PG 33:1476Read from the pageΕἰδώλοις ῥέζοντες ὑπερφιάλου Χαναάμου. Αἵματι δ' ὀλλυμένων ἐρυθραίνετο πάντοθεν αἶα,
Sacrificing unto the idols of overweening Canaan. And with the blood of the perishing the earth was reddened on every side,
Μαψιδίως ἔργοισι μιαινομένη στυγεροῖσι, Μαχλοσύνῃ τ' ὀλοῇ· μάλα γάρ σφισιν ὧδε μεμήλει.
Vainly polluted with hateful works, and with baneful wantonness; for thus was it greatly their care.
Αὐτὰρ ὁ μήνιε πάμπαν Ἄναξ κακοεργέϊ λαῷ,
But the King was altogether wroth with the evil-working people,
Κλήρου ὀδυσσάμενος σφετέρου ὑπερήφανον ὕβριν.
Being indignant at the arrogant insolence of His heritage.
Δυσμενέων παλάμῃσι φίλους θεράποντας ἔδωκε, Κοιρανίην σφετέροισιν ἑὴν δηίοισιν ὀπάσσας. Ἀντιβίων ὀλοῇσιν ὑπεδμήθησαν ἀνάγκης.
Into the hands of enemies He gave His dear servants, bestowing His dominion upon their foes. They were subdued under the baneful necessities of adversaries.
Οὐτιδανοὶ παλάμῃσιν ὑπ' ἀλλοτρίῃσι πεσόντες, Πολλάκις ἐξεσάωθεν ὀϊόμενός περ ὀλέσσαι. Οἱ δὲ νόῳ στυγερῷ πλέον ἤκαχον ἢ πρὶν Ἄνακτα,
Falling as men of naught beneath foreign hands, oftentimes they were saved even when He thought to destroy them. Yet with hateful mind they grieved the King more than before,
Αὐχένα δυσνομίῃσιν ὑποδμηθέντες ἑῇσιν. Ὡς ἴδε τειρομένους, σφετέρου περιφείδετο λαοῦ· Λισσομένους δ' ἐλέησεν, ἑῶν δ' ἐπάκουσε λιτάων.
Having their neck subdued unto their own lawlessnesses. When He saw them worn down, He spared His people; and He pitied them as they entreated, and hearkened unto their prayers.
Αὐτίκα γὰρ σφετέρων ἐμνήσατο συνθεσιάων· Νικηθεὶς δ' ἐλέῳ, προτέρης ἀπεπαύετο βουλῆς. Θαῦμά μ' ἔχει, πῶς θυμὸν ἑὸν πρήϋνεν Ἀνάκτωρ,
For straightway He remembered His covenants; and overcome by pity, He ceased from His former counsel. Wonder holdeth me, how the Ruler softened His heart,
Καί σφεας οἰκτίσσαντο πάρος ληΐστορες ἄνδρες. Ἡμέας, ὦ Βασιλεῦ πανυπέρτατε, ῥεῖα σαώσοις, Πάντοθεν ἀθροίζων, ἵνα περ κεκεδάσμεθα δήμων·
And men who aforetime were spoilers had compassion upon them. Do Thou easily save us, O King Most High, gathering us from every side where we have been scattered amongst the peoples;
Ὄφρα σευ ἐσσυμένως ἀναμέλψομεν οὔνομα θεῖον, Σῇσι μέγα φρονέοντες ἀριπρεπέεσσιν ἀοιδαῖς. Αἰνετὸς αἰὲν Ἄναξ πέλεται κλυτὸς Ἰσραήλου, Ἐκ γενεῆς γενεήνδε διαμπερὲς ἤματα πάντα.
That eagerly we may sing aloud Thy divine name, glorying greatly in Thy most glorious songs. Praised evermore is the glorious King of Israel, from generation to generation continually for all days.
Σὺν δ' ἐρέει πᾶς δῆμος, Ἐτήτυμον ὧδε γενέσθω.
And all the people together shall say, Truly so let it be.
Ἕκτος ὅδ' ἀλληλούϊα βοηθειῶν στρατιάων.
This sixth alleluia is of the hosts of succours.
