Migne Reading Room

PG 34 · cols. 1052–1063 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:1052Read from the page
ὑπερβολὴν τῆς ἀτίμου τέχνης αὐτῶν. Τοῦτο δὲ τὸ κηποτάφιον γέγονεν παρ' αὐτοῦ τοῦ Ἰαννοῦ καὶ Ἰαμβροῦ τῶν ἀδελφῶν, δι' ὑπερβολὴν τῆς μαγικῆς τέχνης τὰ πρῶτα ἐχόντων κατ' ἐκεῖνο καιροῦ παρὰ τῷ Φαραώ. Ὡς οὖν πολλὴν κεκτημένοι τὴν δυναστείαν τὴν ἐν Αἰγύπτῳ ἐν τῷ τῆς ζωῆς αὐτῶν χρόνῳ, ἐκ τετραπέδων λίθων ἔκτισαν τὸ ἔργον ἐκεῖνο, ἐν αὐτῷ μνῆμα πεποιηκότες, καὶ χρυσὸν πολὺν ἀποθέμενοι. Ἐφύτευσαν δὲ καὶ δένδρα παντοῖα, καὶ φρέαρ ὕδατος μέγιστον ὤρυξαν· ὕπικμος γάρ ἐστιν ὁ τόπος. Ταῦτα δὲ πάντα ἐποίησαν, ἐλπίζοντες μετὰ τὴν ἐντεῦθεν ἐκεῖσε ἄφιξιν ἐν τούτῳ τῷ παραδείσῳ τρυφᾷν. Τέλος οὖν ἀγνοῶν τὴν ὁδὸν ἄγουσαν ἐπὶ τοῦτον τὸν τόπον ὁ τοῦ Χριστοῦ δοῦλος Μακάριος, στοχασμῷ μόνον ἠκολούθει τοῖς ἄστροις· καθάπερ οἱ ναυτικοὶ διαβαίνοντες τὰ πελάγη. Οὕτως οὗτος ὁ ἅγιος τὴν ἔρημον πᾶσαν διώδευσεν, καὶ λαβὼν δέμα καλάμων, ἕνα κατὰ μίλιον ἵστα χάριν σημείου, ἵνα εὕρῃ δι' αὐτῆς ὑποστρέψαι. Διοδεύσας οὖν ἐκείνην τὴν ἔρημον πᾶσαν ἐντὸς ἡμερῶν ἐννέα, καὶ γενόμενος πλησίον τοῦ κήπου ἐκείνου, ἐπικαταλαβούσης τῆς νυκτὸς μικρὸν ἐκαθεύδησεν. Ὁ οὖν ἄγριος δαίμων, ὁ ἀεὶ τοῖς ἀθληταῖς τοῦ Χριστοῦ ἀντιπράττων, συναγαγὼν ὅλους τοὺς καλάμους ἐκείνους τοῦ Μακαρίου καθεύδοντος ὡς ἀπὸ σημείου ἑνὸς τοῦ κηποταφίου πρὸς τῇ κεφαλῇ αὐτοῦ τεθεικὼς ἀπηλλάγη. Ἀναστὰς οὖν εὗρεν τοὺς καλάμους συνδεδεμένους, οὓς αὐτὸς χάριν σημείου κατέπηξεν. Τάχα δὲ καὶ τοῦτο τοῦ Θεοῦ συγχωρήσαντος εἰς μείζονα τούτου γυμνασίαν, ἵνα μὴ καλάμοις ἐπελπίζῃ ὁδηγοῦσι τοῦτον, ἀλλὰ τῇ χάριτι τοῦ Θεοῦ τοῦ διὰ στύλου νεφέλης ὁδηγήσαντος τὸν Ἰσραὴλ τεσσαράκοντα ἔτη ἐν τῇ φοβερᾷ ἐρήμῳ ἐκείνῃ. Ἔλεγεν δὲ ὁ ἅγιος, ὅτι Ἐγγίσαντός μου μόνον τῷ κηποταφίῳ, ἀπ' αὐτοῦ ἐξῆλθον εἰς συνάντησίν μου ἑβδομήκοντα δαίμονες παντοίῳ τῷ σχήματι, οἱ μὲν βοῶντες, οἱ δὲ πηδῶντες, οἱ δὲ μετὰ μεγάλου βρυγμοῦ τρίζοντες κατ' ἐμοῦ τοὺς ὀδόντας. Ἕτεροι δὲ ὡς κόρακες πτευσσόμενοι ἐτόλμων κατὰ τῆς ὄψεώς μου, λέγοντες· Τί θέλεις, Μακάριε, πειρασμὲ τῶν μοναχῶν; τί πρὸς ἡμᾶς παρεγένου; μὴ καὶ ἡμεῖς εἴς τινας τῶν μοναχῶν ἐνεργήσαμεν; Τὰ ἡμέτερα ἔχεις ἐκεῖ μετὰ τῶν σοι ὁμοίων, τὴν ἔρημον· κακεῖθεν τοὺς συγγενεῖς ἡμῶν ἐξεδιώξατε. Οὐδὲν κοινὸν ἡμεῖς ἔχομεν μετὰ σοῦ. Τί ἐπιβαίνεις ἡμῶν τοῖς τόποις; ὡς ἀναχωρητὴς ἀρκέσθητι τῇ ἐρήμῳ. Ἡμῖν τοῦτον τὸν τόπον οἱ κτίσαντες ἀπεκλήρωσαν. Οὐ δύνασαι αὐτὸς μεῖναι ἐνθάδε. Τί ζητεῖς εἰσελθεῖν εἰς τοῦτο τὸ κτῆμα, εἰς ὃ οὐδεὶς τῶν ἀνθρώπων τῶν ζώντων εἰσῆλθεν ἀφ' οὗπερ οἱ τοῦτο κτίσαντες ἀδελφοὶ ὑφ' ἡμῶν ἐνθάδε κατεκηδεύθησαν; καὶ ἔτι πολλὰ ταραττομένων τῶν δαιμόνων καὶ ὀλοφυρομένων, εἶπον αὐτοῖς, φησὶν ὁ Μακάριος, ὅτι Εἰσέλθω μόνον, καὶ ἱστορήσω, καὶ ἀπέρχομαι ἐντεῦθεν. Οἱ δὲ δαίμονες· Τοῦτο ἡμῖν ὁμολόγησον ἐπὶ τῆς σῆς συνειδήσεώς σου. Ὁ δὲ τοῦ Χριστοῦ δοῦλος· Τοῦτο ποιήσω. Οἱ δὲ δαίμονες ἄφαντοι γεγόνασι. ... Εἰσελθὼν οὖν, φησὶν, ἐθεασάμην τὰ πάντα, ἐν οἷς εὗρον καὶ κάδον χαλκοῦν ἁλύσει σιδηρᾷ κρεμάμενον κατὰ τοῦ φρέατος λοιπὸν τῷ χρόνῳ ἀναλωθέντα· καὶ
the excess of their dishonourable art. Now this garden-tomb was made by Jannes and Jambres themselves, the brothers who on account of the excess of their magical art held the first place at that time with Pharaoh. Having therefore acquired great power in Egypt during the time of their life, they built that work out of four-foot squared stones, having made a monument in it, and having laid away much gold. And they planted also trees of every kind, and dug a very great well of water; for the place is moist. And all these things they did, hoping after their departure hence thither to luxuriate in this paradise. Finally therefore, not knowing the way leading to this place, the servant of Christ Macarius followed the stars by conjecture alone, just as sailors crossing the seas. Thus this saint traversed the whole desert, and having taken a bundle of reeds, he set up one at every mile for the sake of a sign, in order that he might find how to return through it. Having therefore traversed all that desert within nine days, and having come near that garden, as night overtook him he slept a little. The wild demon therefore, who always opposes the athletes of Christ, having gathered all those reeds while Macarius was sleeping, from about one mile off the garden-tomb, and having placed them at his head, departed. Having risen therefore, he found the reeds bound together, which he himself had fixed for the sake of a sign. And