PG 33:1512Read from the pageἝβδομον ἀμφιέπουσα δυωδεκάτη δεκὰς ὕμνον.
The twelfth decade attending the seventh hymn.
Ὄλβιοι οἷσι μέμηλε μετὰ σφίσι δεῖμα Θεοῖο, Οἷσιν ὁδῷ Βασιλῆος ἀεὶ πόδες εἰσὶν ἑτοῖμοι. Τέρψεαι ὧν ἐμόγησας ἔδων μελεηδέα καρπόν·
Blessed are they who have care among themselves for the fear of God, whose feet are ever ready in the way of the King. Thou shalt delight, eating the honey-sweet fruit of what thou hast laboured for;
Ἔσται τοι καλὰ πάντα, βροτῶν δ' ὄλβιστος ἀκούσεις.
All things shall be well with thee, and thou shalt be called the most blessed of mortals.
Σὴ δάμαρ ἡμερίδι πανομοίιος οἶκον ἐρέψει, Υἱέες αὖ νεαραῖς ἴκελοι γεγαῶτες ἐλαίαις, Ἀμφὶ τεῆς θαλέθοντες ἱκοίατο κύκλα τραπέζης. Ὣδε μάλ' ὀλβιάζοινθ' ὁπόσοι τρομέουσιν ἄνακτα. Ἄφθιτον ἐκ Σιῶνος ἔχοις βασιλήϊον αἶνον· Θεσπεσίης δ' Ἱερουσαλῆς θηήσεαι ὄλβον, Ἀκαμάτου βιότοιο διαμπερὲς ἤματα πάντα Υἱωνοὺς περὶ παισὶ φίλοις ὄσσοισι νοήσεις. Εἰρήνη χαρίεσσα μετὰ κλυτὸν Ἰσραῆλον
Thy wife, altogether like a cultivated vine, shall roof the house, and thy sons in turn, born like young olive trees, flourishing around the circle of thy table shall come. Thus greatly may all who tremble at the King be blessed. Mayest thou have imperishable royal praise out of Sion, and thou shalt behold the prosperity of divine Jerusalem all the days continually of an untiring life; thou shalt behold children's children upon thy children with dear eyes. Gracious peace be among renowned Israel.
Ὄγδοον ἀστράπτουσα δυωδεκάτη δεκὰς ὕμνον.
The twelfth decade flashing forth the eighth hymn.
Πολλάκις ἐξ ἥβης μοι ἀναιδέα τεῦξαν ἀϋτὴν,
Many a time from my youth have they raised shameless battle-cry against me,
Βαζέτω ἀλκήεις καὶ ἀοίδιμος Ἰσραῆλος· Πολλάκις ἐξ ἥβης μοι ἀναιδέα τεῦξαν ἀϋτὴν,
Let mighty and renowned Israel say: Many a time from my youth have they raised shameless battle-cry against me,
Οὐδέ μοι ἐσσύμενοι πάρος ἔσθενον ἰσοφαρίζειν. Δυσσεβέες τέκταινον ἐμῷ κακὰ κήδεα νώτῳ Ἀμπλακίην σφετέρην ἀποφώλιον ἐκτανύοντες. Αὐτὰρ Ἄναξ ὅσιος κατὰ δ' ἔκλασεν αὐχέν' ἀλιτρῶν·
Nor, though rushing on before, had they strength to match me. The ungodly wrought evil woes upon my back, stretching out their own vain transgression. But the holy King broke down the neck of the sinners;
Αἶσχος ἀπεχθαίροντας ἀεὶ Σιῶνα καλύπτοι. Καρφαλέοι δὲ γένοιντο ὅπως περὶ δώματα χόρτος, Ὅστε πρὸ ἀμητῆρος ἀμειδέϊ κάρφεται ὥρῃ. Οὗ πάρ' ἁμαλλοδετὴρ κενεὴν μόλε χεῖρα κομίζων· Οὐδ' ἄρα κόλπον ἔπλησεν ἐτήσια δράγματ' ἀγείρων·
May shame ever cover those who hate Sion. And may they become parched like grass upon the housetops, which before the reaper withers in a joyless season; whereof the binder of sheaves came bringing an empty hand, nor indeed did he who gathers the yearly handfuls fill his bosom;
Οὐδὲ παρερχομένων τις ἐπήνεσεν ἀνέρας ἔργου. Ἀνέρας ἤνιζον θείῃ κεχαρηότας ὥρῃ.
Nor did any of those passing by praise the men of the work, or bless the men rejoicing in the divine season.
Δωδεκάτη δεκὰς ἥδ' ἀμφ' εἵνατον ὕμνον ὁρᾶται.
This twelfth decade is seen around the ninth hymn.
Νείοθεν ἐκ βόθροιο βοὴν ἀνέμελψα χατίζων, Αὐδῆς ἡμετέρης, πανυπέρτατε, κέκλυθι, Ποιμήν. Ἱκεσίης ἐπάκουσον, ἐμὴν δ' ὑποδέχνυσο φωνήν. Ἢν γὰρ δυσνομίας μερόπων στέρνοισι φυλάξῃς Τίς βροτὸς Ἀθανάτοιο δυνήσεται ἀντία θυμοῦ; Αἰὲν, Ἄναξ, ἐλεημοσύνην πραπίδεσσι φυλάσσεις· Εἵνεκα σῆς σοφίης ἀρετὴν βασιλήϊον ἔτλην. Θυμῷ ἐπέσπευδον θεοτερπέα θεσμὸν ἑλέσθαι, Καὶ κραδίῃ πόθεόν σοι ἐμὴν, Μάκαρ, ἐλπίδα θέσθαι. Ἤματος ἐκ φρουρᾶς νυχίων καὶ μέχρι κελεύθων, Ἤματος ἐκ φρουρᾶς μελέτω Θεὸς Ἰσραήλου· Οὕνεκ' Ἄναξ ἐλεητὺν ἔχει καὶ ἐλεύθερον ἦμαρ, Ῥυόμενος κακότητος ὅλον κλυτὸν Ἰσραῆλον.
