Migne Reading Room

PG 33 · cols. 1488–1497 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:1488Read from the page
ΨΑΛΜΟΣ ΡΙΓʹ.
Psalm 113.
Ἑνδεκάτης δεκάδος σὺν καὶ τρίτον ἀλληλούϊα.
Along with the eleventh decade, the third Alleluia.
Ἄλκιμος Ἰσραῆλος ὅτ' ἤλυθεν ἠερίηθεν, Δῶμα δὲ βαρβαρόφωνον Ἰακώβου λίπε λαος, Νηὸς Ἰουδαίη γεραρὸς γεγένητο Θεοῖο, Ἀθάνατος δ' ἤνασσεν ἀγακλέος Ἰσραήλου. Φεῦγε μὲν ἀτρύγετός μιν ὅπως ἐνόησε θάλασσα, Αὐτὰρ Ἰορδάνης ἀνεχάζετο πολλὸν ὀπίσσω. Οὔρεα δὲ κριοῖσιν ἀνεσκίρτησαν ὁμοῖα, Καὶ κορυφαὶ λασίων ὀρέων πέλον ἀρνάσιν ἶσαι.
When valiant Israel came forth from the land of mist, and the people of Jacob left a house of barbarous speech, Judaea became the venerable temple of God, and the Immortal One ruled over glorious Israel. The unfruitful sea fled when it perceived Him, and Jordan drew far back. The mountains skipped like rams, and the peaks of the wooded hills were like lambs.
Ἔννεπε τίπτε, θάλασσα, διέτμαγες ὧδε φυγοῦσα; Τίπτε δ', Ἰορδάνη, ἀνεχάζεο τόσσον ὀπίσσω, Οὔρεα δὲ, κριοῖσιν ἀνεσκιρτήσαθ' ὁμοῖα, Καὶ κορυφαὶ λασίων ὀρέων, πέλετ' ἀρνάσιν ἶσαι;
Tell me, why, O sea, wast thou cleft thus in flight? And why, O Jordan, didst thou draw back so far, and ye mountains, why did ye skip like rams, and ye peaks of the wooded hills, why were ye like lambs?
Ἀθανάτου δεδόνητο Θεοῦ κατεναντίον αἶα, Ὅστις Ἰακώβου μεγαλήτορος αἰὲν ἀνάσσει. Ὃς λίμνας ὑδάτων ἰκέλην ἐπετρέψατο πέτρην, Ἀκρότομον πηγῇσιν ἀναβλύζειν ἐπιτείλας. Μὴ ἡμῖν τάδε ῥέζε· τί γὰρ σθένος ἄμμιν ἐτύχθη; Ἀλλὰ τεῇ σοφίῃ πανυπέρτατον εὖχος ὀπάζοις, Σῇ τ' ἐλεημοσύνῃ, Βασιλεῦ, καὶ ἀληθέϊ βουλῇ. Μήποτε φῦλ' ἐρέῃ· Πῆ δὴ Θεὸς ἔπλετο κείνων;
The earth trembled before the face of the immortal God, Who ever rules over great-hearted Jacob, Who turned the rock to be like pools of waters, commanding the flinty crag to gush forth with springs. Not unto us do these things, for what strength was wrought in us? But unto Thy wisdom grant supreme glory, and unto Thy mercy, O King, and Thy true counsel, lest the nations ever say: Where then is their God?
Νωίτερος Θεὸς αὖτε κατ' οὐρανὸν αἰὲν ἀνάσσει· Οὐρανῷ ἠρήρεισται, ἀτὰρ χθονὸς ἔργα νομεύει, Τεύχων ὁππόσα θυμῷ ἀριστοπόνῳ μενεαίνει. Εἴδωλα χρυσός τε καὶ ἄργυρος ἔπλετο δήμων, Ἀνδρομέων ἀλαπαδνὰ σοφῶν δαιδάλματα χειρῶν. Οἷς οὐ φθόγγος ἔπεστι, καὶ εἰ στόμα τοῖσιν ἐτύχθη· Οὐδὲ φάος φορέουσι περὶ ξεστῇσιν ὀπωπαῖς. Οὔατα μοῦνον ἔχουσι, καὶ οὐκ ἀΐουσιν ἀϋτῆς Οὐδ' ἱερὴ ῥίνεσσιν ὑπέρχεται ἠέρος ὀδμή. Οὐ σθένος ἀμφαφάωντι, καὶ εἰ χείρεσσι κεκασθεν· Οὐ ποσὶν εὐφόρβοιο κατὰ χθονὸς ἴχνος ἐρεῖσαι, Οὐδ' ἀπὸ λαυκανίης φθογγὴν ἀναπεμπάσσασθαι· Οὐδὲ γὰρ ἀσθμαίνουσι κατὰ στόμα πνεύματος ὁρμῇ. Τέκτονες εἰδώλοισι γενοίατο οἷσιν ὁμοῖοι, Καὶ πάντες τοίοισι νόῳ περιθαρσέες εἰσίν. Ἐλπωρὴν ἐπ' Ἄνακτα θέτο κλυτὸς Ἰσραῆλος· Τῶν δ' ἐπιτάρῥοθός ἐστι καὶ ἄφθιτος ἀσπιδιώτης. Ἐλπωρὴν ἐπ' Ἄνακτα θέτο κλυτὸς οἶκος Ἀρῶνος· Τῶν δ' ἐπιτάρῥοθός ἐστι καὶ ἄτρομος ἀσπιδιώτης. Ἐλπίδ' ἔθεντ' ἐπ' Ἄνακτα, μέλει δ' οἷς δεῖμα Θεοῖο·
Yet our God ever reigns in heaven; He is established in heaven, and tends the works of the earth, fashioning whatsoever He desires in His nobly-working spirit. The idols of the nations are gold and silver, feeble carvings of skilful human hands. In them there is no voice, even though a mouth was fashioned for them; nor do they bear light about their polished eyes. Ears alone they have, and they hear no cry, nor does the sacred scent of the air enter their nostrils. There is no strength for one handling, even though they are furnished with hands; nor can they plant a footprint with their feet upon the well-nurturing earth, nor send up a sound from their throat; for neither do they breathe through their mouth with the rush of spirit. May the makers become like unto their idols, and all who are over-confident in mind towards such things. Renowned Israel set his hope upon the Lord; and He is their helper and imperishable shield-bearer. The renowned house of Aaron set its hope upon the Lord; and He is their helper and fearless shield-bearer. They set their hope upon the Lord, they whose care is the fear of God;
Τῶν δ' ἐπιτάρῥοθός ἐστι καὶ ἄλκιμος ἀσπιδιώτης. Ἡμέων Ἀθάνατος μεμνημένος, ᾔνεσε πάντας. Ἤνεσεν ἀγλαὸν οἶκον ἐνηέος Ἰσραήλου· Ἤνεσεν ἀρητῆρος ἀκήρατον οἶκον Ἀρῶνος Ἤνεσε λαὸν ἅπαντα μεμηλότα Παμβασιλῆι,
and He is their helper and valiant shield-bearer. The Immortal One, remembering us, blessed us all. He blessed the bright house of gentle Israel; He blessed the undefiled house of Aaron the priest; He blessed all the people who are a care to the All-King,
Ἡλικίην σύμπασαν ὁμοῦ περὶ μείζονι τυτθήν· Ἡμετέροις μετὰ παισὶν ἀέξησεν μάλα πάντας. Αἰνετοὶ ἀθανάτου πέλετε φρενὶ Παμβασιλῆος, Ὃς γαῖαν χλοερήν τε καὶ οὐρανὸν εὐρὺν ἔτευξεν. Οὐρανὸς αἰγλήεντος ἐπουρανίου 'στὶ Ἄνακτος·
every age together, the small alongside the greater; He increased them all exceedingly together with our children. Blessed are ye in the mind of the immortal All-King, Who fashioned both the verdant earth and the wide heaven. The heaven belongs to the radiant heavenly Lord;
Notes, col. 1488