perhaps God permitted this also for his greater training, in order that he might not place his hope in reeds guiding him, but in the grace of God Who through a pillar of cloud guided Israel forty years in that terrible desert. And the saint used to say: When I merely drew near to the garden-tomb, there came out from it to meet me seventy demons in every sort of shape, some shouting, others leaping, and others with great roaring gnashing their teeth against me. And others flying like ravens ventured against my face, saying: What do you want, Macarius, temptation of the monks? Why have you come to us? Have we also wrought against any of the monks? You have our possessions there with those like you, the desert; and from there you have driven out our kinsfolk. We have nothing in common with you. Why do you set foot in our places? As an anchorite, be content with the desert. Those who built this place allotted it to us. You yourself cannot remain here. Why do you seek to enter into this possession, into which no one of living men has entered since the brothers who built this were buried here by us? And while the demons were still greatly troubled and wailing much, I said to them, says Macarius: Let me only enter and view it, and I depart hence. And the demons said: Promise us this upon your own conscience. And the servant of Christ said: This I will do. And the demons vanished. ... Having entered therefore, says he, I beheld all things, among which I found also a bronze bucket hanging by an iron chain down the well, already worn away by time; and
PG 34:1057Read from the page
καρπὸν ῥοῶν οὐκ ἐχουσῶν ἔνδον οὐδέν· ἐξήραντο γὰρ ὑπὸ τοῦ ἡλίου. Ἀταράχως οὖν ἐκεῖθεν ἀναχωρήσας ὁ ἅγιος διὰ εἴκοσι ἡμερῶν ὑπέστρεψεν εἰς τὴν ἑαυτοῦ κέλλαν.
the fruit of pomegranates having nothing within; for they had been dried up by the sun. Undisturbed therefore, having withdrawn thence, the saint in twenty days returned to his own cell.
Ἐκλελοιπότων δὲ τῶν ἄρτων καὶ τοῦ ὕδατος οὗ ἐπεφέρετο, ἐν πολλῇ περιστάσει ἐγένετο. Ἐν γὰρ ταῖς ἡμέραις ἐκείναις ὁδεύων τὴν ἔρημον, σχεδὸν οὐδ' ὅλως ἐγεύσατο. Ὡς δὲ τὸ πρᾶγμα ἔδειξεν, τάχα καὶ εἰς ὑπομονὴν ἐπειράζετο. Καὶ ὡς ἐγγὺς ἐγένετο τοῦ ὀκλάσαι, ὤφθη αὐτῷ τις ἐν σχήματι κόρης, ὡς αὐτὸς διηγήσατο, καθαρὰν ὀθόνην φέρουσα, καὶ κατέχουσα καυκάλιον ὕδατος στάζον. Ἣν ἔλεγεν ὁ Μακάριος μακρόθεν αὐτοῦ εἶναι, ὡς ἀπὸ σταδίου· καὶ ἐπὶ ἡμέρας τρεῖς ὥδευεν βλέπων αὐτὴν μετὰ τοῦ καυκαλίου ὡς ἑστῶσαν, καὶ τοῦτον προσκαλουμένην· καταλαβεῖν δὲ τοῦτον ταύτην μὴ δυνάμενον· Ὡς ἐπὶ τῶν ἱερέων καὶ τῶν μυστηρίων ἔστιν ἰδεῖν· τῇ δὲ ἐλπίδι τοῦ πιεῖν τὸν κάματον τῶν τριῶν ἡμερῶν ὑπομείναντος τῇ εὐτονίᾳ. Μεθ' ἣν ἀνεφάνη πλῆθος βουβάλων· ἐξ ὧν μία ἔχουσα μόσχον ἔστη κατέναντι τοῦ μοναχοῦ (εἰσὶ γὰρ πολλαὶ ἐν τοῖς τόποις ἐκείνοις). Καὶ ὡς ἔλεγεν ὁ Μακάριος, ὅτι ἔῤῥει αὐτῆς τὸ οὖθαρ τοῦ γάλακτος. ... Ὑπεισελθὼν οὖν ἐγὼ, φησὶν, καὶ θηλάσας, ἠρκέσθην. Ἵνα δὲ ἐπὶ πλεῖον δείξῃ τὴν ἑαυτοῦ χάριν ὁ Κύριος, παιδεύων τὴν ἐμὴν ὀλιγότητα, κελεύει τὴν βούβαλον ἕως τῆς κέλλης ἀκολουθῆσαί μοι. Ἡ δὲ τῷ προστάγματι πειθαρχήσασα ἠκολούθει ἐμὲ μὲν θηλάζουσα, τὸν δὲ μόσχον αὐτῆς μὴ δεχομένη.
And when the loaves and the water which he carried had failed, he came into great distress. For in those days travelling through the desert, he tasted almost nothing at all. And as the event showed, perhaps he was also being tried in respect of endurance. And when he came near to collapsing, there appeared to him someone in the form of a maiden, as he himself recounted, wearing a pure linen garment and holding a cup of water dripping. Whom Macarius said to be far from him, at about a stade's distance; and for three days he journeyed seeing her with the cup as though standing and calling him to her, while he was unable to overtake her, as one may see in dreams and visions; yet through the hope of drinking he endured the toil of the three days with vigour. After her there appeared a herd of wild buffaloes, one of which, having a calf, stood over against the monk (for there are many in those places). And as Macarius used to say, her udder was flowing with milk. ... Having gone under her therefore, says he, and sucked, I was sufficed. And in order that the Lord might show His grace still more, instructing my littleness, He commands the buffalo to follow me as far as my cell. And she, obeying the command, followed, suckling me indeed, and not admitting her own calf.
