PG 33:1500Read from the pageἈλλὰ δικαιοσύνης λαθόμην σέθεν οὔποτε θυμῷ. Εἰπὲ, τεοῦ θεράποντος ὅσος χρόνος ἐστὶ βίοιο· Εἴ ποτέ μοι τίσειαν ἐπάξιον ὕβριν ἀλεῖται; Ἀνέρες ὑβρισταὶ ἀεσιφροσύνας ἀνέμελπον, Ἀλλ' οὐ σὸν κατὰ θεσμὸν ἔχον ψευδηγόρον οἴμην. Ἄφθιτοι ἐννεσίαι παναληθέος εἰσὶν Ἄνακτος· Οἱ δ' ἀδίκως μ' ἐδίωκον, Ἄναξ δ' ἐπιτάρῥοθος εἴης, Καί κέ με πανσυδίῃ πέλασαν δαμάσαντες ἀρούρῃ· Αὐτὰρ ἐγώ σεο μίμνον ἐφημοσύνῃσι πεποιθώς. Ἄφθιτε, σῇ, Βασιλεῦ, ἐλεητύϊ καλὰ βιώην, Καί σεο μαρτυρίας στόματος στέρνοισι φυλάξω.
yet in my soul I never forgot Thy righteousness. Tell me how long is the time of Thy servant's life, whether sinners shall ever pay me a fitting penalty for their insolence? Insolent men sang their follies, but held a false-speaking song not according to Thine ordinance. Imperishable are the commands of the all-true Lord; and they persecuted me unjustly, but mayest Thou, O Lord, be my helper. With all their force they would have subdued me and brought me near to the earth; yet I waited, trusting in Thine injunctions. O Imperishable One, by Thy mercy, O King, may I live nobly, and keep the testimonies of Thy mouth within my breast.
ΙΒʹ. Ἐκ γενεῆς γενεήνδε νέμεις παναληθέα βουλήν. Ουρανῳ αστερόεντι μένει σέο πάντοτε μῦθος. Γαῖα, Μάκαρ, παλάμῃσι μένει σέο ῥιζωθεῖσα· Ἠὼς δ' ἠριγένεια φέρει σέο φέγγος ἀνωγῇ· Σοὶ γὰρ ὑποδρήσσουσι τάπερ τεκτήναο χερσίν. Εἰ μή μοί σεο θεσμὸς ἔην μελέδημα μερίμνης, Καί κεν ἀπεφθινόμην κρυερῷ καὶ ἀπευθέϊ πότμῳ. Οὔποτε θεσπεσίων ἐπιλήσομαι εὐνομιάων, Ἔνθεν ἐπεὶ βιότοιο τέλος κεχαρισμένον εὗρον. Εἰμὶ τεὸς θεράπων, σὺ δέ μοι κακὸν οἶτον ἀλάλκοις, Οὕνεκεν ἐννεσίῃσιν ἀεὶ θάρσησα τεῇσι Μαψιδίως ὑπέμειναν ἀτασθάλλοντες ὀλέσσαι. Αὐτὰρ ἐγὼ ξυνέηκα χάριν σέο μαρτυριάων· Παντοίοις ἐνόησα τέλος πραπίδεσσι βίοιο· Σὴν ὑποθημοσύνην, Βασιλεῦ, εὐρεῖαν ἀνέγνων.
12. From generation to generation Thou dispensest all-true counsel; in starry heaven Thy word abides for ever. The earth, O Blessed One, abides rooted by Thy hands; and early-born Dawn brings light at Thy command; for unto Thee do the things that Thou hast fashioned with Thy hands minister. Had not Thine ordinance been the meditation of my care, I would have perished in a chill and inglorious doom. Never shall I forget Thy divine good laws, since thence I found a welcome end of life. I am Thy servant, and mayest Thou ward off evil doom from me, because I have ever trusted in Thy commands. Transgressors waited in vain to destroy me, yet I understood the grace of Thy testimonies. With all manner of thoughts I perceived the end of life; I recognised Thine instruction, O King, as wide.
ΙΓʹ. Ὡς μάλα θεσμὸν ἐγὼ βασιλήιον ἀμφαγάπαζον, Καί μιν ἑλὼν στέρνοισι πανημαδὸν ὑμνοπολεύσω. Ἐννεσίην δηίων με τεὴν πλέον ἐξεδίδαξας· Καὶ γὰρ ἐμὸν κτέρας ἐστὶ, διηνεκέως δέ με θάλπει. Εἴξατέ μοι, προτέρης σοφίης κοσμήτορες ἄνδρες, Ἐννεσίας Ἄνακτος ἔχω μελεδήματα θυμοῦ Πρεσβυτέρων πινυτῆς πολὺ μείζονα μῆτιν ἐφεῦρον, Μαρτυρίας κατὰ θυμὸν ἀνιχνεύων Βασιλῆος. Παντοίης ἀπέεργον ὁδοῦ κακοεργέος ἴχνος, Ὄφρα φίλον σέο μῦθον ἐμαῖς πραπίδεσσι φυλάξω. Εὐδικίην φρούρησα τεὴν ἀκλινέϊ βουλῇ, Σῆς ὑποθημοσύνης πεφοβημένος αἰὲν ἀνωγήν. Σὸν περὶ λευκανίην ἐπέων νόμον ἡδὺν ἐφεῦρον, Λαυρότερον γλυκερῆς μελικηρίδος ἄμμιν ἐόντα Πάντα μάλα ξυνέηκα τεῶν χάριν ἐννεσιάων, Ἔνθεν πᾶσαν ἄθεσμον ἀπεχθαίρεσκον ἀταρπόν.
