PG 33:481Read from the pageψυχαί εἰσιν ἀνδρῶν τε καὶ γυναικῶν· τὰ γὰρ μέλη τοῦ σώματος διακέκρινται μόνον. Οὐκ ἔστι τάγμα ψυχῶν κατὰ φύσιν ἁμαρτανουσῶν, καὶ τάγμα ψυχῶν κατὰ φύσιν δικαιοπραγουσῶν· ἀλλ' ἐκ προαιρέσεως ἀμφότερα, μονοειδοῦς καὶ ὁμοίας οὔσης ἐν ἅπασι τῆς τῶν ψυχῶν ὑποστάσεως. Οἶδα μὲν οὖν πολλὰ λέγων, καὶ ὡς ὁ καιρὸς ἤδη πολύς ἐστιν· ἀλλὰ τί σωτηρίας προτιμώτερον; Οὐ βούλει καμὼν λαβεῖν ἐφόδια πρὸς τοὺς αἱρετικούς; οὐδὲ θέλεις γνῶναι τῆς ὁδοῦ τὰς παρεκτροπὰς, ἵνα μή κατὰ κρημνὸν ἐξ ἀγνοίας ἐνεχθῇς; Εἰ οἱ διδάσκοντες ἡγοῦνται κέρδος οὐ μικρὸν, τὸ σὲ ταῦτα μαθεῖν· σὺ ὁ μανθάνων, ἆρα οὐκ ὀφείλεις ἡδέως δέχεσθαι τῶν λεγομένων τὸ πλῆθος
souls, both of men and of women, are alike; for only the members of the body are distinguished. There is not an order of souls sinning by nature, and an order of souls acting righteously by nature; but both are from free choice, the substance of the souls being of one form and alike in all. I know, indeed, that I am saying many things, and that the time is already long; yet what is more precious than salvation? Do you not wish, by taking pains, to receive provisions against the heretics? And do you not will to know the turnings-aside of the road, lest through ignorance you be borne down a precipice? If those who teach account it no small gain that you learn these things, ought not you who are learning gladly to receive the multitude of the things said?
ΚΑʹ. Αὐτεξούσιός ἐστιν ἡ ψυχή· καὶ ὁ διάβολος τὸ μὲν ὑποβάλλειν δύναται, τὸ δὲ καὶ ἀναγκάσαι παρὰ προαίρεσιν, οὐκ ἔχει τὴν ἐξουσίαν. Ὑπογράφει σοι πορνείας λογισμόν· ἐὰν θέλῃς, ἐδέξω· ἐὰν μὴ θέλῃς, οὐκ ἐδέξω. Ει γὰρ κατ' ἀνάγκην ἐπόρνευες, καὶ τίνος ἕνεκα τὴν γέενναν ἡτοίμασεν ὁ Θεός; Εἰ κατὰ φύσιν, ἀλλ' οὐ κατὰ προαίρεσιν ἐδικαιοπράγεις, τίνος ἕνεκεν στεφάνους ἀνεκδιηγήτους ἡτοίμασεν ὁ Θεός; Πρᾶόν ἐστι τὸ πρόβατον, ἀλλ' οὐδέποτε τοῦτο διὰ τὴν πραότητα ἐστεφανώθη· ἐπειδὴ τὸ πρᾶον οὐκ ἐκ προαιρέσεως, ἀλλ' ἐκ φύσεως αὐτῷ πρόσεστιν.
21. The soul is self-governing; and the devil is able indeed to suggest, yet to compel contrary to free choice, he does not have the authority. He sketches for you a thought of fornication: if you will, you have accepted it; if you do not will, you have not accepted it. For if you committed fornication by necessity, then for what reason did God prepare Gehenna? If by nature, and not by free choice, you acted righteously, for what reason did God prepare crowns beyond telling? The sheep is gentle, yet never was it crowned because of its gentleness; since gentleness belongs to it not from free choice, but from nature.
Notes, col. 481
On the reading
Printed μή κατὰ, for μὴ κατὰ.
PG 33:484Read from the pageΠΕΡΙ ΣΩΜΑΤΟΣ.
On the Body.