Ἄλλοτε πάλιν ὀρύσσων φρέαρ ὁ ἐνάρετος οὗτος εἰς ἀνάπαυσιν μοναχῶν (τοῦτο δὲ ἦν πλησίον θρύων καὶ φρυγάνων ἐκεῖ κειμένων), ὑπὸ ἀσπίδος ἐδήχθη. Ἀναιρετικὸν δὲ ἔχει ἰὸν τοῦτο τὸ ζῶον. Δραξάμενος οὖν τῆς ἀσπίδος ὁ ἅγιος ταῖς ἀμφοτέραις χερσὶν ἀπὸ τῶν δύο αὐτῆς χελυνίων ταύτην διέῤῥηξεν, εἰπὼν πρὸς αὐτήν· Μὴ ἀποστείλαντός σε τοῦ Κυρίου μου, πῶς ἐτόλμησας ἐλθεῖν πρὸς ἐμέ;
At another time again, while this virtuous man was digging a well for the refreshment of the monks (and this was near reeds and brushwood lying there), he was bitten by an asp. Now this creature has a deadly venom. Having seized the asp therefore with both hands by its two jaws, the saint tore it asunder, saying to it: When my Lord did not send you, how did you dare to come to me?
Αὐτος οὗτος ἀκούσας ὁ μέγας Μακάριος ὅτι μεγάλην ἔχουσι πολιτείαν οἱ Ταβεννησιῶται, μεταμφιεσάμενος καὶ ἀναλαβὼν κοσμικὸν σχῆμα ἐργάτου, δι' ἡμερῶν δεκαπέντε ἀνῆλθεν εἰς τὴν Θηβαΐδα διὰ τῆς ἐρήμου ὁδεύσας. Καὶ εἰσελθὼν ἐν τῷ ἀσκητηρίῳ τῶν Ταβεννησιωτῶν, ἐπεζήτησεν τὸν ἀρχιμανδρίτην τούτων Παχώμιον, ὀνόματι ἄνδρα δοκιμώτατον, καὶ χάρισμα ἔχοντα προφητικόν· ᾧ ἀπεκρύβη τότε τῷ ἁγίῳ ἐκείνῳ τὰ κατὰ τὸν μέγαν Μακάριον. Περιτυχὼν οὖν αὐτῷ ὁ Μακάριος εἶπεν· Δέομαί σου, κύριε, δέξαι με εἰς τὴν μονήν σου, ἵνα γένωμαι μοναχός. Λέγει αὐτῷ ὁ μέγας Παχώμιος· Λοιπὸν εἰς γῆρας ἤλασας, ἀσκεῖν σὺ πῶς δύνασαι; Ἀδελφοί εἰσιν ἀπὸ νεότητος ἀσκήσαντες, καὶ τοῖς πόνοις συντραφέντες φέρουσι τὸν κάματον· σὺ δὲ ἐν ταύτῃ τῇ ἡλικίᾳ οὐ δύνασαι ἐνεγκεῖν τοὺς τῆς ἀσκήσεως πειρασμοὺς, καὶ σκανδαλίζῃ, καὶ ἐξέρχῃ, καὶ κακολογεῖς ἡμᾶς. Καὶ οὐκ ἐδέξατο αὐτὸν, οὔτε τὴν δευτέραν, μέχρις ἡμερῶν ἑπτά. Ὁ δὲ ηὐτόνησεν παραμείνας νῆστις. Ὕστερον δὲ λέγει αὐτῷ ὁ γέρων Μακάριος· Δέξαι με, ἀββᾶ, καὶ ἐὰν μὴ νηστεύσω κατ' αὐτοὺς, καὶ ἐργάζωμαι ἃ ἐργάζονται, τότε κέλευσόν με ἐκριφῆναι τῆς μονῆς. Πείθει τοὺς ἀδελφοὺς ὁ μέγας Παχώμιος εἰσδέξασθαι αὐτόν. Ἔστι δὲ τὸ σύστημα τῆς μιᾶς μονῆς ἐκείνης χίλιοι τετρακόσιοι ἄνδρες μέχρι τῆς σήμερον. Εἰσῆλθεν οὖν εἰς ταύτην ὁ μέγας Μακάριος. Παρελθόντος δὲ χρόνου ὀλί-
This very same great Macarius, having heard that the Tabennesiotes had a great way of life, having changed his attire and taken up the secular garb of a labourer, in fifteen days went up to the Thebaid, travelling through the desert. And having entered into the monastery of the Tabennesiotes, he sought out their archimandrite Pachomius by name, a most approved man and one having a prophetic gift; from which saint at that time the matters concerning the great Macarius were hidden. Having met with him therefore, Macarius said: I beg you, master, receive me into your monastery, that I may become a monk. The great Pachomius says to him: You have already advanced into old age; how are you able to practise asceticism? The brethren have practised asceticism from youth, and having been reared together with toils they bear the labour; but you at this age are not able to bear the trials of asceticism, and you will be offended, and go out, and speak evil of us. And he did not receive him, neither the second day, until seven days. But he endured, remaining fasting. Afterwards the old man Macarius says to him: Receive me, Abba, and if I do not fast as they do, and work what they work, then command me to be cast out of the monastery. The great Pachomius persuades the brethren to admit him. Now the community of that single monastery is one thousand four hundred men unto this day. The great Macarius therefore entered into it. And when a little time had passed,
Notes, col. 1057

On the reading

Printed Αὐτος, for Αὐτὸς.

PG 34:1058Read from the page
γου ἐπέστη ἡ Τεσσαρακοστή. Καὶ ἴδεν ὁ γέρων Μακάριος ἕκαστον διαφόρους πολιτείας ἀναλαβόντα, τὸν μὲν ἐσθίοντα ἐν ἑσπέρᾳ, τὸν δὲ διὰ πέντε. Ἄλλον πάλιν ἑστῶτα διὰ πάσης νυκτός· τὴν δὲ ἡμέραν καθεζόμενον εἰς ἔργον. Οὗτος βρέξας θαλλοὺς τοὺς ἐκ φοινίκων εἰς πλῆθος, ἔστη ἐν γωνίᾳ μιᾷ καὶ μέχρις οὗ αἱ τεσσαράκοντα ἡμέραι ἐπληρώθησαν, καὶ τὸ Πάσχα παραγέγονεν, οὐκ ἄρτου ἔλαβεν, οὔτε ὕδατος ἥψατο, οὐ γόνυ ἔκαμψεν, οὐκ ἐκαθέσθη, οὐκ ἀνέπεσεν, οὐδενὸς ἄλλου ἐγεύσατο, παρεκτὸς φύλλων κράμβης ὀλίγων ὠμῶν, ὧν ἐλάμβανεν κατὰ Κυριακὴν, ἵνα δόξῃ ἐσθίειν, καὶ μὴ εἰς οἴησιν ἐμπέσῃ. Καὶ εἴ ποτε ἐξέβαινεν εἰς τὴν χρείαν ἑαυτοῦ, θᾶττον εἰσιὼν ἵστατο εἰς ἔργον, μὴ ἀνοίγων στόμα, μὴ λαλήσας μη μικρὸν μὴ μέγα, ἀλλ' ἑστὼς ἐσιώπα, μηδὲν ἄλλο ποιῶν παρεκτὸς τῆς ἐν καρδίᾳ προσευχῆς, καὶ τῶν θαλλῶν ὧν εἶχεν ἐν ταῖς χερσίν. Θεασάμενοι δὲ τοῦτον πάντες οἱ ἀσκηταὶ τῆς μονῆς ἐκείνης, ἐστασίασαν κατὰ τοῦ ἡγουμένου αὐτῶν, λέγοντες· Πόθεν ἡμῖν ἤγαγες τοῦτον τὸν ἄσαρκον ἄνθρωπον εἰς ἡμετέραν κατάκρισιν; ἢ ἔκβαλε τοῦτον ἐντεῦθεν, ἢ ἵνα εἰδέναι ἔχοις, ὅτι πάντες ἡμεῖς ἀναχωροῦμέν σου σήμερον. Ἀκούσας δὲ ταῦτα παρὰ τῶν ἀδελφῶν ὁ μέγας Παχώμιος, ἠρώτησεν τὰ κατ' αὐτόν· καὶ μαθὼν τὰ περὶ τῆς αὐτοῦ πολιτείας, προσηύξατο τῷ Θεῷ ἵνα αὐτῷ ἀποκαλύψῃ τὸ τίς ἐστιν οὗτος. Ἀπεκαλύφθη δὲ αὐτῷ ὅτι οὗτός ἐστι Μακάριος ὁ μοναχός. Τότε κρατεῖ αὐτοῦ τὴν χεῖρα ὁ κύριος Παχώμιος, καὶ ἐξάγει αὐτὸν ἔξω. Καὶ εἰσαγαγὼν αὐτὸν εἰς τὸν εὐκτήριον οἶκον, ἔνθα ἀνέκειτο αὐτῶν τὸ θυσιαστήριον, καὶ ἀσπασάμενος αὐτὸν, λέγει αὐτῷ· Δεῦρο, καλόγηρε· σὺ εἶ Μακάριος, καὶ ἀπέκρυψας ἀπ' ἐμοῦ. Ἐκ πολλῶν σε ἐτῶν ἐπεπόθουν ἰδεῖν, ἀκούων τὰ περὶ σοῦ. Χάριν σοι ἔχω ὅτι ἐκονδύλισας τὰ παιδία μου, ἵνα μὴ μέγα φρονῶσιν ἐπὶ τῇ ἑαυτῶν ἀσκήσει. Παρακαλῶ σε, ἄπελθε εἰς τὸν τόπον σου. Αὐτάρκως γὰρ ᾠκοδόμησας ἡμᾶς, καὶ εὔχου ὑπὲρ ἡμῶν. Τότε ἀξιωθεὶς ὑπ' αὐτοῦ, δεηθέντων αὐτοῦ πάντων τῶν ἀδελφῶν, ἀνεχώρησεν οὕτως.