On the reading

Printed λαος, for λαός.

Printed κεκασθεν, for κέκασθεν.

PG 33:1489Read from the page
Αὐτὰρ γαῖαν ἔδωκεν ἔχειν μεροπηΐδι φύτλῃ. Οὐ σε, Μάκαρ, νεκύων φθιμένων μέλψουσι γενέθλαι, Οὐδ' ἐπὶ νερτερίους θανάτου στείχοντες ἀγυιάς· Ἡμεῖς οἱ ζώοντες ἀνυμνήσωμεν Ἄνακτα, Νῦν ἅμα καὶ μετέπειτα διηνεκέεσσι γενέθλαις.
but the earth He gave to the mortal race to possess. The generations of the perished dead shall not sing Thy praise, O Blessed One, nor they who tread upon the nether streets of death; let us who are living hymn the Lord, both now and hereafter for perpetual generations.
ΨΑΛΜΟΣ ΡΙΔʹ.
Psalm 114.
Ἑνδεκάτης δεκάδος μετὰ τέτρατον ἀλληλούϊα.
After the eleventh decade, the fourth Alleluia.
Ἱκεσίης ἀΐοντος ἐμῆς ἀγάπησα Θεοῖο, Οὕνεκά μοι θείην ἀγαθήν τ' ἔκλινεν ἀκουήν, Καί ἑ διηνεκέως ἐπιτάρῥοθον ἐσθλὸν ἀείσω. Ὠδῖνες θανάτοιο λαθιφθόγγου με κατέσχον, Νερτερίου δ' ἀΐδαο μετέστιχον ἄμμε κυδοιμοί. Ῥιγεδανὴν ὀδύνην καὶ ἀτειρέα μόχθον ἐφεῦρον· Ἀθανάτου δ' ἐκάλεσσα πολύλλιτον οὔνομ' Ἄνακτος· Ἄφθιτε, θυμὸν ἐμὸν πεφοβημένον αἶψα σαώσεις. Ἡμέτερος Βασιλεὺς ὅσιος πέλει ἠδ' ἐλεήμων, Ἀνδρομέῃ γενεῇ σφετέρην ἐλεητὺν ἀέξων· Αἰεὶ νηπιάχοντα Θεὸς δεδάηκε φυλάσσειν. Καί με καταδμηθέντα σάω ζωαρκέϊ χειρί Θυμὲ, τί δηθύνεις μετὰ σὴν ἀνάπαυσιν ἱκέσθαι; Οὐχ ὁράᾳς, Θεὸς ὥς σε δυσαλθέος ἥρπασεν ἄτης; Καὶ γὰρ ἐμὸν θανάτοιο βαρύφρονα ῥύσατο θυμὸν, Ὀφθαλμοὺς δὲ γόοιο, πόδας ἐξεῖλεν ὀλίσθου. Ζωόντων ἀνὰ χῶρον ἁδὼν Βασιλῆι φανείην.
I loved God, Who heard my supplication, because He inclined His divine and goodly hearing unto me, and I shall perpetually sing of Him as a noble helper. The pangs of voice-forgetting death took hold of me, and the tumults of nether Hades pursued us. I found shuddering pain and unyielding toil; and I called upon the much-implored name of the immortal Lord: O Imperishable One, Thou wilt swiftly save my terrified soul. Our King is holy and merciful, increasing His mercy unto the human race; God knows how to guard the simple-minded always. And when I was brought low, He saved me with His life-sustaining hand. O my soul, why dost thou delay to come unto thy rest? Seest thou not how God snatched thee from incurable ruin? For indeed He delivered my heavy-hearted soul from death, and took mine eyes from wailing, and my feet from slipping. May I appear pleasing unto the King throughout the land of the living.
ΨΑΛΜΟΣ ΡΙΕʹ.
Psalm 115.
Πέμπτον ἐφ' ἑνδεκάτῃ δεκάδι μέλος ἀλληλούϊα.
The fifth song upon the eleventh decade, Alleluia.
Ἀτρεκέως ἐλάλησα Θεῷ βασιλῆι πιθήσας. Αὐτὰρ ἐγὼ θνητῶν γενόμην χθαμαλώτατος ἄλλων. Θαμβήσας μερόπων ψευδηγόρον εἶπα γενέθλην· Τί χρέος ἐκ πολέων ὧν μοι πόρε Ποιμένι δοίην; Πώματος ἀχράντοιο δέπας χείρεσσι κομίσσω, Οὔνομα δ' Ἀθανάτοιο διηνεκέως λιτανεύσω. Πότμος ἑῶν ὁσίων γεραρὸς κατέναντα Θεοῖο. Κέκλυθι, Παμβασιλεῦ, θεράπων δέ τοι εὔχομαι εἶναι· Εἰμὶ τεὸς θεράπων, καὶ σῆς γόνος ἀμφιπόλοιο. Νωιτέρας ἔῤῥηξας ἀλυκτοπέδας ἀλεγεινάς. Ἀθανάτου ῥέξαιμι θύος μολπῇσι μεμηλός. Εὐχωλὰς Βασιλῆι ὀφειλομένας ἀποτίσω, Αὐλῆς εὐαγέεσσι φίλον κατὰ δῶμα Θεοῖο, Παντὸς δερκομένοιο θεουδέος ἀντία λαοῦ, Σεῖο, πολυκλήεσσ' Ἱερουσαλὴ, κατὰ μέσσον.
Truly I spoke, having trusted in God the King; yet I became the lowliest of other mortals. Astonished, I called the race of mortals false-speaking. What debt out of the many things that He granted me may I render to the Shepherd? I shall take up the cup of undefiled drink in my hands, and perpetually entreat the name of the Immortal One. The lot of His saints is honourable before the face of God. Hear me, O All-King, for I avow that I am Thy servant; I am Thy servant, and the offspring of Thine handmaid. Thou hast burst our grievous bonds that cannot be loosed. May I offer a sacrifice of the Immortal One, cared for with songs. I shall pay the vows owed to the King, in the beloved house of God with its holy courts, before all the God-fearing people looking on, in the midst of thee, O much-renowned Jerusalem.
ΨΑΛΜΟΣ ΡΙϚʹ.
Psalm 116.
Ἕκτον ἐφ' ἑνδεκάτῃ δεκάδι μέλος ἀλληλούϊα.
The sixth song upon the eleventh decade, Alleluia.
Πάνθ' ἅμα Παμβασιλῆα πολύθροα μέλψατε φῦλα, Καί μιν ὁμοῦ σύμπαντες ἄδην κελαδήσατε λαοί· Οὕνεκεν ἄμμιν Ἄναξ ἐλεήμονα μῆτιν ὀφέλλει, Καί οἱ ἀληθείη παναγήραος αἰὲν ἐτύχθη.
Sing the praise of the All-King together, all ye many-voiced tribes, and acclaim Him abundantly together, all ye peoples; because the Lord increases His merciful counsel towards us, and His truth is ever all-unageing.
ΨΑΛΜΟΣ ΡΙΖʹ.
Psalm 117.
Ἑνδεκάτης δεκάδος ἀμφ' ἕβδομον ἀλληλούϊα.
Around the eleventh decade, the seventh Alleluia.
Μέλψατέ μοι Βασιλῆα, ἐπεὶ τόδε καλὸν ἐτύχθη, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Βαζέτω Ἰσραῆλος, ἐπεὶ τόδε καλὸν ἐτύχθη, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Βαζέτω οἶκος Ἀρῶνος, ἐπεὶ τόδε καλὸν ἐτύχθη· Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει.
Sing unto me the King, since this is good, because unceasingly He increases His mercy. Let Israel declare, since this is good, because unceasingly He increases His mercy. Let the house of Aaron declare, since this is good, because unceasingly He increases His mercy.
Notes, col. 1489

On the reading

Printed Ἱερουσαλὴ, for Ἱερουσαλήμ.