ΚΒʹ. Ἔγνως, ἀγαπητὲ, καθ' ὅσον ἐγχωρεῖ τέως, τὰ περὶ ψυχῆς· δέξαι κατὰ δύναμιν καὶ τὸν περὶ τοῦ σώματός σου λόγον. Μή τινος τῶν λεγόντων ἀνάσχῃ, ἀλλότριον Θεοῦ τοῦτο εἶναι τὸ σῶμα. Οἱ γὰρ ἀλλότριον Θεοῦ εἶναι τὸ σῶμά τι πιστεύοντες, καὶ ὡς ἐν ἀλλοτρίῳ σκεύει τὴν ψυχὴν κατοικεῖν, τούτῳ καὶ εἰς πορνείας ἑτοίμως ἀποκέχρηνται. Τί δὲ καὶ κατέγνωσαν τοῦ θαυμασίου τούτου σώματος; τί μὲν γὰρ ἐν εὐπρεπείᾳ λείπεται; τί δὲ οὐκ ἔστιν ἔντεχνον τῆς κατασκευῆς; Ἆρα οὐκ ἐχρῆν αὐτοὺς κατανοῆσαι ὀφθαλμῶν μὲν λαμπροτάτην κατάστασιν· ὅπως δὲ τὰ ὦτα πλαγίως ἐγκείμενα, ἀνεμπόδιστον δέχεται τὴν ἀκοήν; καὶ ὅπως ἡ ὄσφρησις μὲν ἔστι τῶν ἀτμῶν διακριτικὴ, καὶ τῶν ἀναθυμιάσεων ἀντιληπτική; ἡ γλῶττα δὲ ὅπως δισσῶν πραγμάτων ἐστὶ διάκονος, γευστικῆς ἕξεως, καὶ διαλεκτικῆς ἐνεργείας; ὅπως ὁ πνεύμων ἐν ἀποκρύφοις κείμενος, ἄπαυστον ἔχει τοῦ ἀέρος τῆν ἀναπνοήν; Τίς ὁ ἐνθεὶς παλμὸν καρδίας ἀδιάλειπτον; τίς ὁ διελὼν εἰς φλέβας καὶ ἀρτηρίας τοσαύτας; τίς ὁ τοῖς νεύροις τὰ ὀστέα σοφῶς ἐνείρας; τίς ὁ τῆς τροφῆς μέρος μὲν εἰς ὑπόστασιν δοὺς, μέρος δὲ εἰς εὐσχήμονα διάκρισιν διακρίνας, καὶ τὰ τῆς ἀσχημοσύνης μέλη ἐν εὐσχημοτέροις ἀποκρύψας τόποις; τίς μέλλουσαν ἐκλείπειν τὴν τῶν ἀνθρώπων φύσιν, δι' εὐτελοῦς κοινωνίας ἀκατάπαυστον συνεστήσατο;
22. You have known, beloved, so far as is possible for the present, the matters concerning the soul; receive according to your strength the discourse concerning your body as well. Endure not anyone of those who say that this body is alien to God. For those who believe that the body is something alien to God, and that the soul dwells in it as in an alien vessel, readily abuse this body for fornications as well. And what have they even condemned in this wondrous body? For in what does it fall short in comeliness? And what in its construction is not skilfully wrought? Ought they not to have considered the most radiant constitution of the eyes; and how the ears, set obliquely, receive hearing unhindered; and how the sense of smell is discriminative of vapours, and perceptive of exhalations; and how the tongue is a minister of twofold matters, of the faculty of taste and of articulate activity; how the lungs, lying in hidden places, hold the unceasing respiration of the air? Who is He Who placed within it the unremitting pulsation of the heart? Who is He Who divided it into so many veins and arteries? Who is He Who wisely strung together the bones with the sinews? Who is He Who gave part of the nourishment for substance, and separated part for a decent secretion, and hid away the uncomely members in more comely places? Who sustained human nature, which would otherwise fail, unceasingly through a simple union?