Lent arrived. And the old man Macarius saw each one taking up different practices, one eating in the evening, another every five days; another again standing throughout the whole night, and by day sitting at work. He, having soaked palm-branches in abundance, stood in one corner, and until the forty days were fulfilled and Pascha arrived, he neither took bread, nor touched water, nor bent the knee, nor sat down, nor lay down, nor tasted anything else save a few raw cabbage leaves, which he took on the Lord's day, that he might seem to eat and might not fall into conceit. And if ever he went out for his own need, quickly coming in he stood at his work, not opening his mouth, not speaking small or great, but standing he kept silence, doing nothing else save prayer in his heart and the palm-branches which he had in his hands. And when all the ascetics of that monastery beheld him, they raised a tumult against their superior, saying: Whence have you brought us this fleshless man for our condemnation? Either cast him out hence, or you may know that we are all departing from you today. And having heard these things from the brethren, the great Pachomius inquired into the matters concerning him; and having learned the things concerning his way of life, he prayed to God that He might reveal to him who this man was. And it was revealed to him that this was Macarius the monk. Then Master Pachomius takes his hand and leads him outside. And having brought him into the house of prayer, where their altar lay, and having embraced him, he says to him: Come hither, good elder; you are Macarius, and you hid it from me. For many years I have longed to see you, hearing the things concerning you. I thank you that you have buffeted my little children, that they may not think highly of their own asceticism. I entreat you, depart to your own place; for you have sufficiently edified us; and pray for us. Then having been entreated by him, and all the brethren having besought him, he thus withdrew.
Ἄλλοτε πάλιν διηγεῖτο ἡμῖν οὗτος ὁ ἀπαθής· Ὅτε πᾶσαν πολιτείαν ἀσκητικὴν ἣν ἐπεθύμησα κατωρθώσας, τότε εἰς ἄλλην ἦλθον ἐπιθυμίαν πνευματικήν. Ἐν οἷς ἔκρινά ποτε εἰς ταύτην τῶν ἔργων ἐπιθυμίαν ἐλθεῖν. Καὶ ἠθέλησα, φησὶ, πέντε ἡμερῶν μόνον τὸν νοῦν μου ἀπὸ τοῦ Θεοῦ ἀπερίσπαστον ποιῆσαι, καὶ μηδὲν ὅλως ἐννοῆσαι, ἀλλὰ ἐκείνῳ μόνῳ προσανασχεῖν. Καὶ τοῦτο κρίνας ἐν ἑμαυτῷ, ἀπέκλεισά μου τὴν κέλλαν καὶ ἔξωθεν τὴν αὐλὴν, ὥστε μὴ δοῦναι ἀνθρώπῳ ἐλθόντι ἀπόκρισιν. Καὶ ἔστην ἀρξάμενος ἀπὸ τῆς δευτέρας, παραγγείλας μου τῷ νῷ, εἰπὼν αὐτῷ, Βλέπε μὴ κατέλθῃς ἐκ τῶν οὐρανῶν. Ἔχεις ἐκεῖ ἀγγέλους ἀρχαγγέλους, τὰς ἄνω πάσας δυνάμεις, τὰ Χερουβὶμ, τὰ Σεραφὶμ, τὸν Θεὸν τῶν πάντων ποιητήν· ἐκεῖ διάτριψον· μὴ κατέλθῃς ὑποκάτω τοῦ οὐρανοῦ· μὴ ἐμπέσῃς εἰς λογισμοὺς ψυχικούς. Καὶ διαρκέσας, φησὶν, ἡμέρας δύο καὶ δύο νύκτας οὕτως παρώξυνα τὸν δαίμονα, ὡς φλόγα πυρὸς γενέσθαι τοῦτον, καὶ κατακαῦσαί μου πάντα τὰ ἐν τῷ κελλίῳ, ὡς καὶ τὸν ψίαθον ἐφ' ὃν εἰστήκειν πυρὶ καταφλεγῆναι. Καὶ οὕτως νομίσαι με ὅτι ἐγὼ ὅλος ἐμπίπραμαι. Τέλος, πληγεὶς ἐγὼ φόβῳ ἀπέστην τῆς προθέσεως ταύτης τῇ τρίτῃ ἡμέρᾳ, μὴ δυνηθεὶς λοιπὸν ἀπερίσπαστόν μου ποιῆσαι τὸν νοῦν, ἀλλὰ κατῆλθον εἰς θεωρίαν τοῦ κόσμου
At another time again this passionless man recounted to us: When I had accomplished every ascetic practice which I desired, then I came into another spiritual desire. Wherein I resolved once to come into this desire of works. And I wished, says he, for five days only to make my mind undistracted from God, and to think of nothing at all, but to cleave to Him alone. And having resolved upon this within myself, I shut up my cell and the courtyard outside, so as not to give an answer to any man who came. And I stood beginning from Monday, having charged my mind, saying to it, See that you do not come down from the heavens. You have there angels, archangels, all the powers above, the Cherubim, the Seraphim, God the Maker of all things; tarry there; do not come down beneath heaven; do not fall into worldly thoughts. And having held out, says he, two days and two nights, I so provoked the demon that he became a flame of fire and burned up all my things in the cell, so that even the rush-mat upon which I was standing was consumed with fire, and I thus thought that I myself was wholly being burned up. Finally, struck with fear, I desisted from this purpose on the third day, not having been able any longer to make my mind undistracted, but I came down to contemplation of
Notes, col. 1058

On the reading

Printed μη, for μὴ.