13. How greatly did I love the royal ordinance! And taking it within my breast, I shall celebrate it in song all the day long. Thou hast taught me Thy command more than my foes; for indeed it is my possession, and perpetually warms me. Yield to me, ye men who are marshals of former wisdom; I have the commands of the Lord as the meditations of my soul. I found counsel much greater than the understanding of elders, tracing out the testimonies of the King in my soul. I held back my footprint from every evil-working way, that I might keep Thy beloved word in my mind. I guarded Thy righteous judgement with unswerving counsel, ever fearing the command of Thine instruction. About my throat I found the law of Thy words sweet, being richer unto us than a sweet honeycomb. I understood all things right well for the sake of Thy commands; thence I hated every lawless path.
ΙΔʹ. Λύχνος ἐμὸς σέο θεσμὸς, Ἄναξ, ποσὶν αἰὲν ἐτύχθη, Ἄφθιτον ἡμετέροις καὶ ἀγήραον ἴχνεσι φέγγος. Ὤμοσα σῆς, Ἄχραντε, δίκης θέσπισμα φυλάξαι. Ἠπεδανὸς γενόμην, ἐπέεσσι δὲ σοῖσι βιώην. Γλώσσης ἡμετέρης καταθύμια καὶ σὺ κελεύοις, Καί με δικαιοσύνην ἐρικυδέα σεῖο διδάσκοις. Ἦτορ ἐμὸν παλάμῃσι διηνεκέως σέθεν ἴσχω, Οὐδὲ σέθεν θεσμοῖο φερεζώοιο λαθοίμην.
14. Thine ordinance, O Lord, was ever a lamp unto my feet, an imperishable and unageing light unto our footsteps. I swore to keep the decree of Thy justice, O Undefiled One. I became feeble, yet by Thy words may I live. Do Thou also command the freewill-offerings of our tongue, and teach me Thy glorious righteousness. I hold my heart perpetually in Thy hands, nor may I forget Thy life-bringing ordinance.
Notes, col. 1500
On the reading
Printed Ουρανῳ, for Οὐρανῷ.
Printed αστερόεντι, for ἀστερόεντι.
PG 33:1501Read from the pageἌμμιν ἐτεκτήναντο λίνον κακομήχανοι ἄνδρες, Οὐδὲ τεῆς ἀπάνευθεν ἐφημοσύνης ἀλαλήμην. Μαρτυρίας Βασιλῆος ἕλον ζωαρκέα κλῆρον, Οὕνεκα τερπωλὴ κραδίης γεγάασιν ἐμεῖο. Σὰς, Μάκαρ, εὐδικίας κραδίῃ ποθέεσκον ἀνῦσαι, Ὡς κεν ἀμοιβαίοις ἀγαθοῖς ἐμὸν ἦτορ ἰαίνοις.
Evil-devising men fashioned a net for us, yet I did not wander far from Thine injunction. I took the testimonies of the King as a life-sustaining heritage, because they have become the delight of my heart. In my heart, O Blessed One, I longed to accomplish Thy righteous judgements, that with requiting good things Thou mightest gladden my heart.
ΙΕʹ. Θεσμὸν σὸν φιλέεσκον, ἀτὰρ στυγέεσκον ἀθέσμους. Ἄλκαρ ἐμὸν τελέθεις, καὶ ἐμῆς ἐπιτάρῥοθος ἀλκῆς. Ἐλπίδα κυδιάνειραν ἔχον σέο πάντοτε μύθοις. Εἴξατέ μοι, στυγερῶν ὑποφήτορες ἀμπλακιάων, Ὡς κεν ἀνιχνεύσαιμι Θεοῦ βασιλῆος ἐφετμάς. Ἀμφὶ τεοῖς ἐπέεσιν ἀρηγόνα χεῖρα τιταίνοις, Μηδὲ καταισχύνῃς με τεὴν δεδοκημένον ἀλκήν. Τειρομένῳ μοι ἄρηγε, Μακάρτατε, καί με σαώσοις· Σεῖο δ' ἐπ' εὐδικίῃσι διηνεκέως μελετήσω. Εὐδικίην ἀθέριξας ἀπεχθαίροντας ἀλείτας, Οὕνεκα δυσσεβέων ἐνθύμιόν ἐστιν ἀλιτρόν. ᾨτάμην σύμπαντας ἀλιτραίνοντας ἀθέσμους· Τοὔνεκεν ἀμφαγάπησα χάριν σέο μαρτυριάων. Δείματι σῷ περίπηξον ἐμὸν δέμας οἷά περ ἥλοις· Σῶν γὰρ ὑποτρομέω σθεναρὸν κλέος εὐνομιάων
15. I loved Thine ordinance, and hated the lawless. Thou art my defence, and the helper of my strength; I ever had glory-giving hope in Thy words. Yield to me, ye ministers of hateful sins, that I may trace out the behests of God the King. According to Thy words stretch forth a helping hand, and put me not to shame who await Thy strength. Succour me when hard-pressed, O Most Blessed One, and save me; and upon Thy righteous judgements I shall perpetually meditate. For the sake of righteous judgement Thou didst set at naught sinners who hate Thee, because the thought of the ungodly is sinful. I reckoned all who sin to be lawless; therefore I dearly loved the grace of Thy testimonies. Pierce my body round about with Thy fear as with nails; for I tremble before the mighty glory of Thy good laws.