PG 33:1492Read from the page
Δμῶες βάζετ' Ἄνακτος, ἐπεὶ τόδε καλὸν ἐτύχθη· Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει Τειρόμενος καλέεσκον ἐρισθενέτην Βασιλῆα· Ἐκ δ' ἀγαγὼν κακότητος ἐμὰς εὔρυνε κελεύθους· Αἰὲν Ἄναξ ἄχραντος ἐμῆς ἐπίκουρος ἀνάγκης· Οὔποθ' ὑποδδείσαιμι, τί κεν βροτὸς ἄμμι τελέσσει. Αἰὲν ἐμῆς ἄχραντος Ἄναξ ἐπίκουρος ἀνάγκης· Αὐτὰρ ἐγὼ δηίων σφετέρων κακὸν ὄψομαι οἶτον. Φέρτερον ἀθανάτῳ πίσυνον Βασιλῆι βιῶναι, Ἠὲ μάτην βροτῷ ἀνδρὶ νόον περιθάρσυνον ἴσχειν, Ἠὲ καθηγητῆρσιν ἀμήχανον ἐλπίδα θέσθαι. Ἀμφί με κυκλώσαντο περισταδὸν ἔθνεα πάντα· Αὐτὰρ ἐγὼ σύμπαντας ἕλον Βασιλῆι πεποιθώς. Ἀμφὶ μὲ πυργωθέντες ἔχον περιηγέϊ κύκλῳ· Αὐτὰρ ἐγὼ σύμπαντας ἕλον Βασιλῆι πεποιθώς. Πάντοθεν οἷά με σίμβλον ἐκυκλώσαντο μέλισσαι· Ἔφλεχθεν ἅτε πυρσὸς ἐν αὐλαίῃσιν ἀκάνθαις· Αὐτὰρ ἐγὼ σύμπαντας ἕλον Βασιλῆι πεποιθώς. Καί κε πέσ' ὠθηθεὶς, πρόμαχος δέ μοι ἤλυθεν Ἐσσήν. Αἶνος ἐμὸς καὶ κάρτος ἐπ' ἀθανάτῳ Βασιλῆι, Καί μοι ἀλεξίκακον κατεφαίνετο φέγγος ἑτοῖμον. Τερπωλῆς φάεός τε βοὴ κλισίησι δικαίων. Δεξιτερὴ Βασιλῆος ἀγακλέα τεῦξεν ἐρωήν. Δεξιτερὴ κεφαλὴν ἐρικυδέα θῆκεν ἐμεῖο· Δεξιτερὴ Βασιλῆος ἀγακλέα τεῦξεν ἐρωήν. Οὔποτε τεθναίην, βιότου δέ μοι ἔσσεται ὥρη· Ἀλλὰ περιφραδέως βασιλήια ἔργα βοήσω. Ἀθάνατος δάμασέν με φίλοις παιδεύμασι Ποιμήν· Ἀλλ' οὔπως θανάτῳ με κακῷ μεθέηκε δαμῆναι. Δεῦτέ μοι εὐδικίης νῦν οἴξατε πιστὰ θύρετρα· Εἰς δ' ἐλθὼν Βασιλῆι πολύλλιτον ὕμνον ἀείσω. Ἥδε πύλη Βασιλῆος, ὁδὸς δ' ἀγαθοῖσι μελέσθω. Ἄφθιτε, κυδαίνω σε, ἐμῆς ὅτι σύνθεο φωνῆς, Καί μοι ἀλεξίκακον προὐφαίνεο φέγγος ἑτοῖμον. Τέκτονες ὃν νείκεσσαν ἐμωμήσαντό τε λᾶαν, Ὅς δ' ἱερὴ δισσῶν κεφαλὴ προὐφαίνετο τοίχων. Τήνδε Θεὸς παλάμῃσιν ἐδείματο τιμήεσσαν, Θηητὴ δὲ πέλει βροτέων κατεναντίον ὄσσων. Ἦμαρ τοῦτο Θεὸς σφετέρης τεκτήνατο χερσὶν, Εὐφροσύνη μερόπεσσιν ὅπως καὶ χάρμα φανείη Εἰσαΐων, Βασιλεῦ πανυπέρτατε, ῥίμφα σαώσοις, Εἰσαΐων ἴθυνον ἐμὴν καταθύμιον οἶμον· Αἰνετὸς ὃς Βασιλῆος ἀφίξεται οὔνομ' ἀείρων. Ὑμέας αἰνέομεν, Μάκαρος μεγάροιο μολόντες. Κλεινὸς Ἄναξ ἀγαθός τε Θεὸς μερόπεσσι φαάνθη. Στέμμασι γηθόμενοι χλοερὴν ξυναγείραθ' ἑορτὴν, Μέχρι θεοδμήτων κεράων βωμοῖο θυηλῆς Νωίτερος Θεός ἐσσι, ἐγὼ δέ τοι αἶνον ἀείσω· Νωίτερος Θεός ἐσσι, ἐγὼ δέ σε ὑψόσ' ἀείρω. Ἄφθιτε, κυδαίνω σε, ἐμῆς ὅτι σύνθεο φωνῆς, Καί μοι ἀλεξίκακον κατεφαίνεο φέγγος ἑτοῖμον. Μέλψατέ μοι Βασιλῆα, ἐπεὶ τόδε καλὸν ἐτύχθη· Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει
Declare, ye servants of the Lord, since this is good, because unceasingly He increases His mercy. Being hard-pressed, I called upon the mighty King; and leading me forth out of distress, He widened my paths. Ever is the undefiled Lord the helper of my need; never may I fear what a mortal man shall accomplish against us. Ever is the undefiled Lord the helper of my need; and I shall behold the evil doom of my foes. It is better to live trusting in the immortal King than in vain to keep an over-confident mind towards a mortal man, or to place helpless hope in rulers. All the nations encircled me round about; yet I overcame them all, trusting in the King. Standing like a tower around me, they held me in a surrounding ring; yet I overcame them all, trusting in the King. On every side they encircled me like bees around a hive; they blazed up like a torch among courtyard thorns; yet I overcame them all, trusting in the King. And having been thrust, I would have fallen, but the King came as my champion. My praise and strength are in the immortal King, and He appeared unto me a ready, evil-averting light. The voice of delight and light is in the tents of the righteous. The right hand of the King wrought a glorious onset; the right hand set my head in high renown; the right hand of the King wrought a glorious onset. I shall never die, and there shall be a season of life for me; but skilfully shall I proclaim the royal works. The immortal Shepherd chastened me with