestowing a great gift upon him. And Macarius, having recognized them and inquired closely into the matter, marvelled, giving thanks to the Lord over such self-control of theirs, and neither did he himself finally partake of them.
Ἡ μὲν οὖν ἄσκησις τοῦ μεγάλου Μακαρίου, ἣν ἐγὼ καὶ πολλοὶ παρ' αὐτῷ ἠκριβώσαμεν, ἦν αὕτη. Εἴ τι ἀκήκοεν πώποτέ τινα πεποιηκότα ἔργον ἀσκήσεως, διαπύρως πάντως τοῦτο κατώρθωσεν.
Now the ascetic practice of the great Macarius, which I and many with him accurately observed, was this. If ever he heard of anyone having done a work of asceticism, with fervent zeal he by all means accomplished this.
Ἀκούσας οὖν παρά τινων ὅτι οἱ Ταβεννησιῶται διὰ πάσης τῆς Τεσσαρακοστῆς ἐσθίουσιν ἄπυρον, ἔκρινεν οὗτος ὁ ἅγιος ἐπὶ ἑπταετίαν διὰ πυρὸς διερχόμενον μὴ φαγεῖν· πλὴν λαχάνων ὠμῶν, εἴ ποτε δὲ καὶ παρεῦρεν, ἢ ὀσπριδίων βρεκτῶν, μηδενὸς ἄλλου γευσάμενος ἐν ἐκείνοις τοῖς ἑπτὰ ἔτεσιν. Κατορθώσας οὖν τοῦτο κατέπτυσεν ταύτης τῆς πολιτείας. Ἤκουσεν δὲ περί τινος ἄλλου οὗτος ὁ ἄριστος τῶν μοναχῶν ὅτι ἄρτου λίτραν ἐσθίει, καὶ τοῦτον ζηλώσας, κλάσας τὸ βουκελλάτον, ὃ εἶχεν, κατήγαγεν εἰς κεράμια, κρίνας τοσοῦτον μόνον ἐσθίειν ὅσον ἂν ἡ χεὶρ ἀνενέγκῃ. Μεγάλη δὲ καὶ αὕτη σώματος σκληραγωγία. Διηγεῖτο γὰρ ἡμῖν χαριεντιζόμενος, ὅτι Περιεδρασσόμην μὲν πλειόνων κλασμάτων, οὐ συνεχωρούμην δὲ ἐξενεγκεῖν ὑπὸ τοῦ στενοῦ τῆς ὀπῆς. Ὁ τελώνης γάρ μου οὐ συνεχώρει, φησὶν, τὸ παντελῶς με ἐσθίειν. Ἐπὶ ὅλα οὖν τρία ἔτη ταύτην ἤσκησεν τὴν ἐγκράτειαν, τέσσαρας ἢ πέντε οὐγκίας ἐσθίων, καὶ τὸ ἀντίῤῥοπον τούτων πίνων ὕδωρ. Ξέστην δὲ ἐλαίου εἰς τὸν ἐνιαυτὸν ἀνήλω εἰς τροφήν.
Having heard therefore from certain persons that the Tabennesiotes throughout the whole of Lent eat food uncooked by fire, this saint resolved for seven years not to eat anything that had passed through fire; tasting nothing else in those seven years save raw herbs, if ever he found any, or soaked pulse. Having therefore accomplished this, he despised this practice. And this best of monks heard concerning someone else that he ate a pound of bread, and emulating him, having broken his biscuit which he had, he put it down into a narrow-necked jar, resolving to eat only so much as his hand could bring up. And great also was this rigorous treatment of the body. For he used to recount to us jestingly: I would grasp indeed many fragments, but I was not permitted to bring them out on account of the narrowness of the opening. For my publican, says he, did not permit me to eat at all. For three whole years therefore he practised this self-control, eating four or five ounces, and drinking water in proportion to these. And a sextarius of oil for the year he expended for food.