Λαοὶ, μειλιχίην ἀναμέλψατε Παμβασιλῆος, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Βαζόντων Θεὸς οἷσιν ἐλεύθερον ὤπασεν ἦμαρ, Οὕς ποτε δυσμενέων κρατερῆς ἀπελύσατο χειρός. Ἐκ δὲ πολυσπερέων ξυναγείρατο δεῦρο πολήων, Τοὺς μὲν ἀπ' ἀντολίης, τοὺς δ' ἑσπερίης ἀπὸ γαίης,
O peoples, sing aloud the graciousness of the All-King, because unceasingly He increaseth His mercy. Let them speak, unto whom God hath granted a day of freedom, whom once He loosed from the mighty hand of enemies. And out of widely-scattered cities He gathered them hither, some from the east, and others from the western land,
Ἄλλους δ' ἐκ βορέαο καὶ ἀτρυγέτοιο θαλάσσης Πλαζομένους ἀνὰ χῶρον ἀπείριτον αὖον ἐρήμου, Οὐδ' εἶχον σφετέρης πόλιος σκέψασθαι ἀταρπόν. Δίψῃ δὲ φθινύθεσκον ὁμοῦ καὶ νηλέϊ λιμῷ, Ἐκ δ' ὀλιγηπελίης σφέτερος κατετήκετο θυμός. Ἂν δὲ Θεὸν βοάασκον, ὀρινόμενοι φρένα μόχθοις·
And others from the north and the barren sea, wandering through the boundless dry place of the wilderness, nor were they able to behold the path of their city. And they wasted away with thirst and pitiless famine together, and from faintness their soul melted away. Then they cried aloud unto God, being stirred in mind by their toils;
Αὐτὰρ ἀναγκαίης Βασιλεύς σφεας ἔξελε πάσης· Ἰθείην δ' ἀνέφαινε μετὰ τρίβον ἡγεμονεύων, Ἰθείην δ' φίλον πτολίεθρον ὅπερ ποθέεσκον ἵκωνται Οἰκτιρμοὶ Βασιλῆος, ἑὴν ἀναμέλψατ' ἐρωὴν,
And the King delivered them out of all necessity; and guiding them He showed forth a straight path, that they might come unto a beloved city which they longed for. O mercies of the King, sing ye aloud His mighty impulse,
Notes, col. 1476
On the reading
Printed ἀνάγκης, for ἀνάγκαις.
Printed Ἰθείην δ', for Ὄφρ' ἐς.
PG 33:1477Read from the pageΚαί οἱ θέσκελα ἔργα μέλοι μεροπηΐδι φύτλῃ· Οὕνεκα δευομένῃ ψυχῇ πόρε δόρπον ἑτοῖμον, Πειναλέον τ' ἀγαθοῖσιν ὑπεστηρίξατο θυμὸν, Ἑζομένους θανάτοιο ποτὶ κνέφαϊ σκιόεντος, Ἰλλομένους πενίῃ τε, σιδηρείοισί τε δεσμοῖς· Οἱ δὲ νόῳ στυγερῷ Θεοῦ ἤκαχον ἢ πρὶν ἀνωγὰς,
And let His wondrous works be a care unto the mortal race; because unto the needy soul He gave a ready meal, and sustained the hungry spirit with good things, those sitting toward the darkness of shadowy death, bound fast in poverty and in iron bonds; for with hateful mind they had grieved the commands of God more than before,
Μαψιδίως ἐρέθοντες ἑὴν ἐρικυδέα βουλήν. Ἔνθεν ὑπ' ἀπρήκτου καμάτου δέδμηντο καὶ ἄτης, Οὐδέ τις ἀδρανίης ἐπιτάῤῥοθος ἤλυθεν αὐτοῖς. Ἂν δὲ Θεὸν βοάασκον, ὀρινόμενοι φρένα μόχθοις·
Vainly provoking His most glorious counsel. Thence they were subdued under unavailing toil and calamity, nor did any helper come unto them in their feebleness. Then they cried aloud unto God, being stirred in mind by their toils;
Αὐτὰρ ἀναγκαίης Βασιλεύς σφεας ἔξελε πάσης· Ἐκ δ' ἄγαγε κνέφαός τε καὶ ἐκ θανάτοιο βερέθρων, Ῥηξάμενος μελέων κρατερὸν καὶ ἀτειρέα δεσμόν.
And the King delivered them out of all necessity; and He led them forth from darkness and from the pits of death, having burst the strong and unyielding bond of their limbs.