friendly instructions, yet nowise did He give me over to be subdued by evil death. Come, open now for me the faithful gates of righteousness; and entering in, I shall sing a much-implored hymn to the King. This is the gate of the King, and let the way be a care to the good. O Imperishable One, I glorify Thee, because Thou hast hearkened to my voice, and hast shone forth unto me a ready, evil-averting light. The stone which the builders reviled and blamed, the same shone forth as the sacred head of two walls. This honourable work God built with His hands, and it is wondrous before mortal eyes. This day God fashioned with His own hands, that gladness and joy might appear unto mortals. Hearkening, O supreme King, mayest Thou swiftly save; hearkening, direct the path after my heart's desire. Blessed is he who shall come exalting the name of the King. We bless you, coming from the hall of the Blessed One. The renowned Lord and good God hath appeared unto mortals. Rejoicing with garlands, gather a verdant feast, even unto the God-built horns of the altar of sacrifice. Thou art our God, and I shall sing Thy praise; Thou art our God, and I exalt Thee on high. O Imperishable One, I glorify Thee, because Thou hast hearkened to my voice, and hast appeared unto me a ready, evil-averting light. Sing unto me the King, since this is good, because unceasingly He increases His mercy.
ΨΑΛΜΟΣ ΡΙΗʹ.
Psalm 118.
Ἑνδεκάτης δεκάδος ἀμφ' ὄγδοον ἀλληλούϊα.
Around the eleventh decade, the eighth Alleluia.
Αʹ. Ὄλβιοι οἷσι μέμηλεν ἀκήρατος αἰὲν ἀταρπὸς, Οἷς νόος ἱμείρεσκε Θεοῦ κατὰ θεσμὸν ὁδεύειν.
1. Blessed are they whose care is ever the undefiled path, whose mind yearns to walk according to the ordinance of God.
PG 33:1493Read from the page
Μαρτυρίας σφετέρας φρεσὶν ὄλβιοι ἰχνεύεσκον, Παντοίῃ κραδίῃ διζήμενοι ἐσθλὸν Ἄνακτα. Οὐ γὰρ δυσνομίης στυγερῆς ὑποφήτορες ἄνδρες Ἴχνεσιν Ἀθανάτοιο κατεστείβεσκον ἀταρπούς. Ἔμπεδον ἐννεσίης φυλακὴν ἐπετείλαο λαῷ. Εἴθε μοι εὖ μάλα πᾶσαι ἐπιθύνοιντο κέλευθοι, Ὄφρα τοι εὐδικίῃσιν ἀεὶ μεμελημένος εἴην. Καί κε νόῳ προφύγοιμι βαρὺν καὶ ἐλεγχέα μῶμον, Εἴκεν ὑπ' ἐννεσίῃσι θεουδέσιν ὄμματα πήξω. Ἰθυνόῳ κραδίῃ, Βασιλεῦ, τεὸν αἶνον ἀείσω, Εὖτε δικαιοσύνης θεοτερπέος ἔργα δαείην. Εὐδικίας πραπίδεσσι τεὰς, Ἄχραντε, φυλάξω, Μή με διηνεκέως προλίποις, ἀγανώτατε Ποιμήν.
Blessed are they who trace out His testimonies in their minds, seeking the good Lord with their whole heart. For men who are ministers of hateful lawlessness have not trodden the paths in the footsteps of the Immortal One. Thou hast enjoined upon the people a steadfast keeping of Thy command. O that all my ways might be right well directed, that I might ever be mindful of Thy righteous judgements! Then would I escape in mind heavy and shameful blame, if I fix mine eyes under Thy God-fearing commands. With an upright heart, O King, I shall sing Thy praise, when I have learned the works of God-pleasing righteousness. I shall keep Thy righteous judgements in my mind, O Undefiled One; do not utterly forsake me, O most gentle Shepherd.
Βʹ. Πῶς νέος ἰθύνειεν ὁδὸν πεποτημένος ἥβῃ, Εἰ μὴ ἐννεσίας Μάκαρος πραπίδεσσι φυλάξοι; Παντοίοις, Βασιλεῦ, σε νοήμασιν ἰχνεύεσκον Μή με τεῶν ἀπάνευθεν ἀπώσεαι ἐννεσιάων. Σεῖο, Μάκαρ, γλυκεροὺς ἐθέμην ἐν στήθεσι μύθους, Ὄφρα μὴ οὐλομένοισιν ἀτασθαλίῃσι δαμείην. Αἰνετός ἐσσι, Μάκαρ, θεσμοὺς δέ με σεῖο διδάσκοις. Χείλεσιν ἡμετέροις στόματος σέθεν ἔφρασα θεσμούς· Σεῖο τρίβῳ γήθησα, Μακάρτατε, μαρτυριάων, Οἷά τις ἐν στέρνοις ἐπαγάλλεται εὐρέϊ πλούτῳ. Σῇσιν ὑπ' ἐννεσίῃσι περιφραδέως κελαδήσω, Καί σεο τιμήεσσαν ἀνιχνεύσαιμι κέλευθον. Σῇσιν ἐπ' εὐδικίῃσι διηνεκέως μελετήσω, Οὐδὲ τεῶν ἱερῶν ἐπέων ἐπιλήσομαι αὔτως.
