PG 33:1524Read from the pageΕἰ μὴ ἀπεχθαίροντας ἀπεχθαίρεσκον Ἄνακτα, Τοῖς δ' ἐπὶ δυσμενέεσσιν ἐμὸς κατετήκετο θυμὸς, Ἔχθεϊ πάντας ἔγωγε τελειοτάτῳ στυγέεσκον, Καί μοι δυσμενέες κραδίῃ καὶ ἀνάρσιοι ἦσαν. Ἀλλὰ περιφραδέως τὸν ἐμὸν νόον ἐξερεείνοις Ἴχνια δ' ἀλύκτοισι διοπτεύσειας ἐλέγχοις Δέρκεο δ', εἰ μὴ πάγχυ κακῶν ἀδάητος ἐτύχθην, Ὄφρα με ἡγήσαιο διηνεκέεσσι κελεύθοις.
Did I not hate those who hate the Sovereign Lord, and did not my soul melt away over Thine enemies? With most perfect hatred did I abhor them all, and they were enemies and foes unto me in heart. But search out my mind prudently, and inspect my footsteps with inescapable proofs; and see whether I have not been altogether unacquainted with evils, that Thou mayest lead me in everlasting paths.
ΨΑΛΜΟΣ ΡΛΘʹ.
Psalm CXXXIX.
Καὶ τόδε Δαυΐδου λιγυρὸν μέλος ἔπλετ' ἀοιδῆς. Ἐκ τρισκαιδεκάτης εἴνατον αὖ δεκάδος.
This also is a clear-sounding melody of the song of David, the ninth in turn from the thirteenth decade.
Αἴθε, Μάκαρ, κακότητος ἀπ' ἀνδρομέου με σαώσοις, Ἄνδρα δ' ὑπεκφυγέειν ἀθεμίστιον ἄμμιν ἀλάλκοις. Οἳ σφετέρῃς ἀθέμιστα μετὰ φρεσὶ μερμήριξαν, Ἠμάτιοι δ' ὀλοοὺς μοι ἐθωρήσσοντο κυδοιμούς. Γλῶσσαν ἑὴν ὀφίεσσι κακοῖς θήγεσκον ὁμοίην,
O that Thou wouldst save me, O Blessed One, from human wickedness, and ward off the lawless man for us, that we may escape him! Who devised lawless things within their minds, and all the day long arrayed destructive tumults against me. They sharpened their tongue like unto evil serpents,
Ἀσπίδος ἀνδροφόνου περὶ χείλεσιν ἰὸν ἑλόντες. Εἴθε φυλασσοίμην στυγερῆς ἀπὸ χειρὸς ἀλιτρῶν· Ἀνδρῶν ἐξ ἀδίκων με, Μακάρτατε, ῥεῖα σαώσοις. Ἴχνια συγχεύειν οἵ μευ φρεσὶν ὁρμαίνεσκον· Λάθριά μοι κατέπηξαν ὑπερφίαλοι λίνα φῶτες Μηρίνθους δ' ἐτάνυσαν ἐμῆς περὶ δίκτυα πέζης· Θέντο δὲ δοχμήσαντες ἐπ' οἴμοισιν δολερῇσιν. Εἶπα Θεῷ βασιλῆι· Θεὸς, σύ μευ ἐλπὶς ἐτύχθης Ἱκεσίης ἐπάκουσον ἐμῆς, πανυπέρτατε Ποιμήν. Ἄφθιτός ἐσσι, Μάκαρ, βιότου δέ μοι ἔπλεο φέγγος, Ἄλκαρ ἐμῆς κεφαλῆς σκιόεν κατὰ δηιοτῆτα. Μὴ κεδάσας πόθον ἄμμι, πόροις μέλπηθρον ἀθέσμοις·
taking the venom of a man-slaying asp about their lips. O that I might be guarded from the hateful hand of sinners; from unjust men, O Most Blessed One, mayest Thou easily save me! Who pondered in their minds to confound my footsteps; in secret did overweening men plant nets for me, and stretched out cords as snares around my foot, and turning aside set them upon treacherous ways. I said unto God the King: O God, Thou art my hope; hearken unto my supplication, O Shepherd Most High. Imperishable art Thou, O Blessed One, and Thou hast been the light of my life, a shadowy defense of my head in battle. Scattering not our desire, give us not as a plaything unto the lawless;
Μή με, Μάκαρ, προλίποις σφετέρης ἅρπαγμα μενοινῆς,
forsake me not, O Blessed One, as a prey to their own design,
Μήποτε νικήσαντες ἀγηνορίῃσι μανεῖεν. Κύκλῳ ὑπὸ σφετέρης κεφαλῆς κακομήχανος ἄντυξ, Καὶ χειλέων ὀλοῶν κάματός σφεας ἀμφικαλύψει. Ἄνθρακες ἀκαμάτοιο πυρὸς μετὰ τοῖσι πέσοιεν· Ὑψόθεν ἐσσυμένῳ καθέλοις σφέας ἐς χθόνα πυρσῷ Οὐδέ ποτ' ἀρκέσσουσι κακοῖς δεδμημένοι ἦτορ. Ἀνέρα λαυραγόρην καθέλοι κακομήχανος ὥρη· Ἀγρεύσει δ' ἀθέμιστος ἑῷ κακὰ κήδεα θυμῷ. Εὐδικίην ἀδόνητον Ἄναξ πτωχοῖσι τελέσσοι, Καὶ θέμιν ἀκτεάνων παρελεύσεται οὔποτ' ὀπωπαῖς. Ἔμπα γε μὴν ὁσίη σε βροτῶν μέλψειε γενέθλη· Εὐθέες αὖ Βασιλῆος ὁμοῦ ναίοιεν ὀπωπῆς.
lest having prevailed they rage in their arrogance. Round about under their own head is an evil-plotting circuit, and the toil of their destructive lips shall cover them round about. May coals of untiring fire fall among them; with a fiery brand rushing down from on high mayest Thou cast them down to the earth, nor shall they ever endure, subdued in heart by evils. May an evil-plotting season bring down the babbling man, and the lawless man shall hunt evil woes for his own soul. May the Sovereign Lord accomplish unshaken righteous judgement for the poor, and never shall He pass by the right of the possessionless with His eyes. Nevertheless may the holy generation of mortals sing of Thee, and may the upright in turn dwell together before the countenance of the King.