Οἰκτιρμοὶ Βασιλῆος, ἑὴν ἀναμέλψατ' ἐρωὴν, Καί οἱ θέσκελα ἔργα μέλοι μεροπηΐδι φύτλῃ· Οὕνεκα χαλκείων δύναμιν διέπερσε πυλάων, Εὐτύκτους δ' ἀδάμαντος ἄφαρ ξυνέαξεν ὀχῆας, Πάντας ἀφαρπάξας μογερῆς κακότητος ὁδοῖο. Οὕνεκα δυσσεβίης παρελεγχέα μῶμον ἐφεῦρον,
O mercies of the King, sing ye aloud His mighty impulse, and let His wondrous works be a care unto the mortal race; because He sacked the strength of brazen gates, and straightway shattered the well-wrought bars of adamant, snatching all away from the path of wretched wickedness. Because they found the reproachful blame of impiety,
Θυμῷ ἀποπτύξαντες ὅλην θρεψήνομα δαῖτα, Ψυχροπόρου θανάτοιο κατήλυθον ἄχρι πυλάων. Ἂν δὲ Θεὸν βοάασκον, ὀρινόμενοι φρένα μόχθοις·
Spurning away in their soul all man-nourishing food, they went down even unto the gates of cold-passing death. Then they cried aloud unto God, being stirred in mind by their toils;
Αὐτὰρ ἀναγκαίης Βασιλεύς σφεας ἔξελε πάσης· Τειρομένους ἠκέσσαθ' ἑόν σφισι θυμὸν ἰήνας, Θυμοβόρου δ' ἀπέλυσε καταφθινύθοντας ἀνίης. Οἰκτιρμοὶ Βασιλῆος, ἑὴν ἀναμέλψατ' ἐρωὴν, Καί οἱ θέσκελα ἔργα μέλοι μεροπηΐδι φύτλῃ. Ῥεζόντων Βασιλῆι θύος μολπῇσι μεμηλός· Βαζόντων δέ οἱ ἔργα νόῳ κεχαρηότες ἐσθλῷ. Ναυτίλοι οἷσι μέμηλε βίη νῆές τε θαλάσσης, Οἷσι πόνος διὰ κῦμα καὶ ἄσπετον ὄρνυται ὕδωρ,
And the King delivered them out of all necessity; He healed the afflicted, cheering His heart toward them, and loosed them as they wasted away from soul-devouring anguish. O mercies of the King, sing ye aloud His mighty impulse, and let His wondrous works be a care unto the mortal race. Let them offer unto the King a sacrifice cared for with songs; and let them declare His works, rejoicing in a goodly mind. Mariners unto whom the might and ships of the sea are a care, unto whom toil arises through the wave and the boundless water,
Ὄμμασι θηήσαντο πολύφρονος ἔργα Θεοῖο, Καί οἱ θέσκελα πάντα θαλασσοπόρους μετ' ἀβύσσους. Κελλομένου Βασιλῆος ἀθέσφατος ὦρτο καταῒξ, Θῦνε δὲ κυρτωθέντα μετήορα κύματα πόντου. Φαίης οὐρανὸν εὐρὺν ἄφαρ μίσγεσθαι ἀβύσσῳ. Τῶν δὲ πολυσμαράγῳ κατετήκετο θυμὸς ἀνίῃ· Πάντας δὲ κλόνος εἷλεν, ὅπως πεπεδημένον οἴνῳ·
Beheld with their eyes the works of all-wise God, and all His wonders amongst the sea-traversed depths. At the command of the King an unspeakable tempest arose, and the arching waves of the deep raged on high. Thou wouldst say that the broad heaven was straightway mingled with the abyss. And their soul melted away with loud-roaring anguish; and turmoil seized them all, like one fettered with wine;
Ναυτιλίης δ' ἐλάθοντο, σοφὴ δ' οὐ φαίνετο τέχνη.
And they forgot their seamanship, and their skilful art appeared not.
Ἂν δὲ Θεὸν βοάασκον, ὀρινόμενοι φρένα μόχθοις·
Then they cried aloud unto God, being stirred in mind by their toils;
Αὐτὰρ ἀναγκαίης Βασιλεύς σφεας ἔξελε πάσης· Αὐτίκα δ' εἰς αὔρην προτέρην μετέθηκε θύελλαν· Αὖθις δ' εὐσταθέϊ μειλίσσετο κύματα σιγῇ, Εὐφροσύνη δ' ἕλε πάντας, ὅπως ἴδον εὔδιον ὕδωρ,
And the King delivered them out of all necessity; and straightway He changed the storm-wind into the former breeze; and again the waves were soothed in steady silence, and gladness seized them all, when they saw the calm water,
Εἰς λιμένα σπεύδοντας ὑπ' ἐννεσίῃσι Θεοῖο. Οἰκτιρμοὶ Βασιλῆος, ἑὴν ἀναμέλψατ' ἐρωὴν, Καί οἱ θέσκελα ἔργα μέλοι μεροπηΐδι φύτλῃ.
Hastening into the haven under the promptings of God. O mercies of the King, sing ye aloud His mighty impulse, and let His wondrous works be a care unto the mortal race.
Notes, col. 1477
On the reading
Printed θρεψήνομα, for θρεψήνορα.
