Migne Reading Room

PG 33 · cols. 493–503 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:493Read from the page
κεῖνος ἐγήγερται, δυσκόλως ἀναστήσει; Ὁρᾷς ὅπως τὰ δένδρα νῦν ἐπὶ τοσούτοις μησὶν ἄκαρπα καὶ ἄφυλλα καθέστηκεν· ἀλλὰ ὅλα, τοῦ χειμῶνος παρελθόντος, αὖθις ὥσπερ ἐκ νεκρῶν ἀναβιοῖ· οὐ πολλῷ μᾶλλον ἡμεῖς καὶ εὐκοπώτερον ἀναζήσομεν; Ῥάβδος Μωσέως εἰς φύσιν ὄφεως ἀνοίκειον βουλῇ Θεοῦ μετεβλήθη· καὶ ἄνθρωπος, ὁ πεσὼν εἰς θάνατον, πάλιν εἰς ἑαυτὸν οὐκ ἀποκαθίσταται;
He has been raised, will He raise with difficulty? Do you see how the trees now for so many months stand fruitless and leafless; yet all of them, when the winter has passed, come back to life again as if from the dead; shall not we much more and more easily live again? The rod of Moses by the counsel of God was changed into the unfamiliar nature of a serpent; and is man, who fell into death, not restored again to himself?
ΛΑʹ. Μὴ πρόσεχε τοῖς λέγουσιν, ὅτι οὐκ ἐγείρεται τὸ σῶμα τοῦτο· ἐγείρεται γάρ· καὶ μάρτυς Ἡσαΐας λέγων· Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις· καὶ, Πολλοὶ τῶν ἐν γῆς χώματι καθευδόντων ἀναστήσονται, κατὰ τὸν Δανιήλ· οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς αἰσχύνην αἰώνιον. Ἀλλὰ τὸ μὲν ἀναστῆναι, πάντων ἐστὶν ἀνθρώπων· οὐχ ὁμοία δὲ πᾶσιν ἡ ἀνάστασις· πάντες μὲν γὰρ αἰώνια λαμβάνομεν τὰ σώματα, ἀλλ' οὐχ ὅμοια ἅπαντες· οἱ δίκαιοι μὲν γὰρ, ἵνα διαιωνίζοντες, ἀγγέλοις συγχορεύσωσιν· οἱ δὲ ἁμαρτωλοὶ, ἵνα εἰς αἰῶνας τῶν ἁμαρτημάτων ὑπομείνωσι τὴν βάσανον.
31. Give no heed to those who say that this body is not raised; for it is raised; and Isaiah is witness, saying: The dead shall rise, and those who are in the tombs shall be raised up (Isa. 26:19); and: Many of those who sleep in the mound of the earth shall rise, according to Daniel: these to eternal life, and these to eternal shame (Dan. 12:2). Yet to rise again belongs to all men, whereas the resurrection is not alike for all; for we all indeed receive eternal bodies, yet not all alike: for the righteous receive them so that, enduring for ever, they may join the choir of angels; whereas sinners do so that for ages they may undergo the torment for their sins.
Περὶ λουτροῦ.
On the laver.
ΛΒʹ. Διὰ τοῦτο, προλαβὼν κατὰ φιλανθρωπίαν ὁ Κύριος, λουτροῦ μετάνοιαν ἔδωκεν, ἵνα τὸ πολὺ τῶν ἁμαρτιῶν, μᾶλλον δὲ τὸ πᾶν φορτίον ἀποῤῥίψαντες, καὶ ἁγίῳ Πνεύματι τὴν σφραγῖδα λαβόντες, κληρονόμοι γενώμεθα ζωῆς αἰωνίου. Ἀλλὰ περὶ τοῦ λουτροῦ πρώην αὐτάρκως εἰρηκότες, ἐπὶ τὰ λείποντα τῶν εἰσαγωγικῶν μαθημάτων λοιπὸν ἔλθωμεν.
32. On this account the Lord, anticipating us in His loving-kindness towards man, granted the repentance of the laver, so that, having cast off the great part of our sins, or rather the whole burden (Heb. 12:1), and having received the seal by the Holy Spirit, we might become heirs of eternal life. But since we have spoken sufficiently before concerning the laver, let us now come to the remaining introductory teachings.
ΠΕΡΙ ΤΩΝ ΘΕΙΩΝ ΓΡΑΦΩΝ.
ON THE DIVINE SCRIPTURES.
ΛΓʹ. Ταῦτα δὲ διδάσκουσιν ἡμᾶς αἱ θεόπνευστοι
33. Now these things the divinely inspired
PG 33:496Read from the page
Γραφαὶ τῆς Παλαιᾶς τε καὶ Καινῆς Διαθήκης. Εἷς γάρ ἐστιν ὁ τῶν δύο Διαθηκῶν Θεὸς, ὁ τὸν ἐν τῇ Καινῇ φανέντα Χριστὸν, ἐν τῇ Παλαιᾷ προκαταγγείλας· ὁ διὰ νόμου καὶ προφητῶν εἰς Χριστὸν παιδαγωγήσας. Πρὸ γὰρ τοῦ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα· καὶ, Ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν. Κἄν ποτε τῶν αἱρετικῶν ἀκούσῃς τινὸς βλασφημοῦντος νόμον ἢ προφήτας, ἀντίφθεγξαι τὴν σωτήριον φωνὴν, λέγων· Οὐκ ἦλθεν Ἰησοῦς καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι. Καὶ φιλομαθῶς ἐπίγνωθι, καὶ παρὰ τῆς Ἐκκλησίας, ποῖαι μέν εἰσιν αἱ τῆς Παλαιᾶς Διαθήκης βίβλοι, ποῖαι δὲ τῆς Καινῆς. Καί μοι μηδὲν τῶν ἀποκρύφων ἀναγίνωσκε· ὁ γὰρ τὰ παρὰ πᾶσιν ὁμολογούμενα μὴ εἰδὼς, τί περὶ τὰ ἀμφιβαλλόμενα ταλαιπωρεῖς μάτην; Ἀναγίνωσκε τὰς θείας Γραφὰς, τὰς εἴκοσι δύο βίβλους τῆς Παλαιᾶς Διαθήκης ταύτας, τὰς ὑπὸ τῶν ἑβδομήκοντα δύο Ἑρμηνευτῶν ἑρμηνευθείσας.
Scriptures of the Old and of the New Testament teach us. For One is the God of the two Testaments, Who foretold in the Old the Christ Who appeared in the New; Who through the law and the prophets led us as a tutor unto Christ. For before faith came, we were kept under guard under the law (Gal. 3:23); and: The law has become our tutor unto Christ (Gal. 3:24). And if ever you hear any of the heretics blaspheming the law or the prophets, utter in reply the saving voice, saying: Jesus came not to destroy the law, but to fulfil it (Matt. 5:17). And learn studiously also from the Church which are the books of the Old Testament, and which are those of the New. And read me nothing of the apocryphal writings; for if you do not know the things acknowledged among all, why do you trouble yourself in vain over the things that are disputed? Read the divine Scriptures, these twenty-two books of the Old Testament, which have been translated by the seventy-two Translators.