Ὕμνον ἀγακλήεντα φίλῃ φόρμιγγι λιγαίνει Δαυΐδος δεκάτης καὶ τετράτης δεκάδος.
With his dear lyre David sings clearly a glorious hymn of the fourteenth decade.
Ἡμετέρων βοόωντος, Ἄναξ, ὑπάκουε λιτάων· Ἱκεσίης τανύσειας ἐμῆς ἀριήκοον ουας, Εὖτε, Μάκαρ, καλέσαιμι τεὴν ἐπαρηγόνα χεῖρα. Ἄντα σευ εὐχωλὴν μευ ὅπως θύος ἰθύνειας. Ἑσπερίῃ δ' ἴκελος θυσίῃ παλάμας ἀναείρω. Δὸς περὶ νωιτέροις φυλακὴν καὶ ἕρκος ὀδοῦσι· Χείλεσι δ' ἀσφαλέας πυλέων πετάσειας ὀχῆας. Θυμὸν ἀποκλίνειας ἐμὸν μύθων ἀθεμίστων, Μηδέ μοι ἀμπλακίης πρόφασις βουλῇσι μελήσει,
As I cry aloud, O Lord, hearken unto our prayers; stretch forth a most attentive ear unto my supplication, whenever, O Blessed One, I call upon Thy helping hand. Direct my prayer before Thee as incense; and like unto an evening sacrifice I lift up my hands. Grant a guard and a fence around our teeth, and spread fast bolts of gates upon my lips. Turn my heart away from lawless words, nor let any pretext of sin be a care unto my counsels,
Notes, col. 1524
PG 33:1525Read from the pageἈνδράσι δυσνομίης κακοεργέος εἰς ἓν ἰόντι· Τῶν δὲ μετὰ πρώτοις μηδ' εἰς ἀγορῇσι φανείην.
going into one company with men of evil-working lawlessness; and among their chief ones may I not even appear in the assemblies.
Δμηθείην δ' ὁσίων ἐλεημοσύνῃ καὶ ἐλέγχοις·
But let me be subdued by the mercy and reproofs of the holy ones;
Μηδ' ἔτι αἰνοίμην ὀλοῷ κάρη ἀνδρὸς ἐλαίῳ. Εἰς ἔτι νωιτέρη σφετέροις περὶ μήδεσιν εὐχή. Τῶν μὲν ἀμαλδύνοιντο δικασπόλοι ἐγγύθι πέτρης. Θαρσαλέοι μύθων σθεναρῶν ἀΐοιεν ἐμεῖο, Ῥιζόθεν οἷα λόφος τις ἀποτμηθεὶς ἐλιάσθη· Ὀστέα τῶν ἀΐδαο παρασχεδὸν ὧδε κεάσθη. Πρὸς σὲ, Μάκαρ, ποθέουσαν ἐμὴν τανύεσκον ὀπωπήν·
and let not my head be praised any more with the destructive oil of a sinner; for still is our prayer against their counsels. May their judges be crushed near the rock; emboldened, may they hear my mighty words. As a crest severed from the root hath fallen away, so have their bones been shattered hard by Hades. Unto Thee, O Blessed One, did I stretch forth my yearning gaze;
Μή μευ ἐπελπομένην κραδίην ἀπάνευθεν ἐλάσσῃς. Ῥίμφα σάω δολερῶν με λίνων ὧν στῆσαν ἀλεῖται,
drive not my hoping heart afar off. Swiftly save me from the treacherous nets which sinners have set,
Ἔκ τε κακοῤῥαφίης ὀλοῶν κακότητος ἐρίθων. Δίκτυον Ἀθανάτου ξυνέλοι κακότητος ἐρίθους· Εὔκηλος καὶ μοῦνος ἐπισπεύδων παρελάσσω.
and from the evil plotting of the destructive hirelings of wickedness. May the net of the Immortal One catch the hirelings of wickedness together, while I, tranquil and alone, hasten to pass by.
Δαυΐδος πινυτῆς ὁπότε σπέος ἀμφιπολεύων Εὐχωλὴν ἀνέπεμψε Θεῷ βασιλῆι βοήσας. Ἔμπα γε μὴν ἑκατοστὸν ὁμοῦ καὶ τεσσαρακοστὸν Ἀμφὶ πολυκλήεντι πέλει μελεδήματι πρώτῳ.
Of the prudence of David, when frequenting the cave he sent up a prayer, crying aloud unto God the King; nevertheless it is the hundredth and fortieth together with the first, concerning his much-renowned care.
Ἡμετέρην Βασιλῆι βοὴν ἀνέπεμψα βοήσας· Φθεγξάμενος λιτόμην οἰκτίρμονα Ποιμένα κόσμου. Ἱκεσίην προχέοιμι πρὸ Παμβασιλῆος ὀπωπῆς, Καί οἱ ἀπαγγείλαιμι ἐμὸν πολυπήμονα μόχθον. Πνεύματος ἀδρανίῃ περιπεπτηῶτος ἐμεῖο, Ἴχνια θεσπεσίῃσι διοπτεύεσκες ὀπωπῇς. Ἀμφὶ τρίβοις δολόεντα λίνα κρύπτεσκον ἐμῇσι. Δεξιτερῆς σκοπίαζον ἐμῆς ὑπὲρ ὄσσε τιταίνων, Οὐδέ τις ἄμμε φίλων ὠΐσσατο πάμπαν ὁρᾶσθαι.