PG 33:1480Read from the pageΕὖ μιν ἀριπρεπέων κλισίης ἀναείρατε λαῶν,
Exalt Him well in the assemblies of most glorious peoples,
Καὶ προτερηγενέων ἱεροῖς ἀναμέλψατε θώκοις. Χεῦμα μέγ' ἐξανέηκεν ἐϋῤῥεῖος ποταμοῖο, Ὑδρηλὴ δὲ κέλευθος ἀτερπέϊ τήκετο δίψῃ· Ἅλμην πουλυβότειραν ἄφαρ ποιήσατο χώρην, Καρφομένην κακότητι περικτιόνων ναετήρων· Αὐτὰρ ἐρημαίαν πολυκύμονα θήκατο λίμνην, Καὶ γαίης ποταμηδὸν ἐπέχραον ὕδατ' ἀνύδρου,
And sing aloud unto Him in the sacred seats of the elders. He dried up the great stream of a fair-flowing river, and the watery way wasted away with joyless thirst; a much-nourishing land He straightway made into brine, parched because of the wickedness of the neighbouring inhabitants; but a desert He made into a many-waved lake, and waters rushed like a river over a waterless land,
Ἧ ποτὲ πειναλέοι νάσται πολυπήμονες ἦσαν· Καὶ δῆμοι πόλιας κατέχον περιναιέται ἐσθλοί. Ἡμερίδας κατέπηξαν, ἐπεσπείραντο δὲ χώρας, Καὶ βιότου κεχάρηντο τελεσφορίης ἐρατεινῆς. Ἤνεσε μὲν Θεὸς ἔργον, ἀνηΰξαντο δὲ λαοὶ,
Where once hungry, sore-afflicted dwellers were; and goodly neighbouring peoples held cities. They planted cultivated vines, and sowed the fields, and rejoiced in the lovely fruitfulness of livelihood. God indeed blessed the work, and the peoples increased,
Καί σφισι τετραπόδων ἀγέλαι φέρβοντο νομῇσιν· Ἔνθ' ὀλιγοδρανέοντες ἀμηχανέεσκον ἀνίῃ, Ἄλγεσι τειρόμενοί τε καὶ ἀπρήκτοις ὀδύνῃσι· Δεινὴ δ' ἡγεμονῆας ἀκυδέας ἄμφεπε λώβη. Οἱ δὲ τρίβον προλιπόντες, ἐπ' ἀτρίπτοις ἀλάληντο. Ἐκ δ' ἀχρημοσύνης ἐπιτάῤῥοθος ἦλθε πενιχρῷ, Στησάμενος φρήτρας ἅτε πώεα καλὰ νομήων.
And herds of four-footed beasts were fed for them in pastures; there growing feeble they were at a loss through anguish, worn down by griefs and unavailing pains; and dread dishonour encompassed the inglorious rulers. And leaving the path, they wandered in trackless wastes. Yet out of destitution He came as a helper unto the poor man, establishing families like fair flocks of shepherds.
Ἰθύνοοι λεύσσοντες ἐπ' εὐφροσύνῃσι χαρεῖεν· Ἀμπλακίη δ' ἀρίδηλος ἑὸν στόμα δεινὸν ἀνοίξει Τίς πινυτὸς τάγε πάντα μετὰ φρεσὶν οἶδε φυλάξαι, Ἀθανάτου δ' ἐλεημοσύνην στέρνοισι νοῆσαι;
May the upright in mind beholding it rejoice in gladness; and manifest sin shall open its dread mouth. What wise man knoweth how to keep all these things in mind, and to understand in his breast the loving-kindness of the Immortal One?
Δαυΐδου ἑκατοστὸς ἔφυ καὶ ἕβδομος ὕμνος.
The hundred and seventh hymn of David.
Θυμὸς ἑτοῖμος ἐμὸς, Πανεπίσκοπε, θυμὸς ἑτοῖμος, Κύδεϊ ᾧ μέλψω σε καὶ ἐν ψαλμοῖσιν ἀείσω. Ἔγρεό μοι, φόρμιγξ, καὶ ἐμῶν ψαλτήριον ὕμνων.
My heart is ready, O All-Overseer, my heart is ready; with my glory I will hymn Thee and sing in psalms. Awake for me, O lyre, and psaltery of my hymns.
