ἢ ληστρικοῖς ἢ θαλαττίοις. Δεῦρο οὖν, ἀδελφὲ, ἐπὶ τὸν μονήρη βίον ἔλθωμεν, ἵνα καὶ τὰ τοῦ πατρὸς ἡμῶν κερδήσωμεν, καὶ τὰς ψυχὰς ἡμῶν μὴ ἀπολέσωμεν. Ἤρεσεν οὖν ἀμφοτέροις ὁ σκοπὸς τοῦ μονήρους βίου. Εὑρέθησαν οὖν ἄλλος κατ' ἄλλο διαφωνοῦντες. Μερισάμενοι δὲ τὰ χρήματα, καὶ τὰ λοιπὰ πάντα, τοῦ μὲν σκοποῦ εἴχοντο ἕκαστος τοῦ ἀρέσαι Θεῷ, ἐνηλλαγμένῃ δὲ τῇ πολιτείᾳ. Ὁ μὲν γὰρ πάντα διασκορπίσας ἔδωκεν ἀσκητηρίοις, καὶ ἐκκλησίαις, καὶ φυλακαῖς· καὶ τεχνίδριον ἔμαθεν ὅθεν τὸν ἄρτον πορίσηται, καὶ τῇ ἀσκήσει προσέσχεν, καὶ τῇ προσευχῇ. Ὁ δὲ ἕτερος τούτου μηδὲν διασκορπίσας, ἀλλὰ ποιήσας ἑαυτῷ μοναστήριον, καὶ προσλαβόμενος ἀδελφοὺς ὀλίγους, πάντα ξένον ἐδεξιοῦτο, πάντα ἄῤῥωστον ἐθεράπευεν, πάντα γέροντα περιεκράτει, παντὶ πένητι παρεῖχεν κατὰ Σάββατον καὶ Κυριακὴν τρεῖς ἢ τέσσαρας τραπέζας ἱστῶν· τοὺς λειπομένους ἐδεξιοῦτο. Τούτῳ τῷ τρόπῳ τὸν ἑαυτοῦ βίον κατηνάλωσεν. Τούτων οὖν ἀμφοτέρων τελευτησάντων, διάφοροι μακαρισμοὶ ἑκατέρων ἐγένοντο παρὰ τῶν ἀδελφῶν, ὡς ἀμφοτέρων τελείων ἐν ἀρετῇ εὑρεθέντων. Καὶ τοῖς μὲν ἤρεσκεν ὁ τοῦ ἅπαξ ἀποταξαμένου βίος, τοῖς δὲ ὁ κοινωνικὸς πρὸς πάντας τοὺς δεομένους. Φιλονεικίας οὖν ἐμπεσούσης ἐπὶ τῇ διαφόρῳ πολιτείᾳ τούτων τῶν μακαρίων τῇ ἀδελφότητι, μάλιστα ἐπὶ τοῖς διαφόροις ἐπαίνοις, ἀπέρχονται πρὸς τὸν μακάριον καὶ ἅγιον Παμβὼ, καὶ ἀνατίθενται αὐτῷ τὴν περὶ τούτων ἐπίκρισιν, ἀξιοῦντες μαθεῖν παρ' αὐτοῦ τὴν ἀμείνω πολιτείαν. Ὁ δὲ λέγει αὐτοῖς· Ἀμφότεροι τέλειοί εἰσι πρὸς τὸν Κύριον. Ὁ μὲν γὰρ Ἀβραμιαῖον ἐξετέλεσεν ἔργον δεξιούμενος πάντας· ὁ δὲ τοῦ προφήτου Ἠλίου τὸ ἀκαμπὲς τοῦ ζήλου τῆς πρὸς Θεὸν εὐαρεστήσεως ἐνεδέξατο. Καὶ τῶν μὲν λεγόντων, Τῶν ποδῶν σου ἁπτόμεθα, πῶς δυνατὸν εἶναι τούτους ἴσους, προτιμώντων τινῶν τὸν ἀσκητὴν, καὶ λεγόντων, ὅτι Οὗτος τὸ εὐαγγελικὸν πεπλήρωκεν πρόσταγμα, τὰ πάντα πωλήσας, καὶ διαδεδωκὼς πτωχοῖς, καὶ προσκαρτερῶν ταῖς εὐχαῖς, κατὰ πᾶσαν ἡμέραν καὶ ὥραν καὶ νύκτα τὸν σταυρὸν βαστάζων, καὶ ἀκολουθῶν τῷ Σωτῆρι, τῶν δὲ περὶ τοῦ ἑτέρου ἀντιφιλονεικούντων, ὅτι Καὶ οὗτος, δεόμεθά σου, τοσαῦτα καὶ τοιαῦτα σπλάγχνα ἐπεδείξατο εἰς πάντας τοὺς δεομένους, ὡς καὶ εἰς αὐτὰς τὰς λεωφόρους ἐξερχόμενον καθῆσθαι, καὶ τοὺς θλιβομένους συνάγειν καὶ ἐπαρκεῖν· καὶ οὐ μόνον τὴν ἰδίαν ψυχὴν ἀνέπαυεν, ἀλλὰ καὶ ἄλλων πολλῶν, νοσοκομῶν, καὶ ἐπικουρῶν· λέγει αὐτοῖς ὁ μακάριος Παμβώ· Πάλιν ὑμῖν ἐρῶ· ἀμφότεροί εἰσιν ἴσοι πρὸς τὸν Κύριον· ἕκαστον δὲ ὑμῶν πληροφορήσω περὶ αὐτῶν. Οὗτος εἰ μὴ ἤσκει τοσαύτῃ ἀκρότητι, οὐκ ἂν ἐγένετο ἄξιος τῇ τοῦ Σωτῆρος ἡμῶν ἀγαθότητι συγκριθῆναι. Ἐκεῖνος πάλιν ἀναπαύων τοὺς ξένους, καὶ τοῖς δεομένοις διακονῶν, ἰσόῤῥοπος, κατὰ δύναμιν, τοῦ Κυρίου ἀναδέδεικται. Αὐτὸς γὰρ λέγει· Ἐγὼ οὐκ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι. Διάκονος ὢν καὶ οὗτος, εἰ καὶ δοκεῖ τὸ ἐκ τοῦ κόπου ἔχειν φορτίον, ἀλλὰ καὶ τὴν παρ' αὐτὰ εἶχεν ἀνάπαυσιν. Ἐκδέξασθε δὲ μικρὸν, ἵνα καὶ παρὰ τοῦ Θεοῦ δέξωμαι τὴν περὶ αὐτῶν ἀποκάλυψιν· καὶ μετὰ ταῦτα ἐλθόντες μαθήσεσθε. Διαλιπόντες οὖν ὀλίγας ἡμέρας, ἦλθον πάλιν περὶ τούτων τὸν μέγαν παρακαλοῦντες. Ὁ δὲ μακάριος ἀπεκρίνατο, λέγων αὐτοῖς, ὡς Ἐπὶ Θεοῦ ἀμφοτέρους εἶδον ἅμα ἑστῶτας ἐν τῷ παραδείσῳ.
