πλάτυνον τὸν νοῦν ἀπὸ τῆς ἐπαρχίας εις τὴν Ῥωμαίων πᾶσαν βασιλείαν· καὶ ἐκ ταύτης, βλέπε μοι πάντα τὸν κόσμον· Περσῶν γένη, καὶ Ἰνδῶν ἔθνη, Γότθους, καὶ Σαυρομάτας, Γάλλους, καὶ Ἱσπανοὺς, καὶ Μαύρους, Λίβυας, καὶ Αἰθίοπας, καὶ τοὺς λοιποὺς ἀκατωνομάστους ἡμῖν· πολλὰ γὰρ τῶν ἐθνῶν οὐδ' εἰς ὀνομασίαν ἡμῖν ἦλθε. Βλέπε μοι ἑκάστου ἔθνους ἐπισκόπους, πρεσβυτέρους, διακόνους, μονάζοντας, παρθένους, καὶ λοιποὺς λαϊκούς· καὶ βλέπε τὸν μέγαν προστάτην, καὶ τῶν χαρισμάτων πάροχον· ὅπως ἐν παντὶ τῷ κόσμῳ, τῷ μὲν ἁγνείαν, τῷ δὲ ἀειπαρθενίαν, ἄλλῳ δὲ ἐλεημοσύνην, ἄλλῳ δὲ ἀκτημοσύνην, ἄλλῳ δὲ ἀπέλασιν πνευμάτων ἀντικειμένων δίδωσι. Καὶ ὥσπερ τὸ φῶς μιᾷ τῆς ἀκτῖνος προσβολῇ καταυγάζει τὰ πάντα· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον, φωτίζει τοὺς ἔχοντας ὀφθαλμούς· εἰ γάρ τις ἀβλεπτῶν μὴ καταξιοῦται τῆς χάριτος, μὴ μεμφέσθω τῷ Πνεύματι, ἀλλὰ τῇ ἑαυτοῦ ἀπιστίᾳ.
widen your mind from the province unto the whole empire of the Romans; and from this, behold, I pray, the whole world: races of Persians, and nations of Indians, Goths, and Sauromatians, Gauls, and Spaniards, and Moors, Libyans, and Ethiopians, and the rest that have no name among us; for many of the nations have not even come to a name with us. Behold, I pray, of each nation the bishops, presbyters, deacons, monastics, virgins, and the rest of the laity; and behold the great protector, and bestower of the gifts: how in all the world to one He gives chastity, to another perpetual virginity, to another almsgiving, to another non-possession, and to another the expulsion of opposing spirits. And just as the light by a single stroke of its ray shines upon all things, so also the Holy Spirit illuminates those who have eyes; for if anyone through failing to see is not counted worthy of the grace, let him not blame the Spirit, but his own unbelief.
ΚΓʹ. Εἶδες αὐτοῦ τὴν δύναμιν, τὴν ἐν παντὶ τῷ κόσμῳ. Μὴ μείνῃς λοιπὸν ἐπὶ γῆς, καὶ ἐπὶ τὰ ἄνω ἀνάβηθι· ἀνάβηθί μοι τῇ διανοίᾳ καὶ εἰς πρῶτον οὐρανὸν, καὶ βλέπε μοι τοσαύτας ἐκεῖ μυριάδας ἀναριθμήτους ἀγγέλων. Ὑπερανάβηθι τοῖς λογισμοῖς, εἰ δύνασαι, καὶ ἀνωτέρω· βλέπε μοι καὶ ἀρχαγγέλους, βλέπε μοι καὶ πνεύματα· βλέπε δυνάμεις, βλέπε ἀρχὰς, βλέπε ἐξουσίας, βλέπε θρόνους, βλέπε κυριότητας. Τούτων πάντων ἐπιστάτης
Chapter XXIII. You have seen His power, which is in all the world. Tarry no longer upon earth, but ascend also unto the things above; ascend, I pray, in thought even unto the first heaven, and behold there so many innumerable myriads of angels. Ascend above in your thoughts, if you can, even higher; behold, I pray, archangels also, behold spirits also; behold powers, behold principalities, behold authorities, behold thrones, behold dominions. Of all these the ruler