Printed ἑμαυτῷ, for ἐμαυτῷ.

PG 34:1059Read from the page
τούτου, ἵνα μὴ εἴη μοι τοῦτο λογισθῆναι εἰς τύφον.
this world, lest this should be reckoned to me unto pride.
Τούτῳ τῷ πνευματικῷ λοιπὸν μοναχῷ τῷ μεγάλῳ Μακαρίῳ παρέβαλον ἐγὼ, καὶ εὗρον ἔξω τῆς κέλλης αὐτοῦ πρεσβύτερον κώμης τινὰ κατακείμενον, οὗ ἡ κεφαλὴ πᾶσα ἐβέβρωτο ὑπὸ τοῦ πάθους τοῦ λεγομένου καρκίνου, ὡς καὶ αὐτὸ τὸ ὀστοῦν ἀπὸ τῆς κορυφῆς φαίνεσθαι ἅπαν. Οὗτος παρεγένετο πρὸς αὐτὸν ἰαθῆναι, καὶ οὐκ ἐδέχετο τοῦτον ἐν συντυχίᾳ. Παρακαλέσας τοίνυν αὐτὸν, λέγω· Δέομαί σου, κατοίκτειρον τοῦτον τὸν ἄθλιον, καὶ δὸς αὐτῷ κἂν ἀπόκρισιν. Καὶ αὐτὸς ἀποκρίνεται, λέγων μοι, ὅτι Ἀνάξιός ἐστι τοῦ ἰαθῆναι. Παιδεία γὰρ Κυρίου αὐτῷ αὕτη ἀπεστάλη. Εἰ δὲ θέλεις αὐτὸν ἰαθῆναι, πεῖσον αὐτὸν ἀπὸ τοῦ νῦν ἀποστῆναι τῆς λειτουργίας τῶν μυστηρίων. Ἐγὼ δὲ λέγω αὐτῷ· Διὰ τί; δέομαί σου. Λέγει μοι· Πορνεύων ἐλειτούργει, καὶ διὰ τοῦτο παιδεύεται νῦν. Ἐὰν οὖν ἀποστῇ φόβῳ ὧν καταφρονῶν κατετόλμησεν, ὁ Θεὸς αὐτὸν ἰᾶται. Εἶπον οὖν ἐγὼ ταῦτα τῷ καμνόντι. Ὁ δὲ συνέθετο ὀμόσας ἐπὶ Θεοῦ μηκέτι ἱερατεῦσαι, καὶ τότε τοῦτον ἐδέξατο. Καὶ λέγει αὐτῷ· Πιστεύεις ὅτι ἔστιν Θεὸς ὃν οὐδὲν λανθάνει; Ἀποκρίνεται ἐκεῖνος· Ναὶ, δέομαί σου. Εἶτα λέγει αὐτῷ ὁ Μακάριος· Μὴ ἠδυνήθης διαπαῖξαι τὸν Θεόν; Λέγει ἐκεῖνος· Οὐκ ἠδυνήθην, κύριέ μου. Λέγει αὐτῷ ὁ μέγας Μακάριος· Εἰ γνωρίζεις σὺ τὴν ἁμαρτίαν σου, καὶ τὴν τοῦ Θεοῦ παιδείαν, δι' ἣν ταῦθ' ὑπέστης, διόρθωσαι εἰς τὸ ἑξῆς. Καὶ ἐξομολογήσατο τὴν ἁμαρτίαν, καὶ ἔδωκε λόγον τοῦ μηκέτι ἁμαρτῆσαι, μήτε λειτουργῆσαι τῷ θυσιαστηρίῳ, ἀλλὰ τὸν λαϊκὸν ἀσπάσασθαι κλῆρον. Εἶθ' οὕτως ἐπέθηκεν αὐτῷ χεῖρας ὁ ἅγιος. Καὶ ἐν ὀλίγαις ἡμέραις καὶ ἰάθη καὶ ἐτρίχωσεν, καὶ ἀπῆλθεν ὑγιὴς εἰς τὸν οἶκον αὐτοῦ, δοξάζων τὸν Θεὸν, εὐχαριστῶν δὲ καὶ τῷ μεγάλῳ.
Now I visited this spiritual monk, the great Macarius, and I found lying outside his cell a certain village presbyter, whose whole head had been eaten away by the disease called cancer, so that even the very bone was wholly visible from the crown. He had come to him to be healed, and he would not admit him to an interview. Having entreated him therefore, I say: I beg you, have compassion on this wretched man, and give him at least an answer. And he answers, saying to me: He is unworthy to be healed; for this chastisement of the Lord was sent to him. But if you wish him to be healed, persuade him from now on to withdraw from the ministry of the mysteries. And I say to him: Why? I beg you. He says to me: While committing fornication he ministered, and on account of this he is now chastised. If therefore he withdraws in fear from the things which in contempt he presumed to do, God heals him. I therefore spoke these things to the sick man. And he agreed, swearing before God no longer to serve as priest, and then he received him. And he says to him: Do you believe that there is a God Whom nothing escapes? That man answers: Yea, I beg you. Then Macarius says to him: Were you able to mock God? That man says: I was not able, my master. The great Macarius says to him: If you recognize your sin, and the chastisement of God on account of which you have undergone these things, amend yourself hereafter. And he confessed his sin, and gave his word no longer to sin, nor to minister at the altar, but to embrace the lay state. Then thus the saint laid hands upon him. And in a few days he was both healed and grew hair, and departed whole to his own house, glorifying God, and giving thanks also to the great man.
Οὗτος εἶχεν διαφόρους κέλλας ἐν τῇ ἐρήμῳ, ἐν αἷς τοὺς ἄθλους τῆς ἀρετῆς ἐξειργάζετο· μίαν ἐν τῇ Σκήτει ἐν τῇ πανερήμῳ τῇ ἐνδοτέρᾳ· μίαν εἰς Λιβύην εἰς τὰ λεγόμενα Κελλία· μίαν εἰς τὸ ὄρος τῆς Νιτρίας. Καὶ αἱ μέν εἰσιν ἀθυρίδωτοι, εἰς ἃς ἐλέγετο ὁ Μακάριος καθέζεσθαι ἐν τῇ Τεσσαρακοστῇ ἐν σκοτίᾳ· ἡ δὲ ἄλλη κέλλα στενωτάτη πάνυ ὑπῆρχεν, εἰς ἣν ἐκτεῖναι πόδας οὐκ ἦν· ἡ δὲ τρίτη κέλλα ἦν πλατυτέρα, ἐν ᾗ καὶ συνετύγχανε τοῖς πρὸς αὐτὸν φοιτῶσιν.