PG 33:497Read from the page
ΛΔʹ. Ἀλεξάνδρου γὰρ τοῦ Μακεδόνων βασιλέως τελευτήσαντος, καὶ τῆς βασιλείας εἰς τέσσαρας διαιρεθείσης ἀρχὰς, εἴς τε τὴν Βαβυλωνίαν καὶ τὴν Μακεδονίαν, Ἀσίαν τε καὶ τὴν Αἴγυπτον· εἷς τῶν τῆς Αἰγύπτου βασιλευόντων, Πτολεμαῖος ὁ Φιλάδελφος, φιλολογώτατος γενόμενος βασιλεὺς, τὰς κατὰ πανταχοῦ βίβλους συναθροίζων, παρὰ Δημητρίου τοῦ Φαληρέως, τοῦ τῆς βιβλιοθήκης προνοητοῦ, περὶ τῶν νομικῶν καὶ προφητικῶν θείων Γραφῶν ἐπακούσας· καὶ πολὺ κάλλιον κρίνας, οὐ παρὰ ἀκόντων ἀναγκαστῶς τὰ βιβλία κτήσασθαι, ἀλλ' ἐξιλεώσασθαι δώροις μᾶλλον καὶ φιλίᾳ τοὺς ἔχοντας· καὶ γινώσκων, ὅτι τὸ μὲν ἀναγκαστὸν δολοῦται πολλάκις, ἀπροαιρέτως διδόμενον, τὸ δ' ἐκ προαιρέσεως παρεχόμενον σὺν ἀληθείᾳ τῇ πάσῃ δωρεῖται· Ἐλεαζάρῳ τῷ τότε ἀρχιερεῖ, πλεῖστα δῶρα πέμψας εἰς τὸν ἐνταῦθα τῶν Ἱεροσολύμων ναὸν, ἓξ κατὰ φυλὴν τῶν δώδεκα τοῦ Ἰσραὴλ φυλῶν πρὸς ἑαυτὸν εἰς ἑρμηνείαν ἐποίησεν ἀποστεῖλαι. Εἶτα καὶ τοῦ θείας ἢ μὴ τὰς βίβλους εἶναι, λαμβάνων ἀπόπειραν, καὶ πρὸς τὸ μὴ συνδυάσαι πρὸς ἀλλήλους τοὺς ἀποσταλέντας ὑποπτεύσας· ἐν τῇ λεγομένῃ Φάρῳ, τῇ πρὸς Ἀλεξάνδρειαν κειμένῃ, τῶν παραγενομένων ἑρμηνευτῶν ἑκάστῳ ἴδιον οἶκον ἀπονείμας, ἑκάστῳ πάσας τὰς Γραφὰς ἐπέτρεψεν ἑρμηνεῦσαι. Τούτων δὲ ἐν ἑβδομήκοντα καὶ δύο ἡμέραις τὸ πρᾶγμα πληρωσάντων, τὰς ὁμοῦ πάντων ἑρμηνείας, ἃς κατὰ διαφόρους οἴκους ἀλλήλοις μὴ προσιέντες ἐποιήσαντο, συναγαγὼν ἐπὶ τὸ αὐτὸ, οὐ μόνον ἐν νοήμασιν, ἀλλὰ καὶ ἐν λέξεσιν εὗρεν συμφώνους. Οὐ γὰρ εὑρεσιλογία καὶ κατασκευὴ σοφισμάτων ἀνθρωπίνων ἦν τὸ γινόμενον· ἀλλ' ἐκ Πνεύματος ἁγίου, ἡ τῶν ἁγίῳ Πνεύματι λαληθεισῶν θείων Γραφῶν ἑρμηνεία συνετελεῖτο.
34. For when Alexander the king of the Macedonians had died, and his kingdom had been divided into four principalities, into Babylonia and Macedonia, Asia and Egypt, one of those who reigned over Egypt, Ptolemy Philadelphus, having proved a king most fond of learning, while collecting the books that were everywhere, heard from Demetrius of Phalerum, the superintendent of the library, concerning the divine Scriptures of the law and the prophets; and judging it much nobler not to acquire the books by compulsion from the unwilling, but rather to propitiate their possessors with gifts and friendship—and knowing that what is extorted is often falsified, since it is given against the will, whereas what is supplied of free choice is bestowed with all truth—having sent very many gifts to Eleazar, who was then high priest, for the temple here at Jerusalem, he caused him to send to him for translation six from each tribe of the twelve tribes of Israel. Then also, making trial of whether the books were divine or not, and taking precaution lest those who had been sent should collude with one another, in the place called Pharos, which lies beside Alexandria, having assigned a separate house to each of the translators who had arrived, he committed to each the translation of all the Scriptures. And when these had fulfilled the task in seventy-two days, having brought together into one place the translations of them all alike, which they had made in different houses without approaching one another, he found them agreeing not only in meanings, but also in words. For what took place was not word-craft and the contrivance of human devices; but from the Holy Spirit was accomplished the translation of the divine Scriptures spoken by the Holy Spirit.