ΙϚʹ. Εὐνομίην ἐτέλεσσα, δικαιοσύνην τ' ἐρατεινήν· Μή με βιαζομένοισιν ἕλωρ καὶ κύρμα μεθείης. Εἰς ἀγαθὸν θεράποντα τεὸν, Πανυπέρτατε, μίμνοις, Μηδέ με νικήσωσι δίκῃ ψευδήγοροι ἄνδρες. Ὄμματά μευ ποθέεσκον ἀλεξίκακόν σεο φέγγος Καί σεο συνθεσίης ἀγανὸν καὶ ἀγακλέα μῦθον. Σῷ θεράποντι, Μάκαρ, ἐλεητύος ἄξια ῥέζοις, Καί με δικαιοσύνην ἐρικυδέα σεῖο διδάσκοις. Εἰμὶ τεὸς θεράπων, σοφίην δέ μοι ἐγγυαλίζοις, Καί σευ ἀναγνοίην μελεδήματα μαρτυριάων. Ὥρη Παμβασιλῆι πολύλλιτον ἔργον ἀνῦσαι. Σεῖο κακοῤῥέκται κέδασαν ζωαρκέα θεσμόν· Τοὔνεκα σῶν ἐπόθησα μέγα κλέος ἐννεσιάων Χρυσοῦ ἀριπρεπέος τε τοπαζίου πολὺ μᾶλλον. Ἐννεσίης ἴθυνα τεῆς νόον ἔνθεν ὀπηδὸν, Παντοδαπὴν ἤχθηρα βίην, ἀδίκους τε κελεύθους.
16. I wrought good law and lovely righteousness; give me not over as a prey and spoil to my oppressors. Abide unto Thy servant for good, O Supreme One, and let not false-speaking men vanquish me in judgement. Mine eyes longed for Thine evil-averting light and the gentle and glorious word of Thy covenant. Unto Thy servant, O Blessed One, do things worthy of Thy mercy, and teach me Thy glorious righteousness. I am Thy servant; vouchsafe wisdom unto me, and may I know the meditations of Thy testimonies. It is time to accomplish a much-implored work for the All-King; evil-doers have scattered Thy life-sustaining ordinance. Therefore I longed for the great glory of Thy commands much more than resplendent gold and topaz. Thence I directed my mind as an attendant of Thy command, and hated all manner of violence and unjust ways.
ΙΖʹ. Μαρτυρίαι Βασιλῆος ἀεὶ περιθαμβέες εἰσί· Τοὔνεκ' ἀνιχνεύεσκον ἐμῆς πραπίδεσσιν ἁπάσας. Σῶν ἐπέων χάρις ἄμμι βίην καὶ φέγγος ὀπάσσοι, Αἰεὶ νηπιάχων σοφίην πραπίδεσσι τιθεῖσα. Πνεῦμα χανὼν ὕψιστον ὑπὸ στέρνοισιν ἐδέγμην, Οὕνεκα σῶν ποθέεσκον ἀεὶ κλέος ἐννεσιάων. Ἄμμι τεὴν τανύσειας, Ἄναξ, ἐλεήμον' ὀπωπὴν, Ὡς θέμις ἐκτελέειν ἀγαπαζομένοισιν ἐρίθοις. Σοῖς μευ ἐπιθύνειας ἐπίδρομα βήματα μύθοις, Μηδὲ ἐλεγχήεσσα κακοῤῥαφίη με πεδήσῃ. Ἐκ ψευδηγορίης μερόπων ὀλοῆς με σαώσοις, Καὶ σέθεν ἐννεσίας ἀγαθὰς στέρνοισι φυλάξω. Δευομένῳ θεράποντι τεην ἀνάφηνον ὀπωπὴν, Καί με δικαιοσύνην ἐρικυδέα σεῖο διδάσκοις. Δακρυόεντα κέλευθα φίλης προχέεσκον ὀπωπῆς, Οὕνεκα θεσπεσίων ὑπερέδραμον ἤθεα θεσμῶν.
17. The testimonies of the King are ever wondrous; therefore I traced them all out in my mind. May the grace of Thy words grant strength and light unto us, ever placing wisdom in the minds of the simple. Opening my mouth wide, I received the most high Spirit within my breast, because I ever longed for the glory of Thy commands. Stretch forth Thy merciful countenance unto us, O Lord, as is right to fulfil for beloved servants. Direct my coursing steps by Thy words, and let not shameful malice fetter me. Save me from the destructive falsehood of mortals, and I shall keep Thy good commands within my breast. Unto Thy needy servant reveal Thy countenance, and teach me Thy glorious righteousness. From my dear eyes I poured forth tearful paths, because men transgressed the customs of Thy divine ordinances.
ΙΗʹ· Ἦ ῥ' ὅσιος Βασιλεὺς σὺ, καὶ εὐθέα πάντα δικάζεις.
18. Truly Thou art a holy King, and judgest all things uprightly.
Notes, col. 1501
On the reading
Printed ᾨτάμην, for ᾨσάμην.
PG 33:1504Read from the pageΣεῖο δικαιοσύνην ἐπετείλαο μαρτυρίῃσι, Καὶ σθένος ἀστυφέλικτον ἀληθείης ἐρατεινῆς. Σεῖο θεοπρεπέων ἄχεϊ κατατήκομαι οἴκων· Οὕνεκα σῶν ἐλάθοντο κακόφρονες ἐννεσιάων. Σεῖο πυριφλεγέθοντι πανείκελος ἔπλετο μῦθος· Ἀλλά μιν ὣς θεράπων κραδίῃ τεὸς ἀμφαγαπάζοι. Ἠβητὴρ τελέθω, καὶ ἐλεγχήεις τις ἐτύχθην· Ἀλλ' αἰεὶ πραπίδεσσι δικαιοσύνας σέο μέλπω. Σεῖο δικαιοσύνη παναγήραος ἤματα πάντα, Καί σευ ἀληθείη πινυτοῖς θεσμοῖσιν ὀπηδεῖ. Μόχθος με στυγερὸς καὶ ἀμήχανοι ἔσχον ἀνάγκαι· Ἀλλ' οὐδ' ὣς λαθυμην μελεδήματα σεῖο λιγαίνειν. Μαρτυρίας ὁσίων φορέεις ἐγκύμονας ἔργων, Δός μοι, Ἄναξ, πινυτὴν, βίοτος δέ μοι ἄρκιος εἴη.
