PG 33:469Read from the pageτήμεθα· καὶ τοῦ ξύλου τοῦ σταυροῦ πᾶσα λοιπὸν ἡ οἰκουμένη κατὰ μέρος ἐπληρώθη. Ἐσταυρώθη δὲ οὐχ ὑπὲρ ἰδίων ἁμαρτιῶν, ἀλλ' ἵνα ἡμεῖς τῶν οἰκείων ἁμαρτιῶν ἐλευθερωθῶμεν. Καὶ κατεφρονήθη μὲν ὑπὸ τῶν ἀνθρώπων τότε, καὶ ἐῤῥαπίσθη ὡς ἄνθρωπος· ἐγνωρίσθη δὲ ὑπὸ τῆς κτίσεως ὡς Θεός· ὁ γὰρ ἥλιος Δεσπότην ἀτιμαζόμενον ἰδὼν, ἐξελίμπανεν τρέμων, οὐ φέρων τὴν θέαν.
thered together; and the whole inhabited world has since been filled piece by piece with the wood of the cross. And He was crucified not for His own sins, but that we might be set free from our own sins. And He was despised indeed by men at that time, and was buffeted as man (Matt. 26:67); yet He was recognized by creation as God: for the sun, seeing the Master dishonoured, failed trembling (Luke 23:45), not enduring the sight.
Περὶ τῆς ταφῆς.
Concerning the Burial.
ΙΑʹ. Ἐν μνήματι πέτρας ἐτέθη ἀληθῶς ὡς ἄνθρωπος· ἀλλὰ πέτραι διεῤῥάγησαν τῷ φόβῳ δι' αὐτόν. Κατῆλθεν εἰς τὰ καταχθόνια, ἵνα κἀκεῖθεν λυτρώσηται τοὺς δικαίους. Ἐβούλου γὰρ, εἰπέ μοι, τοὺς μὲν ζῶντας ἀπολαῦσαι τῆς χάριτος, καὶ ταῦτα τῶν πλείστων οὐχ ὁσίων ὄντων· τοὺς δὲ ἀπὸ Ἀδὰμ πολυχρονίως ἀποκεκλεισμένους, μὴ τυχεῖν τῆς ἐλευθερίας λοιπόν; Ἡσαΐας ὁ προφήτης τοσαῦτα περὶ αὐτοῦ μεγαλοφώνως ἐκήρυξεν· οὐκ ἤθελες ἵνα βασιλεὺς κατελθὼν λυτρώσηται τὸν κήρυκα; Δαβὶδ ἦν ἐκεῖ καὶ Σαμουὴλ, καὶ πάντες οἱ προφῆται, καὶ αὐτὸς Ἰωάννης ὁ λέγων διὰ τῶν ἀποσταλέντων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; οὐκ ἤθελες ἵνα καταβὰς λυτρώσηται τοὺς τοιούτους;
XI. He was truly laid in a tomb of rock as man (Matt. 27:60); but the rocks were rent with fear because of Him (Matt. 27:51). He went down into the subterranean regions, that from thence also He might redeem the righteous. For did you wish, tell me, that the living should enjoy grace, and that too when most of them are not holy; while those who from Adam had been shut up for a long time should not at last obtain freedom? Isaiah the prophet proclaimed aloud so many things concerning Him; did you not wish that the King should go down and redeem the herald? David was there, and Samuel, and all the prophets, and John himself, who said through his messengers: Art Thou He that cometh, or look we for another (Matt. 11:3)? Did you not wish that He should go down and redeem such men?
ΠΕΡΙ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ.
Concerning the Resurrection.