ΛΕʹ. Τούτων τὰς εἴκοσι δύο βίβλους ἀναγίνωσκε, πρὸς δὲ τὰ ἀπόκρυφα μηδὲν ἔχε κοινόν. Ταύτας μόνας μελέτα σπουδαίως, ἃς καὶ ἐν Ἐκκλησίᾳ μετὰ παῤῥησίας ἀναγινώσκομεν. Πολύ σου φρονιμώτεροι, καὶ εὐλαβέστεροι ἦσαν οἱ ἀπόστολοι, καὶ οἱ ἀρχαῖοι ἐπίσκοποι, οἱ τῆς Ἐκκλησίας προστάται, οἱ ταύτας παραδόντες. Σὺ οὖν, τέκνον τῆς Ἐκκλησίας ὢν μὴ παραχάραττε τοὺς θεσμούς. Καὶ τῆς μὲν
35. Of these read the twenty-two books, and with the apocryphal writings have nothing in common. Study earnestly these alone, which we also read with confidence in the Church. Much wiser and more devout than you were the apostles, and the ancient bishops, the leaders of the Church, who handed these down. Do you therefore, being a child of the Church, not falsify its ordinances. And of the
PG 33:500Read from the page
Παλαῖας Διαθήκης, ὡς εἴρηται, τὰς εἴκοσι δύο μελέτα βίβλους· ἃς, εἰ φιλομαθὴς τυγχάνεις, ἐμοῦ λέγοντος, ὀνομαστὶ μεμνῆσθαι σπούδασον. Τοῦ νόμου μὲν γάρ εἰσιν αἱ Μωσέως πρῶται πέντε βίβλοι, Γένεσις, Ἔξοδος, Λευϊτικὸν, Ἀριθμοὶ, Δευτερονόμιον. Ἐξῆς δὲ, Ἰησοῦς υἱὸς Ναυῆ· καὶ τὸ τῶν Κριτῶν μετὰ τῆς Ῥοὺθ βιβλίον ἕβδομον ἀριθμούμενον. Τῶν δὲ λοιπῶν ἱστορικῶν βιβλίων, ἡ πρώτη καὶ ἡ δευτέρα τῶν Βασιλειῶν, μία παρ' Ἑβραίοις ἐστὶ βίβλος· μία δὲ, καὶ ἡ τρίτη καὶ ἡ τετάρτη. Ὁμοίως δὲ παρ' αὐτοῖς καὶ τῶν Παραλειπομένων ἡ πρώτη καὶ ἡ δευτέρα, μία τυγχάνει βίβλος· καὶ τοῦ Ἔσδρα ἡ πρώτη καὶ ἡ δευτέρα, μία λελόγισται· δωδεκάτη βίβλος ἡ Ἐσθήρ. Καὶ τὰ μὲν ἱστορικὰ ταῦτα. Τὰ δὲ στιχηρὰ τυγχάνει πέντε, Ἰὼβ, καὶ βίβλος Ψαλμῶν, καὶ Παροιμίαι, καὶ Ἐκκλησιαστὴς, καὶ Ἄσμα ᾀσμάτων ἑπτακαιδέκατον βιβλίον. Ἐπὶ δὲ τούτοις τὰ προφητικὰ πέντε· τῶν δώδεκα προφητῶν μία βίβλος, καὶ Ἡσαΐου μία, καὶ Ἱερεμίου μία μετὰ Βαροὺχ, καὶ Θρήνων, καὶ Ἐπιστολῆς· εἶτα Ἰεζεκιήλ· καὶ ἡ τοῦ Δανιὴλ, εἰκοστηδευτέρα βίβλος τῆς Παλαιᾶς Διαθήκης.
Old Testament, as has been said, study the twenty-two books; which, if you are fond of learning, endeavour to remember by name as I recite them. For of the law the first are the five books of Moses: Genesis, Exodus, Leviticus, Numbers, Deuteronomy. Next is Joshua the son of Nun; and the book of Judges together with Ruth, counted as the seventh. And of the remaining historical books, the first and the second of Reigns are one book among the Hebrews; and the third and the fourth are also one. And likewise among them the first and the second of Paralipomena are one book; and the first and the second of Esdras are reckoned as one; the twelfth book is Esther. And these are the historical books. And those written in verse are five: Job, and the book of Psalms, and Proverbs, and Ecclesiastes, and the Song of Songs, the seventeenth book. And after these the prophetic books are five: one book of the twelve prophets, and one of Isaiah, and one of Jeremiah together with Baruch, and Lamentations, and the Epistle; then Ezekiel; and that of Daniel, the twenty-second book of the Old Testament.