Crying aloud unto the King, I sent up our cry; lifting up my voice, I entreated the compassionate Shepherd of the world. May I pour forth my supplication before the countenance of the All-King, and declare unto Him mymuch-sorrowing toil. When my spirit was wrapped round with feebleness, Thou didst watch over my footsteps with Thy divine eyes. About my paths they hid treacherous nets. Stretching forth mine eyes toward my right hand, I looked about, nor did any of my friends think to look upon us at all.
Φεύγειν ἰσχανόωντος ἐμὴ πάρος ὤλετο φύζα· Οὐδ' ἦν ὅστε μοι ἦτορ ἀνιχνεύσειε φυγόντος. Αὐτὰρ ἐγὼ βοόων ἐφάμην· Σύ μοι ἐλπὶς ἐτύχθης· Ζωόντων ἀνὰ γαῖαν ἐμῆς, Μάκαρ, αἶσα βιώνης· Ἱκεσίην σκοπίαζε· κατεδμήθην γὰρ ἀνίῃ.
Though I longed to flee, my flight perished beforehand, nor was there anyone who would seek out my heart as I fled. But crying aloud I said: Thou art my hope, the portion of my life, O Blessed One, in the land of the living; look upon my supplication, for I have been brought low by grief.
Ἐκ κακομηχανίης ὀλοῆς δηίων με σαώσοις· Οὕνεκα πολλὸν ἐμεῖο βίῃ προφερέστεροί εἰσιν. Εἴθε μοι ἀπρήκτου φυλακῆς ἐξείλετο θυμόν· Ὄφρα κεν οὔνομα σεῖο περιφραδέως ἀναμέλψω. Ἐκ σέο μισθὸν ἐμὸν γενεαὶ μίμνουσι δικαίων.
Save me from the destructive evil plotting of my foes, because they are much mightier in strength than I. O that He would snatch my soul out of an unmanageable prison, that I may prudently hymn Thy name! From Thee the generations of the righteous await my reward.
Δαυΐδου κλυτὸς ὕμνος Ἀβεσσαλῶμος ἀμώμου, Ὅττε μιν υἱὸς σφετέρης ἐξήλασε πέτρης. Ἔμπα γε μὴν ἑκατοστὸς ἔφυ καὶ τεσσαρακοστὸς. Δεύτερον αἰγλήεντα λαχὼν συμφράδμονα κῶμον.
A glorious hymn of blameless David concerning Absalom, when his son drove him out from his rock; nevertheless it is the hundredth and fortieth, having obtained as second a bright, harmonious ode.
Εὐχῆς ἡμετέρης ἐπικέκλυθι, φέρτατε Ποιμήν· Ἀτρεκέως καλέοντος ἐμῆς ὑπόεικε λιτῇσιν· Σεῖο δικαιοσύνῃ μευ, Ἄναξ, βοόωντος ἀκούσαις· Μηδὲ δικαζομένῳ μοι ἐπαντιάσειας ἀγῶνος.
Hearken unto our prayer, O bravest Shepherd; in truth yield unto my supplications as I call; in Thy righteousness, O Lord, hear me as I cry aloud, and meet me not in contest when I am judged.
PG 33:1528Read from the pageΟὔτις γὰρ μερόπων ὅσιος σέθεν ἄντα φανείη Ἐχθρὸς ἐμὸν στονόεντα βιήσατο θυμὸν ἐλαύνων·
For no mortal could appear holy before Thee. The enemy hath violently pursued my groaning soul, driving it on;
Γαίης νερτερίοισιν ἐμὴν ὑπέταξε βιώνην, Ἀπρήκτοις νεκύεσσιν ὑπὸ κνέφας ἶσα καθίζων· Πνεῦμα δ' ἐμὸν πυκινῇσιν ἀμηχανίῃσι πεδήθη.
he hath subjected my life to the nether parts of the earth, making me sit down in darkness like the helpless dead; and my spirit was bound in dense perplexities.
Ἀσχαλόων ἀχέεσσι μετὰ φρεσὶ θυμὸν ὀρίνθην.
Distressed with sorrows within my mind, I was stirred in spirit.
Αὐτὰρ ἐγὼ προτέρων γενεῶν μεμνημενος ὥρης, Ἔργα νόῳ κελάδησα θεόσδοτα Παμβασιλῆος· Χειρῶν δ' ἔργματα θεῖα περιφραδέως ἀνέμελπον, Χεῖρας ἐμὰς Βασιλῆι πολυκλήεντι πετάσσας. Θυμὸς ἐμὸς ποθέει σ', ἅτε διψάδος αὔλακες αἴης. Αἶψά με εἰσαΐοις, μελέων πρὶν πνεῦμα μεθείω.
Yet I, remembering the season of former generations, sounded forth in my mind the God-given works of the All-King, and prudently sang of the divine deeds of His hands, having spread forth my hands unto the much-renowned King. My soul longeth for Thee, like the furrows of a thirsty land. Speedily mayest Thou hear me, before I let go the spirit from my limbs.