From the bottom of the pit in need I raised my cry; hearken to our voice, O Supreme Shepherd. Give ear to my supplication, and receive my voice. For if Thou keepest the lawlessnesses of mortals in Thy breast, what mortal shall be able to stand before the wrath of the Immortal One? Ever, O King, dost Thou keep mercy in Thy heart; for the sake of Thy wisdom I endured royal virtue. In my soul I hastened to lay hold of the God-pleasing ordinance, and in my heart I longed to place my hope in Thee, O Blessed One. From the watch of day even unto the paths of night, from the watch of day let the God of Israel be a care; because the King has mercy and a day of freedom, delivering all renowned Israel from evil.
Οὗτος τῆς δεκάδος τρισκαιδεκάτης πέλει ὕμνος.
This is the hymn of the thirteenth decade.
Οὔποτέ μοι πραπίδεσσιν ὑπέρβιον ἦτορ ἀέρθη, Οὐδέ μευ ἠπερόπευσε μετήορος ὄμματα λώβη· Οὐδέ ποτ' ἐν μεγάλοισιν ἔχον πεποτημένον ἦτορ· Οὐδέ τ' ἀρειοτέροις ἐπὶ θαύμασιν ἐξεπετάσθην· Ἀλλ' αἰεὶ φρόνεον χθαμαλώτατα μειλιχίῃσιν,
Never in my breast was an overweening heart lifted up, nor did lofty insolence beguile mine eyes; nor ever in great matters did I have a fluttering heart; nor did I spread myself out over marvels too high for me; but I was ever most lowly-minded in gentleness,
Notes, col. 1512
On the reading
Printed μελεηδέα, for μελιηδέα.
Printed ἰσοφαρίζειν, for ἰσοφαρίζειν (no breathing printed on ἰ).
PG 33:1513Read from the pageΑὐδὴν δ' ὧδ' ἀνάειρον ἀθέσφατον, οἷα γάλακτος Νηπίαχος χατέων ὀλοφύρεται ἀμφὶ τεκούσῃ· Ὥς κεν ἀμοιβαίοισιν ἐμὸν μετελεύσεται ἦτορ. Ἰσραῆλος ἄνακτα Θεὸν πραπίδεσσι δοκεύοι, Νῦν ἅμα καὶ μετέπειτα διηνεκέεσσι γενέθλαις.
And thus I raised an unutterable voice, as an infant in need of milk wails around its mother; so shall my heart pursue in requitals. Let Israel watch for God the King in heart, both now and hereafter for continuous generations.
Ἐκ τρισκαιδεκατης δεκάδος πρῶτον καλεούσης Ἡδὺ μέλος λιγυρόν τε φερεζώων ἀναβαθμῶν.
From the thirteenth decade calling the first, a sweet and clear song of life-bringing ascents.
Μνήσθητι Δαυΐδου, καὶ μειλιχίης ἕο πάσης. Ὤμοσεν Ἀθανάτῳ, Βασιλῆϊ δ' ἄρ' εὔξατο τοῖα·
Remember David, and all his gentleness. He sware to the Immortal One, and vowed such things to the King:
Εἴποτε τιμήεντος ἐλεύσομαι ἔνδοθεν οἴκου, Εἰ πολὺ καλλίστων λεχέων ἐπιβήσομαι εὐνῆς,
If ever I shall enter within my honoured house, if I shall go up into the couch of my fairest beds,
Εἴποτε μείλιχον ὕπνον ἐμοῖς ὑποδέξομαι ὄσσοις, Εἰ κατανευστάζειν τε φίλοις βλεφάροισιν ἐάσσω, Εἰ κροτάφοις ἀνάπαυμα μεθ' ἡμετέροισιν ἑλοίμην, Εἰσόκε τιμήεντα τόπον Βασιλῆϊ κιχείω, Ἄφθιτον ὄφρα κε νηὸν Ἰακώβου Θεῷ εὕρω. Τήνδε μὲν, ὡς πυθόμεσθα, κατ' Ἐφραθὰ βάξις ἀείδει,
If ever I shall receive gentle sleep into mine eyes, and if I shall suffer my dear eyelids to nod in slumber, if I should take rest for our temples, until I find an honoured place for the King, that I may find an imperishable temple for the God of Jacob. Of this indeed, as we heard, the report sings in Ephratha,
Εὕρομεν, οἶδ' ὅτι βάξις ἀνὰ δρυμὰ κατὰ βήσσας. Δεῦτε, φίλοι, καλύβας δὲ μετέλθομεν Ἀθανάτοιο, Καὶ δάπεδον γεραρὸν γουνασόμεθ' οὗ πόδα πῆξεν. Ἔγρεο, Παμβασιλεῦ, ἀνάπαυμα δὲ σεῖο κιχάνοις· Σὺν δ' ἅμα φωριαμὸν πανακήρατον αὐτὸς ἐγείρεις. Σεῖο, Μάκαρ, πυκάσαιντο δικαιοσύνην ἱερῆες, Πολλῷ δ' εὐαγέες περὶ χάρματι γηθήσειαν. Εἵνεκα Δαυΐδου μεγαλοσθενέος θεράποντος, Μήποτε σὴν Χριστοῖο μετατρέψειας ὀπωπήν. Ὤμοσε Δαυΐδῳ Βασιλεὺς παναληθέα ῥέξαι, Ὤμοσε καὶ κατένευσεν, ἑοὺς δ' οὐ ψεύσεται ὅρκους,