Thou hast enjoined Thy righteousness in Thy testimonies, and the unshaken strength of lovely truth. With grief for Thy God-befitting houses I waste away, because evil-minded men have forgotten Thy commands. Thy word is altogether like unto blazing fire, and so may Thy servant dearly love it in his heart. I am a youth, and have become one despised; yet ever in my mind I sing Thy righteousnesses. Thy righteousness is all-unageing for all days, and Thy truth attends Thy wise ordinances. Hateful toil and helpless distresses took hold of me, yet not even so did I forget to sing aloud Thy meditations. Thou bearest testimonies fraught with holy works; grant me understanding, O Lord, and may life be sufficient for me.
ΙΘʹ. Ἐκ θυμοῦ βοάασκον, Ἀκήρατε, καί με σαώσοις, Καί σεο μαρτυρίας ἀγαθὰς στέρνοισι φυλάξω. Προφθάμενος βοάασκον. Ἀκήρατε, νυκτὸς ἀμολγῷ, Ἐλπωρὴν Βασιλῆος ἐμὴν ἐπέεσσι πετάσσας. Ὄμματά μευ προὔκυψε θοῶς μετὰ καιρὸν ἔωθεν, Ὄφρα τεῶν ἐπέων μελεδήματα καλὰ βοήσω. Φωνῆς ἡμετέρης ἐλεήμονι κέκλυθι θυμῷ, Σῇσιν ἐμὴν ἴθυνον ὑπ' εὐδικίῃσιν ἀταρπόν. Δυσνομίην ἐλατῆρες ἐμοὶ συνέριθον ἔχεσκον· Σεῖο δὲ τιμήεντα φύγον καὶ ἀγακλέα θεσμόν. Ἐγγὺς, Ἄναξ, καί σευ παναληθέες εἰσὶν ἀταρποί. Ἐξ εὐηγεσίης ἐδάην σέο μαρτυριάων, Νωλεμέως ὅτι πιστὰ θεμείλια πήξαο πᾶσιν.
19. From my soul I cried aloud, O Undefiled One, and mayest Thou save me, and I shall keep Thy good testimonies within my breast. Anticipating the hour, I cried aloud, O Undefiled One, in the dead of night, having spread out my hope in the words of the King. Mine eyes peered forth swiftly after the season of dawn, that I might proclaim the goodly meditations of Thy words. Hear our voice with a merciful soul; direct my path under Thy righteous judgements. My persecutors held lawlessness as their fellow-worker, and fled from Thine honourable and glorious ordinance. Near art Thou, O Lord, and all-true are Thy paths. From the good guidance of Thy testimonies I learned that unceasingly Thou hast fixed faithful foundations for all things.
Κʹ. Ἀδρανίην μευ, Ἄναξ, ἐπιδέρκεο, καί με σαώσοις· Θεσμὸν ἐπεὶ πραπίδεσσι τεὸν μεμνημένος ἴσχω. Ῥυσάμενος, Βασιλεῦ, μὲ, δίκην δικάσειας ἐμεῖο· Ἡμετέρου βιότοιο τεὸς λόγος αἴτιος ἔστω Δυσσεβέων ἀπάνευθεν ἀλεξίκακόν σεο φέγγος· Σεῖο γὰρ ἐξελάθοντο δικαιοσύνας ἐρεείνειν. Οἰκτιρμοὶ Βασιλῆος ἀπειρέσιοι γεγάασιν· Σῇσιν ἐμὴν ἴθυνον ὑπ' εὐδικίῃσιν ἀταρπόν. Μυρίοι ἐξελάοντες ἐπιβρίθουσί με μόχθοις, Ἀλλ' οὐδ' ὣς ἀπάνευθε τράπην σέο μαρτυριάων. Ἀφροσύνης θεράποντας ἰδὼν, κατατήκομαι ἦτορ, Οἷσι νόος σέο μῦθον, Ἄναξ, ἠρνεῖτο φυλάσσειν. Φράζευ, ὅπως περὶ σῇσιν ἐφημοσύνῃς μεμέλημαι. Ἐλπωρὴν βιότοιο τεὴν ἐλεητὺν ἑλοίμην. Σῶν μὲν ἀληθείην προστήσαο μητέρα μύθων, Τοῖσι δ' ἐπ' εὐδικίας ἐπετείλαο πάντοτε θεσμόν.
20. Look upon my weakness, O Lord, and save me, since I hold Thine ordinance remembered in my mind. Delivering me, O King, judge Thou my cause; let Thy word be the author of our life. Far from the ungodly is Thine evil-averting light, for they have utterly forgotten to seek out Thy righteousnesses. Boundless are the mercies of the King; direct my path under Thy righteous judgements. Countless persecutors weigh me down with toils, yet not even so did I turn away from Thy testimonies. Beholding the servants of folly, I waste away in heart, whose mind refused to keep Thy word, O Lord. Consider how I have cared for Thine injunctions; may I take Thy mercy as the hope of my life. Thou hast set truth at the head as the mother of Thy words, and over them Thou hast ever enjoined the ordinance of righteous judgements.