Μή μευ κυδιάνειραν ἀποστρέψειας ἐπωπὴν, Μηδὲ κατερχομένοισιν ἶσος βόθρονδε φανείην. Σῆς, Μάκαρ, ἐξ ἠοῦς ἐλεητύος εἴθε πυθοίμην,
Turn not away Thy glorious countenance from me, nor let me appear like unto those who go down into the pit. O that from the dawn I might hear of Thy mercy, O Blessed One,
Οὕνεκεν ἐλπωρὴ παναγήραος ἄμμιν ἐτύχθης. Δός νύ μοι αἴσιον οἶμον, ὅπῃ χρέος ἐστὶν ὁδεύειν, Οὕνεκεν ἀμφὶ σὲ θυμὸν ἀεὶ πεπετασμένον ἴσχω. Ἀντιβίων παλάμης με, Μακάρτατε, ῥίμφα σαώσοις, Πύργον ἐπεί σ' ἄῤῥηκτον ἀεὶ πεφοβημένος εὗρον.
because Thou hast been an all-ageless hope unto us! Grant me now a prosperous way, wherein it is needful to walk, because toward Thee I ever keep my soul spread open. Swiftly save me from the hand of mine adversaries, O Most Blessed One, since when affrighted I have ever found Thee an unbreakable tower.
Αὐτὸς Ἄναξ ἐμός ἐσσι, νόον δέ με σεῖο διδάσκοις· Ἰθείην δ' ἀγαθόν με φέροι χθόνα Πνεῦμα Θεοῖο. Δός νύ μοι εὐδικίην, βιότου τροφὸν, εἵνεκα σεῖο. Θυμὸν ἐμὸν στονόεντος, Ἄναξ, μόχθοιο σαώσοις· Ἐκ δέ μευ ἀντιβίους ἐλέῳ σέθεν εἵνεκ' ὀλέσσοις. Πάντας ἐμῆς δαμάσειας, Ἄναξ, ψυχῆς ὀλετῆρας, Οὕνεκα σὸς θεράπων καταθύμιος εὔχομαι εἶναι
Thou Thyself art my Sovereign Lord; teach me Thy mind, and may the good Spirit of God bear me unto a straight land. Grant me now righteous judgement, the nurse of life, for Thy sake. Save my soul, O Lord, from groaning toil, and in Thy mercy destroy mine adversaries for Thy sake. Subdue all the destroyers of my soul, O Lord, because I avow myself to be Thy devoted servant.
ΨΑΛΜΟΣ ΡΜΓʹ.
Psalm CXLIII.
Δαυΐδου κλυτὸς ὕμνος ἐπ' ἀντιβίῳ Γολιάτῳ, Καὶ τρίτατος σοφίῃ τοῖς πρὶν ἅμ' ἑσπόμενος. Ἔμπα γε μὴν ἑκατοστὸς ἔφυ καὶ τεσσαρακοστός.
A glorious hymn of David against the adversary Goliath, and third in wisdom following together upon the former ones; nevertheless it is the hundredth and fortieth.
Εὐφήμοις μελέεσσιν ἀεὶ Θεὸς αἰνετὸς ἔστω, Ὃς παλάμας θώρηξεν ἐμὰς ἐπὶ δηιοτῆτα· Τεῦξε δὲ νωιτέρων μενεδήια δάκτυλα χειρῶν. Αἰὲν, Ἄναξ, ἐλεητὺς ἐμὴ καὶ πύργος ἐτύχθης, Ῥυόμενος κακότητος, ὑπερμενέας τ' ἀπαμύνων, Ἐλπὶς ἀγακλήεσσα, καὶ ἄρκιος ἀσπιδιώτης, Λαὸν ἐμὸν παλάμῃσιν ὑφ' ἡμετέρῃσι δαμάζων. Τίς βροτός ἐστιν, Ἄναξ, ὅτι οἱ ἀναφανδὰ παρέστης; Ἢ φύτλη μεροπηῒς, ὅ μιν φρεσὶν ὧδε γαραίρεις;
With auspicious melodies let God ever be praised, Who hath armed my hands for battle, and made the fingers of our hands staunch in warfare. Ever, O Lord, hast Thou been my mercy and a tower, delivering from wickedness and warding off the overweening, a glorious hope and a sure shield-bearing protector, subduing my people under our hands. What is a mortal man, O Lord, that Thou hast manifestly stood by him? Or the race of mankind, that Thou dost thus honour it in Thy mind?
Ἄνθρωπος κενεοῖς ἰνδάλμασιν ἶσος ἐτύχθη· Ἤματα δ' ἀσταθέϊ σφέτερα σκιῇ ἶσα παρέρπει. Οὐρανὸν ἀγκλίνας πυκινὸν καταβήσαιο, Ποιμήν. Θῖγ' ὀρέων, καὶ καπνὸν ἄδην σκοτειδέα τεύξεις. Μαρμαρυγὰς στεροπῆς προϊεὶς σκεδάσειας ἅπαντας. Πέμπε, Μάκαρ, βελέεσσι τεοῖς, ἵνα θυμὸν ὀρίνῃς. Χεῖρα τεὴν πέμποις ἐξ αἰθέρος, ὥς με σαώσοις, Καί με πολυσμαράγων ὑδάτων ἀπολύσαιο ὁρμῆς. Χειρὸς ἀπ' ὀθνείων με, Μακάρτατε, ῥύεο παίδων,
Man is made like unto empty phantoms, and his days creep past like an unstable shadow. Bowing down the dense heaven, descend, O Shepherd; touch the mountains, and Thou shalt make dark smoke in abundance. Sending forth flashings of lightning, scatter them all; shoot with Thy shafts, O Blessed One, that Thou mayest confound their spirit. Send forth Thy hand out of the ether, that Thou mayest save me, and deliver me from the rush of loud-roaring waters. Rescue me, O Most Blessed One, from the hand of alien children,
Ὧν στόμα μαψιδίως κενεαυχέας ἔκφατο μύθους,
whose mouth hath vainly spoken empty-boasting words,
Notes, col. 1528
On the reading
Printed μεμνημενος, for μεμνημένος.
Printed ἐπωπὴν, for ὀπωπὴν.
Printed γαραίρεις, for γεραίρεις.