Ἄλλη ἄσκησις τοῦ ἀθλητοῦ. Ἔκρινεν οὗτος ὁ ἀδάμας ὕπνου περιγενέσθαι. Καὶ τοῦτό διηγήσατο, ὅτι Οὐκ εἰσῆλθον ὑπὸ στέγην ἐν ὅλοις εἴκοσι νυχθημέροις, ἵνα νικήσω ὕπνον· τοῖς μὲν καύμασι φλεγόμενος τὴν ἡμέραν, τῇ δὲ νυκτερινῇ στυφόμενος ψυχρότητι. Καὶ ὡς ἔλεγεν οὗτος, ὅτι Εἰ μὴ τάχιον ὑπὸ στέγην εἰσῆλθον, καὶ ἐχρησάμην ὕπνῳ, οὕτως ἐξηράνθη μου ὁ ἐγκέφαλος, ὡς εἰς ἔκστασίν με ἐλάσαι λοιπόν. Καὶ τὸ ὅσον ἐν ἐμοὶ, φησὶν, ἐνίκων τὸν ὕπνον· τὸ δὲ ὅσον ἐπὶ τῇ φύσει τῇ χρείαν ἐχούσῃ τοῦ ὕπνου, παρεχώρησα ταύτῃ.
Another ascetic practice of the athlete. This man of adamant resolved to overcome sleep. And he recounted this: I did not enter under a roof for twenty whole days and nights, in order that I might conquer sleep, being burned by the heat by day, and shrivelled by the nightly cold. And as he used to say: If I had not quickly entered under a roof and made use of sleep, my brain had become so dried up as to drive me finally into delirium. And so far as lay in me, says he, I conquered sleep; but so far as pertained to nature having need of sleep, I yielded to it.
Τοῦ ἁγίου τούτου καθεζομένου ὑπὸ πρωῒ ἐν τῷ κελλίῳ, κώνωψ στὰς ἐπὶ τοῦ ποδὸς αὐτοῦ ἐκέντησεν. Ἀλγήσας δὲ κατέαξεν τοῦτον τῇ χειρὶ μετὰ τὸ κορεσθῆναι τοῦ αἵματος. Κατεγνωκὼς οὖν ὕστερον ἑαυτοῦ ὡς ἑαυτὸν ἐκδικήσαντος, καταδικάζει ἑαυτὸν, ὥστε εἰς τὸ ἕλος τῆς Σκήτεως, ὅ ἐστιν ἐν τῇ πανερήμῳ, καθεσθῆναι γυμνὸν ἐπὶ μῆνας ἕξ. Ἔνθα οἱ κώνωπες δύνανται καὶ συάγρων δέρματα τιτρᾷν, ὡς σφῆκες ὄντες μεγάλοι. Οὕτως ὅλος ὑπ' αὐτῶν κατετρώθη, ὡς καὶ σπονδύλους ἐξενεγκεῖν δι' ὅλου τοῦ σώματος, ὡς καί τινας νομίσαι ὅτι ἐλεφαντία ἐστίν. Ἐπανελθὼν οὖν εἰς τὸ κελλίον ἑαυτοῦ μετὰ τοὺς ἓξ μῆνας ἀπὸ τῆς φωνῆς ἐγνωρίζετο μόνον ὅτι αὐτός ἐστιν ὁ κύριος Μακάριος.
While this saint was sitting at early dawn in his cell, a gnat settling upon his foot stung him. And feeling pain he crushed it with his hand after it had been sated with blood. Having therefore afterwards condemned himself as having avenged himself, he sentenced himself to sit naked for six months in the marsh of Scete, which is in the utter desert, where the gnats are able to pierce even the hides of wild boars, being huge like wasps. Thus he was all eaten up by them, so as even to bring forth welts over his whole body, so that some even thought that it was elephantiasis. Having returned therefore to his own cell after the six months, by his voice alone was he recognized that he was the master Macarius.
Ἐπεθύμησέν ποτε οὗτος ὁ αὐτὸς, ὡς αὐτὸς ἡμῖν διηγήσατο, εἰς τὸ κηποτάφιον εἰσελθεῖν τοῦ Ἰαννοῦ καὶ Ἰαμβροῦ τῶν μάγων τῶν ἐπὶ τοῦ Φαραὼ, χάριν ἱστορίας ἢ καὶ συντυχίας τῶν ἐκεῖσε δαιμόνων. Ἐλέγετο γὰρ παμπόλλους καὶ χαλεποὺς ἀποκεκληρῶσθαι παρ' αὐτῶν ἐκείνων τῷ τόπῳ ἐκείνῳ δαίμονας δι'
This same man once desired, as he himself recounted to us, to enter into the garden-tomb of Jannes and Jambres, the magicians who were in the time of Pharaoh, for the sake of investigation or even of meeting with the demons there. For it was said that very many and fierce demons had been allotted by those very men to that place on account of
Notes, col. 1051

On the reading

Printed τοῦτό, for τοῦτο.