ΚΑʹ. Μαψιδίως μ' ἐδίωκον ἀναιδέες ἡγεμονῆες·
21. Shameless rulers persecuted me in vain;
Notes, col. 1504
On the reading
Printed λαθυμην, for λαθόμην.
PG 33:1505Read from the pageΜοῦνα δὲ σῶν τρομέεσκον ἐμῇ φρενὶ δείματα μύθων.
Only the terrors of Thy words did I tremble at in my mind.
Ἀμφὶ τεοῖς ἐπέεσσι φίλον κεχαρήσομαι ἦτορ, Ὥς τις ἀπαινύμενος δηΐων ἄπο ληΐδα πολλήν.
Over Thy words I shall rejoice in my dear heart, as one taking away much spoil from enemies.
Δυσνομίην ἔστυξα, τεὸν νόμον ἀμφαγαπάζων. Ἑπτάκις ἠμάτιός τοι, Ἄναξ, τεὸν ᾔνεσα κῦδος, Ἔργα δικαιοσύνης μεγαλαυχέα σεῖο λιγαίνων. Εἰρήνη Βασιλῆος ὑποδρηστῆρας ἐρύκοι, Οὐδέ τι νεῖκος ἔχουσι μετὰ σφίσιν ὁρμηθέντες. Σὸν φάος ὠϊσάμην, σέο δ' ἐννεσίας ἐπόθησα· Μαρτυρίας ἐφύλαξα τεὰς, ἀγάπησά τε θυμῷ· Ἐννεσίας ἐφύλαξα καὶ ἁρμονίας ἐρατεινάς. Ἔγνως νωϊτέρων κατεναντία τέρμα κελεύθων.
Lawlessness I hated, dearly loving Thy law. Seven times by day to Thee, O King, I praised Thy glory, singing aloud the glorious works of Thy righteousness. May the peace of the King uphold His ministers, nor do they have any strife among themselves when they set forth. I looked for Thy light, and I longed for Thy injunctions; I kept Thy testimonies, and loved them in my soul; I kept Thy injunctions and lovely ordinances. Thou hast known before Thee the end of our ways.
ΚΒʹ. Ἱκεσίη Βασιλῆος ἐμὴ προπάροιθεν ἱκέσθω· Μύθων σῶν πινυτὴν ἀντάξιον ἄμμιν ἰάλλοις.
22. Let my supplication come before the King; send forth to us understanding worthy of Thy words.
Σεῦ, Μάκαρ, ἡμετέρων χάρις ἵξεται ἄντα λιτάων· Ἀλκτήρ μοι κακότητος ἀεί σεο μῦθος ἐπέστω
Before Thee, O Blessed One, the grace of our prayers shall come; may Thy word ever be present to me as a defender from evil
Χείλεσιν εὐκελάδοισι μέλος φιλόμολπον ἀείσω, Εὖτε δικαιοσύνην μ' ἐρικυδέα σεῖο διδάξῃς. Γλῶσσα τεὸν φθέγξαιτο φίλον ζωαρκέα μῦθον, Ἐννεσίης ὅτι σῇσι δικαιοσύνην ἐκέρασσας. Δεξιτερὴν τανύσειας, Ἄναξ, σέο, καί με σαώσοις· Οὕνεκα σῶν πραπίδεσσι λιλαίομαι ἐννεσιάων. Ἐκ θυμοῦ ποθέεσκον ἀλεξίκακόν σεο φέγγος· Γλώσσῃ θεσμοσύνην βασιλήϊον ὑμνοπολεύσω. Ζώοι θυμὸς ἐμεῖο, καί σευ κλυτὸν αἶνον ἀείσει·
With melodious lips I shall sing a song-loving strain, when Thou teachest me Thy glorious righteousness. May my tongue utter Thy dear life-sustaining word, because with Thy injunctions Thou hast blended righteousness. Stretch forth Thy right hand, O King, and save me; because in my heart I yearn for Thy injunctions. From my soul I longed for Thy evil-averting light; with my tongue I shall celebrate in hymns the royal law. May my soul live, and it shall sing Thy renowned praise;
Καὶ σέθεν εὐδικίῃσιν ἀεὶ μεμελημένος εἴην. Εἰροπόκου προβάτου καὶ ὀλωλότος ἶσον ἀλήθην. Μνήμονα σὸν θεράποντα τεῆς ἴχνευσον ἀνωγῆς.
And may I ever be cared for by Thy righteous judgements. Like a wool-fleeced and lost sheep I wandered; seek out Thy servant who is mindful of Thy command.
Ἑνδεκάτη δεκὰς ἥδε πρὸς εἰνάτην ἄφθιτος οἴμη. Ὠδὴ κλιμακόεσσα φερεζώων ἀναβαθμῶν.
This eleventh decade at the ninth is an imperishable lay. A stepped ode of life-bringing ascents.
Τειρόμενος βοάασκον, Ἄναξ δ' ἐπάκουσε λιτάων. Χειλέων ἐξ ἀδίκων ἐμὸν, Ἄφθιτε, ῥύεο θυμὸν,
Being distressed I cried aloud, and the King hearkened to my prayers. From unjust lips deliver my soul, O Imperishable One,
Μή με, Μάκαρ, γλώσσης δολίης μέλπηθρον ἐάσσῃς. Γλώσσῃ, Ἄναξ, δολερῇ τί νύ τις πόροι, ἢ τί προσέσται;
Suffer me not, O Blessed One, to be the plaything of a deceitful tongue. To a crafty tongue, O King, what now might one give, or what shall be added to it?