We found it, where the report knows, throughout the woodland glens. Come, friends, let us go unto the tabernacles of the Immortal One, and let us fall on our knees at the venerable floor where He planted His foot. Arise, O All-King, and reach Thy rest; and together with Thee Thou Thyself raisest up the all-undefiled ark. May Thy priests, O Blessed One, clothe themselves with righteousness, and may the holy ones rejoice with great joy. For the sake of David Thy mighty servant, never turn away Thy face from Thy Christ. The King sware to David to perform all-truthful things; He sware and nodded assent, and He will not falsify His oaths,
Θώκῳ ἀνακτορίης σέο νηδύος ἔρνος ἐρεῖσαι. Συνθεσίην εἰ φῦλον ἐμὴν σεο τήνδε φυλάξει, Μαρτυρίας τ' ἀγαθὰς, ἃς σφιν φρεσὶν αὐτὸς ἐρείσω, Οὔποτ' ἀπολλήξειε τεῆς ὑπερήμενον ἕδρης· Οὕνεκα δὴ Σιῶνα Θεὸς προελέξατο θείην, Ὡς δέ μιν ἱμερτὸν ποθέει καὶ ἐπήρατον οἶκον. Τοῦτό μοί ἐστ' ἀνάπαυμα μετ' ἀλήκτοισι γενέθλαις· Ἐνθάδε ναιετάοιμι πόθῳ πεπεδημένος ἐσθλῷ. Δώματα μὲν πλήσαιμ' ἀγαθῶν ἐπιδευέα χήρας. Πτωχοῖς δ' αὖτ' ὀπάσαιμι βίου μενοεικέα δαῖτα.
To set the offspring of thy womb upon the throne of thy kingdom. If thy race shall keep this My covenant, and the good testimonies which I Myself shall fix in their minds, it shall never cease sitting upon thy seat; because God has chosen divine Sion, and desires her as a lovely and pleasant house. This is My rest among unceasing generations; here will I dwell, bound by a good desire. The houses of her widow that are in need I will fill with good things, and on the poor in turn I will bestow a heart-pleasing feast of life.
Ἔνθα μὲν ἀρητῆρι πέλοι φάος ἀμφιβαλέσθαι, Πολλῷ δ' εὐαγέες περὶ χάρματι γηθήσειαν. Ἐνθάδε Δαυΐδῳ κέρας ἄφθιτον ἀντείλαιμι. Χριστῷ λύχνον ἑτοῖμον ἐμῷ πόρον ἡγεμονῆα. Αἶσχος δυσμενέεσσιν ἑοῖς καὶ μῶμον ἀνάψω· Ἡμετέρη δ' ἀμφ' αὐτὸν ἀκηρασίη ἀνατέλλοι.
There shall it be for the priest to clothe himself with light, and the holy ones shall rejoice with great joy. Here will I make an imperishable horn to spring up for David; for Mine Anointed the ruler I have provided a ready lamp. Shame and blame will I fasten upon his foes; but upon him may Our purity shine forth.
Ἐκ τρισκαιδεκάτης δεκάδος μετὰ δεύτερον ὕμνος, Οἴμη τ' ἐννεσίης ἄφθιτος εὐεπίης.
From the thirteenth decade after the second a hymn, and an imperishable lay of the injunction of fair speech.
Τί θνητοῖς καλὸν ἔσκε, τί δ' αὖ τέρπνιστον ἐτύχθη, Ἠὲ κασιγνήτοισιν ὁμοῦ φίλα δώματα ναίειν; Μῦρον ἐπεσσύμενον κεφαλῆς δ' ὡς μέχρι γενείου,
What was good for mortals, or what in turn was made most delightful, than for brethren to dwell together in dear habitations? Like ointment rushing down from the head even unto the beard,
Notes, col. 1513
On the reading
Printed τρισκαιδεκατης, for τρισκαιδεκάτης.
PG 33:1516Read from the pageἈρῶνος γεραροῖο γενειάδα πᾶσαν ἐφέρπον· Ἐκ δέ οἱ ἀνθερεῶνος ἐπιτρέχον ἔσχατα πέπλου.
Creeping over all the beard of venerable Aaron, and from his chin running down to the borders of his robe;
Ὡς δρόσος αἰθερίη πολυανθέος Ἀερμῶνος, Οὔρεσιν ἀνθοκόμοισιν ὑπὲρ Σιῶνος ἰοῦσα. Εὐλογίην ὅθι πᾶσαν ἑὴν ἐπετείλατο Ποιμὴν, Νωλεμέως βιότοιο διαμπερὲς ἔμμεναι ἄλκαρ.
Like the ethereal dew of many-flowered Hermon, going over Sion upon the flower-clad mountains; where the Shepherd commanded all His blessing, to be unceasingly a defence of life continually.
Ἐκ τρισκαιδεκάτης δεκάδος τρίτατος πέλει ὕμνος.
From the thirteenth decade this is the third hymn.