ΚΓʹ. Μὴ λέγε μοι τὸ σῶμα παραίτιον ἁμαρτίας εἶναι. Εἰ γὰρ τὸ σῶμα τῆς ἁμαρτίας αἴτιον, διὰ τί
23. Say not to me that the body is a cause of sin. For if the body is the cause of sin, why
Notes, col. 484
PG 33:485Read from the pageνεκρὸς οὐχ ἁμαρτάνει; Παράθες ξίφος τῇ δεξιᾷ τοῦ τετελευτηκότος ἀρτίως, καὶ φόνος οὐ γίνεται· διὰ τετελευτηκότος ἀρτίως νέου κάλλη παντοῖα παρερχέσθω, καὶ ἐπιθυμία πορνείας οὐ γίνεται. Διὰ τί; ἐπειδὴ τὸ σῶμα οὐχ ἁμαρτάνει καθ' ἑαυτὸ, ἀλλὰ διὰ τοῦ σώματος ἡ ψυχή. Ἐργαλεῖόν ἐστι τὸ σῶμα, καὶ ὥσπερ ἱμάτιον καὶ στολὴ ψυχῆς· κἂν μὲν ὑπὸ ταύτης πορνείᾳ παραδοθῇ, γίνεται ἀκάθαρτον· ἐὰν δὲ ἁγίᾳ ψυχῇ συνοικήσῃ, γίνεται ναὸς ἁγίου Πνεύματος. Οὐκ ἐγὼ ταῦτα λέγω, ἀλλὰ Παῦλος ὁ ἀπόστολος εἴρηκεν· Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν; Φεῖσαι τοίνυν τοῦ σώματος, ὡς ναοῦ Πνεύματος ἁγίου τυγχάνοντος. Μὴ φύρῃς ἐν πορνείαις τὴν σάρκα σου, μὴ μολύνῃς σου τὴν καλλίστην ταύτην στολήν· ει δὲ καὶ ἐμόλυνας, ἀπόπλυνε νῦν διὰ μετανοίας· ἀπόλουσαι ἕως καιρὸς παοένει.
does a dead man not sin? Put a sword in the right hand of one just deceased, and murder does not take place; let beauties of every kind pass before a young man just deceased, and desire for fornication does not arise. Why? Because the body does not sin of itself, but the soul through the body. The body is an instrument, and as it were a garment and robe of the soul; and if indeed it be given over by the soul to fornication, it becomes unclean; but if it dwell together with a holy soul, it becomes a temple of the Holy Spirit. It is not I who say these things, but Paul the Apostle has said: Do you not know that your bodies are a temple of the Holy Spirit Who is in you? Spare therefore the body, as being a temple of the Holy Spirit. Defile not your flesh in fornications; pollute not this your fairest robe; and if you have polluted it, wash it clean now through repentance; wash yourself while time permits.
ΚΔʹ. Καὶ τὸν περὶ σωφροσύνης λόγον προηγουμένως μὲν ἀκουέτω τῶν μοναζόντων καὶ τῶν παρθένων τάγμα, τῶν τὸν ἰσάγγελον βίον ἐν κόσμῳ κατορθούντων [ἐπομένως δὲ καὶ ὁ λοιπὸς τῆς Ἐκκλησίας λαός]. Μέγας ὑμῖν ἀπόκειται στέφανος, ἀδελφοί· μὴ μικρᾶς ἡδονῆς ἀντικαταλλάξητε μεγάλην ἀξίαν, ἀκούσατε τοῦ Ἀπο-
24. And as for the discourse concerning chastity, let first of all the order of solitaries and of virgins hear it, who rightly ordering an angelic life in the world [and consequently the rest of the people of the Church as well]. A great crown is laid up for you, brethren; exchange not a great dignity for a brief pleasure; hear the Apo-
Notes, col. 485
On the reading
Printed παοένει, for παρέχει.
Printed ἐπομένως, for ἑπομένως.
PG 33:488Read from the pageστόλου λέγοντος· Μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ. Ἐν ταῖς ἀγγελικαῖς βίβλοις λοιπὸ⟨ν⟩ ἐγγραφεὶς διὰ τὴν πρόθεσιν τῆς σωφροσύνης, βλέπε μὴ πάλιν ἐξαλειφθῇς διὰ τὴν πορνικὴν ἐργασίαν.
stle saying: Lest there be any fornicator or profane person like Esau, who for one meal sold his own birthright. Having been inscribed henceforth in the angelic books because of your purpose of chastity, take heed lest you be blotted out again because of fornicating deeds.