2. How should a youth fluttering with prime of life direct his way, unless he guard the commands of the Blessed One in his mind? With all manner of thoughts, O King, I sought Thee out; thrust me not away far from Thy commands. Within my breast, O Blessed One, I laid Thy sweet words, that I might not be subdued by destructive transgressions. Blessed art Thou, O Blessed One; teach me Thine ordinances. With our lips I declared the ordinances of Thy mouth; I rejoiced in the path of Thy testimonies, O Most Blessed One, as one exults within his breast over wide wealth. Under Thy commands I shall skilfully sing aloud, and trace out Thine honourable way. Upon Thy righteous judgements I shall perpetually meditate, nor shall I vainly forget Thy sacred words.
Γʹ. Ἀντὶ πόνων θεράποντι, Μάκαρ, σέο μισθὸν ὀπάζοις· Ζήσομαι ἀθανάτων ἐπέων φρεσὶ κέρδος ἀέξων. Ἀχλὺν ἀπ' ὀφθαλμῶν σκέδασον, Μάκαρ, ἣ πρὶν ἐπῆεν, Ὄφρα διοπτεύσαιμι τεῶν κλυτὰ θαύματα θεσμῶν. Ἀλλοδαποῦ βιότοιο μινυνθαδίην χθόνα ναίω· Μή μευ ἀποκρύψῃς ἀγαθῶν χάριν ἐννεσιάων. Εὐδικίας ἐπόθησα τεὰς νόῳ ἤματα πάντα. Οὐρανόθεν θέσπιζες ὑπερφιάλοισιν ὁμοκλήν. Λωβητοὶ μάλα σεῖο λελασμένοι ἐννεσιάων Μῶμον, Ἄναξ, ἐλάσεις καὶ ὀνείδεα πολλὸν ἐμεῖο, Οὕνεκα μαρτυρίας γεραρὰς σέθεν ἰχνεύεσκον. Ἀμφ' ἐμέθεν κελάδησαν ἐπεσβόλοι ἡγεμονῆες, Αὐτὰρ ἐγὼ ἀνέμελπον ἐπ' εὐδικίῃσι τεῇσι. Μαρτυρίαι Βασιλῆος, ἐμεῦ μελεδήματα θυμοῦ· Θεσμοὶ δ' ἐκγεγάασι τεοὶ βουλεύματ' ἐμεῖο.
3. In return for labours, O Blessed One, grant a reward unto Thy servant; I shall live increasing the gain of immortal words in my mind. Scatter the mist from mine eyes, O Blessed One, which formerly lay upon them, that I may behold the glorious wonders of Thine ordinances. I inhabit the short-lived earth of a stranger's life; hide not from me the grace of Thy good commands. I longed for Thy righteous judgements in my mind all my days. From heaven Thou didst decree a rebuke against the arrogant; utterly accursed are they who forget Thy commands. Drive blame and reproaches far from me, O Lord, because I traced out Thy venerable testimonies. Slanderous rulers clamoured concerning me, yet I sang aloud over Thy righteous judgements. The testimonies of the King are the meditations of my soul, and Thine ordinances have become my counsels.
Δʹ. Θυμὸς ἐμὸς δαπέδοισιν ἐλεγχίστοισι πελάσθη. Ἔμπα γε μὴν μύθοισι τεοῖς, Ἄχραντε, βιώην. Νωιτέρας ἐπάκουσας ἀπαγγέλλοντος ἀταρπούς. Ῥίμφα δικαιοσύνην με, Μακάρτατε, σεῖο διδάσκοις. Εὐδικίης κλυτὸν οἶμον ἐμῷ παρακάτθεο θυμῷ· Σοῖς δ' ἐπὶ θαυμασίοισι περιφραδέως κελαδήσω. Θυμὸς ἐμὸς ἤμυσε, κακῇ βεβολημένος ἄτῃ· Ἀλλὰ τεοῖς μύθοισιν, Ἄναξ, ἐμὸν ἦτορ ἐρείδοις.
4. My soul drew near to most shameful pavements; nevertheless by Thy words, O Undefiled One, may I live. Thou heardest our paths when I declared them; swiftly teach me Thy righteousness, O Most Blessed One. Commit the renowned path of righteous judgement unto my soul, and over Thy wondrous works I shall skilfully sing aloud. My soul drooped, stricken with evil calamity; but with Thy words, O Lord, support my heart.
PG 33:1496Read from the page
Οἶμον, Ἄναξ, ἀθέμιστον ἐμεῦ ἀπάνευθεν ἐρύκοις, Ἐνθέσμοις δὲ τεοῖς θεσπίσμασιν ἄμμ' ἐλεαίροις. Οἶμον ἀληθείης καταθύμιον αἰὲν ἐφεῦρον, Οὐδὲ θεοπρεπέων λαθόμην σέθεν εὐδικιάων. Μή σεο μαρτυρίῃσι πεποιθότα πάμπαν ἐλέγξῃς. Σῆς ὑποθημοσύνης ἀριδείκετον ἔδραμον οἶμον, Εὖτε μάλ' εὐρύνειας ἐμοῖς ἐν στήθεσι θυμόν.
Ward off the lawless path far from me, O Lord, and by Thy lawful decrees have mercy upon us. I ever found the path of truth desirable to my heart, nor did I forget Thy God-befitting righteous judgements. Put me not utterly to shame who trust in Thy testimonies. I ran the illustrious path of Thine instruction, when Thou didst greatly widen the heart within my breast.