either of robbers or of the sea. Come therefore, brother, let us enter upon the solitary life, so that we may both gain the goods of our father and not lose our souls. The aim of the solitary life therefore pleased them both. Yet they were found differing one from the other in their manner. Having divided the moneys and all the rest, each held fast to the aim of pleasing God, yet by a different way of life. For the one scattered all things and gave them to hermitages, and churches, and prisons; and he learnt a small craft whereby he might procure his bread, and gave heed to ascetic practice and to prayer. But the other scattered nothing of this, yet having made for himself a monastery, and having taken to himself a few brethren, he welcomed every stranger, tended every sick person, supported every aged man, and supplied every poor man, setting up three or four tables every Sabbath and Lord's day; those who were in want he welcomed. In this manner he spent his own life. When therefore both of these died, diverse encomiums were pronounced over each of them by the brethren, inasmuch as both were found perfect in virtue. And to some the life of the one who had renounced all at once was pleasing, while to others the life of fellowship towards all those in need. When therefore a contention fell upon the brotherhood over the diverse way of life of these blessed men, especially over the diverse praises, they go off to the blessed and holy Pambo, and refer the judgement concerning them to him, asking to learn from him which was the better way of life. And he says to them: Both are perfect before the Lord. For the one fulfilled the work of Abraham by welcoming all; and the other took upon himself the unbending zeal of the prophet Elias for well-pleasing unto God. And when some said, We clasp your feet, how is it possible for these to be equal, as certain preferred the ascetic and said, This man has fulfilled the evangelical command, having sold all things and distributed them to the poor, and continuing steadfastly in prayers, bearing the cross every day and hour and night, and following the Saviour (cf. Matt. 19:21, 16:24); while the others contended on behalf of the other, saying, This man also, we beseech you, displayed so many and such bowels of compassion towards all those in need as even to go out and sit upon the very highways, and gather the afflicted and relieve them; and he gave rest not only to his own soul, but also to those of many others, tending the sick and succouring them: the blessed Pambo says to them: Again I say to you, both are equal before the Lord; and I will satisfy each of you concerning them. Unless this one had practised asceticism with such extremity, he would not have become worthy to be compared to the goodness of our Saviour. That one again, refreshing strangers and ministering to those in need, has been shown equal in balance, according to his power, unto the Lord. For He Himself says: I came not to be ministered unto, but to minister (Matt. 20:28). Being a minister, this man also, even if he seems to have the burden arising from labour, yet had alongside those very things the refreshment also. Wait a little while, so that I may also receive from God the revelation concerning them; and coming after these things you shall learn. Having waited therefore a few days, they came again entreating the great man concerning them. And the blessed man answered, saying to them: Before God, I saw them both standing together in paradise.