Δμῶες πάντες Ἄνακτος, ἀείσατε Ποιμένα κόσμου, Ἱστάμενοι Βασιλῆος ἐρισθενέος κατὰ δῶμα, Οἴκων οἳ μεθέπουσι Θεοῦ εὐερκέας αὐλάς. Πάννυχοι εἰν Ἁγίοιο δόμοις ἀναείρατε χεῖρας, Καὶ μεγαλοσθενέτην ἀναμέλψατε Παμβασιλῆα. Δοίη τοι Βασιλεὺς Σιωνόθεν αἶνον ἑτοῖμον, Ὅς γαῖαν χλοερήν τε καὶ οὐρανὸν εὐρὺν ἔτευξε.
All ye servants of the King, sing the Shepherd of the world, standing in the house of the mighty King, who attend the well-fenced courts of the houses of God. All night long in the houses of the Holy One lift up your hands, and celebrate in song the mighty All-King. May the King grant thee ready praise out of Sion, Who made both the verdant earth and the wide heaven.
Αἰὲν ἀγακλῆεν περὶ τέτρατον ὕμνον ὁδεύει, Τῇ τρικαιδεκάτῃ δεκάδι μέλος ἀλληλούϊα.
Ever gloriously around the fourth hymn goes the alleluia song for the thirteenth decade.
Οὔνομα τιμῆεν κελαδήσατε Παμβασιλῆος· Ποιμένα τιμήεντα σοφοὶ ἀναμέλψατε παῖδες, Ἱστάμενοι Βασιλῆος ἐρισθενέος κατὰ δῶμα, Οἵτε Θεοῦ μεθέπουσι δόμων εὐερκέας αὐλάς. Μέλψατέ μοι Βασιλῆα, ἐπεὶ Θεὸς ἐσθλὸς ἐτύχθη· Οὔνομά οἱ φορμίζετ', ἐπεὶ τόδε καλὸν ἀείδειν.
Sound aloud the honoured name of the All-King; celebrate in song the honoured Shepherd, ye wise children, standing in the house of the mighty King, and who attend the well-fenced courts of the houses of God. Sing for me the King, since God is good; play upon the lyre to His name, since this is good to sing.
Οὕνεκ' Ἰάκωβον πινυτὸν προελέξατο Ποιμὴν, Καὶ κτῆσιν σφετέρην ἔθετο κλυτὸν Ἰσραῆλον. Οἶδα φίλης πραπίδεσσιν ὅπως μέγας ἔπλετο Ποιμήν· Ἡμέτερος Βασιλεὺς μακάρων περιγίγνεται ἄλλων, Τεύχων ὁππόσα θυμῷ ἀριστοπόνῳ μενεαίνει Οὐρανῷ ἀστερόεντι, καὶ ἐν χθονὶ πουλυβοτείρῃ, Πυθμέσιν ἐν βυθίοισι καὶ ἐν πάσῃσι θαλάσσης. Ὀμβροτόκους νεφέλας πυμάτης χθονὸς ὑψόσ' ἀείρων,
Because the Shepherd chose prudent Jacob, and made renowned Israel His own possession. I know in my dear heart how great the Shepherd is; our King surpasses the other blessed ones, fashioning whatsoever He desires in His nobly-working soul, in the starry heaven, and on the much-nourishing earth, in the deep abysses and in all the seas. Lifting up on high the rain-bearing clouds from the uttermost earth,
Ὑετὸν αἰθέρι ἀστεροπὰς σημήϊα θῆκεν. Αὐτὸς Ἄναξ ταμίων ἀνεμοδρόμον ἔξαγεν ἀλκήν· Πᾶσαν πρωτοτόκων δάμασεν Νείλοιο γενέθλην, Σὺν καὶ τετραπόδων ἀγέλας μερόπεσσιν ἐναίρων,
He set lightnings in the ether as signs for the rain. The King Himself brought forth the wind-coursing strength from His treasuries; He subdued all the generation of the firstborn of the Nile, slaying the herds of four-footed beasts together with mortals,
Γαίης Αἰγυπτίης μέσα θέσκελα μυρία τεύχων·
Working countless wondrous things in the midst of the Egyptian land;
Οἶδε παθὼν Φαραὼ, δμῶες δέ οἱ οὐ φύγον ἄτην
Pharaoh knew by suffering, and his servants escaped not ruin.
Αὐτὸς δυσμενέων κατενείρατο μυρια φῦλα, Ἰφθίμους βασιλῆας ὑπερμενέως ἐναρίζων, Κάρτιστον Σηῶνα Ἀμοῤῥαίων βασιλῆα, Ὠγόν τε σθεναρὸν βριαρῆς Βασάνου ἄνακτα, Κοιρανίας θ' ἑτέρας Χαναάμου παιδοφονῆος. Τῶν δ' ἄρα γαῖαν ἑλὼν, σφετέροις διεδάσσατο κλῆρον, Κλῆρον ἑῷ θεράποντι κατὰ χρέος Ἰσραήλῳ. Οὔνομα Παμβασιλῆος ἀεὶ παναγήραον ἔστω, Ἐκ γενεῆς γενεήνδε Θεοῦ μνημήϊον ἐσθλόν· Οὕνεκα δὴ σφετέροισιν Ἄναξ λαοῖσι δικάσοι, Ἀμφὶ φίλοις δμώεσσιν ἄκος παραμύθιον ἴσχων.
He Himself destroyed countless tribes of foes, mightily slaying valiant kings, most mighty Sihon king of the Amorites, and strong Og king of mighty Bashan, and the other realms of child-slaying Canaan. And taking their land, He divided it as a heritage to His own, a heritage to His servant Israel according to what was due. May the name of the All-King be ever all-ageless, from generation to generation the good memorial of God; because the King shall judge for His peoples, holding a healing consolation over His beloved servants.