ΙΒʹ. Ἀλλ' ὁ καταβὰς εἰς τὰ καταχθόνια, πάλιν ἀνῆλθε· καὶ ὁ ταφεὶς Ἰησοῦς πάλιν ἀνέστη τὸ τριήμερον ἀληθῶς. Κἂν ποτέ σε διασύρωσιν Ἰουδαῖοι, ταχέως ἀπάντησον, οὕτως ἐρωτήσας· Ἰωνᾶς τριήμερος ἀπὸ κήτους ἐξῆλθε, καὶ Χριστὸς τριήμερος ἀπὸ γῆς ἄρα οὐκ ἐγήγερται; Τῶν ὀστέων Ἐλισσαίου νεκρὸς ἁψάμενος, ἐγήγερται· καὶ ὁ τῶν ἀνθρώπων ποιητὴς, δυνάμει Πατρὸς ἆρ' οὐχὶ μᾶλλον εὐκοπώτερον ἐγείρεται; Ἀνέστη τοίνυν ἀληθῶς, καὶ ἀναστὰς πάλιν ὤφθη τοῖς μαθηταῖς· καὶ μάρτυρες αὐτοῦ
XII. But He Who went down into the subterranean regions came up again; and Jesus, Who was buried, truly rose again on the third day. And if ever the Jews should mock at you, meet them swiftly, asking thus: Jonah came forth after three days from the whale (Jonah 2:11), and has Christ then not been raised after three days from the earth? A dead man, having touched the bones of Elisha, was raised (4 Kings 13:21); and is the Maker of men not much more easily raised by the power of the Father? He rose again, therefore, truly, and having risen again He appeared once more to the disciples; and witnesses of His
PG 33:472Read from the pageτῆς ἀναστάσεως μαθηταὶ δώδεκα, οὐ λόγοις κεχαρισμένοις μαρτυρήσαντες, ἀλλὰ μέχρι βασάνων καὶ θανάτων περὶ τῆς ἀληθοῦς ἀναστάσεως ἀγωνισάμενοι. Εἶτα, ἐπὶ στόματος μὲν δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα, κατὰ τὴν Γραφήν· δώδεκα δὲ τῇ ἀναστάσει τοῦ Χριστοῦ μαρτυροῦσι, καὶ ἆρα ἔτι πρὸς τὴν ἀνάστασιν ἀπιστεῖς;
resurrection are the twelve disciples (Acts 2:32), who bore witness not with pleasing words, but contended unto tortures and deaths for the true resurrection. Then, at the mouth of two witnesses and of three shall every word be established (Deut. 19:15; Matt. 18:16), according to the Scripture; yet twelve bear witness to the resurrection of Christ, and do you still disbelieve the resurrection?
Περὶ Ἀναλήψεως.
Concerning the Ascension.
ΙΓʹ. Τὸν δρόμον δὲ τῆς ὑπομονῆς τελέσας Ἰησοῦς, καὶ τοὺς ἀνθρώπους λυτρωσάμενος τῶν ἁμαρτιῶν, ἀνέβη πάλιν εἰς τοὺς οὐρανοὺς, νεφέλης αὐτὸν ὑπολαβούσης· καὶ ἄγγελοι μὲν ἀνιόντι παρειστήκεισαν, ἀπόστολοι δὲ ἐθεώρουν. Εἰ δέ τις τοῖς λεγομένοις ἀπιστεῖ, αὐτῇ πιστευέτω τῇ δυνάμει τῶν νῦν βλεπομένων. Πάντες οἱ βασιλεῖς τελευτῶντες, συναποσβεννύουσι τῇ ζωῇ καὶ τὴν δύναμιν· Χριστὸς δὲ σταυρωθεὶς, ὑπὸ πάσης προσκυνεῖται τῆς οἰκουμένης. Τὸν ἐσταυρωμένον καταγγέλλομεν, καὶ τρεμουσιν οἱ δαίμονες. Πολλοὶ κατὰ χρόνους ἐσταυρώθησαν· ἀλλὰ ποίου σταυρωθέντος ἐπίκλησις ἑτέρου ποτὲ τοὺς δαίμονας ἀπήλασε;
XIII. And when Jesus had finished the course of patient endurance, and had redeemed men from their sins, He went up again into the heavens, a cloud receiving Him from beneath (Acts 1:9); and angels stood beside Him as He went up, while the apostles beheld. And if anyone disbelieves the things that are spoken, let him believe the very power of the things now seen. All kings, when they die, have their power extinguished together with their life; but Christ, having been crucified, is worshipped by the whole inhabited world. We proclaim the Crucified, and the demons tremble. Many at various times have been crucified; but of what other crucified man did the invocation ever drive away the demons?