Ἐμμαπέως ἠῶθεν ἀνεγρόμενος κελαδήσω· Σὸν μέλος ἀμφιβόητον, Ἄναξ, λαοῖσι βοήσω, Καὶ δήμοις πολέσιν λιγυρόκτυπον αἶνον ἀείσω. Οὐρανίων ἐλεητὺν ἔχεις καθύπερθε πυλάων, Καί σευ ἀληθείη νεφέων κατέναντα ποτᾶται. Ὄρσ' ὑπὲρ οὐρανίων πυλέων, πανυπέρτατε Ποιμὴν, Καὶ σέθεν ἄσπετον εὖχος ἐπὶ χθόνα πᾶσαν ἱκάνοι, Ὄφρα φίλους μεμαῶτας ἀφαρπάξειας ἀνάγκης. Δεξιτερῇ με σάω, καὶ ἐμῆς ἐπικέκλυθι φωνῆς. Εἶπεν Ἄναξ ἁγίῳ σφετέρῳ συμφράδμονα μῦθον· «Ὑψωθεὶς Σίκημα θοῶς διδάσσομαι ἤδη, Καὶ κοίλην διαμετρήσω πυκινῶν κλισιάων. Ἡμέτερος Γαλαᾶδος, χ' ἡμέτερος Μανασσῆς, Ἔφρεμος ἡμετέροιο καρήατος ἄλκαρ ἐτύχθη· Αὐτὰρ ἐϋκλειὴς βασιλεὺς ἐμός ἐστιν Ἰούδας, Ἐλπωρῆς δὲ λέβης μευ ἔφυ Μωᾶβος ἀμύμων. Ἐκτείναιμι πέδιλον ἐμὸν προπάροιθ' Ἰδυμαίης, Ποσσὶν ὑφ' ἡμετέροις ἀλλότρια φῦλα δαμάσθη. Ἤθελον εὐπύργου κλυτὸν ἄστεος ἡγεμονῆα, Ἠὲ καὶ ἰθυντῆρα Ἰδουμαίης μετὰ δήμους.» Ἦ ῥ' οὐκ αὐτὸς, Ἄναξ, ἡγήσεαι, ὁ πρὶν ἐλάσσας, Οὐδὲ κορυσσομένοισιν ἐλεύσεαι ἄμμιν ἀρωγός;
Quickly rising up at dawn I will sound forth; Thy far-resounding melody, O King, I will cry aloud unto the peoples, and unto many nations I will sing clear-ringing praise. Thou hast mercy above the heavenly gates, and Thy truth flieth over against the clouds. Arise above the heavenly gates, O Shepherd Most High, and may Thine unspeakable glory come upon all the earth, that Thou mayest snatch Thy zealous friends out of necessity. Save me with Thy right hand, and hearken unto my voice. The King spake a harmonious word in His sanctuary: «Being exalted I will now swiftly divide Shechem, and will measure out the valley of close-set tents. Ours is Gilead, and ours is Manasseh, Ephraim hath become the defence of our head; and Judah is my glorious king, and blameless Moab is the cauldron of my hope. I will stretch out my sandal before Idumaea; beneath our feet foreign tribes have been subdued. I wished for a glorious leader of a well-towered city, or even a director unto the peoples of Idumaea.» Wilt not Thou Thyself, O King, lead us, Who aforetime didst drive us off, nor come as a helper unto us when we are armed for battle?
Notes, col. 1480
On the reading
Printed διδάσσομαι, for διαδάσσομαι.
Printed Ἰδυμαίης, for Ἰδουμαίης.
PG 33:1481Read from the pageΤειρομένοις ἐπίκουρος, Ἄναξ, ἀναφανδὰ φανείης· Ἄμμι δὲ μαψίδιον μερόπων φάος ἐγγυαλίζοι. Ἐν κρατερῷ Βασιλῆι βίην τελέσωμεν ἑτοίμην, Δυσμενέων ἔκπαγλον ὑπερβασίην ἀθερίζοι.
Unto the afflicted mayest Thou appear manifestly as a helper, O King; for vain is the light of mortals that one might grant us. In the mighty King we shall accomplish ready strength, and may He bring to naught the terrible transgression of enemies.
Δαυΐδου λιγυρὸν μέλος ὄγδοον ἀμφ' ἑκατοστῷ.
The clear-voiced hundred and eighth song of David.
Αἶνον ἐμὸν μὴ πάγχυ, Μάκαρ, σιγῇ παρελάσσῃς· Ἀμφ' ἐμοὶ ὡς δόλιον χαίνει στόμα δεινὸς ἀλείτης. Θηξάμενοι γλώσσας με κακηγορέεσκον ἀνιγρὰς, Καὶ μύθοις στυγεροῖσι πεποιθότες ἠερέθοντο, Μαψιδίως τ' ὀλοὴν ἐπὶ φύλοπιν ὡπλίζοντο· Οὓς φιλέειν δοκέεσκον, ἐμοὶ κακὰ μᾶλλον ἔραπτον.
Pass not by my praise altogether in silence, O Blessed One; for against me the dread sinner gapeth with deceitful mouth. Having sharpened their grievous tongues they reviled me, and trusting in hateful words they hovered around, and vainly armed themselves for baneful battle; those whom I thought to love stitched evils for me the more.
Αὐτὰρ ἐγὼ λιτάνευον ἐς οὐρανὸν ὄμμα τιταίνων. Ἀντ' εὐεργεσίης ὀλοὰς δόσαν ἄμμιν ἀνίας, Ἀντὶ δὲ νωιτέρης φιλίης κακὸν ἔχθος ἕλοντο. Τοῖο καθηγητῆρα πόροις κακοεργέα φῶτα· Διάβολος δ' ἄρα οἱ σταθερὸς ἐν δεξιᾷ μίμνοι.
But I entreated, stretching mine eye toward heaven. In return for well-doing they gave us baneful sorrows, and in return for our friendship they chose evil hatred. Mayest Thou appoint an evil-working man as ruler over him; and let the adversary stand fast at his right hand.