Notes, col. 1516
On the reading
Printed φίλης, for φίλῃς.
Printed μυρια, for μυρία.
PG 33:1517Read from the pageΕἴδωλα χρυσός τε καὶ ἄργυρος ἔπλετο δήμων, Ἀνδρομέων ἀλαπαδνὰ σοφῶν δαιδάλματα χειρῶν· Οἷς οὐ φθόγγος ἔπεστι, καὶ εἰ στόμα τοῖσιν ἐτύχθη· Οὐδὲ φάος φορέουσι περὶ ξεστῇσιν ὀπωπῆς· Οὔατα μοῦνον ἔχουσι, καὶ οὐκ ἀΐουσιν ἀϋτῆς· Οὐδ' ἱερὴ ῥίνεσσιν ἐπέρχεται ἠέρος ὀδμή. Οὐ σθένος ἀμφαφάωντι, καὶ εἰ χείρεσσι κέκασθεν· Οὐ ποσὶν εὐφόρβοιο κατὰ χθονὸς ἴχνος ἐρεῖσαι· Οὐδ' ἀπὸ λαυκανίης φθογγὴν ἀναπεμπάσσασθαι Οὐ γὰρ δή σφισι πνεῦμα διὰ στόματος προβαλέσθαι. Τέκτονες εἰδώλοισι γενοίατο οἷσιν ὁμοῖοι, Καὶ πάντες τοὶ τοῖσι νόῳ περιθαρσέες εἰσί. Μέλψατέ μοι Βασιλῆα, σοφοῦ δόμος Ἰσραήλου· Πᾶς δόμος Ἀρῶνος, κελαδήσατε Παμβασιλῆα· Λευΐδα κλυτὸς οἶκος, ἀείσατε Ποιμένα κόσμου· Οἷς φρεσὶ δεῖμα Θεοῖο μέλει, κελαδήσατ' Ἄνακτα.
The idols of the peoples are gold and silver, feeble works of art of skilful human hands; in which there is no voice, even if a mouth was made for them; nor do they bear light in their polished eyes; ears only they have, and they hear no sound; nor does the sacred scent of the air come to their nostrils. There is no strength to handle, even if they are furnished with hands; nor with their feet to plant a footprint upon the well-pastured earth; nor from their throat to send up a sound, for indeed they cannot put forth breath through their mouth. May the makers become like unto their idols, and all those who are overly bold in mind towards them. Sing for me the King, O house of wise Israel; all the house of Aaron, sound aloud the All-King; renowned house of Levi, sing the Shepherd of the world; ye whose minds care for the fear of God, sound aloud the King.
Αἰνετὸς ἐκ Σιῶνος Ἄναξ πανυπέρτατος ἔσται, Ἀμφ' Ἱερουσαλὴ θεοτερπέα δώματα ναίων.
Praised out of Sion shall the Supreme King be, dwelling in God-pleasing habitations around Jerusalem.
Τῇ τρισκαιδεκάτῃ δεκάδι κλυτὸν ἀλληλούϊα, Ἡδύ τι καὶ λιγυρὸν πέμπτον ἄεισμα πέλει.
For the thirteenth decade the renowned alleluia is a sweet and clear fifth song.
Λαοὶ, μειλιχίην ἀναμέλψατε Παμβασιλῆος, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Ἀθάνατον μακάρων ἀναμέλψατε Παμβασιλῆα, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Μέλψατέ μοι Βασιλῆα μεγασθενέτην βασιλήων, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Ὅς μοῦνος δεδάηκεν ἀθέσφατα θαύματα τεύχειν, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Οὐρανὸν ἀστερόεντα σοφῇ τεχνήσατο βουλῇ, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Γαῖαν ἐπεστήριξεν ἐφ' ὕδασιν οὐ πρὶν ἐοῦσαν,
O peoples, celebrate in song the gentleness of the All-King, because unceasingly He increases His mercy. Celebrate in song the immortal All-King of the blessed ones, because unceasingly He increases His mercy. Sing for me the King, the mighty Lord of kings, because unceasingly He increases His mercy; Who alone knows how to work unutterable marvels, because unceasingly He increases His mercy; He fashioned the starry heaven by His wise counsel, because unceasingly He increases His mercy; He established the earth upon the waters when it existed not before,
Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Ὅς σθεναροὺς φωστῆρας ἑῷ τεχνήσατο μύθῳ, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Ἠέλιον φαέθοντα καλῆς ἐπιήρανον ἠοῦς, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Τείρεα καὶ μήνην νυχίων βασίλειαν ἀταρπῶν, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Πρωτοτόκων Αἰγύπτου ὁμῶς ἐδάμασσε γενέθλην, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Τῶν δ' ἐκ μέσσων ἑλὼν ἐξήγαγεν Ἰσραῆλον, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Θαρσαλέῃ μάλα χειρὶ, βραχίονι πάντα πεποιθὼς, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Ἄνδιχα ῥηξάμενος Ἐρυθραῖον πολλάκι πόντον, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Τοῦδε μέσον στείχοντα διήγαγεν Ἰσραῆλον, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Ὅς τ' Ἐρυθρῷ Φαραῶνα βίην θ' ἑὴν κάκτανε πόντῳ,
Because unceasingly He increases His mercy; Who fashioned the strong luminaries by His word, because unceasingly He increases His mercy; the shining sun, pleasant lord of fair dawn, because unceasingly He increases His mercy; the stars and the moon, queen of nightly paths, because unceasingly He increases His mercy; He subdued alike the generation of the firstborn of Egypt, because unceasingly He increases His mercy; and taking Israel out of the midst of them He led him forth, because unceasingly He increases His mercy; with a very bold hand, trusting in all things in His arm, because unceasingly He increases His mercy; cleaving asunder oftentimes the Red Sea, because unceasingly He increases His mercy; He led Israel marching through the midst thereof, because unceasingly He increases His mercy; and Who in the Red Sea slew Pharaoh and his might,
Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Καὶ γαίῃ ἀβάτῳ γε διήγαγεν Ἰσραῆλον, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Ὅς μεγάλους βασιλῆας ὑπερμενέως ἐνάριξεν, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Ῥηϊδίως δ' ἀλάπαξεν ὑπερκύδαντας ἄνακτας,
Because unceasingly He increases His mercy; and led Israel through an untrodden land, because unceasingly He increases His mercy; Who mightily slew great kings, because unceasingly He increases His mercy; and easily laid waste over-renowned rulers,
Notes, col. 1517
On the reading
Printed ὀπωπῆς, for ὀπωπαῖς.