ΚΕʹ. Μὴ δ' αὖ πάλιν κατορθῶν τὴν σωφροσύνην, τυφωθῇς κατὰ τῶν ὑποβεβηκότων ἐν γάμῳ. Τίμιος γὰρ ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος, ὥς φησιν ὁ Ἀπόστολος. Καὶ σὺ ὁ τὴν ἁγνείαν ἔχων, ἆρα οὐκ ἐκ τῶν γεγαμηκότων ἐγεννήθης; Μὴ γὰρ ὅτι χρυσίου κτῆσιν ἔχεις, τὸ ἀργύριον ἀποδοκίμαζε· ἀλλ' εὐέλπιδες ἔστωσαν καὶ οἱ ἐν γάμῳ νομίμως τῷ γάμῳ χρώμενοι· οἱ γάμον ἔνθεσμον, ἀλλὰ μὴ τοῦτον ἀσελγῆ κατασκευάζοντες, διὰ τὴν ἄμετρον ἐξουσίαν· οἱ γινώσκοντες καιροὺς ἀνέσεως, ἵνα σχολάζωσι τῇ προσευχῇ· οἱ μετὰ τῶν ἐνδυμάτων καθαρὰ προσφέροντες ἐν ταῖς συνάξεσιν εἰς Ἐκκλησίαν τὰ σώματα· οἱ διὰ τὸ τεκνογονεῖν, ἀλλ' οὐ διὰ τὸ φιληδονεῖν, τῷ γάμῳ προσεληλυθότες.
25. Yet on the other hand, while rightly practising chastity, be not puffed up against those who walk in a lower way in marriage. For marriage is honourable, and the bed undefiled, as the Apostle says. And you who possess virginity, were you not born of those who were married? Because you have a possession of gold, do not on that account reject silver; but let those also be of good hope who in marriage lawfully use marriage; who establish a lawful marriage, and do not render it licentious through immoderate indulgence; who know seasons of abstinence, that they may have leisure for prayer; who along with their garments bring their bodies clean to the Church in the assemblies; who have entered into marriage for the sake of begetting children, and not for the sake of loving pleasure.
ΚϚʹ. Καὶ οἱ μονόγαμοι δὲ τοὺς δευτέρῳ γάμῳ συμπεριενεχθέντας μὴ ἀποδοκιμαζέτωσαν· καλὸν μὲν γὰρ ἡ ἐγκράτεια καὶ θαυμάσιον, συγγνωστὸν δὲ καὶ τῷ δευτέρῳ γάμῳ προσελθεῖν, ἵνα μὴ πορνεύσωσιν
26. And let those also who have been married but once not reject those who have accommodated themselves to a second marriage; for continence is indeed a good and wondrous thing, yet it is pardonable also to enter into a second marriage, lest
Notes, col. 488
PG 33:489Read from the pageοἱ ἀσθενεῖς. Καλὸν μὲν γὰρ αὐτοῖς, ἐὰν μείνωσιν ὡς κἀγὼ, φησὶν ὁ Ἀπόστολος· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖσσον γάρ ἐστι γαμῆσαι, ἢ πυροῦσθαι. Τὰ δὲ λοιπὰ πάντα ἐξοριζέσθω μακρὰν, πορνεία, μοιχεία, καὶ πᾶν τὸ τῆς ἀκολασίας εἶδος· τετηρήσθω δὲ τὸ σῶμα τῷ Κυρίῳ καθαρὸν, ἵνα καὶ ὁ Κύριος ἐπιβλέψῃ τῷ σώματι. Τρεφέσθω δὲ τὸ σῶμο σιτίοις, ἵνα ζῇ, καὶ ἀνεμποδίστως ὑπηρετῇ· οὐ μὴν ἵνα πρὸς τρυφὰς ἐκδοθῇ.
the weak commit fornication. For it is good for them if they remain even as I, says the Apostle; but if they do not have self-control, let them marry; for it is better to marry than to burn. But let all the other things be banished far away: fornication, adultery, and every form of licentiousness; and let the body be kept pure for the Lord, that the Lord also may look upon the body. And let the body be nourished with food, that it may live and minister without hindrance; yet not that it may be given over to luxuries.