Κρινόμενος ψήφοισι δίκης, δεδμημένος ἔλθοι· Εὐχωλὴ δ' ὀλοή οἱ ἀτάσθαλος αἶψα γενέσθω. Ἤματά οἱ γενοίατ' ὀλίγιστά τ' ἀνιηρά τε, Καί οἱ ἱροσύνην ἐρικυδέα δέξεται ἄλλος. Ὀρφανίη σφετέρους ἀλιτήμονας υἷας ἐρύξοι, Χηροσύνη δὲ δάμαρτα κακὴ μεθέπουσα πεδήσει. Παῖδες πτωχεύσουσι παρ' ἀλλοδαποῖς μετανάσται· Οὔδεος ἐξελάοιντο φίλου ἀέκοντες ἀνάγκῃ. Πάντα οἱ ὅσσα πέλονται ἀνιχνεύσειε δανειστὴς, Καὶ σφετέρων καμάτων ἀλλότριοι ἅρπαγες εἶεν. Μή οἱ δευομένων ἐπιτάῤῥοθος ἄλλοθεν ἔλθοι, Μηδέ οἱ ὀρφανικήν τις ἐποικτίσσαιτο γενέθλην. Ἔσται οἱ φίλα τέκνα κακοῦ μέλπηθρον ὀλέθρου, Οὔνομ' ἄϊστον ἄπυστον ἐπ' ἤματι πάμπαν ὀλέσσει. Ἄντα Θεοῦ κακίη σφετέρων μνήσαιτο τοκήων, Μηδέ οἱ ἀμπλακίη στυγερῆς παύσοιτο τεκούσης. Λωβητοὶ Βασιλῆος ἀεὶ κατέναντα μενόντων, Καί σφεων ἐκ γαίης ἀγαθῆς μνημήιον ἔῤῥοι. Οὐ γὰρ ἐπεμνήσθη ἐλεητύος ἄξια ῥέξαι,
Being judged by the votes of justice, may he come forth condemned; and let his baneful prayer straightway become reckless sin unto him. May his days become very few and grievous, and another shall receive his glorious priesthood. May orphanhood hold fast his sinful sons, and evil widowhood pursuing his wife shall fetter her. His children shall beg as wanderers amongst foreigners; may they be driven out from their dear soil unwillingly by necessity. Let the creditor track out all things whatsoever belong unto him, and let strangers be spoilers of his labours. May no helper from elsewhere come unto him in his need, nor may anyone have compassion upon his orphaned offspring. His dear children shall be a sport of evil destruction; in a day he shall utterly lose his name, unseen and unheard of. Before God may the wickedness of his parents be remembered, nor may the sin of his hateful mother cease for him. Let them ever remain dishonoured over against the King, and may their memorial perish from the good earth. For he remembered not to do deeds worthy of mercy,
Ἀκτέανον καὶ πτωχὸν ἀτάσθαλος ἄνδρα διώκων, Φῶτα λιλαιόμενος βαρυώδυνον ἐξεναρίξαι. Ἣν δὲ λίην ἀγάπαζε, θοῶς δέξαιτο κατάραν·
Recklessly persecuting the penniless and poor man, eager to slay the man heavy with pain. And the curse which he greatly loved, may he swiftly receive;
Εὐλογίην ἔστυξε, φύγεν δέ ἑ τῆλε τραπεῖσα.
Blessing he hated, and turning away it fled far from him.
Ἀρὴν οὐλομένην ἰκέλην ἐνεδύσατο πέπλῳ, Οἷα δὲ διψώοντι ἐπήλυθεν ἔγκασιν ὕδωρ, Ὀστέα πιαίνουσα κατὰ χρέος ἠΰτ' ἔλαιον· Ἀντὶ δ' ἀναγκαίου μιν ἐπὶ χροὸς εἵματος ἴσχοι,
He clothed himself with a destructive curse as with a robe, and as unto one thirsting it came like water into his bowels, fattening his bones duly like oil; and instead of a needful garment may it hold him upon his flesh,
Καὶ ζώνης σφετέρης ἣν ζώννυται αἰὲν ἐπ' ἔργῳ. Μισθὸς ὅδ' οἷς Βασιλῆι κακηγορέειν με μέμηλεν, Οἷς τε μέλει ψυχῇ μευ ἀπείριτα κήδεα τεύχειν.
And of his girdle wherewith he ever girdeth himself for work. This is the reward with the King for those whose care it is to revile me, and whose care it is to fashion boundless woes for my soul.
Ἀλλὰ σὺ, Παμβασιλεῦ, μοι ἄκος σέθεν εἵνεκα τεύχοις, Οὕνεκα μειλιχίῃσι τεὴν ἐλεητὺν ὀφέλλοις. Ἀκτέανος καὶ πτωχὸς ἐγὼ, σὺ δὲ μή με μεθείης.
But do Thou, O All-King, fashion a remedy for me for Thy sake, because with gentleness Thou exaltest Thy mercy. Penniless and poor am I, and do Thou not forsake me.