ΛϚʹ. Τῆς δὲ Καινῆς Διαθήκης, τὰ τέσσαρα μόνα Εὐαγγέλια· τὰ δὲ λοιπὰ ψευδεπίγραφα καὶ βλαβερὰ τυγχάνει. Ἔγραψαν καὶ Μανιχαῖοι κατὰ Θωμᾶν Εὐαγγέλιον, ὅπερ, εὐωδίᾳ τῆς εὐαγγελικῆς προσωνυμίας ἐπικεχρωσμένον, διαφθείρει τὰς ψυχὰς τῶν ἁπλουστέρων. Δέχου δὲ καὶ τὰς Πράξεις τῶν δώδεκα ἀποστόλων· πρὸς τούτοις δὲ καὶ τὰς ἑπτὰ, Ἰακώβου, καὶ Πέτρου, Ἰωάννου, καὶ Ἰούδα καθολικὰς Ἐπιστολάς· ἐπισφράγισμα δὲ τῶν πάντων, καὶ μαθητῶν τὸ τελευταῖον, τὰς Παύλου δεκατέσσαρας Ἐπιστολάς. Τὰ δὲ λοιπὰ πάντα, ἔξω κείσθω ἐν δευτέρῳ· καὶ ὅσα
36. And of the New Testament there are the four Gospels alone; whereas the rest are falsely inscribed and harmful. The Manichaeans also wrote a Gospel according to Thomas, which, tinged with the fragrance of the evangelical title, corrupts the souls of the simpler folk. And receive also the Acts of the twelve apostles; and in addition to these the seven catholic Epistles of James, and Peter, John, and Jude; and as the seal of them all, and the last work of the disciples, the fourteen Epistles of Paul. And let all the rest be set outside in the second rank; and whatever books
Notes, col. 500

On the reading

Printed Παλαῖας, for Παλαιᾶς.

Printed Ἐξῆς, for Ἑξῆς.

Printed Ἄσμα, for Ἆσμα.

PG 33:501Read from the page
μὲν ἐν ἐκκλησίαις μὴ ἀναγινώσκεται, ταῦτα μηδὲ κατὰ σαυτὸν ἀναγίνωσκε, καθὼς ἤκουσας. Καὶ περὶ μὲν τούτων ταῦτα.
are not read in the churches, do not read these by yourself either, just as you have heard. And so much concerning these things.
ΛΖʹ. Φεῦγε δὲ πᾶσαν διαβολικὴν ἐνέργειαν, καὶ μὴ πείθου τῷ δράκοντι τῷ ἀποστάτῃ, ὃς ἐξ ἀγαθῆς ὑποστάσεως αὐτοπροαίρετον ἔσχε τὴν μεταβολήν· ὃς ἀναπεῖσαι μὲν δύναται τοὺς θέλοντας, ἀναγκάσαι δὲ οὐδένα. Καὶ μήτε ἀστρολογίαις, μήτε ὀρνεοσκοπίαις, μήτε κληδόσι πρόσεχε, μηδὲ ταῖς μυθώδεσι τῶν Ἑλλήνων μαντείαις· φαρμακείαν, καὶ ἐπαοιδίαν, καὶ τὰ νεκυομαντειῶν παρανομώτατα πράγματα, μηδὲ μέχρις ἀκοῆς παραδέχου. Ἀπόστηθι παντὸς ἀκολασίας εἴδους, μήτε γαστριμαργῶν, μήτε φιληδονῶν, ὑπεράνω τε φιλαργυρίας ἁπάσης, καὶ τοῦ τοκίζειν, γενόμενος. Μήτε δὲ θεωριῶν ἐθνικοῖς ἀθροίσμασι παράβαλλε· μηδὲ ἐπιδέσμασιν ἐν νόσοις χρήσῃ ποτέ· ἀποστρέφου δὲ πᾶσαν καὶ τοῦ καπηλοδυτεῖν τὴν χυδαιότητα. Καὶ μήτε εἰς Σαμαρειτισμὸν, ἢ Ἰουδαϊσμὸν ἐκπέσῃς· ἐλυτρώσατο γάρ σε λοιπὸν Ἰησοῦς ὁ Χριστός. Πάσης Σαββάτων παρατηρήσεως ἀπόστηθι, καὶ τοῦ κοινὸν ἢ ἀκάθαρτον λέγειν τι εἶναι τῶν ἀδιαφόρων βρωμάτων. Ἐξαιρέτως δὲ μίσει πάντα τὰ συνέδρια τῶν παρανόμων αἱρετικῶν· καὶ παντοίως τὴν σεαυτοῦ ψυχὴν ἀσφαλίζου, νηστείαις