ΙΔʹ. Μὴ τοίνυν ἐπαισχυνθῶμεν τῷ σταυρῷ τοῦ Χριστοῦ· ἀλλὰ κἂν ἄλλος ἀποκρύπτῃ, σὺ φανερῶς ἐπὶ μετώπῳ σφραγίζου· ἵνα οἱ δαίμονες τὸ σημεῖον ἰδόντες τὸ βασιλικὸν, μακρὰν φύγωσι τρέμοντες. Ποίει δὲ τοῦτο τὸ σημεῖον, ἐσθίων καὶ πίνων, καθήμενος, κοιταζόμενος, ἐξανιστάμενος, λαλῶν, περιπατῶν· ἁπαξαπλῶς ἐν παντὶ πράγματι. Ὁ γὰρ ἐνταῦθα σταυρωθεὶς, ἐν οὐρανοῖς ἐστιν ἄνω. Εἰ μὲν γὰρ σταυρωθεὶς καὶ ταφεὶς ἐναπέμεινε τῷ τάφῳ, εἴχομεν ἂν ἐπαισχύνεσθαι· νυνὶ δὲ ὁ ἐν τῷ Γολγοθᾷ τούτῳ σταυρωθεὶς, ἀπὸ τοῦ πρὸς ἀνατολὰς ὄρους τῶν Ἐλαιῶν ἀναβέβηκεν εἰς τὸν οὐρανόν. Ἐντεῦθεν γὰρ εἰς ᾅδην καταβὰς, καὶ πάλιν ἀνελθὼν πρὸς ἡμᾶς, ἀφ' ἡμῶν ἀνῆλθε πάλιν εἰς τὸν οὐρανὸν, τοῦ Πατρὸς αὐτῷ προσφωνοῦντος, καὶ λέγοντος· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
XIV. Let us therefore not be ashamed of the cross of Christ; but even though another conceals it, do you openly seal it upon your forehead, that the demons, seeing the royal sign, may flee far away trembling. And make this sign when eating and drinking, when sitting, when lying down, when rising up, when speaking, when walking: in a word, in every matter. For He Who was crucified here is above in the heavens. For if indeed, having been crucified and buried, He had remained in the tomb, we should have had cause to be ashamed; but now He Who was crucified on this Golgotha has ascended into heaven from the Mount of Olives (Zech. 14:4; Luke 24:50) towards the east. For having gone down from hence into Hades, and having come up again to us, He went up again from us into heaven, the Father addressing Him, and saying: Sit Thou at My right hand, until I make Thine enemies the footstool of Thy feet (Ps. 109:1).
ΠΕΡΙ ΜΕΛΛΟΥΣΗΣ ΚΡΙΣΕΩΣ.
Concerning the Future Judgement.
ΙΕʹ. Οὗτος Ἰησοῦς ὁ Χριστὸς ὁ ἀναβὰς, ἔρχεται πάλιν ἐξ οὐρανῶν, οὐκ ἀπὸ γῆς· καὶ εἶπον, οὐκ ἀπὸ γῆς, ἐπειδὴ πολλοὶ μέλλουσιν ἀντίχριστοι νῦν ἀπὸ γῆς ἔρχεσθαι. Ἤδη γὰρ, καθὼς ἐθεώρησας,
XV. This Jesus the Christ Who went up comes again from the heavens, not from the earth; and I said, not from the earth, since many antichrists are now about to come from the earth (1 John 2:18). For already, even as you have beheld,
Notes, col. 472
On the reading
Printed τρεμουσιν, for τρέμουσιν.
