ὕδωρ ὠνόμασεν; Ἐπειδὴ δι' ὕδατος ἡ σύστασις τῶν ἁπάντων· ἐπειδὴ χλοοποιὸν, καὶ ζωοποιόν ἐστι τὸ ὕδωρ· ἐπειδὴ ἐξ οὐρανῶν κατέρχεται τὸ τῶν ὄμβρων ὕδωρ· ἐπειδὴ μονοειδὲς μὲν κατέρχεται, πολυειδῶς δὲ ἐνεργεῖ. Μία μὲν γὰρ πηγὴ ὅλον παράδεισον ἐπαρδεύει· εἷς δὲ καὶ ὁ αὐτὸς ὑετὸς κατέρχεται ἐν παντὶ τῷ κόσμῳ· καὶ γίνεται λευκὸς μὲν ἐν κρίνῳ, ἐρυθρὸς δὲ ἐν ῥόδῳ, πορφυραῖος δὲ ἐν ἴοις καὶ ὑακίνθοις, καὶ διάφορος καὶ ποικίλος ἐν παντοίοις εἴδεσι· καὶ ἐν φοίνικι μὲν ἄλλος, ἐν ἀμπέλῳ δὲ ἄλλος, καὶ ἐν πᾶσι τὰ πάντα· μονοειδὴς ὢν, καὶ οὐκ ὢν ἄλλος αὐτὸς ἑαυτοῦ. Οὐ γὰρ μεταβάλλων ἑαυτὸν ὁ ὑετὸς, ἄλλος καὶ ἄλλος κατέρχεται· ἀλλὰ τῇ τῶν ὑποδεχομένων κατασκευῇ συμπεριφερόμενος, ἑκάστῳ τὸ πρόσφορον γίνεται. Οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἓν ὂν καὶ μονοειδὲς καὶ ἀδιαίρετον, ἑκάστῳ διαιρεῖ τὴν χάριν καθὼς βούλεται. Καὶ ὥσπερ τὸ ξηρὸν ξύλον, ὕδατι κοινωνῆσαν, βλαστοὺς ἐκδίδωσιν· οὕτω καὶ ἡ ἐν ἁμαρτίαις ψυχὴ, διὰ μετανοίας ἁγίου Πνεύματος καταξιωθεῖσα, βότρυας ἐκφέρει δικαιοσύνης. Μονοειδὲς δὲ ὂν, πολλὰς νεύματι Θεοῦ καὶ ἐν ὀνόματι Χριστοῦ τὰς ἀρετὰς ἐνεργεῖ. Τινὸς μὲν γὰρ συγκέχρηται γλώσσῃ πρὸς σοφίαν. Ἄλλου φωτίζει τὴν ψυχὴν ἐν προφητείᾳ, ἄλλῳ δὲ δίδωσι δύναμιν ἀπελάσαι δαίμονας, ἄλλῳ δὲ δίδωσι ἑρμηνεῦσαι τὰς θείας Γραφάς. Ἄλλου τὴν σωφροσύνην ἐνισχύει, ἄλλον διδάσκει τὰ περὶ ἐλεημοσύνης, ἄλλον διδάσκει νηστεύειν καὶ ἀσκεῖν, ἄλλον διδάσκει καταφρονεῖν τῶν τοῦ σώματος πραγμάτων, ἄλλον ἑτοιμάζει πρὸς μαρτύριον· ἄλλο ἐν ἄλλοις, αὐτὸ δὲ οὐκ ἄλλο ἑαυτοῦ, καθὼς γέγραπται· Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον. ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σο-
water? Because through water all things subsist; because water bringeth forth green herbs and bringeth forth living creatures; because the water of the rains descendeth from the heavens; because it descendeth indeed single in form, yet worketh in manifold ways. For one fountain watereth the whole paradise; and one and the same rain descendeth upon all the world, and becometh white in the lily, and red in the rose, and purple in violets and hyacinths, and diverse and varied in all manner of species; and in the palm-tree it is one thing, and in the vine another, and all in all things, though it is single in form and not different from itself. For the rain doth not change itself and descend as one and another, but adapting itself to the constitution of the things that receive it, it becometh what is suitable to each. So also the Holy Spirit, being one, and single in form, and indivisible, divideth grace to each according as He willeth. And just as the dry tree, when it hath partaken of water, putteth forth shoots, so also the soul in sins, when through repentance it hath been counted worthy of the Holy Spirit, bringeth forth clusters of righteousness. And though He is single in form, by the nod of God and in the name of Christ He worketh many virtues. For He maketh use of one man's tongue for wisdom; the soul of another He enlighteneth in prophecy; to another He giveth power to drive away demons; to another He giveth to interpret the divine Scriptures. One man's temperance He strengtheneth; another He teacheth how to practise almsgiving; another He teacheth to fast and practise asceticism; another He teacheth to despise the things of the body; another He prepareth for martyrdom: different in different men, yet Himself not different from Himself, according as it is written: But to each one is given the manifestation of the Spirit to profit withal. For to one is given through the Spirit the word of wis-