37. And flee every diabolical working, and do not obey the apostate dragon, who from a good nature underwent a self-chosen change; who can indeed persuade those who are willing, but can compel no one. And give heed neither to astrologies, nor to auguries from birds, nor to omens, nor to the mythical divinations of the Greeks; sorcery, and incantation, and the most lawless practices of necromancy do not admit even so far as hearing. Stand aloof from every form of licentiousness, neither indulging in gluttony nor loving pleasure, rising above all covetousness and usury. And neither attend pagan assemblies for spectacles, nor ever use amulets in sicknesses; and turn away also from all the vulgarity of frequenting taverns. And fall away neither into Samaritanism nor into Judaism; for Jesus Christ has henceforth redeemed you. Stand aloof from all observance of Sabbaths, and from calling any of the indifferent meats common or unclean. And above all hate all the assemblies of lawless heretics; and in every way safeguard your own soul, by fastings
PG 33:503Read from the page
προσευχαῖς, ἐλεημοσύναις, καὶ θείων λογίων ἀναγνώσμασιν· ἵνα μετὰ σωφροσύνης καὶ δογμάτων εὐσεβῶν τὸν ἐπίλοιπον ἐν σαρκὶ βιώσας χρόνον, τῆς μιᾶς τοῦ λουτροῦ σωτηρίας ἀπολαύσῃς· στρατολογηθεὶς δὲ οὕτως ἐν οὐρανίαις στρατιαῖς τῷ Πατρὶ καὶ Θεῷ, καὶ τῶν οὐρανίων καταξιωθῇς στεφάνων· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰ⟨ς⟩ τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
with prayers, almsgivings, and readings of the divine oracles; so that, having lived the remaining time in the flesh with temperance and pious doctrines, you may enjoy the one salvation of the laver; and being thus enrolled in the heavenly armies unto the Father and God, you may also be counted worthy of the heavenly crowns: in Christ Jesus our Lord, to Whom be the glory unto the ages of the ages. Amen.
CATECHESIS QUINTA.
FIFTH CATECHESIS.
DE FIDE ET SYMBOLO.
ON FAITH AND THE CREED.
PROLOGUS.
PROLOGUE.
I. Praeparatis in superiore catechesi, per generalem universorum fidei nostrae dogmatum informationem, auditorum animis, jam ad singula ejus capita in Symbolo contenta distinctis sermonibus explananda aggreditur. In hac itaque catechesi, qua Symbolum tradit memoriter retinendum, suoque tempore, Sabbato scilicet sancto reddendum; fidei, cujus confessionem continet, vim, dignitatem, necessitatem, efficaciamque commendat; sicque primam Symboli vocem, Credo, vel, Credimus, in hac oratione exponit.
I. Having prepared the minds of his hearers in the preceding catechesis by a general outline of all the doctrines of our faith, he now proceeds to explain its individual heads contained in the Creed in distinct discourses. In this catechesis, therefore, wherein he delivers the Creed to be retained by memory and rendered at its proper time, namely on Holy Saturday, he commends the power, dignity, necessity, and efficacy of faith, the confession of which it contains; and thus he expounds in this discourse the first word of the Creed, I believe, or, We believe.