PG 33:473Read from the pageἤρξαντο πολλοὶ λέγειν, ὅτι Ἐγώ εἰμι ὁ Χριστός· καὶ μέλλει λοιπὸν ἔρχεσθαι τὸ βδέλυγμα τῆς ἐρημώσεως, ψευδῆ Χριστοῦ προσηγορίαν ἑαυτῷ προστιθείς. Σὺ δέ μοι τὸν ἀληθῆ Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, μηκέτι λοιπὸν ἀπὸ γῆς ἐρχόμενον, ἀλλ' ἐξ οὐρανῶν προσδόκα, ὑπὲρ ἅπασαν ἀστραπὴν καὶ λαμπηδόνα φωτὸς τοῖς πᾶσι φαινόμενον, ὑπ' ἀγγέλων δορυφορούμενον· ἵνα κρίνῃ ζῶντας καὶ νεκροὺς, καὶ βασιλεύῃ βασιλείαν οὐράνιον, αἰώνιον, καὶ ἀτελεύτητον. Ἀσφαλίζου γάρ μοι καὶ ἐν τούτῳ, ἐπειδὴ πολλοί εἰσιν οἱ λέγοντες τέλος εἶναι τῆς Χριστοῦ βασιλείας.
many have begun to say, I am the Christ (Matt. 24:5); and hereafter there is about to come the abomination of desolation (Matt. 24:15), assuming to himself the false appellation of Christ. But do you look for the true Christ, the only-begotten Son of God, coming no longer hereafter from the earth, but from the heavens, appearing to all above all lightning and brilliance of light, attended by angels as a bodyguard; that He may judge the living and the dead, and reign over a kingdom heavenly, eternal, and without end. For make yourself secure in this also, since there are many who say that there is an end of the kingdom of Christ.
ΠΕΡΙ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ.
Concerning the Holy Spirit.
ΙϚʹ. Πίστευε καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὴν αὐτὴν ἔχε περὶ αὐτοῦ δόξαν, ἣν παρέλαβες ἔχειν περὶ Πατρὸς καὶ Υἱοῦ· καὶ μὴ κατὰ τοὺς τὰ δύσφημα περὶ αὐτοῦ διδάσκοντας. Σὺ δὲ μάνθανε, ὅτι ἕν ἐστι τοῦτο τὸ ἅγιον Πνεῦμα, ἀδιαίρετον, πολυδύναμον· πολλὰ μὲν ἐνεργοῦν, αὐτὸ δὲ μὴ μεριζόμενον· τὸ γινῶ-
XVI. Believe also in the Holy Spirit, and hold the same opinion concerning Him which you received to hold concerning the Father and the Son; and not according to those who teach blasphemous things concerning Him. But do you learn that this Holy Spirit is one, indivisible, of manifold power; working indeed many things, yet Himself not divided; Who kn-
PG 33:476Read from the pageσκον τὰ μυστήρια, τὸ ἐρευνῶν πάντα, καὶ τὰ βάθη τοῦ Θεοῦ· τὸ ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν ἐν εἴδει περιστερᾶς κατελθόν· τὸ ἐν νόμῳ καὶ προφήταις ἐνεργῆσαν· τὸ καὶ νῦν κατὰ τὸν καιρὸν τοῦ βαπτίσματος σφραγίζον σου τὴν ψυχήν· οὗ καὶ πᾶσα νοητὴ φύσις χρείαν ἔχει τῆς ἁγιότητος· εἰς ὃ βλασφημῆσαί τις ἐὰν τολμήσῃ, οὐκ ἔχει ἄφεσιν οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι· ὅπερ σὺν Πατρὶ καὶ Υἱῷ τῇ τῆς θεότητος δόξῃ τετίμηται· οὗ καὶ χρείαν ἔχουσι θρόνοι καὶ κυριότητες, ἀρχαὶ καὶ ἐξουσίαι. Εἷς γάρ ἐστι Θεὸς, ὁ τοῦ Χριστοῦ Πατήρ· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς ὁ τοῦ μόνου Θεοῦ μονογενὴς Υἱός· καὶ ἓν τὸ Πνεῦμα τὸ ἅγιον, τὸ πάντων ἁγιαστικὸν καὶ θεοποιὸν, τὸ ἐν νόμῳ καὶ προφήταις, Παλαιᾷ τε καὶ Καινῇ Διαθήκῃ λαλῆσαν.