He had various cells in the desert, in which he wrought the struggles of virtue: one in Scete in the inner utter desert; one in Libya in the so-called Cells; one on the mountain of Nitria. And some are windowless, in which Macarius was said to sit during Lent in darkness; and another cell was exceedingly narrow, in which it was not possible to stretch out the feet; and the third cell was wider, in which also he met with those who resorted to him.
Ὁ φιλόθεος οὗτος τοσοῦτον πλῆθος ἐθεράπευσε δαιμονιζομένων, ὡς μὴ ῥᾳδίως ἀριθμῷ ὑποβάλλεσθαι τούτους. Παρόντων δὲ ἡμῶν πρὸς τοῦτον τὸν ὅσιον ἄνδρα παρθένος τις φοράδην ἐκομίσθη ἀπὸ Θεσσαλονίκης ἐνορίας τῆς Ἀχαΐας, εὐγενὴς τῷ γένει, πλουσία ἐν βίῳ, πολυετίαν ἔχουσα ἐν παραλύσει. Καὶ τούτῳ προσενεχθεῖσα ἐῤῥίφη πλησίον τῆς αὐτοῦ κέλλης. Εἰς ἣν σπλαγχνισθεὶς καὶ ἐπευξάμενος, ἐλαίῳ τε ἁγίῳ ἀλείφων αὐτὴν ταῖς ἑαυτοῦ χερσὶν, καὶ συνεχῶς μᾶλλον δὲ νουνεχῶς ὑπὲρ αὐτῆς προσευχόμενος ἐν εἴκοσι ὅλαις ἡμέραις, ταύτην ὑγιῆ εἰς τὴν ἑαυτῆς ἐξαπέστειλεν πόλιν. Ἥτις τοῖς ἰδίοις ποσὶν ἀπελθοῦσα πολλὴν καρποφορίαν ἀπέστειλεν τοῖς ἁγίοις.
This lover of God healed so great a multitude of those possessed by demons that they could not easily be subjected to number. And when we were present with this devout man, a certain virgin was carried in a litter from Thessalonica, a district of Achaia, noble by birth, rich in substance, having been for many years in paralysis. And having been brought to him, she was laid down near his cell. Having been moved with compassion towards her and having prayed over her, and anointing her with holy oil with his own hands, and praying for her continually, or rather attentively, for twenty whole days, he sent her away whole to her own city. Who, having departed on her own feet, sent a great offering of fruits to the saints.
Ὑπ' ὄψεσιν πάλιν ἐμαῖς προσηνέχθη τῷ πνευματικῷ πάντων τῶν ἀλόγων παθῶν ἰατρῷ τῷ ἁγίῳ Μακαρίῳ παιδαρίσκος ἐνεργούμενος ὑπὸ πνεύματος χαλεποῦ. Ἐπιθεὶς δὲ αὐτῷ τὴν δεξιὰν ἐπὶ τὴν κεφαλὴν, καὶ τὴν εὐώνυμον ἐπὶ τὴν καρδίαν, ἐπὶ τοσοῦτον ὁ ἅγιος τούτῳ ἐπηύξατο, ἕως οὗ αὐτὸν ἐπὶ ἀέρος ἐποίησεν κρεμασθῆναι. Οἰδήσας οὖν ὁ παῖς ὡς ἀσκὸς ὅλῳ τῷ σώματι τοσοῦτον ἐφλέγμαινεν, ὡς γενέσθαι πολυτάλαντον τῷ σηκώματι. Καὶ αἰφνίδιον ἀνακράξας διὰ πασῶν τῶν αἰσθήσεων ὕδωρ ἤνεγκεν· καὶ λωφήσας, γέγονεν εἰς τὸ μέτρον ὃ ἦν ἀπ' ἀρχῆς. Παραδίδωσιν οὖν αὐτὸν τῷ πατρὶ αὐτοῦ ἀλείψας αὐτὸν ἐλαίῳ ἁγίῳ, ἐπιχέων αὐτῷ ὕδωρ ηὐλογημένον,
Before my own eyes again there was brought to the spiritual physician of all irrational passions, Saint Macarius, a little boy worked upon by a fierce spirit. And having laid his right hand upon his head, and his left upon his heart, the saint prayed over him to such a degree until he made him hang in the air. Having swollen up therefore like a wineskin in his whole body, the boy became so inflamed as to become of many talents in weight. And suddenly having cried out, through all his senses he brought forth water; and having abated, he came to the measure which he was from the beginning. He delivers him therefore to his father, having anointed him with holy oil, pouring upon him blessed water,
PG 34:1060Read from the page
παραγγείλας τοῖς αὐτοῦ μετ' αὐτοῦ μὴ κρέως αὐτὸν ἅψασθαι, μὴ οἴνου ἐπὶ ἡμέρας τεσσαράκοντα. Καὶ οὕτως αὐτὸν ἀπέλυσεν ἰασάμενος.
having charged his people with him that he should not touch flesh nor wine for forty days. And having thus healed him, he dismissed him.
Ὤχλησάν ποτε τούτῳ τῷ μεγάλῳ Μακαρίῳ λογισμοὶ κενοδοξίας, πειρώμενοι τοῦτον ἐκβαλεῖν τῆς κέλλης. Καὶ ὑποτιθέμενοι οἰκονομίας χάριν καταλαμβάνειν τὴν Ῥώμην, ὡς ἐπὶ προφάσει δῆθεν εὐεργεσίας τῶν ἐκεῖ ἀῤῥωστούντων. Ἄκρως γὰρ κατὰ τῶν πνευμάτων εἰς αὐτὸν ἐνήργει ἡ χάρις τοῦ Κυρίου. Καὶ ὡς ἐπὶ πολὺ ὀχλοῦντες οὐχ ὑπηκούοντο, σφοδροτέρως δὲ αὐτῷ προσπαλαίσαντες, τοῦτον ἐξήλαυνον. Πεσὼν οὖν ἐπὶ τῆς φλιᾶς τῆς ἑαυτοῦ κέλλης ὁ ἅγιος τοὺς πόδας ἐκτείνας ἀφῆκεν ἐπὶ τὰ ἔξω, λέγων τοῖς τῆς κενοδοξίας δαίμοσιν, Ἕλκετέ με σύροντες, δαίμονες, ἐὰν δύνασθε. Ἐγὼ γὰρ τοῖς ἐμοῖς ποσὶν ἀλλαχοῦ οὐκ ἀπέρχομαι. Εἰ οὖν δύνασθέ με οὕτως ἀπενεγκεῖν, ὅπου λέγετε ἀπελεύσομαι· διομνύμενος αὐτοῖς καὶ λέγων, ὅτι Οὕτως ἔσομαι κείμενος ἕως ἑσπέρας, ἐὰν μὴ σαλεύσητέ με, οὐ μὴ ὑμῶν ὑπακούσω. Ἐπὶ πολὺ οὖν πεσὼν, καὶ μείνας ἀσάλευτος, ἀνέστη λοιπὸν ἑσπέρας οὔσης βαθείας. Ἐπιγενομένης δὲ τῆς νυκτὸς, πάλιν τούτῳ διὰ πυρὸς ἠνόχλησαν. Ἀναστὰς οὖν ὁ ἅγιος λαβὼν σπυρίδα ὡς δύο μοδίων ψάμμου ταύτην ἐπλήρωσεν, καὶ τεθεικὼς αὐτὴν ἐπὶ τῶν ἑαυτοῦ ὤμων διεκίνει ἀνὰ τὴν ἔρημον οὕτως. Τούτῳ συνήντησεν Θεοσέβιος ὁ κοσμήτωρ, Ἀντιοχεὺς τῷ γένει, καὶ λέγει αὐτῷ· Τί βαστάζεις, ἀββᾶ; παραχώρησον ἐμοὶ τὸ φορτίον, καὶ μὴ σκύλλου αὐτός. Ὁ δὲ λέγει· Σκύλλω τὸν σκύλλοντά με. Ἄνετος γὰρ ὢν ἀποδημίας μοι ὑποβάλλει. Καὶ ἐπὶ πολὺ διακινήσας οὕτως εἰς τὴν κέλλαν εἰσῆλθεν συντρίψας τὸ σῶμα.