Εʹ. Σεῖο, Μάκαρ, μὲ δίδασκε τεῶν τρίβον εὐνομιάων, Καί μιν ἀνιχνεύσαιμι διηνεκέεσσι γενέθλαις. Δός μοι, Ἄναξ, πινυτὴν, ἵνα σευ νόμον ἐξερεείνω, Καί μιν ἀεὶ στέρνοισιν ἐφ' ἡμετέροισι φυλάξω. Εἰ δέ μοι ἡγεμόνευσας ἐπ' εὐνομίῃσι τεῇσι, Πᾶσαν ἐμῆς πραπίδεσσι λιλαίομαι ἀμφιβαλέσθαι. Μαρτυρίης ἐμὸν ἦτορ ἐπικλίνοιτο τεῇσι, Μηδ' ἀκόρητον ἕλοιμι φιλοκτεανώτατον ὕβριν. Ὀφθαλμῶν ἀπέλασσον ἐμῶν κενεαυχέα λώβην. Σεῖο, Μάκαρ, ζήσαιμι φερεζώοισι κελεύθοις· Σῷ θεράποντι λόγον βεβριθότα δείματι τεύξοις. Οὗ πρὶν ὑποπτεύεσκον ὀνείδεος ἄμμε σαώσοις. Σεῦ ὅτι μειλιχίῃσι δίκης κεκερασμέναι εἰσὶ, Θυμῷ ἐπισπέρχω σέθεν ἵμερον ἐννεσιάων· Σεῖο δικαιοσύνην βιότου συνέριθον ἑλοίμην.
5. Teach me, O Blessed One, the path of Thy good laws, and may I trace it out for perpetual generations. Grant me understanding, O Lord, that I may search out Thy law, and keep it ever within our breast. And if Thou hast guided me in Thy good laws, I yearn to embrace it wholly in my mind. May my heart incline unto Thy testimonies, and may I not choose insatiable, most covetous insolence. Drive away vain-boasting mischief from mine eyes; may I live, O Blessed One, in Thy life-bringing ways. Establish for Thy servant a word weighty with fear; save us from the reproach which formerly I dreaded. Because they are mingled with the gentleness of Thy justice, in my soul I urge on the desire for Thy commands; may I take Thy righteousness as the fellow-worker of my life.
Ϛʹ. Θεσπεσίη μ' ἐλεητὺς, Ἄναξ, σέθεν ἀμφικαλύπτοι. Σοῖσιν ἀλεξικάκοισι φάος μύθοισιν ἑπέσθω, Ὄφρα κεν ὑβριστῆρας ἀμείψομαι ᾗ θέμις ἐστίν· Οὕνεκεν ἐλπωρὴν ἐθέμην μύθοισι τεοῖσι. Μή μευ ἀληθείην στόματός σεο πάμπαν ἐρύξῃς· Σεῖο γὰρ εὐθέσμοιο δικαιοσύνης πόθον ἴσχω, Καὶ νόμον αἰγλήεντα τεὸν πραπίδεσσι φυλάξω, Ἐκ γενεῆς γενεήνδε διαμπερὲς ἤματα πάντα. Ἔνθεν ἄρ' εὐρείῃσιν ἀεὶ προθέεσκον ἀταρποῖς, Οὕνεκεν ἐννεσίην βασιλήιον ἰχνεύεσκον Οὐδέ τιν' ἁζόμενος λάλεόν σεο μαρτυρίῃσι. Πῶς δὲ μάλα θαύμαζον ἐμὴν τότε γλῶσσαν ἄνακτες; Οἷς ἀγάπαζες ἄδην μελεδήμασι θυμὸν ἔφερβον, Καὶ σέθεν ἐννεσίης τάνυον παλάμας ἐρατεινῆς, Σῇσιν ὑπ' εὐνομίῃσι λιλαιόμενος φρένα βόσκον.
6. May Thy divine mercy, O Lord, enfold me around; let light attend Thine evil-averting words, that I may answer insolent men as is right, because I have set my hope in Thy words. Hold not back the truth of Thy mouth utterly from me; for I have a longing for Thy well-ordained righteousness, and I shall keep Thy radiant law in my mind, from generation to generation continually all my days. Thence indeed I ever ran forward in wide paths, because I traced out the royal command, and shrinking before no man I spoke of Thy testimonies. And how greatly did kings then marvel at my tongue! With the meditations which Thou lovedst I abundantly fed my soul, and stretched out my hands unto Thy lovely command, and eagerly nourished my mind under Thy good laws.
Ζʹ. Μνώεό σευ θεράποντος ἐπελπομένου σέο μύθοις. Ἥοε μευ ἀδρανίης παραμύθιον ἐσθλὸν ἐτύχθη, Οὕνεκ' ἀεί σεο μῦθος ἐμοὶ βίος ἔπλετο καλός. Αἰὲν ὑπερφίαλοι ἀθεμίστια τεκταίνοντο Αὐτὰρ ἐμὸς θεσμοῖσι τεοῖς νόος αἰὲν ἀρήρει. Ἀμπνύνθην σέο θυμὸν, Ἄναξ, θεσμοῖσι πετάσσας. Ἦτορ ὑπ' ἀδρανίης βεβολημένος ἐπτοίημαι Θεσμῶν εισορόων ἀγαθῶν σεο λυμαντῆρας Θεσμῶν ὑμνοπόλευσα φίλων σέο πολλάκι μολπὴν, Καί περ ἐν ὀθνείοισιν ἐὼν δαπέδοις μετανάστης. Ὀρφναίην ἀνὰ νύκτα παρεμνήσθην Βασιλῆος, Ἀθάνατον δ' ἐφύλαξα φίλοις ἐν στήθεσι θεσμόν Σεῖο τόδ' εὐδικίης ἀγαθῆς ἀντάξιον ἴσχω
7. Remember Thy servant who hopes in Thy words. This was a noble consolation of my weakness, because Thy word was ever a goodly life unto me. The arrogant ever devised lawless deeds, yet my mind was ever fast joined to Thine ordinances. I revived, having spread out my soul, O Lord, unto Thine ordinances. Stricken in heart with faintness, I was dismayed, beholding the destroyers of Thy good ordinances. Ofttimes I sang the song of Thy beloved ordinances, even though being a sojourner in foreign lands. Throughout the dark night I remembered the King, and kept the immortal ordinance within my dear breast; this I hold as the counterpart of Thy good righteous judgement.
Notes, col. 1496