ows the mysteries, Who searches all things, even the deep things of God (1 Cor. 2:10); Who came down upon the Lord Jesus Christ in the form of a dove (Matt. 3:16); Who worked in the law and the prophets; Who both now at the time of baptism seals your soul; of Whose holiness also every intellectual nature has need; against Whom if anyone should dare to utter a blasphemy, he has not forgiveness, neither in this age nor in that which is to come (Matt. 12:32); Who together with the Father and the Son is honoured with the glory of the Godhead; of Whom also thrones and dominions, principalities and powers (Col. 1:16) have need. For there is one God, the Father of Christ (1 Cor. 8:6); and one Lord Jesus Christ, the only-begotten Son of the only God; and one Holy Spirit, Who sanctifies and deifies all things, Who spoke in the law and the prophets, in both the Old and the New Testament.
ΙΖʹ. Ταύτην ἔχε τὴν σφραγῖδα ἐν τῇ διανοίᾳ σου πάντοτε, ἥτις νῦν μὲν κατὰ ἀνακεφαλαίωσιν ἀκροθιγῶς σοι εἴρηται· εἰ δὲ παράσχοι ὁ Κύριος, μετὰ τῆς ἐκ τῶν Γραφῶν ἀποδείξεως κατὰ δύναμιν ῥηθήσεται. Δεῖ γὰρ περὶ τῶν θείων καὶ ἁγίων τῆς πίστεως μυστηρίων, μηδὲ τὸ τυχὸν ἄνευ τῶν θείων
XVII. Hold this seal ever in your mind, which has now by way of summary been lightly touched upon for you; and if the Lord should grant it, it shall be spoken of according to our ability with proof from the Scriptures. For concerning the divine and holy mysteries of the faith, not even a casual point ought to be handed down without the divine
PG 33:477Read from the pageπαραδίδοσθαι Γραφῶν· καὶ μὴ ἁπλῶς πιθανότητι καὶ λόγων κατασκευαῖς παραφέρεσθαι. Μηδὲ ἐμοὶ τῷ ταῦτά σοι λέγοντι, ἁπλῶς πιστεύσῃς, ἐὰν τὴν ἀπόδειξιν τῶν καταγγελλομένων, ἀπὸ τῶν θείων μὴ λάβῃς Γραφῶν. Ἡ σωτηρία γὰρ αὕτη τῆς πίστεως ἡμῶν, οὐκ ἐξ εὑρεσιλογίας, ἀλλὰ ἐξ ἀποδείξεως τῶν θείων ἐστὶ Γραφῶν.
to be handed down from the Scriptures, and not simply to be carried away by plausibility and artificial arrangements of words. Do not simply believe even me when I tell you these things, unless you receive the proof of the things proclaimed from the divine Scriptures. For this salvation of our faith is not from inventive disputation, but from demonstration of the divine Scriptures.