Thoughts of vainglory once troubled this great Macarius, attempting to cast him out of his cell, and suggesting for the sake of dispensation that he should betake himself to Rome, as though under the pretext, forsooth, of benefiting the sick there. For the grace of the Lord wrought supremely in him against spirits. And when troubling him for a long time they were not heeded, wrestling more fiercely with him they were driving him out. Having fallen down therefore upon the threshold of his cell, the saint stretched out his feet and left them outside, saying to the demons of vainglory, Drag me by pulling, demons, if you are able; for I by my own feet do not depart elsewhere. If therefore you are able to carry me off thus, I will depart whither you say; swearing to them and saying: Thus I shall lie until evening; unless you move me, I will by no means obey you. Having lain therefore for a long time and remained unmoved, he finally rose up when it was deep evening. And when night came on, again they troubled him with fire. Having risen up therefore, the saint took a basket of about two modii and filled it with sand, and having placed it upon his own shoulders he moved about through the desert thus. Theosebius the cosmetor, an Antiochene by race, met him and says to him: What are you carrying, Abba? Yield the burden to me, and do not trouble yourself. But he says: I am troubling that which troubles me; for being at ease, it suggests journeys abroad to me. And having moved about thus for a long time, he entered into his cell, having bruised his body.
Διηγεῖτο δὲ ἡμῖν καὶ ὁ δοῦλος τοῦ Χριστοῦ Παφνούτιος, ὁ τοῦ γενναίου τούτου τοῦ ἀθλητοῦ μαθητὴς, ὅτι μιᾷ τῶν ἡμερῶν καθεζομένου τοῦ μακαρίου καὶ ἀθανάτου Μακαρίου ἐν τῇ αὐλῇ, καὶ τῷ Θεῷ προσομιλοῦντος, ὕαινα λαβοῦσα αὐτῆς τὸν σκύμνον τυφλὸν ὄντα ἤνεγκεν· καὶ τῇ κεφαλῇ κρούσασα τὸ θυρίδιον τῆς αὐλῆς, εἰσῆλθεν ἔτι αὐτοῦ ἐκεῖ καθεζομένου· καὶ ῥίπτει αὐτὸν ὑπὸ τοὺς πόδας αὐτοῦ. Τοῦτον τὸν σκύμνον λαβὼν ὁ ἅγιος Μακάριος, καὶ ἐπιπτύσας τοῖς ὀφθαλμοῖς αὐτοῦ ἐπηύξατο· καὶ παραχρῆμα ἀνέβλεψεν. Καὶ θηλάσαντα αὐτὸν λαβοῦσα ἡ μήτηρ οὕτως ἀπῆλθεν. Καὶ τῇ ἑξῆς ἡμέρᾳ κώδιον μεγάλου προβάτου ἤνεγκεν τῷ ἁγίῳ Μακαρίῳ, καὶ θεασάμενος ὁ ἅγιος τὸ κώδιον, ταῦτα ἔλεγεν τῇ ὑαίνῃ· Πόθεν σοι τοῦτο, εἰ μὴ βεβρώκεις πρόβατόν τινος; Τὸ οὖν ἐξ ἀδικίας ὂν, ἐγὼ οὐ δέχομαι παρὰ σοῦ. Ἡ δὲ ὕαινα κλίνασα τὴν κεφαλὴν εἰς τὸ ἔδαφος, ἐγονυπέτει πρὸς τοῖς ποσὶν τοῦ ἁγίου, καὶ ἐτίθει τὸ κώδιον. Αὐτὸς δὲ ἔλεγεν αὐτῇ· Εἴρηκά σοι ὅτι οὐ λαμβάνω, ἐὰν μή μοι ὀμόσεις μηκέτι λυπεῖν πένητας κατεσθίουσα αὐτῶν τὰ πρόβατα. Ἡ δὲ καὶ ἐπὶ τοῦτο διένευσεν τῇ κεφαλῇ αὐτῆς, ὡς συντιθεμένη τῷ ἁγίῳ Μακαρίῳ. Τότε ἐδέξατο τὸ κώδιον παρὰ τῆς ὑαίνης. Ὅπερ κώδιον οὗτος ὁ τοῦ Χριστοῦ δοῦλος καταλέλοιπεν τῷ ἁγίῳ καὶ μακαρίῳ Ἀθανασίῳ τῷ μεγάλῳ. Ὡς δὲ καὶ ἡ μακαρία δούλη τοῦ Χριστοῦ Μελάνη μοι εἶπεν· ὅτι Παρὰ τοῦ ἁγίου καὶ θαυμασίου ἀνδρὸς Μακαρίου ἐγὼ ἔλαβον τὸ κώδιον ἐκεῖνο, ξένιον τῆς ὑαίνης ἐπιλεγόμενον. Καὶ τί τοῦτο θαυμαστὸν παρὰ ἀνδράσι τῷ κόσμῳ ἐσταυρωμένοις ὕαιναν εὐεργετηθεῖσαν, εἰς δόξαν τοῦ Θεοῦ καὶ τιμὴν τῶν δούλων αὐτοῦ εὐαισθητήσασαν ξένια τούτοις κομίσαι; Ὁ γὰρ τοὺς λέοντας ἐπὶ τοῦ προφήτου Δανιὴλ ἡμερώσας, καὶ ταύτῃ τῇ ὑαίνῃ σύνεσιν ἐχαρίσατο.
