μετὰ προσθήκης, τὸ ἀκάθαρτον· ἑκάστῳ γὰρ πρόσκειται ἡ ἐπωνυμία, ἵνα τὸ ἴδιον δηλώσῃ. Ἐὰν περὶ ψυχῆς ἀνθρώπου λέγῃ, τὸ πνεῦμα· μετὰ προσθήκης, τοῦ ἀνθρώπου, λέγει· ἐὰν τὸν ἄνεμον λέγῃ, πνεῦμα καταιγίδος λέγει· ἐὰν τὴν ἁμαρτίαν λέγῃ, πνεῦμα πορνείας λέγει· ἐὰν τὸν δαίμονα λέγῃ, πνεῦμα ἀκάθαρτον λέγει· ἵνα γνῶμεν περὶ τίνος ἑκάστου ἐστὶν ὁ λόγος, καὶ μὴ νομίσῃς περὶ τοῦ ἁγίου τούτου εἶναι· μὴ γένοιτο! Τὸ γὰρ τοῦ πνεύματος ὄνομα τοῦτο, μέσον ἐστί· καὶ πᾶν, ὃ μὴ ἔχει παχὺ σῶμα, καθολικῶς πνεῦμα καλεῖται. Ἐπεὶ τοίνυν καὶ οἱ δαίμονες οὐκ ἔχουσι τοιαῦτα σώματα, πνεύματα καλοῦνται· ἀλλὰ πολλή τίς ἐστιν ἡ διαφορά. Ὁ μὲν γὰρ ἀκάθαρτος δαίμων, ὅταν ἔρχηται ἐπὶ ψυχὴν ἀνθρώπου (ῥύσαιτο δὲ τούτου ὁ Κύριος πᾶσαν ψυχὴν τῶν ἀκουόντων, καὶ τῶν μὴ παρόντων), ὡς λύκος αἱμοβόρος ἕτοιμος εἰς βορὰν ἐπὶ πρόβατον, ἔρχεται· ἀγριωτάτη ἡ παρουσία, βαρυτάτη ἡ αἴσθησις, σκοτώδης ἡ διάνοια γίνεται· καὶ ἡ ἔφοδος ἄδικος, καὶ ἡ ἁρπαγὴ ἀλλοτρίου κτήματος· σώματι γὰρ ἀλλοτρίῳ, ὡς ἰδίῳ κεχρῆσθαι βιάζεται, καὶ ὀργάνῳ ἀλλοτρίῳ. Τὸν ἑστῶτα καταβάλλει (οἰκεῖος γάρ ἐστι τοῦ πεσόντος ἐξ οὐρανοῦ), παρατρέπει τὴν γλῶσσαν, στρεβλοῖ τὰ χείλη· ἀφρὸς ἀντὶ ῥημάτων· σκοτοῦται ὁ ἄνθρωπος, ἤνοικται ὁ ὀφθαλμὸς, καὶ δι' αὐτοῦ οὐ βλέπει ἡ ψυχή· καὶ σπαίρει τρομικῶς ὁ ἄθλιος ἄνθρωπος πρὸ θανάτου. Ἐχθροὶ τῶν ἀνθρώπων ἀληθῶς οἱ δαίμονες, αἰσχρῶς κεχρημένοι καὶ ἀνηλεῶς.
with the addition, the unclean; for to each is joined its surname, in order that it may declare its own proper character. If one speaks concerning the soul of man, one says, the spirit, with the addition, of man; if one speaks of the wind, one says, wind of a tempest; if one speaks of sin, one says, spirit of fornication; if one speaks of the demon, one says, unclean spirit; so that we may know concerning which individual thing the discourse is, and lest you suppose it to be concerning this Holy One: God forbid! For this name of spirit is a middle term; and everything that does not have a gross body is universally called spirit. Since, therefore, the demons also do not have such bodies, they are called spirits; yet great indeed is the difference. For the unclean demon, whenever he comes upon the soul of a man (and may the Lord deliver from this every soul of those who hear, and of those who are not present), comes like a bloodthirsty wolf ready for prey upon a sheep; most savage is his coming, most oppressive the sensation, darkened becomes the mind; and the attack is unjust, and the seizure of another's possession; for he forces himself to use another's body as his own, and another's instrument. Him who stands he casts down (for he is akin to him who fell from heaven), he perverts the tongue, he distorts the lips; foam instead of words; the man is darkened, the eye is open, and through it the soul sees not; and the wretched man palpitates tremblingly before death. Truly enemies of men are the demons, treating them shamefully and mercilessly.
ΙϚʹ. Οὐκ ἔστι τοιοῦτο τὸ Πνεῦμα τὸ ἅγιον· μὴ γένοιτο! ἀπεναντίας γὰρ, πρὸς τὸ ἀγαθὸν καὶ σωτηριῶδες ἔχει τὰ πράγματα. Πρῶτον μὲν ἥμερος ἡ παρουσία, εὐώδης ἡ ἀντίληψις, κουφότατον τὸ φορτίον· προαπαστράπτουσιν ἀκτῖνες φωτὸς καὶ γνώ-
Chapter XVI. Not such is the Holy Spirit: God forbid! For on the contrary, His workings tend towards what is good and salutary. First indeed gentle is His coming, fragrant the perception of Him, most light His burden; rays of light and of knowledge flash forth beforehand