PG 33:1529Read from the pageΔεξιτερή τ' ἀθέμιστος ἀει μεταμώνια ῥέξει. Αὐτὰρ ἐγώ τοι ἄεισμα νέον, Πανυπέρτατε, μέλψω Νευρῆς ἁρμονίῃ δεκάδος τεὸν εὖχος ἀείσω. Ὃς φάος ἡμετέροις βιότου βασιλεῦσιν ὀπάζεις, Καὶ ξίφεος θεράποντα τεὸν Δαυΐδον ἔλυσας. Χειρὸς ἀπ' ὀθνείων με, Μακάρτατε, ῥύεο παίδων.
and their lawless right hand ever works vain things. But I will sing a new song unto Thee, O Most High; with the harmony of the ten-stringed cord I will sing Thy glory, Who bestowest the light of life upon our kings, and hast delivered Thy servant David from the sword. Rescue me, O Most Blessed One, from the hand of alien children,
Ὧν στόμα μαψίδιον κενεαυχέας ἔκφατο μύθους, Δεξιτερή τ' ἀθέμιστος ἀεὶ μεταμώνια ῥέξει· Υἱέες ὧν νεαροῖς πανομοίιοι ἔρνεσιν ἥβης· Αὐτὰρ θυγατέρεσσι τόσος περὶ κάλλεϊ κόσμος, Ὄμμασί κεν φαίης χρυσάμπυκα νηὸν ὁρᾶσθαι. Παντοίων ἀγαθῶν σφέτεροι βεβρίθασι σηκοί. Ἐξ ἑτέρου δ' ἕτερόν γε περιῤῥέει ἄσπετον ὕδωρ.
whose vain mouth hath spoken empty-boasting words, and their lawless right hand ever works vain things; whose sons are altogether like unto young shoots of youth, and for their daughters there is so great an adornment in beauty that with thine eyes thou wouldst say a gold-decked temple was seen. Their garners are laden with all manner of good things, and from one into another boundless water flows round about.
Τοῖσι μὲν εὔβοτα μῆλα καὶ εὔλογα πολλὰ τέτυκται, Ζατρεφέες δὲ βόες, καὶ ἀρείονες ἔξοχον ἄλλων. Ἔμπεδα μὲν πάντα σφίσιν ἕλκεα τηλόθεν ἄτης, Οὐδ' ἀμφ' εὐρυπόροισιν ὁδοῖς σφέων ἐστὶν ἀϋτή. Πάντες ἀνολβίζουσι τόσοις βεβριθότα λαόν. Ὄλβιος, ᾧτε Θεὸς μέλεται φρεσὶν, ἔπλετο λαός.
For them there are well-fed sheep and many prolific flocks, and well-nourished oxen, pre-eminently better than others; all their breaches are firm afar from ruin, nor is there any outcry around their wide-wayed streets. All call happy the people laden with so great things; yet happy is the people that hath God as the care of its heart.
Δαυΐδου κλυτὸς αἶνος ἐρισθενέος βασιλῆος· Τέτρατον ἀγακλέων ἦσε μέλος σοφίης. Ἔμπα γε μὴν ἑκατοστὸς ἔφυ καὶ τεσσαρακοστός.
A glorious praise of the mighty King by David; he sang the fourth song of glorious wisdom; nevertheless it is the hundredth and fortieth.
Ἄφθιτε, κυδαίνω σε, βίην δέ σε ὑψόσ' ἀείρω·
O Imperishable One, I glorify Thee, and exalt Thy might on high;
Οὔνομα δ' ὑμνήσαιμι τεὸν πυκινῇσιν ἀοιδαῖς, Ἐκ γεγεῆς γενεήνδε διαμπερὲς ἤματα πάντα. Γηθόσυνος μέλψω σε διηνεκὲς ἦμαρ ἐπ' ἦμαρ· Οὔνομα δ' ὑμνήσαιμι τεὸν πυκινῇσιν ἀοιδαῖς, Εκ γενεῆς γενεήνδε διαμπερὲς ἤματα πάντα. Αἰνετός ἐσσι, Μάκαρ, καί τοι μέγα κῦδος ἀέρθη,
and may I hymn Thy name with frequent songs, from generation to generation continually all the days. Joyfully will I sing of Thee continually day after day; and may I hymn Thy name with frequent songs, from generation to generation continually all the days. Praised art Thou, O Blessed One, and great glory hath been raised up unto Thee,
Καί οἱ ἀτέρμαντον πέλεται περιώσιον εὖχος. Ἔργα σέθεν φύλοισι, Μακάοτατε, φῦλα βοήσει,
and unto Him belongs boundless, surpassing glory. Tribes unto tribes, O Most Blessed One, shall proclaim Thy works,
Καὶ σθένος ἀπροτίοπτον ἀριφραδέως ἀγορεύσει· Σὸν μεγαλοπρεπὲς εὖχος ἀρίζηλον καταλέξει. Σεῖο δ' ἀπαγγελέει τε, Μακάρτατε, θέσκελα πάντα·
and shall clearly declare Thine unapproachable strength; they shall recount Thy magnificent, illustrious glory, and shall report all Thy wondrous deeds, O Most Blessed One;
Ἔργον δ' οὐκ ἐπιεικτὸν ἀνὰ στόμα δείματι μέλψει. Οὐ σευ ἀναύδητος μεγαλαυχέα ἔργα παρέλθοι· Σὸν σθένος ἀστυφέλικτον ἀριφραδέως ἀγορεύσει. Ἐν δὲ δικαιοσύνῃ κεχαροίατο Παμβασιλῆος· Οἰκτίρμων Βασιλεὺς πανυπέρτατος, ἠδ' ἐλεήμων, Τλήμονα θυμὸν ἔχων, σφετέρην τ' ἐλεητὺν ἀέξων.
and with awe in their mouth they shall sing of Thine unyielding work. Let no man pass by Thy glorious works in silence; clearly shall he declare Thine unshaken strength, and in the righteousness of the All-King shall they rejoice. Compassionate is the King Most High, and merciful, having a patient heart, and increasing His mercy.