ΚΖʹ. Καὶ περὶ τροφῶν ἔστω ὑμῖν ταῦτα τὰ δόγματα· ἐπειδὴ πολλοὶ καὶ περὶ τὰ βρώματα πταίουσιν. Οἱ μὲν γὰρ τοῖς εἰδωλοθύτοις ἀδιαφόρως προσέρχονται· οἱ δὲ ἀσκοῦσι μὲν, κατακρίνουσι δὲ τοὺς ἐσθίοντας· καὶ διαφόρως ἐν τῷ περὶ βρωμάτων λόγιῳ τινῶν ἡ ψυχὴ μολύνεται, ἀγνοούντων τοῦ τε ἐσθίειν καὶ μὴ τὰς ἐπωφελεῖς αἰτίας. Νηστεύομεν γὰρ οἴνου τε καὶ κρεῶν ἀπεχόμενοι, οὐχ ὡς βδελύγματα μισοῦντες, ἀλλὰ τὸν μισθὸν προσδοκῶντες· ἵνα αἰσθητῶν ὑπεριδόντες, ἀπολαύσωμεν πνευματικῆς καὶ νοητῆς τραπέζης· καὶ ἵνα νῦν σπείραντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θερίσωμεν ἐν τῷ μέλλοντι αἰῶνι. Μὴ τοίνυν καταφρόνει τῶν ἐσθιόντων, καὶ διὰ τὴν σωμάτων ἀσθένειαν μεταλαμβανόντων· μηδὲ ψέγε τοὺς ὀλίγῳ οἴνῳ χρωμένους, διὰ τὸν στόμαχον καὶ τὰς πυκνὰς ἀσθενείας· καὶ μήτε αὐτοὺς ὡς ἁμαρτωλοὺς κατακρίνῃς. Μήτε ὡς ἀλλότρια μίσει τὰ κρέα· οἶδε γάρ τινας τοιούτους ὁ Ἀπόστολος, λέγων· Κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς. Ἀπεχόμενος τοίνυν τούτων, μὴ ὡς βδελυκτῶν ἀπέχου, ἐπεὶ μισθὸν οὐκ ἔχεις· ἀλλ' ὡς καλῶν ὄντων ὑπερφρόνει, διὰ τὰ προκείμενα νοητὰ καλλίονα.
27. And concerning foods let these precepts be laid down for you, since many stumble concerning foods as well. For some approach things sacrificed to idols indifferently; while others practise asceticism indeed, yet condemn those who eat; and in various ways in the matter of foods the soul of some is defiled, since they are ignorant of the profitable reasons both for eating and for not eating. For we fast, abstaining from both wine and flesh, not hating them as abominations, but looking for the reward; that having disdained things perceptible to the senses, we may enjoy a spiritual and intellectual table; and that having sown now in tears, we may reap in exultation in the age to come. Despise not therefore those who eat, and who partake because of the weakness of their bodies; nor blame those who use a little wine because of the stomach and frequent infirmities; and neither condemn them as sinners, nor hate flesh as something alien; for the Apostle knows some such persons, saying: Forbidding to marry, and commanding to abstain from foods, which God created for partaking with thanksgiving by the faithful. Abstaining therefore from these things, abstain not as from things abominable, else you have no reward; but disdain them as things that are good, on account of the better intellectual things set before you.
Notes, col. 489
PG 33:492Read from the pageΚΗʹ. Ἀσφάλισαί σου τὴν ψυχὴν, μή ποτέ τι φάγῃς τῶν τοῖς εἰδώλοις προσενεχθέντων· περὶ γὰρ τούτων τῶν βρωμάτων, οὐκ ἐμοὶ νῦν μόνον, ἀλλὰ ἤδη καὶ τοῖς ἀποστόλοις, καὶ Ἰακώβῳ τῷ ταύτης τῆς Ἐκκλησίας ἐπισκόπῳ σπουδὴ γέγονε· καὶ γράφουσιν οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι πᾶσι τοῖς ἔθνεσι καθολικὴν ἐπιστολὴν, προηγουμένως μὲν τῶν εἰδωλοθύτων ἀπέχεσθαι, ἔπειτα δὲ καὶ αἵματος, καὶ πνικτοῦ. Πολλοὶ γὰρ τῶν ἀνθρώπων θηριώδεις ὄντες, καὶ κυνῶν δίκην ζῶντες, τὸ μὲν αἷμα λάπτουσιν, ἀγριωτάτων θηρίων τρόπον μιμούμενοι· τὰ πεπνιγμένα δὲ κατεσθίουσιν ἀφειδῶς. Σὺ δὲ, ὁ τοῦ Χριστοῦ δοῦλος, ἐσθίων ἔχε τὸ μετ' εὐλαβείας ἐσθίειν. Καὶ περὶ μὲν βρωμάτων αὐτάρκως.