ΙΗʹ. Μετὰ δὲ τὴν γνῶσιν τῆς σεμνῆς καὶ ἐνδόξου ταύτης καὶ παναγίας πίστεως, καὶ σεαυτὸν γνῶθι λοιπὸν, ὅστις εἶ· ὅτι διπλοῦς ἄνθρωπος καθέστηκας, ἐκ ψυχῆς τε καὶ σώματος συγκείμενος· καὶ ὅτι, καθὼς πρὸ βραχέος εἴρηται, ὁ αὐτὸς Θεὸς καὶ τῆς ψυχῆς καὶ τοῦ σώματός ἐστι δημιουργός. Καὶ γίνωσκε, ὅτι ψυχὴν ἔχεις αὐτεξούσιον, ἔργον Θεοῦ κάλλιστον, κατ' εἰκόνα τοῦ πεποιηκότος· ἀθάνατον, διὰ τὸν ἀπαθανατίζοντα Θεόν. Ζῶον λογικὸν ἄφθαρτον, διὰ τὸν ταῦτα χαρισάμενον· ἐξουσίαν ἔχον ποιεῖν ἃ βούλεται. Οὐ γὰρ κατὰ γένεσιν ἁμαρτάνεις, οὔτε
18. After the knowledge of this venerable and glorious and all-holy faith, know yourself also henceforth, who you are: that you are constituted a twofold human being, composed of both soul and body; and that, just as was said shortly before, the same God is Creator of both the soul and the body. And know that you have a self-governing soul, the fairest work of God, according to the image of Him Who made it: immortal, because of God Who renders it immortal; a rational living being, incorruptible, because of Him Who bestowed these things; having authority to do what it wills. For neither according to nativity do you sin, nor
PG 33:480Read from the pageκατὰ τύχην πορνεύεις, οὔτε, καθὼς ληροῦσί τινες, αἱ τῶν ἄστρων πλοκαὶ ταῖς ἀσελγείαις σε προσέχειν ἀναγκάζουσι· τί φεύγων ὁμολογῆσαι τὰ σεαυτοῦ κακὰ, τοῖς ἀναιτίοις ἄστροις προσγράφεις τὴν αἰτίαν; Μή μοι πρόσεχε λοιπὸν ἀστρολόγοις· περὶ γὰρ τούτων λέγει ἡ θεία Γραφή· Στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ· καὶ ἑξῆς· Ἰδοὺ πάντες ὡς φρύγανον ἐπὶ πυρὶ κατακαυθήσονται, καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογός.
by fortune do you commit fornication, nor, just as some prattle, do the conjunctions of the stars compel you to give yourself to licentiousness. Why, shunning to confess your own evils, do you ascribe the blame to the guiltless stars? Pay no heed for me henceforth to astrologers; for concerning these the divine Scripture says: Let the astrologers of the sky stand up and save you; and next: Behold, they all shall be burned up like brushwood upon a fire, and they shall by no means deliver their soul from the flame.
ΙΘʹ. Μάνθανε δὲ καὶ τοῦτο, ὅτι πρὶν παραγένηται εἰς τόνδε τὸν κόσμον ἡ ψυχὴ, οὐδὲν ἥμαρτεν· ἀλλ' ἐλθόντες ἀναμάρτητοι, νῦν ἐκ προαιρέσεως ἁμαρτάνομεν. Μή μοι κακῶς τινος ἀκούσῃς ἐξηγουμένου τὸ, Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ· ἀλλὰ μέμνησο τοῦ λέγοντος· Ἐὰν θέλητε, κὰι εἰσακούσησθέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσησθέ μου, μάχαιρα ὑμᾶς κατέδεται, καὶ τὰ ἑξῆς· καὶ πάλιν· Ὥσπερ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν· οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. Καὶ μέμνησο τῆς Γραφῆς λεγούσης· Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει· καὶ, ὅτι Τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· καὶ, ὅτι Τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· καὶ τοῦ Θεοῦ πάλιν ἐγκαλοῦντος, καὶ λέγοντος· Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;
19. And learn this also, that before the soul came into this world, it sinned in nothing; but having come sinless, we now sin by free choice. Do not listen for me to anyone wrongly interpreting that saying: But if what I do not will, this I do; rather remember Him Who says: If you are willing and hearken to Me, you shall eat the good things of the land; but if you are not willing, nor hearken to Me, a sword shall devour you, and the rest; and again: Just as you presented your members as slaves to uncleanness and to lawlessness unto lawlessness, so now present your members as slaves to righteousness unto sanctification. And remember the Scripture saying: Just as they did not approve of holding God in acknowledgement; and that What is known of God is manifest among them; and that They have closed their eyes; and God again reproaching and saying: Yet I planted you a fruitful vine, altogether true; how have you turned into bitterness, O strange vine?
Κʹ. Ἀθάνατός ἐστιν ἡ ψυχή· καὶ ὁμοῖαι πᾶσαι αἱ
20. The soul is immortal; and all the
Notes, col. 480