Μειλιχίην μετὰ πᾶσι Θεὸς δεδάηκε φυλάσσειν, Ἔργα κατοικτείρων ὅσαπερ τεκτήσατο χειρί. Ἀλήκτῳ κραδίῃ σε, Μακάρτατε, ἔργα βοήσει, Καί σευ ἀγακλήενθ' ὁσίων γένος αἶνον ἀείσει. Κῦδος ἀνακτορίης πανυπέρτατον ἐξερέουσι, Καὶ σθένος ἀστυφέλικτον, Ἄναξ, τεὸν ὑμνήσουσι, Θηητὸν μερόπεσσιν ὅπως σθένος ἄφθιτον ἕξεις,
God knoweth how to keep gentleness among all, having compassion upon all the works that He hath fashioned with His hand. With unceasing heart, O Most Blessed One, Thy works shall cry aloud unto Thee, and the race of the holy ones shall sing Thy glorious praise. They shall tell forth the supreme majesty of Thy sovereignty, and shall hymn Thine unshaken strength, O Lord, how Thou shalt hold imperishable strength, admirable unto mortals,
Καὶ μεγαλοπρεπὲς εὖχος ἀνακτορίης ἐρατεινῆς.
and the magnificent glory of a lovely sovereignty.
Notes, col. 1529
On the reading
Printed γεγεῆς, for γενεῆς.
Printed Μακάοτατε, for Μακάρτατε.
PG 33:1532Read from the pageΑἰεὶ κοιρανίη ἁπάσης μεδέουσα γενέθλης. Ἀχράντοις ἐπέεσσι Θεὸς περὶ πίστιν ὑφαίνει, Καί οἱ εὐδικίη τελέθει κεκερασμένη ἔργοις. Ἀθάνατος δεδάηκεν ἀεὶ πίπτοντας ἐγείρειν, Ἰθύνειν ὀλοοῦ ὑπὸ ῥήγματος ἄνδρα πεσόντα. Εἰς σὲ, Μάκαρ, λεύσσουσι τάπερ τεκτήναο πάντα, Καὶ δῴης ἅμα πᾶσι κατὰ χρέος ἄρμενον εἶδαρ.
Ever doth Thy sovereignty rule over every generation. With undefiled words God weaves faith round about, and unto Him righteous judgement is blended with His works. The Immortal One knoweth how ever to raise up the falling, and to set upright the man who hath fallen under a destructive breach. Unto Thee, O Blessed One, look all the things that Thou hast fashioned, that Thou mayest give unto all together fitting food according to their need.
Πᾶν γένος ἐκπλήσειας, ἐπήν σεο χεῖρα πετάσσῃς. Πάντοθεν εὐδικίη μεθέπει Βασιλῆος ἀταρπούς· Ἐκ δ' εὐηγεσίης ὅσιος περιλάμπεται ἔργων. Παντὶ λιταζομένῳ περιίσταται, ἠδὲ φυλάσσει, Ὅστε μιν ἱκεσίῃ παναληθέϊ μειλίξαιτο. Αἰὲν δμώεσσιν ἐπικρήνειεν ἐέλδωρ· Ἱκεσίης δ' ἀΐων σφετέρης ἀπολύσεται ἄτης. Αἰὲν Ἄναξ κακότητος ἑοὺς ἐσάωσεν ἐρίθους, Αὐτὰρ ἀτασθαλίης δαμάᾳ θεράποντας ὀλέθρῳ. Αἶνον Παμβασιλῆος ἐμὸν στόμα πιστὸν ἀείσσει, Θνητῶν τ' ἄσπετα φῦλα Θεοῦ κλυτὸν οὔνομα μέλψει,
Thou satisfiest every race whenever Thou openest Thy hand. On every side righteous judgement attends the paths of the King, and from the goodly governance of His works He shines forth holy round about. He stands by everyone who entreats Him, and guards whosoever propitiates Him with all-truthful supplication. Ever may He fulfil the desire of His servants, and hearing their supplication He will deliver them from ruin. Ever hath the Sovereign Lord saved His workers from wickedness, but the servants of recklessness He subdues with destruction. My faithful mouth shall sing the praise of the All-King, and the boundless tribes of mortals shall hymn the renowned name of God,
Ἐκ γενεῆς γενεήνδε μετ' ἀλήκτοισι γενέθλαις.
from generation to generation among unceasing races.
Ξυνὸς Ζαχαρίαο καὶ Ἀγγαίου πέλει ὕμνος, Πεμπταῖον ξυνέριθον ἔχων θρόον ἀλληλούϊα. Ἔμπα γε μὴν ἑκατοστὸς ἔφυ καὶ τεσσαρακοστός.
A common hymn of Zechariah and Haggai it is, having as fifth fellow-worker the sound of Alleluia; nevertheless it is the hundredth and fortieth.
Μέλπε Θεὸν, φίλε θυμὲ, τεῆς κρατέοντα βιώνης· Ὑμνήσω Βασιλῆα πολύλλιτον εἰσόκεν ἕρπω· Ἀθάνατον φόρμιγγι διαμπερὲς ὑμνοπολεύσω. Μηδέποθ' ἡγητῆρσι μετὰ φρεσὶ θάρσυνος εἴης, Μηδὲ βροτῶν τεκέεσσιν, ὅθεν φάος οὔποτ' ἐτύχθη· Οἳ ψυχῆς πταμένης, σφετέρην πάλιν εἴσ' ἐπὶ γαῖαν.