Ἀλκήεντος ἔασι τεθηγμένοι αἰὲν ὀϊστοὶ, Θηροκόμου φλογεροῖσιν ὁμῶς ἄνθραξιν ἐρήμου. ᾬμοι! ἐπεὶ μάλα δηρὸν ἐπὶ χθονὸς οἰκία ναίω,
They are the ever-sharpened arrows of a mighty one, together with the fiery coals of the beast-nourishing desert. Woe is me! since for a very long time upon the earth I dwell in habitations,
Κηδᾶρος καλύβῃσι συνέστια δώματα πήξας. Δηρὸν ναιετάασκον ἐπ' ὀθνείῃσιν ἀρούραις. Εἰρήνην μετὰ πᾶσι φιλοπτολέμοισι δίωκον· Ἐς μόθον ὠτρύνοντο μάτην λαλέοντος ἐμεῖο
Having pitched my shared dwellings by the tents of Kedar. Long did I inhabit foreign lands. Peace I pursued amongst all those who love war; unto battle they were stirred up for naught when I spoke
Δωδεκάτη δεκὰς ἥδε, φερεζώων ἀναβαθμῶν.
This twelfth decade, of life-bringing ascents.
Ὄμματα δενδροκόμων ὀρέων ὑπερεξετάνυσσα, Ἀλκὴν ἡμετέρης ποτιδέγμενος ἔνθεν ἀρωγῆς. Κάρτος ἐμὸν Βασιλῆϊ παρ' ἀλκήεντι τετύχθω, Ὅς γαῖαν χλοερήν τε καὶ οὐρανὸν εὐρὺν ἔτευξεν. Ἀλλὰ φίλος μὴ σεῖο πόδα κλονέεσθαι ἐάσσῃ, Μηδέ σευ ἀγρύπνου φύλακος νόον ὕπνος ἐρύξῃ.
Mine eyes I stretched forth above the tree-clad mountains, awaiting from thence the strength of our help. Let my might be from the mighty King, Who made both the verdant earth and the wide heaven. But may He as a friend not suffer thy foot to be shaken, nor may sleep hold back the mind of thy sleepless Guardian.
Notes, col. 1505
On the reading
Printed Εἰρήνη, for Εἰρήνη (no breathing printed on Εἰ).
Printed Ὠδὴ, for Ὠδὴ (no iota subscript printed).
PG 33:1508Read from the pageΟὐ γὰρ νευστάζοντα λάβοι κάτα νήδυμος ὕπνος
For sweet sleep shall not overtake Him nodding,
Φρουρὸν ἀγακλήεντα πολύφρονος Ἰσραήλου. Δεξιτερήν σεο χεῖρα Θεὸς σκεπάσειε φυλασσων· Οὔ σε πανημέριον φλέξει μένος ἠελίοιο, Οὐδέ σε παννυχίη κεραὴ σίνοιτο σελήνη. Παντοίης κακότητος Ἄναξ ἀπάνευθεν ἐρύκοι, Ψυχῆς σῆς ἀλέγων, ἵνα μήποτε ἄλγος ἐφεύροι. Ἄφθιτος εἰσελάοντα καὶ ἐξελάοντά σε θάλποι, Νῦν ἅμα καὶ μετέπειτα διηνεκέεσσι γενέθλαις.
The glorious Guardian of prudent Israel. May God shelter thy right hand, guarding thee; the might of the sun shall not burn thee all the day, nor shall the horned moon harm thee all the night. May the King keep thee far away from all manner of evil, caring for thy soul, that pain may never find it. May the Imperishable One cherish thee coming in and going out, both now and hereafter for continuous generations.
Δωδεκάτη δεκὰς ἥδε παλίσσυτος ἐς μίαν οἴμην.
This twelfth decade returning unto the first lay.
Ἀνδρῶν ὡς πυθόμην, πολὺ δὴ, πολὺ θυμὸν ἰάνθην,
When I heard from the men, greatly indeed, greatly was I gladdened in soul,
Οἵ με Θεοῦ πρὸς δῶμα συνέμπορον εἶπον ἱκέσθαι. Ἔνθ' Ἱερουσαλῆς ἱερᾶς ἀμφέσταμεν αὐλάς· Ἡ δέ οἱ οἷα πόλις τεκταίνετο τιμήεσσα Ἀμφὶ δέ μιν ξυνάγερθεν ὅσοι πέλας εἰσὶ θυραῖοι.
Who told me to come as a fellow-traveller unto the house of God. There we stood around the courts of holy Jerusalem; and she was built for Him as an honoured city, and around her were gathered all the neighbours who are near.
Κεῖθι γὰρ ὠτρύνοντο μολεῖν δυοκαίδεκα φυλαὶ, Δήμων μαρτυρίη θεοτερπέος Ἰσραήλου· Ὄφρα κεν ὑμνήσωσιν ἀκήρατον οὔνομα θεῖον. Κεῖσε σοφαὶ πήγνυντο δίκῃ μεμελημέναι ἕδραι, Δαυΐδου ῥηξισθενέος μετὰ δώμασι θῶκοι. Εἰρήνην Ἱερουσαλὴ δίζεσθε βαθείην. Τούς σε, Μάκαρ, φιλέοντας ἀπειρέσιος μένει ἔλβος· Ἕρκεσιν εὐπύργοισι πέλει φυσίζοος ὄλβος. Αὐτοκασιγνήτων καὶ ἐμῶν χάριν, Ἄφθιθ', ἑταίρων, Εἰρήνην λαλέεσκον ἐγὼ σέθεν εἵνεκα βουλῆς· Ἔνθα δὲ σεῖο δόμων πόθεον σέθεν ὄλβια πάντα.