Printed Ἱερουσαλὴ, for Ἱερουσαλὴμ.
PG 33:1520Read from the pageΟὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Ἀντίθεον Σηῶνα Ἀμοῤῥαίων βασιλῆα, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Ὠγόν τε σθεναρὸν βριαρῆς Βασάνοιο ἄνακτα, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Τῶν δ' ἄρα γαῖαν ἑλὼν, σφετέροις διεδέσσατο κληρον,
Because unceasingly He increases His mercy; godlike Sihon king of the Amorites, because unceasingly He increases His mercy; and strong Og king of mighty Bashan, because unceasingly He increases His mercy; and taking their land, He divided it as a heritage to His own,
Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Κλῆρον ἑῷ θεράποντι κατὰ χρέος Ἰσραῆλον, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Εἵνεκα τειρομένων ἡμῶν ἐμνήσατο Ποιμὴν, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Ἐκ δ' ἄρα ῥιγεδανῶν δηΐων ἀπελύσατο λαὸν, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Ὅς πᾶσιν θαλίην οἷς ἔκτισε μοῦνος ὀπάζει, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Μέλψατέ μοι Βασιλῆα μέγαν πόλου ἀστερόεντος, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει.
Because unceasingly He increases His mercy; Israel as a heritage to His servant according to what was due, because unceasingly He increases His mercy; because the Shepherd remembered us when we were distressed, because unceasingly He increases His mercy; and redeemed His people out of the hand of shuddering foes, because unceasingly He increases His mercy; Who alone bestows abundance on all whom He created, because unceasingly He increases His mercy; sing for me the great King of the starry firmament, because unceasingly He increases His mercy.
Δαυΐδου τρισκαιδεκάτης δεκάδος πινυτοῖο ᾎσμα γόων ἀμφ' Ἱερεμίου, τόπερ ἕκτον ἐτύχθη, Ἀμφ' Ἱερουσαλῆς, Βαβυλώνιον ἦλθεν ὅθ' ὕδωρ.
Of prudent David, of the thirteenth decade, a song of lamentations concerning Jeremiah, which was made the sixth, concerning Jerusalem, when it came to the Babylonian water.
Κλαύσαμεν ἑζόμενοι ποταμῶν Βαβυλῶνος ὕπερθεν Μνησάμενοι Σιῶνος, ἀριπρεπέος τ' ἀλεωρῆς. Μεσσόθι γὰρ ποταμῶν ὑπὲρ ὀλεσίκαρπον ἰτέαν Ἡμέτεραι φόρμιγγες ἀπηώρηντο λιγεῖαι. Κεῖσε ἀνειρόμενοι ληΐστορες ἔννεπον ἄνδρες, Ἡμέας οἵ τε ἔπερσαν, ἀειδέμεναί σφισιν ὕμνον· Ἐκ μελέων Σιῶνος ἀγακλέος εἴπατε μολπήν. Θεῖον ἐν ἀλλοδαπῇ πῶς μὲν μέλος ἐστὶν ἀεῖσαι;
We wept sitting above the rivers of Babylon, remembering Sion and her illustrious shelter. For in the midst of the rivers upon the fruit-losing willow our clear-toned lyres were hung up. There the plunderers who sacked us, questioning us, told us men to sing a hymn to them: From the songs of glorious Sion utter a strain. How is it possible to sing a divine song in a foreign land?
Αἴκ', Ἱερουσαλὴμ πολυήρατε, σεῖο λαθοίμην, Ἡμετέρη λελάθοιτο φίλη κατὰ δεξιτερὴ χείρ· Πηγνυμένη περὶ λαιμὸν ἐμὴ κάρφοιτό κε γλῶσσα, Εἰ μή σευ κατὰ θυμὸν ἀεὶ μεμνημένος εἴην, Ὡς Ἱερουσαλὴμ καὶ εὐφροσύνην προβαλοίμην. Καὶ σὺ, Μάκαρ, τεκέων ἐπιλήθεο μήποτ' Ἐδώμου. Ὄλβιον ἦμαρ ἔχειν Ἱερουσαλῆς ἐριτίμου, Τῶν ποτε βαζόντων· Κενεὴ, κενεή τις ὄλοιτο,
If, O much-loved Jerusalem, I should forget thee, may our dear right hand forget; fast fixed about my throat may my tongue wither, if I should not ever remember thee in my soul, so as to set Jerusalem even above my gladness. And Thou, O Blessed One, never forget the children of Edom in the day of highly-honoured Jerusalem's having prosperity, who once said: Empty, empty let her perish,
Μηδ' ἔτι οἱ φείδεσθε, ἕως ἔτι πυθμένας ἴσχει. Ὦ θύγατερ Βαβυλῶνος, ἀεὶ περικάμμορος εἴης· Ὄλβιος ὃς προτέρης σε βίης ἀποτίσεται ἀνὴρ, Ὅς πέτρης ὑπένερθε μολών σεο νήπια ῥήξει.