On the reading

Printed Μαρτυρίης, for Μαρτυρίῃς.

Printed Ἥοε, for Ἥδε.

Printed εισορόων, for εἰσορόων.

PG 33:1497Read from the page
Ηʹ. Αἶσά μοι αὐτὸς ἔφυς, θεσμοὺς δέ σοι εἶπα φυλάξαι. Ἀλήκτῳ κραδίῃ λιτόμην Βασιλῆος ὀπωπῆς, Ἴλαθί μοι, Βασιλεῦ, ἐπέων δέ σευ ἄξια ῥέξω. Καὶ γὰρ ἐπεφρασάμην καταθύμια σεῖο κελεύθοις· Μαρτυρίης δ' ἔστρεψα τεῆς σέθεν ἀγχόθι πέζας. Ἔνθεν ἑτοιμότατος γενόμην ἀδόνητος ἐών τις, Σῆς ὑποθημοσύνῃσιν ἔχειν μεμελημένον ἦτορ. Ἰλλόμενος δολερῇσι δέμας σειρῇσιν ἀλιτρῶν, Οὐ σέθεν ἐνθέσμων λαθόμην φρεσὶν ἐννεσιάων. Αὐτὰρ ἐγὼ διὰ νύκτα μέσην ἔσπευδον ἀναστὰς Ὑμνῆσαι πραπίδεσσι δικαιοσύνης σέο θεσμούς. Πάντων σεῖο, Μάκαρ, δμώων γε συνήορος ἦα, Ὅσσοις ἐννεσίαι πεφυλαγμέναι εἰσὶ Θεοῖο. Χθὼν ἐλεημοσύνης ἀγαθῆς βέβριθεν Ἄνακτος. Σεῖο δικαιοσύνας ἐρικυδέας ἄμμε διδάσκοις.
8. Thou Thyself art my portion, and I said unto Thee that I would keep Thine ordinances. With unceasing heart I entreated the countenance of the King: Be gracious unto me, O King, and I shall do things worthy of Thy words. For indeed I considered things pleasing to Thy ways, and turned my feet near unto Thy testimony. Thence I became most ready, being unshaken, to have a heart mindful of Thine instructions. Though bound in body with the crafty cords of sinners, I did not forget Thy lawful commands in my mind. Yet at midnight I hastened to arise to hymn in my mind the ordinances of Thy righteousness. I was a companion, O Blessed One, of all Thy servants, by whom the commands of God are kept. The earth is laden with the good mercy of the Lord; teach us Thy glorious righteousnesses.
Θʹ. Μειλιχίην θεράποντι τεῷ δωρήσαο μύθῳ. Μειλιχίην σοφίην τε τεὴν, Μάκαρ, ἄμμε διδάσκοις, Οὕνεκεν ἐννεσίῃσι, Μάκαρ, θάρσησα τεῇσι. Πρίν με καταδμηθῆναι, ἀτασθαλίην ἐτέλεσσα· Τοὔνεκα σοὺς ἐφύλαξα φίλοις ἐν στήθεσι μύθους. Μειλιχός ἐσσι, Μάκαρ, σέο δ' εὐδικίας με διδάσκοις. Ὕβρις ὑπερφιάλων μοι ἀθέσφατος ἐξετανύσθη· Αὐτὰρ ἀνιχνεύσαιμι σέθεν μελεδήματα θυμῷ. Στῆθος ἑὸν λευκῷ ἴκελον ἐπέπηκτο γάλακτι· Αὐτὰρ ἐμοί σεο θεσμὸς ἀεὶ πραπίδεσσι μεμήλει. Ὡς ἀγαθὸν χθαμαλόν τε καὶ ἠπεδανόν με τετύχθαι· Ὄφρα δικαιοσύνην ἐρικυδέα σεῖο δαείην. Ὡς ἀγαθὸς στόματος βασιληίου ἔπλετο θεσμὸς, Χιλιάδων χρυσοῦ τε καὶ ἀργύρου ἄμμιν ἀμείνων.
9. Thou hast bestowed kindness upon Thy servant by Thy word. Teach us Thy kindness and wisdom, O Blessed One, because I have trusted in Thy commands, O Blessed One. Before I was humbled, I wrought transgression; therefore have I kept Thy words within my dear breast. Kind art Thou, O Blessed One; teach me Thy righteous judgements. The unspeakable insolence of the arrogant was stretched out against me; yet may I trace out Thy meditations in my soul. Their breast was curdled like white milk; yet for me Thine ordinance was ever a care in my mind. How good it is that I was made lowly and feeble, that I might learn Thy glorious righteousness! How good is the ordinance of the royal mouth, better unto us than thousands of gold and silver!
Ιʹ. Σῇσι, Μάκαρ, γενόμην τε καὶ ἐπλάσθην παλάμῃσι· Δὸς δή μοι πινυτὴν, βουλὰς ἵνα σεῖο δαείην. Δμῶες δερκόμενοί με τεοὶ κεχαροίατο θυμῷ, Οὕνεκα σοῖς ἐπέεσσιν ἐμὰς συνέδησα μερίμνας. Ἀμφαδίην ἐνόησα δικαιοσύνης σέο θεσμοὺς, Καί σευ ἀληθείῃ χθαμαλὸς καὶ ἄκικυς ἐτύχθην. Σὴν ἐλεημοσύνην παραμύθιον ἄμμιν ὀπάσσοις, Καὶ μῦθον συμφράδμονα σῷ θεράποντι παράσχοις. Εὖ με κατοικτείρειας, ὅπως ζήσαιμι πεποιθὼς, Οὕνεκά μοι μελέτη βασιλήιος ἔπλετο θεσμός. Αἶσχος ὑπερφιάλοις, οἵ μοι παρὰ θεσμὸν ἔρεξαν· Αὐτὰρ ἐγὼ περὶ σῇσιν ἐφημοσύνῃς κελαδήσω. Δμῶες ἐπιστρέψωσι τεὴν τρομέοντες ἐρωὴν, Μαρτυρίας δεδαῶτες ἀριστοπόνου Βασιλῆος. Σῇσιν ἐφημοσύνῃς μευ ἀμώμητοι φρένες εἶεν, Ὄφρα κακῶν ἀπάνευθε καὶ αἴσχεος ἔκτοθεν εἴην.
10. By Thy hands, O Blessed One, I was born and fashioned; grant me understanding, that I may learn Thy counsels. May Thy servants, beholding me, rejoice in soul, because I bound my cares unto Thy words. Openly I perceived the ordinances of Thy righteousness, and in Thy truth I was made lowly and strengthless. Grant Thy mercy as a consolation unto us, and bestow a concurring word upon Thy servant. Have tender compassion upon me, that I may live in confidence, because the royal ordinance is my meditation. Shame be to the arrogant, who dealt with me contrary to the ordinance; yet I shall sing aloud concerning Thine injunctions. May Thy servants turn back, trembling at Thine onset, having learned the testimonies of the nobly-working King. May my mind be blameless in Thine injunctions, that I may be far from evils and outside of shame.
ΙΑʹ. Θεσπέσιον περὶ φέγγος ἐμὸς νόος ἐξετανύσθη, Συνθεσίης τ' ἀγαθῆς πόθεόν σεο μῦθον ἀκοῦσαι. Ἀμφὶ τεῷ μύθῳ ἐμέθεν φθινύθεσκον ὀπωπαὶ, Βάζουσαι· Πότε δή μοι ἰὼν παραμύθιον εἴης; Ἀσκὸς ὅπως γενόμην χιονώδεος ἐγγύθι παχνης·
11. Around Thy divine light my mind was stretched out, and I longed to hear the word of Thy good covenant. Over Thy word mine eyes wasted away, saying: When wilt Thou come and be a consolation unto me? I became like a wineskin near snow-white frost;
Notes, col. 1497

On the reading

Printed Σῆς, for Σῇς.

Printed παχνης, for πάχνης.