For thither the twelve tribes were urged to go, a testimony for the peoples of God-pleasing Israel, that they might hymn the undefiled divine name. There wise seats cared for by justice were fixed, thrones within the houses of strength-breaking David. Seek ye deep peace for Jerusalem. For those who love Thee, O Blessed One, boundless prosperity abides; in her well-towered ramparts there is life-giving prosperity. For the sake of my own brethren and companions, O Imperishable One, I spoke peace on account of Thy counsel; and there from Thy houses I longed for all Thy blessings.
Δωδεκάτη δεκὰς ἥδε, φέρει δ' ἅμα δεύτερον ὕμνον.
This twelfth decade, and it brings at the same time the second hymn.
Ὀφθαλμοὺς ἀνάειρα πρὸς οὐράνιον Βασιλῆα. Ὡς δ' ὁπότε δμώεσσι φάος μετὰ χερσὶν ἀνάκτων,
I lifted up mine eyes unto the heavenly King. And as when the light of servants is on the hands of their masters,
Ὡς δ' ὁπότ' ἀμφιπόλοιο φάος μετὰ χερσὶν ἀνάσσης, Νωΐτερον, Μάκαρ, ὄμμα τεῆς ἐπιμαίεται ἀλκῆς, Εἰσόκε δευομένοισι τεὴν ἐλεητὺν ὀρέξῃς Ἡμέας ἀλλ' ἐλέαιρε, Μακάρτατε, μηδ' ἀπολήγοις· Ὕβριος εἵνεκα πάντες ἐνεπλήσθημεν ἀνιγρῆς. Θυμὸς ἐνὶ στήθεσσι κακῶν βέβριθεν ἑκάστῳ· Ἀνδράσιν ἀφνειοῖσιν ὀνείδεα πικρὰ λελείφθω, Αὐτὰρ ὑπερφιάλοισιν ἐλέγχεα πάντα τετύχθω.
And as when the light of a handmaid is on the hands of her mistress, our eye, O Blessed One, seeks eagerly after Thy strength, until Thou stretch forth Thy mercy to those in need. But have pity upon us, O Most Blessed One, and cease not; for we have all been filled with grievous insolence. The soul within the breast of each is weighed down with evils; to the wealthy men let bitter reproaches be left, and for the arrogant let all disgraces be wrought.
Ἥδε δυωδεκάτη τρίτατον δεκὰς ὕμνον ἄγουσα.
This twelfth decade bringing the third hymn.
Ἡμέων εἰ μὴ φρουρὸς ἔην ῥυσίπτολις Ἐσσὴν, Εἰ μὴ φρουρὸς ἔην, λεγέτω μέγας Ἰσραῆλος, Ἄμμι κορυσσόμενοι δήϊοι μετὰ φύλοπιν ἄνδρες, Καί κε καταβρώξαντες ἔτι ζώοντας ἕλοντο. Τῶν δὲ κοτεσσαμένων φλογερῷ καὶ ἀπηνέϊ θυμῷ, Καί κε θοὸν βρυχίους κατερήτυεν ἡμέας ὕδωρ. Θυμῷ χειμερίοιο παρήλθομεν ὕδατος ὁρμήν· Ψυχὴ δ' ἡμετέρη παρελήλυθεν ἀσταθὲς ὕδωρ. Αἰνετὸς ὃς θήρην σφετέροις οὐ δῶκεν ὀδοῦσι.
If the city-saving King had not been our Guardian, if He had not been our Guardian, let great Israel say, hostile men armed against us in battle would even have swallowed us down alive and taken us. And when they raged with fiery and ruthless fury, the swift water would even have held us down in the deep. In soul we passed through the rush of wintry water; and our soul has passed through the unstable water. Praised be He Who gave us not as a prey to their teeth.
Νωιτερος στρουθοῦ πανομοιος επτατο θυμὸς, Δεινὰ ὀρεσσιτρόφων προφυγὼν λίνα θηρητήρων.
Our soul flew away altogether like a sparrow, having escaped the dread nets of mountain-bred hunters.
Notes, col. 1508
On the reading
Printed φυλασσων, for φυλάσσων.
Printed Ἱερουσαλὴ, for Ἱερουσαλὴμ.
Printed ἔλβος, for ὄλβος.
Printed Νωιτερος, for Νωΐτερος.
Printed πανομοιος, for πανόμοιος.
Printed επτατο, for ἔπτατο.
PG 33:1509Read from the pageΔίκτυον ἐῤῥαίσθη, φύγομεν θ' ἄπρηκτον ἀνάγκαν.
The net was shattered, and we escaped irresistible constraint.
Ἡμέτερον Βασιλῆϊ παρ' ἀθανάτῳ κράτος ἐστὶν, Ὅς γαῖαν χλοερήν τε καὶ οὐρανὸν εὐρὺν ἔτευξε.
Our power is with the immortal King, Who made both the verdant earth and the wide heaven.
Δωδεκάτη δεκὰς ἥδε, φέρει δ' ἅμα τέτρατον ὕμνον.
This twelfth decade, and it brings at the same time the fourth hymn.