28. Safeguard your soul, lest ever you eat anything of the things offered to idols; for concerning these foods, not only for me now, but already for the apostles as well, and for James the bishop of this Church, there has been earnest care; and the apostles and the presbyters write a catholic epistle to all the nations, first of all to abstain from things sacrificed to idols, and next also from blood and from what is strangled. For many among men, being beast-like and living after the manner of dogs, lap up blood, imitating the manner of the fiercest wild beasts, and devour strangled things unsparingly. But you, the servant of Christ, when eating, observe to eat with reverence. And concerning foods this suffices.
Περὶ ἐνδύματος.
On Clothing.
ΚΘʹ. Ἔνδυσις δέ σοι λιτὴ περικείσθω, μὴ πρὸς καλλωπισμὸν, ἀλλὰ πρὸς ἀναγκαίαν σκέπην· μηδὲ ἵνα χαυνωθῇς, ἀλλ' ἵνα ἐν χειμῶνι θερμανθῇς, καὶ τοῦ σώματος τὴν ἀσχημοσύνην καλύπτῃς· μὴ προφάσει τοῦ τὴν ἀσχημοσύνην καλύπτειν, ταῖς περιέργοις στολαῖς εἰς ἑτέραν ἀσχημοσύνην ἐμπέσῃς.
29. And let simple clothing be put about you, not for adornment, but for necessary covering; nor that you may be puffed up with vanity, but that you may be warmed in winter, and may cover the uncomeliness of the body; lest under pretext of covering the uncomeliness, through over-elaborate robes you fall into another uncomeliness.
ΠΕΡΙ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ.
On the Resurrection.
Λʹ. Φείδου μοι, παρακαλῶ, τοῦ σώματος τούτου, καὶ γίνωσκε, ὅτι ἐκ νεκρῶν ἐγερθήσῃ, μετὰ τοῦ σώματος τούτου κριθησόμενος. Εἰ δέ σοί τις ἀπιστίας λόγος ὑπεισέρχεται, ὡς ἀδυνάτου τοῦ πράγματος τυγχάνοντος· ἐκ τῶν καθ' ἑαυτὸν σκόπει τὰ μὴ φαινόμενα. Σὺ γὰρ αὐτὸς, εἰπέ μοι, πρὸ ἑκατὸν ἢ πλειόνων ἐτῶν, λόγισαι ποῦ ἦσθα· ἐκ ποίας δὲ σμικροτάτης καὶ εὐτελεστάτης ὑποστάσεως εἰς τοσοῦτον ἡλικίας μέγεθος καὶ τοσαύτην ὡραιότητος ἀξίαν κατέστης! Εἶτα, ὁ τὸ μὴ ὂν εἰς τὸ εἶναι παραγαγὼν, τὸ ὂν ἤδη καὶ διαπεσὸν, αὖθις ἀναστῆσαι οὐ δύναται; Ὁ τὸν δι' ἡμᾶς σπειρόμενον σῖτον κατ' ἐνιαυτὸν νεκρούμενον ἐγείρων, ἆρα ἡμᾶς αὐτοὺς, δι' οὓς κἀ-
30. Spare for me, I beseech you, this body, and know that you shall be raised from the dead, to be judged with this body. And if any thought of unbelief steals in upon you, as though the thing were impossible, from the things that pertain to yourself consider the things that do not appear. For tell me, you yourself, reckon where you were a hundred or more years ago; and from what a most tiny and most lowly substance you have come to so great a stature of maturity and so great a dignity of beauty! What then, is He Who brought that which was not into being unable to raise up again that which already was and has fallen into decay? He Who raises up the wheat sown for our sake that dies year by year, will He not raise up us ourselves, for whose sake both