And spare her no longer, while she still has foundations. O daughter of Babylon, mayest thou ever be most wretched; blessed is the man who shall requite thee for thy former violence, who coming shall dash thy infants beneath a rock.
Ξυνὸν Ζαχαρίου Ἀγγαίου τόδ' ἄεισμα Πρὸς τρισκαιδεκάτῃ δεκάδι λιγὺ ἕβδομον ἐστὶ.
Common to Zechariah and Haggai is this clear song, the seventh at the thirteenth decade.
Ἀλήκτῳ κραδίῃ, Βασιλεῦ, τεὸν αἶνον ἀείσω, Οὕνεκα παντοίων ἐπέων ἤκουσας ἐμεῖο. Ἄντα, Μάκαρ, μέλψω σε θεοδμήτων στρατιάων· Ἄχραντόν σεο νηὸν ἐπεσσυμένως λιτανεύσω. Σπουδῇ Παμβασιλῆος ἀκήρατον οὔνομα μέλψω, Σήν τ' ἐλεημοσύνην καὶ ἀληθέα πάντοτε βουλὴν, Οὔνομ' ἐπεὶ πάντων κρατέει σέο πᾶσιν ἀνάσσον.
With unceasing heart, O King, I shall sing Thy praise, because Thou hast heard all manner of words of mine. Before the God-built hosts, O Blessed One, I shall sing Thee; unto Thy undefiled temple I shall eagerly make supplication. With zeal I shall sing the undefiled name of the All-King, and Thy mercy and ever-truthful counsel, since Thy name prevails over all things, ruling over all.
Κέκλυθί μευ καλέοντος, ὅτε χρέος ἐστὶ λιτέσθαι Ψυχῇ νωϊτέρῃ ζωαρκέα καιρὸν ὀπάζοις.
Hearken to me when I call, when there is need to pray; upon our soul mayest Thou bestow a life-sustaining season.
Notes, col. 1520
On the reading
Printed διεδέσσατο, for διεδάσσατο.
Printed κληρον, for κλῆρον.
PG 33:1521Read from the pageἈθάνατον βασιλῆες ὅλης χθονὸς ἀείδοιεν, Οὕνεκα παντοίων σέθεν ἔκλυον οὔασι μύθων. Θεσπεσίοις μελέεσσιν ἀνυμνήσουσι Θεοῖο, Οὕνεκα δὴ χθόνα κῦδος ἀεὶ νεφέεσσι καλύπτει· Αἰὲν Ἄναξ ὕψιστος, ἀτὰρ χθαμαλώτατα λεύσσει· Ἴδμων δ' ὑψίστων πέλεται, καὶ τῆλε δεδορκώς. Ζωγρήσεις ὀλοῇ με μέσον δεδμημένον ἄτῃ. Χεῖρας δυσμενέεσσιν ἐμοῖς θώρηξε χολωθεὶς, Δεξιτερὴ δέ με σεῖο κακῶν ἀπελύσατο μόχθων. Ἀντ' ἐμέθεν δηίοισιν ἀκερδέα μισθὸν ὀπάζοις· Νωλεμέως ἐλεητὺν ὑπὸ στέρνοισι φυλάσσοις· Μηδὲ τεῆς, Βασιλεῦ, παλάμης ὑπερόψεο ἔργα.
Let the kings of all the earth sing of the Immortal One, because with their ears they have heard Thy manifold words. With divine melodies they shall hymn the things of God, because His glory ever covers the earth with clouds; ever is the Sovereign Lord Most High, yet He looks upon the lowliest things; and He is skilled in the highest things, and sees from afar. Thou shalt revive me when subdued in the midst of destructive ruin. Being wroth, Thou hast armed Thy hands against mine enemies, and Thy right hand hath delivered me from evil toils. In my stead mayest Thou grant an unprofitable reward unto my foes; unceasingly mayest Thou guard mercy within Thy breast; and despise not, O King, the works of Thy hand.
ΨΑΛΜΟΣ ΡΛΗʹ.
Psalm CXXXVIII.
Ἀμφὶ διασπορέης λιγυρὸν μέλος ἦσε Δαυΐδος Ὄγδοον ἀμφ' ἑκατοστῷ ἐτύχθη καὶ τριακοστῷ.
Concerning the dispersion David sang a clear-sounding song; it is the eighth above the hundredth and thirtieth.