PG 33:1484Read from the pageἩμέτερος μελέεσσιν ὀρίνεται ἔνδοθι θυμός· Κλινομένῃ σκιῇ ἶσα νόῳ ἀλύεσκον ὀρινθείς·
Our heart is stirred up within our limbs; like a declining shadow I was distraught in mind, being troubled;
Ἀκρίσιν αἰθερίῃσι πανείκελος ἐξετινάχθην· Ἐδμήθην φίλα γυῖα τρέμων ὑπ' ἀνάλκιδι λιμῷ, Καὶ δέμας αἰγλήεντος ἀμείβετο νόσφιν ἐλαίου. Ἔνθεν ἅλις μετὰ πᾶσιν ἐγὼ μωμητὸς ἐτύχθην· Ὥς μ' ἴδον, ὡς κεφαλὴν δόνεον δολόεσσαν ἕκαστος.
Altogether like unto airy locusts I was shaken out; I was subdued, trembling in my dear limbs under strengthless famine, and my body was altered for want of gleaming oil. Thence I became abundantly an object of blame amongst all; as they saw me, so each one shook his deceitful head.
Ἀλλὰ, Μάκαρ, καλέοντι Θεὸς ἐπιτάῤῥοθος ἔλθοις, Καί μοι σὴν ἐλεητὺν, Ἄναξ, ἐπίκουρον ὀπάσσοις·
But, O Blessed One, mayest Thou come as God a helper unto me when I call, and grant me Thy mercy, O King, as a succour;
Ὄφρα τεῆς παλάμης ἀγαθὴν γνώωσιν ἀρωγὴν, Ἣν τεῷ ὁρμαίνεσκες, Ἄναξ, θεράποντι τελέσσαι Κεῖνοι ἐπαρήσονται, ἀτὰρ σύ μοι ὄλβια δοίης. Αἶσχος ἐπεγρομένοισιν ἐμοῖς δηίοισι γενέσθω· Σεῖο δὲ τιμήεις θεράπων φρεσὶ πάντοθε χαίροι.
That they may know the goodly succour of Thy hand, which Thou wast minded, O King, to accomplish for Thy servant. They shall curse, but mayest Thou give blessed things unto me. Let shame befall mine enemies when they rise up against me; and may Thine honoured servant rejoice in mind on every side.
Οἵ με κακηγορέοντες ἀεὶ δυσαίατο μῶμον,
May those who revile me ever put on blame,
Δίπλακι δὲ χλαίνῃ ἴκελον ψύθος ἀμφιβαλέσθων Ἀείσω μελέεσσιν ἀνὰ στόμα Παμβασιλῆα, Καὶ πολέων ἀνὰ μέσσον ἑὸν κλέος ὑμνοπολεύσω· Οὕνεκα δεξιτερῆς ἐπιτάῤῥοθος ἦλθε πενιχροῦ, Ὄφρα κε θυμὸν ἐμὸν δηίων ἀπολύσειεν ἀνδρῶν.
And wrap falsehood about themselves like a double mantle. I will sing the All-King with melodies in my mouth, and in the midst of many I will hymn His glory; because He came at the right hand as a helper of the poor man, that He might deliver my soul from hostile men.
Δαυΐδου λιγυρὸν μέλος εἴνατον ἀμφ' ἑκατοστῷ.
The clear-voiced hundred and ninth song of David.
Ἦσο, Θεῷ Θεὸς εἶπεν, ἐμῶν ἐς δεξιὰ θώκων, Ὥς κεν ὑπὸ θρῆνυν δηίους σέο ποσσὶ δαμάσσω.
Sit Thou, God said unto God, at the right hand of My thrones, until I subdue Thine enemies as a footstool under Thy feet.
Ἄφθιτος ἐκ Σιῶνος ἀμύμονα ῥάβδον ἰάλλοι, Ὄφρα τεοῖς ἀνὰ μέσσον, Ἄναξ, δηίοισιν ἀνάσσῃς. Σῆς ἀρχῆς μετὰ σεῖο πέλει κράτος ὡς πάρος εἶχες, Σῇσι μετ' ἀγλαΐῃς ὁσίων κλέος ἔμπεδον ἕξεις.
May the Imperishable One send forth a blameless rod out of Sion, that Thou mayest rule, O King, in the midst of Thine enemies. With Thee is the dominion of Thy sovereignty as Thou hadst aforetime; amidst the splendours of Thy saints Thou shalt have steadfast glory.