II. Fidei dignitatem repetit (num. 1) ab divinae appellationis, quam nobiscum communicat, participatione; vim ejusdem, ab contemptu rerum terrestrium quem inspirat (n. 2); divinarum rerum ac Dei ipsius contemplatione, ad quam erehit; victoria adversus diabolum, quam confert (n. 4 et 11); rebus ultra humanam conditionem (n. 4), quas non in credente solum (n. 7), verum in aliis (n. 8 et 9) etiam merito credentis operatur. Necessitatem fidei probat, tum (n. 3) ex omni vitae consuetudine, quae per fidem alligatur et consistit; tum (n. 5 et 6) ex justificationis nostrae modo et ratione, quae ad exemplum Abrahae per fidem in Christi mysteria perficitur. Species tandem fidei distinguit (n. 10 et 11): quarum altera in dogmatum assensu consistit; altera, quae hujus praemium ac perfectio est, in mirabilibus efficiendis. Post id prooemium Symbolum traditurus (n. 12), maximam illius in brevi verborum complexu vim ac necessitatem ostendit; ac diligentem ejus commeditationem, fidelemque, ne unquam mutetur aut corrumpatur, custodiam praecipit: quod, eo tradito, diligentius ac severius inculcat (n. 13). Notanda praesertim, quae de fide miraculorum a Deo exoptanda et promerenda docet; et quae de Symboli ab Ecclesia accipiendi, atque ab iis qui Scripturas legere non possunt firmiter retinendi ac credendi necessitate tradit.
II. He derives the dignity of faith (no. 1) from the participation in the divine appellation which He communicates to us; its power, from the contempt of earthly things which it inspires (no. 2); from the contemplation of divine things and of God Himself, to which it raises us; from the victory against the devil which it confers (nos. 4 and 11); and from the works beyond the human condition (no. 4) which it effects not only in the believer (no. 7), but also in others (nos. 8 and 9) by the merit of the believer. He proves the necessity of faith both (no. 3) from the whole custom of life, which is bound together and subsists through faith, and (nos. 5 and 6) from the manner and method of our justification, which after the example of Abraham is perfected through faith in the mysteries of Christ. Finally, he distinguishes the kinds of faith (nos. 10 and 11): of which the one consists in assent to doctrines, and the other, which is the reward and perfection of this, in working wonders. After this preamble, being about to deliver the Creed (no. 12), he shows its supreme power and necessity within a brief compass of words, and enjoins its diligent meditation and faithful guardianship, lest it ever be altered or corrupted; which, after it has been delivered, he inculcates more diligently and strictly (no. 13). Especially noteworthy are the things which he teaches concerning the faith of miracles to be desired and merited from God, and what he delivers concerning the necessity of receiving the Creed from the Church, and of firmly retaining and believing it on the part of those who cannot read the Scriptures.
III. Hanc catechesim, quae in omnibus mss. et editionibus De fide tantum inscribitur, nos De fide et Symbolo appellavimus, quoniam de utrisque sub uno eodemque ambiguo fidei nomine agit auctor, ac fidei nomen pro fidei virtute constanter usurpat ab initio ad num. 12: sed ab eo loco ad finem pro Symbolo sumit. Quoties autem Symbolum significat, ad distinctionem litteram majusculam initio praefiximus. Interrumpitur hujus orationis series, per traditionem et pronuntiationem Symboli a Cyrillo factam, nam num. 12 de Symbolo loquitur ut tradendo; num. autem 13 de eodem ut tradito. Locus interruptionis non omnino certus, nec ab eis qui Catecheses primum exscripsere notatus. Cum enim Symbolum chartis mandare primis temporibus religio esset, idque in hac catechesi severe interdicat Cyrillus num. 12, qui ab ejus ore orationem exceperunt, omnia continuate descripsere; sicque Symbolum Hierosolymitanum periisse⟨t⟩,
III. This catechesis, which in all manuscripts and editions is entitled only On Faith, we have called On Faith and the Creed, because the author treats of both under one and the same ambiguous name of faith, and constantly uses the name of faith for the virtue of faith from the beginning down to no. 12, whereas from that place to the end he takes it for the Creed. Whenever, therefore, it signifies the Creed, we have prefixed a capital letter at the beginning for distinction. The sequence of this discourse is interrupted by the delivery and recitation of the Creed made by Cyril, for in no. 12 he speaks of the Creed as about to be delivered, whereas in no. 13 he speaks of the same as having been delivered. The place of the interruption is not altogether certain, nor was it marked by those who first transcribed the Catecheses. For since in the earliest times there was a religious scruple against committing the Creed to paper, and Cyril strictly forbids this in this catechesis at no. 12, those who took down the discourse from his mouth wrote everything out continuously; and thus the Creed of Jerusalem would have perished,
Notes, col. 503

On the reading

Printed CYRILLIS, for CYRILLI.

Printed erehit, for erigit.