Αὐτὸς, Ἄναξ, ἐδάης με, καὶ ἐξιχνεύσαο λίην, Οὐδέ σε ἑζόμενός τε καὶ ἐγρόμενός ποτε λήθω. Νόσφιν ἐμὰς ξυνέηκας ὑπὸ στέρνοισι μενοινὰς, Ἴχνος ἀνιχνεύων καὶ ἐμὴν ἰθεῖαν ἀταρπόν· Οὐδὲ τεοῖς ὄσσοις τις ἐμῶν προλέλαστο κελεύθων· Οὐδέπω ἐκ γλώσσης προχέειν ἀθεμίστιον ἔγνων. Αὐτὸς ἔφυς πυμάτων τε παλαιγενέων τε δαήμων, Καί με διαπλάσσας ὑπεθήκαο χεῖρα καρήνῳ. Θαῦμά μ' ἔχει ὅτε σεῖο περιφράσομαι φρεσὶ μῆτιν,
Thou Thyself, O Lord, hast known me, and hast searched me out exceedingly, nor when sitting down and rising up do I ever escape Thy notice. From afar Thou hast understood my thoughts within my breast, tracking out my footprint and my straight path; nor hath any of my ways escaped Thy sight, nor have I known how to pour forth a lawless word from my tongue. Thou Thyself art skilled in the last things and the ancient things, and having fashioned me Thou hast laid Thy hand upon my head. Wonder holds me whenever I ponder Thy counsel in my mind,
Οὐδὲ νόῳ δύναμαι κρατερώτατα πολλὸν ὁρᾶσθαι. Πνεύματος οὐκ ἄρα σεῖο μέγα κράτος εἶεν ἀλύξαι
nor am I able with my mind to behold at length Thy most mighty works. Truly it were not possible to escape the great might of Thy Spirit,
Οὐδὲ τεῆς ἀπάνευθε κατακρύπτεσθαι ὀπωπῆς. Οὐρανὸν αἴκε μόλοιμι, τεὸς θρόνος οὗτος ἐτύχθη· Ἢν ἀΐδηνδ' ἔλθοιμι, καὶ ἐν νεκύεσσιν ἀνάσσεις·
nor to hide oneself afar from Thy countenance. If I should ascend into heaven, that is Thy throne; if I should go down to Hades, even among the dead Thou reignest;
Ἢν δὲ καὶ ἰθυπόρους πτέρυγας ἀνέμοισι πετάσσω, Αὐλισθῶ νεάτοισι πολυσμαράγοιο θαλάσσης· Ἔνθα κε σῆς παλάμης δευήσομαι ἡγεμονῆος, Καί σεο δεξιτερῆς, ἵνα μοι βίος ἔμπεδος εἴη. Εἶπα δέ· Μὴ τάχα με στείψει φθισίμβροτος ὄρφνη,
and if I should spread straight-faring wings to the winds, and lodge in the uttermost parts of the loud-roaring sea, there shall I have need of Thy guiding hand, and of Thy right hand, that my life may be steadfast. And I said: Lest perchance man-destroying darkness tread me down,
Νύκτα δὲ καίνυτο τέρψις, ἀτὰρ κνέφας ἤλασε φέγγος.
yet delight overcame the night, and light drove away the gloom.
Ὄρφνην γαρ δεδάηκε τεὸν φάος ἀμφικαλύπτειν, Καὶ νύκτα δνοφερὴν τελέει φαεσίμβροτον ἦμαρ· Οὔτις ἂν ἀγνοίῃ ποῖον κνέφας ἢ φάος εἴη. Οὕνεκεν ἡμετέρους, Βασιλεῦ, ἐκτήσαο νεφρούς· Ἄλκαρ ἐμὸν, Μάκαρ, ἐσσὶ φίλης ἐν γαστρὶ τεκούσης. Ἐκπάγλως θηητὸν ἐμὸν Βασιλῆα βοήσω· Θυμὸς ἐμὸς σέθεν ἔργα, Μάκαρ, περιθαμβέ' ἀνέγνω. Γινώσκεις ἐμέθεν τάπερ ἔπλασας ὀστέα λάθρῃ, Καί μευ νερτερίοις βιότου σθένος ἐστὶ θεμέθλοις. Εἶδες, Ἄναξ, μ' ἀτέλεστον ἔτι ἐνὶ γαστρὶ τεκούσης, Δαιδάλλων ἅμα πάντας ἐπ' ἀχράντῳ σέο βίβλῳ· Οὐδέ τις ἀμφαδίην τεκταινομένοισι παρείη. Αὐτὰρ ἐμοὶ περὶ ἄλλα φίλοι σέθεν εἰσὶν ἀγητοί· Ἀρχομένων δὲ μάλιστα βίη καταφαίνετ' ἀμείνων. Ψάμμον ἀριθμήσαιμι πολὺ πλέον ἤπερ ἐκείνους· Ἐγρόμενος μετὰ σεῖο διηνεκέως ἔτι μίμνω. Αἴκε κατακτείνειας ἀτασθαλίης θεράποντας, Φευγέμεν ἀνδροφόνοισιν ἐμὸν μένος αἶψα κελεύω. Ἀλλ' ἐρέεις, κενεὰς ὅτι μευ πέρσουσι πόληας.
For Thy light knoweth how to wrap the darkness round, and maketh the gloomy night into a light-bringing day; none could be ignorant of what manner the gloom or the light might be. Because Thou, O King, hast possessed our reins; my shelter art Thou, O Blessed One, in the womb of my dear mother. Wondrously will I cry aloud unto mine admirable King; my soul hath recognised Thy marvellous works, O Blessed One. Thou knowest my bones which Thou didst fashion in secret, and the strength of my life is in the nether foundations. Thou sawest me, O Lord, while yet unformed in the womb of my mother, skilfully inscribing all men together in Thine undefiled book; nor could anyone be openly present with them as they are framed. But unto me Thy friends are admirable beyond all else, and the might of their rulers shines forth pre-eminently better. I could number the sand much more than them; when I awake, I still abide continually with Thee. If Thou shouldst slay the servants of recklessness, I bid bloodthirsty men straightway flee from my might. Yet Thou shalt say that they will lay waste my cities in vain.
Notes, col. 1521