Sing of God, O dear soul, Who rules over thy life; I will hymn the much-entreated King so long as I move upon the earth; continually will I hymn the Immortal One with the lyre. Never be confident in heart in rulers, nor in the children of mortals, whence light never was; who, when their soul hath flown away, shall go back again unto their earth.
Τοῖσι δ' ὁμῶς φθινύθουσι ὅλαι φθιμένοισι μενοιναί.
And with them, when they perish, all their designs likewise perish.
Ὄλβιος, ᾧτε Θεὸς πανυπέρτατός ἐστιν ἀρωγὸς, Ὧ τε κατ' ἐλπωρὴ πέλεται Βασιλῆος ἐφετμὰς, Ὃς γαῖαν χλοερήν τε καὶ οὐρανὸν εὐρὺν ἔτευξε, Πόντον ἐρισμάραγον, καὶ ὅσα τρέφει οἶδμα θαλάσσης.
Happy is he whose helper is God Most High, and whose hope is according to the commandments of the King, Who made the verdant earth and the wide heaven, the loud-roaring deep, and all that the swell of the sea nourishes.
Αἰὲν ἀληθείην μεμαὼς πραπίδεσσι φυλάσσει, Ὅς ῥα βιαζομένοισι δικαιοσύνην ἀναφαίνει, Πᾶσι δὲ πειναλέοισι διδοῖ ζωαρκέα δαῖτα. Αὐτὸς ἀλυκτοπέδης πεπεδημένον οἶδε σαῶσαι· Αὐτὸς ῥιγεδανοῦ ὑπὸ ῥήγματος ἄνδρας ἐγείρει· Αὐτὸς Ἄναξ τυφλοῖσι νόον πυκινόφρονα τεύχει· Αὐτὸς Παμβασιλεὺς ὅσιον γένος ἀμφαγαπάζει· Αὐτὸς Ἄναξ δεδάηκε νεήλυδα φῶτα φυλάσσειν, Χήρην τ' ὀρφανικόν τε μετ' ἀγκαλίδεσσιν ἀεῖραι. Αὐτὰρ ὁδὸν στονόεσσαν ἀμαλδύνειεν ἀλιτρῶν. Νωλεμέως Ἄχραντος ἀγακλειὴς βασιλεύσει, Ἐκ γενεῆς γενεήνδε Θεὸς Σιῶνος ἀνάσσων.
Eagerly in His heart He ever guards truth, Who indeed displays righteousness unto those who are wronged, and gives a life-sustaining feast unto all the hungry. He Himself knoweth how to save him who is bound in inescapable fetters; He Himself raises up men from beneath a shuddering breach; the Sovereign Lord Himself frames a wise mind for the blind; the All-King Himself dearly loves the holy race; the Sovereign Lord Himself knoweth how to guard the stranger, and to lift up the widow and the orphan in His arms; but the groaning way of sinners may He crush. Unceasingly shall the glorious Undefiled One reign, God ruling over Sion from generation to generation.
Ξυνὸς Ζαχαρίαο καὶ Ἀγγαίου πέλει ὕμνος, Ἑκταῖον ξυνέριθον ἔχων θρόον ἀλληλούϊα. Ἔμπα γε μὴν ἑκατοστὸς ἔφυ καὶ τεσσαρακοστός.
A common hymn of Zechariah and Haggai it is, having as sixth fellow-worker the sound of Alleluia; nevertheless it is the hundredth and fortieth.
Μέλψατε Παμβασιλῆα, ἐπεὶ μέλος ἐσθλὸν ἐτύχθη. Αἶνος νωιτέρῳ καταθύμιος ἔσσετ' Ἄνακτι. Κλεινὸς Ἄναξ Ἱερουσαλὴμ θεοτερπέα τεύχων·
Sing unto the All-King, since a song is goodly; praise shall be pleasing unto our Sovereign Lord. The renowned Lord builds Jerusalem, pleasing unto God;
PG 33:1533Read from the pageΦῦλον ἐπαθροίσει κεκεδασμένον Ἰσραήλου. Ἰητὴρ οἷσίν τε κατεκλάσθη φίλον ἦτορ, Καὶ σφετέροιο πόνοιο περισφίγγων μελεδῶνας. Μοῦνος ἀμετρήτων ἄστρων δεδάηκεν ἀριθμὸν, Ἐξονομακλήδην ὀνομάζων τείρεα πάντα. Νωίτερος Θεός ἐστι μέγας, μεγάλη δέ οἱ ἀλκή· Οὐδὲ ἀνὴρ πινυτῆς Μάκαρος κλυτὰ μέτρα νόησεν.
He shall gather together the scattered tribe of Israel, being a healer unto those whose dear heart hath been broken, and binding up the cares of their pain. He alone knoweth the number of the unmeasured stars, calling all the constellations by name. Great is our God, and great is His might, nor hath any man comprehended the glorious measures of the wisdom of the Blessed One.