And the servant of Christ Paphnutius, the disciple of this noble athlete, also recounted to us that on one of the days, while the blessed and immortal Macarius was sitting in the courtyard and conversing with God, a hyena took her cub, which was blind, and brought it; and having knocked with her head at the little door of the courtyard, she entered while he was still sitting there, and casts it under his feet. Having taken this cub, Saint Macarius spat upon its eyes and prayed; and immediately it recovered its sight. And when it had sucked, the mother took it and thus departed. And on the next day she brought the fleece of a great sheep to Saint Macarius; and having beheld the fleece, the saint said these things to the hyena: Whence did you get this, unless you have devoured someone's sheep? That therefore which comes from injustice, I do not accept from you. But the hyena, having bowed her head to the ground, knelt down at the feet of the saint and laid down the fleece. And he said to her: I have told you that I do not take it unless you swear to me no longer to grieve the poor by devouring their sheep. And she at this also nodded with her head, as though agreeing with Saint Macarius. Then he accepted the fleece from the hyena. Which fleece this servant of Christ left to the holy and blessed Athanasius the Great. And as the blessed handmaid of Christ Melania also told me: From the holy and marvellous man Macarius I received that fleece, called the guest-gift of the hyena. And what wonder is this among men crucified to the world, that a hyena having received a benefit, coming to right perception unto the glory of God and the honour of His servants, should bring guest-gifts to them? For He Who tamed the lions in the time of the prophet Daniel bestowed understanding upon this hyena also.
Ἐλέγετο δὲ περὶ τούτου τοῦ ἁγίου Μακαρίου, ὅτι ἀφ' οὗ ἐβαπτίσθη, οὐκ ἔπτυσεν χαμαί· ἑξηκοστὸν
And it was said concerning this Saint Macarius, that from the time when he was baptized, he did not spit upon the ground; for sixty
PG 34:1063Read from the page
hoc sciam optime, cum mea parvitas ei fuerit tempore aequalis. Erat autem ejus forma satis minuta ac mutila et rara, pilos solum habens in labro. Quinetiam in suprema parte habebat paucos. Nam propter ingentes labores exercitationis, ne pili quidem menti barbae ei enati sunt.
I know this very well, since my littleness was contemporary with him. Now his form was rather small and spare and thin, having hairs only on his lip. Moreover on the tip of his chin he had a few. For on account of the immense labours of his asceticism, not even the hairs of a chin-beard grew out on him.
Ad hunc sanctum Macarium cum quodam die venissem, et essem animo valde anxius, dico illi : Abba Macari, quid faciam, quoniam me affligunt cogitationes, mihi dicentes : Nihil facis, recede hinc. Respondet mihi dicens sanctus Pater Macarius : Dic tu tuis cogitationibus : Propter Christum custodio parietes.
When on a certain day I had come to this Saint Macarius, and was very anxious in mind, I say to him: Abba Macarius, what shall I do, since thoughts afflict me, saying to me: You are doing nothing, depart hence? The holy Father Macarius answers me, saying: Say to your thoughts: For Christ's sake I am guarding the walls.
Haec, o studiose et amantissime Christi serve, ex multis et magnis signis et certaminibus inclyti et virtute praediti Macarii significavi.
These things, O zealous and most beloved servant of Christ, out of the many and great signs and struggles of the renowned and virtuous Macarius, I have set forth.
Hic Macarius nobis narravit (erat enim presbyter) se observasse tempore communionis Christi sacramentorum, se Marco exercitatori nunquam dedisse oblationem, sed ei angelum dedisse ex ara ; solum autem se vidisse digitum manus ejus qui dabat.
This Macarius recounted to us (for he was a presbyter) that he had observed at the time of the communion of the sacraments of Christ that he had never given the oblation to Marcus the ascetic, but an angel had given it to him from the altar; and that he had seen only the finger of the hand of him who gave it.
CAPUT XXI.
Chapter XXI.
Vita abbatis Marci.
The life of Abbot Marcus.
Cum esset autem hic Marcus junior, dicebat memoriter Vetus et Novum Testamentum, eratque insigniter mitis, et summe temperans. Quodam ergo die cum satis otii haberem in cella mea, in extrema jam ejus senectute ad eum venio, et ostio ejus cellae assideo. Quem ego, utpote qui essem adhuc rudis, existimabam esse supra hominem, sicut erat ; et auscultabam quidnam diceret vel faceret. Is autem intus solus, cum jam centum annos transegisset, et dentes amisisset, secum pugnabat et cum diabolo, et dicebat : Quid vis deinceps, κακόγηρε, id est, male senex? Ecce jam et vinum bibisti, et oleum tetigisti. Quid vis deinceps πολιόφαγε, id est, vorax in canitie, et κοιλιόδουλε, id est, ventri serviens, probro et contumelia te ipsum afficiens? Et diabolo dicens : Recede a me, diabole, consenuisti mecum in dissensionibus, injecisti mihi imbecillitatem corporis, fecisti me bibere vinum, et sumere oleum, me reddens voluptarium. Adhucne tibi aliquid debeo? Apud me nihil invenis quod velis diripere. Recede a me deinceps, inimice hominum. Ac veluti se provocans et irritans, secum loquebatur, dicendo : Abesdum, o nugator, in canitie vorator, et helluo in senectute. Quandiu ero tecum?
Now when this Marcus was younger, he used to recite by heart the Old and the New Testament, and he was remarkably gentle and supremely temperate. On a certain day therefore, when I had sufficient leisure in my cell, in his extreme old age I come to him, and sit beside the door of his cell. Whom I, inasmuch as I was still a novice, supposed to be above man, just as he was; and I listened to what he might say or do. And he alone within, when he had already passed a hundred years and had lost his teeth, was fighting with himself and with the devil, and was saying: What do you want hereafter, kakogere, that is, evil old man? Behold, you have already both drunk wine and touched oil. What do you want hereafter, poliophage, that is, gluttonous in grey hair, and koiliodoule, that is, slave to the belly, afflicting yourself with reproach and insult? And saying to the devil: Depart from me, devil; you have grown old with me in dissensions, you have cast upon me weakness of body, you have made me drink wine and take oil, rendering me voluptuous. Do I still owe you anything? With me you find nothing that you may wish to plunder. Depart from me hereafter, enemy of men. And as though challenging and provoking himself, he was speaking with himself, saying: Begone now, O trifler, glutton in grey hair, and gormandizer in old age. How long shall I be with you?
CAPUT XXII.
Chapter XXII.
Vita abbatis Moysis, qui fuit ex latronibus.
The life of Abbot Moses, who was formerly among the robbers.
Fuit quidam Moyses nomine, AEthiops genere, niger, servus cujusdam qui gerebat rempublicam ; quem propter morum improbitatem et latrocinii crimen projecit ejus dominus. Dicebatur enim etiam usque ad caedes progredi ; cogor enim dicere facta ejus improbitatis, ut postea ostendam virtutem ejus poenitentiae. Narrarunt ergo aliqui eum fuisse praefectum magnae catervae latronum. Cujus inter caetera latrocinandi opera hoc quoque fertur, quod infe-
There was a certain man named Moses, an Ethiopian by race, black, the slave of a certain man who held public office; whom on account of the wickedness of his morals and the crime of robbery his master cast out. For he was said to proceed even unto murders; for I am compelled to tell the deeds of his wickedness, that I may afterwards show the virtue of his repentance. Some therefore recounted that he was the captain of a great band of robbers. Among whose other works of robbery this also is reported, that bear-