Οὔρεϊ Ἀθανάτῳ πίσυνοι Σιῶνος ὁμοῖοι. Οὐχ Ἱερουσαλῆς ναέτην κλόνος αἰνὸς ἱκάνοι. Οὔρεά οἱ κύκλῳ, δήμου ὅ τε κυκλόθεν Ἐσσὴν, Νῦν ἅμα καὶ μετέπειτα διηνεκέεσσι γενέθλαις. Οὐ γὰρ ἀτασθάλλοντος Ἄναξ ποτὲ ῥάβδον ἐάσσει Κλήρῳ ἀριπρεπέων ὁσίων ἐναρίθμιον εἶναι, Ὡς μὴ ἐπ' ἀμπλακίῃ παλάμας τανύσωσι δίκαιοι Τοῖς ἀγαθοῖς ἀγάθυνον ὁμοῦ τ' ἰθύφροσι θυμῷ. Τοὺς δὲ λιλαιομένους σκοτίης βουλῇσι κυδοιμοῦ, Δυσνομίης Ἄχραντος ἅμ' ἐργατίνῃσιν ἀπάξει. Εἰρήνη χαρίεσσα μετὰ κλυτὸν Ἰσραῆλον.
Those who trust in the Immortal One are like Mount Sion. Dread turmoil shall not come upon the inhabitant of Jerusalem. Mountains are round about her, and the King is round about His people, both now and hereafter for continuous generations. For the King will never suffer the rod of a wicked man to be numbered in the lot of the illustrious saints, lest the righteous stretch forth their hands unto transgression. Do good to the good and likewise to the upright in heart. But those who yearn for the dark counsels of tumult, the Undefiled One will lead away together with the workers of lawlessness. Gracious peace be among renowned Israel.
Δωδεκάτη δεκὰς ἥδε, μέλος θ' ἅμα πέμπτον ἔχουσα.
This twelfth decade, having at the same time the fifth song.
Σιῶνος παλίνορσον Ἄναξ ὅτε ληΐδ' ἀγείρει, Ἄμμι πολυστονάχων ἀχέων παραμύθιον ἦεν
When the King gathers back the captivity of Sion, there was for us a consolation of many-groaning griefs.
Ἆ πόσον ἐμπλησθέντες ἀνὰ στόμα χάρμα φέροιμεν Τερπωλῆς δ' ἐρόεσσαν ὅλης ἐγκύμονα γλῶσσαν! Καί κέ τις ἀλλοδαπῶν ἐρέει καὶ νόσφιν ἀκούσας,
Ah, how great a joy would we bear, being filled in mouth, and a lovely tongue big with all delight! And one of the foreigners will say, even hearing from afar,
Ταῦτα Θεοῦ βασιλῆος ἔφυ μεγαλαυχέα ἔργα. Ἡμεῖς ἐπ' εὐφροσύνῃ τε καὶ ἀγλαΐῃ τελέθοιμεν, Ἡμετέρην στρέψειας ἀλήμονα ληΐδα, Ποιμήν, Οἷα νότου πνοιῇ στρέφεται χειμάῤῥοος αἰνός. Δάκρυσιν οἱ σπείροντες, ἐπαμήσωσι χαρέντες. Γειαρόται στενάχιζον ἑὸν σπόρον ἐξαγαγόντες· Ἀντ' ὀλοοῦ δὲ φέροιντο γόου ποτι δράγμασι χάρμα
These were the glorious works of God the King. May we be in gladness and splendour; turn back our wandering captivity, O Shepherd, as a dread winter-torrent is turned by the blast of the south wind. Those who sow in tears, may they reap rejoicing. The ploughmen groaned as they brought forth their seed; instead of destructive wailing may they bear joy with their sheaves.
Δωδεκατη δεκὰς ἥδε, μέλος δ' ἔχει εκτον ἀγητον
This twelfth decade, and it has the admirable sixth song.
Εἰ μὴ Παμβασιλεὺς ἐθέλων δωμήσεται οἶκον, Ἆ πόσα μοχθήσουσι μάτην περιτέκτονες ἄνδρες! Εἰ μὴ Παμβασιλεὺς ἀριδείκετον ἄστυ φυλάξει, Μαψιδίως ἄγρυπνον ἔχει πυλαωρὸς ὀπωπήν Ἐκ δ' ἠοῦς κενεὴ πέλεται φυλακή τις ἑκάστῳ Ἔγρεσθε· τί μοι ὧδε μετὰ σφέας ἑδριάασθε, Δαιτὸς ἀπαινύμενοι μογερῆς πολυώδυνον ἄρτον;
Unless the All-King willingly builds the house, ah, how much will the master-builders toil in vain! Unless the All-King guards the renowned city, in vain does the gatekeeper keep a sleepless eye, and from dawn vain is each one's watch. Rise up; why sit ye thus for me after these things, taking the sorrowful bread of a toilsome meal?
Εὖτε γὰρ οἷσι φίλοισι μόλοι πέρι νήδυμος ὕπνος, Δέρκεό μοι Βασιλῆος ἰὼν κλῆρόν τε καὶ υἷας, Γαστρὸς καρποτόκοιο φίλον καὶ ἀγακλέα μισθόν. Οἷα γὰρ ἀλκήεντι πέλει μετὰ χερσὶ βέλεμνα, Ὣδε τιναχθέντων σθεναροὺς θηήσεται υἷας. Ὄλβιος ὅστις ἕθεν φίλον ἵμερον ἐκτολυπεύσει· Οὐδ' ἐχθροῖς λαλέοντες ἕλοι ψύθος ἄντα πυλάων.
For when sweet sleep comes around His beloved ones, go, behold for me the heritage of the King and the sons, the dear and glorious reward of a fruitful womb. For as darts are in the hands of a mighty man, so shall he gaze upon the strong sons of the shaken out. Blessed is he who shall accomplish his dear desire from them; nor when they speak with enemies shall falsehood seize them before the gates.
Notes, col. 1509
On the reading
Printed Δωδεκατη, for Δωδεκάτη.
Printed εκτον, for ἕκτον.
Printed ἀγητον, for ἀγητόν.