Οἶδεν ἀειρέμεναι Βασιλεὺς γένος ἠπιοθύμων, Αὐτὰρ δυσσεβέας γαίης πυμάτοισι δαμάζειν. Ἀρχόμενοι Βασιλῆα θοῇ κελαδήσατε μολπῇ· Μέλψατε Παμβασιλῆα Θεὸν φόρμιγγι λιγείῃ. Οὐρανὸν ὃς πολύχαλκον ἑοῖς νεφέεσσι πυκάζει, Γαίῃ ἑτοιμάζων σφετέρῃ φυσίζοον ὄμβρον. Ὃς τόσον ὑψικόμοις καὶ ἐν οὔρεσι χόρτον ἀέξει,
The King knoweth how to lift up the race of the gentle-hearted, but to subdue the ungodly unto the uttermost parts of the earth. Beginning, sound forth unto the King with swift song; sing unto God the All-King with the clear-toned lyre, Who covers the brazen heaven thickly with His clouds, preparing life-giving rain for His earth; Who makes so much grass to grow even upon the lofty-foliaged mountains,
Ἀντέλλων ζυγίοισι βροτῶν μελιηδέα ποίην. Ὃς καὶ τετραπόδων ἀγέλαις πόρεν ἄρμενον εἶδαρ,
causing honey-sweet herbage to spring up for the beasts of burden of mortals; Who also hath given fitting food unto the herds of four-footed beasts,
Καὶ κοράκων ἤρκεσσε λιταζομένοισι νεοσσοῖς. Οὔποτ' ἐπαινήσειεν Ἄναξ σθένος ἄσχετον ἵππου· Κνημάων δ' οὐ πάμπαν ἀγάσσεται ἀνδρὸς ἐρωήν. Μᾶλλον ἐπὶ δμώεσσιν ἑοῖς κεχαρήσεται Ἐσσήν· Οἷς δ' ἐλεημοσύνη καταθύμιός ἐστιν Ἄνακτος.
and hath sufficed the entreating young of the ravens. Never will the Sovereign Lord praise the irresistible strength of a horse, nor will He admire at all the swiftness of a man's legs; rather will the King rejoice over His servants, and over those unto whom the mercy of the Sovereign Lord is dear.
ΨΑΛΜΟΣ ΡΜΖʹ.
Psalm CXLVII.
Ξυνὸς Ζαχαρίαο καὶ Ἀγγαίου πέλει ὕμνος, Ἕβδομον ἀμφήριστον ἔχων θρόον ἀλληλούϊα. Ἔμπα γε μὴν ἑκατοστὸς ἔφυ καὶ τεσσαρακοστός.
A common hymn of Zechariah and Haggai it is, having as seventh the disputed sound of Alleluia; nevertheless it is the hundredth and fortieth.
Αἴνεε τιμήενθ', Ἱερουσαλὴμ, Βασιλῆα· Σιὼν, ὑμνοπόλευσε τεοῦ Βασιλῆα βίοιο· Οὕνεκα σῶν πυλέων σθεναροὺς χάλκευσεν ὀχῆας. Ἐν σοὶ σοὺς πινυτοὺς καὶ ἀγακλέας ᾔνεσε παῖδας. Ὃς σέθεν εἰρήνῃ πεφυλαγμένα τέρματα θῆκε· Πλῆσε δὲ πιαλέῃ σε βίῃ μενοεικέος ἀκτῆς. Ὃς χθονὶ πουλυβοτείρῃ ἐπίῤῥοθον ὤπασε μῦθον.
Praise the honoured King, O Jerusalem; O Sion, hymn the King of thy life; because He hath forged strong bolts for thy gates, and within thee He hath blessed thy wise and glorious children. Who hath made thy borders guarded with peace, and filled thee with the rich strength ofpleasing meal; Who hath bestowed His helping word upon the all-nourishing earth.
Αὐτὰρ ὁ ῥίμφα θέων μετελεύσεται ἔνθα καὶ ἔνθα, Εἰρίον ὣς, ψυχρῆς χιόνος σθένος ὑψόθι φαίνων, Πάσσων καπνοτόκειαν ὅπως σποδὸν αὐχμὸν ὁμίχλης,
And running swiftly it shall pass hither and thither, showing forth on high the strength of cold snow like wool, scattering the dryness of mist like smoke-born ash,
Εἰδομένην ψωμοῖσιν ἑὴν κρύσταλλον ἰάλλων. Ψύχεϊ τίς κεν ἑὸν δύναται μένος ἰσοφαρίζειν; Πάντα λόγῳ ζώοντι τακήσεται ὁρμηθέντι· Ὕδατα δὲ πνοιῇσιν ὑπὸ σφετέρῃς κελαρύζει. Μῦθον Ἰακώβῳ πινυτῷ φίλον ἐξαγορεύων, Κλεινὰς δ' εὐδικίας ἐρέων κλεινῷ Ἰσραήλῳ, Οὐδέποτ' ἀλλοδαποῖσι μετ' ἔθνεσι τοῖον ἔρεξεν, Οὐδὲ δικαιοσύνας σφετέρας τεκμήρατο λαοῖς.
casting forth His ice like morsels; before His cold who is able to match his strength? All things shall melt when His living word speeds forth, and under His breezes the waters murmur. Declaring His dear word unto wise Jacob, and telling forth glorious judgements unto glorious Israel, never did He work such a thing among alien nations, nor did He manifest His ordinances unto the peoples.
ΨΑΛΜΟΣ ΡΜΗʹ.
Psalm CXLVIII.
Ξυνὸς Ζαχαρίαο καὶ Ἀγγαίου πέλει ὕμνος, Ὄγδοον ἀμφήριστον ἔχων θρόον ἀλληλούϊα. Ἔμπα γε μὴν ἑκατοστὸς ἔφυ καὶ τεσσαρακοστός.
A common hymn of Zechariah and Haggai it is, having as eighth the disputed sound of Alleluia; nevertheless it is the hundredth and fortieth.
Μέλψατέ μοι μέγα κῦδος ἀπ' οὐρανόθεν Βασιλῆος· Μέλψατέ μιν, βοόωντες ἐφ' ὑψίστοισι θυώκοις· Μέλψατέ μιν, δῆμοι μεγαλοσθενέων στρατιάων· Μέλψατέ μιν, πᾶσα σθενέων ἀριδείκετος ἀλκή·
Sing for me from heaven the great glory of the King; sing unto Him, crying aloud upon the highest seats; sing unto Him, ye peoples of mighty hosts; sing unto Him, all ye illustrious might of the powers;