Γαστρὸς καρπὸς εμῆς προ ἑωσφορου αὐτος ετυχθης. Ὤμοσε πιστὸς Ἄναξ, σφετέρους δ' οὐ ψεύσεται ὅρκους· Ἔσσεαι ἀρητὴρ οἷος πέλε Μελχισεδῆκος. Δεξιτερῆς, Ἄχραντε, ἔχεις πέλας ἀσπιδιώτην, Ὅς ῥα κότῳ βασιλῆας ἐπιχθονίους δαμάσαιτο. Φῦλα Μάκαρ δικάσει, πλήσει δ' ἀναρήγματα δήμων,
The fruit of My womb before the morning-star Thou Thyself wast. The faithful King hath sworn, and will not belie His oaths: Thou shalt be a priest such as was Melchizedek. Near Thy right hand, O Undefiled One, Thou hast a shield-bearing defender, Who in wrath shall subdue earthly kings. The Blessed One shall judge the tribes, and shall fill up the shattered ruins of peoples,
Καὶ πολέων κατὰ γαῖαν ἀποῤῥαίσειε κάρηνα. Ὕδωρ χειμάῤῥου πίεται κλυτὸν οἶμον ὁδεύων, Ἔνθεν Ἄναξ τιμῆεν ἀνυψώσειε κάρηνον.
And shall dash in pieces the heads of many over the earth. He shall drink water of the torrent as He travelleth on the glorious way; thence the King shall lift up on high His honoured head.
Αφθιτον ἀλληλούϊα δεκὰς δ' ἔφυ ἀμφ' ἑκατοστῷ.
An imperishable alleluia, and it is the tenth above the hundredth.
Ἀλήκτῳ κραδίῃ, Βασιλεῦ, τεὸν αἶνον ἀείσω, Ἰθυνόων ὁσίων τε παρὰ κλισίῃσι φαειναῖς.
With unceasing heart, O King, I will sing Thy praise, beside the shining assemblies of the upright and holy.
Ἀθανάτου Βασιλῆος ἀεὶ περιώσια ἔργα, Βουλῆς παντοδαπῇσι μεμηλότα θεσπεσίῃσιν Αἶνος ἀεὶ Θεοῦ ἔργα πέλει καὶ ἀριπρεπὲς εὖχος· Ἐκ γενεῆς γενεήνδε δικαιοσύνη ἕο μίμνει. Θαυμασίων σφετέρων Βασιλεὺς ἐμνήσατο θυμῷ· Οἰκτίρμων μετὰ πᾶσι Θεὸς πέλει ἠδ' ἐλεήμων· Δαῖτα φίλοις δμώεσσιν ἀγακλήεσσαν ἔδωκε.
The works of the immortal King are ever surpassingly great, cared for with manifold divine counsels. The works of God are ever praise and most glorious renown; from generation to generation His righteousness abideth. The King hath made mention of His wonders in the mind; compassionate amongst all is God and merciful; He hath given glorious food unto His dear servants.
Notes, col. 1484
On the reading
Printed ἑωσφορου, for ἑωσφόρου.
Printed αὐτος, for αὐτὸς.
Printed ετυχθης, for ἐτύχθης.
Printed Αφθιτον, for Ἄφθιτον.
Printed Βουλῆς, for Βουλαῖς.
PG 33:1485Read from the pageΝωλεμέως σφετέρων μεμνήσεται ἁρμονιάων Ἔργων ἠνορέην ἀγαθὴν διαπέφραδε λαῷ, Κλῆρον ἀρίζηλον μεμαὼς δόμεναί σφισι δήμων, Εὐδικίην καὶ ἀληθείην ἐργάζεται αἰεί. Ἐννεσίαι Βασιλῆος ἀγακλέα πίστιν ἔχουσιν, Ἐκ γενεῆς γενεήνδε διαμπερὲς ἐστήριχθεν, Τυκταὶ ἀληθείῃ τε καὶ ἰθείῃσι μενοιναῖς. Λύτρον Ἄναξ νημερτὲς ἑῷ δωρήσατο λαῷ. Πάντοτε συνθεσίην σφετέρην ἐνετείλατο Ποιμήν. Ἄχραντον φοβερόν τε Θεοῦ κλυτὸν οὔνομ' ἐτύχθη. Ἀρχὴ ἐπουρανίου σοφίης πέλε δεῖμα Θεοῖο. Καὶ πινυτὴ μερόπεσσι πέλει σοφίης ὑποφήταις. Ἐκ γενεῆς γενεήνδε μένει Θεοῦ ἄφθιτος αἶνος.
Unceasingly He will remember His covenants; He hath declared the goodly prowess of His works unto the people, being eager to give unto them an enviable heritage of nations; He worketh righteous judgement and truth evermore. The injunctions of the King have most glorious faithfulness, they are established continually from generation to generation, wrought in truth and upright purposes. The King hath granted unfailing redemption unto His people. The Shepherd hath commanded His covenant for ever. Undefiled and fearful is the glorious name of God. The beginning of heavenly wisdom is the fear of God, and understanding belongs to mortals who are expounders of wisdom. From generation to generation abideth the imperishable praise of God.
Πρῶτον ἐφ' ἑνδεκάτῃ δεκάδι μέλος ἀλληλούϊα.
The first song upon the eleventh decade, alleluia.
Ὄλβιος ὃς πραπίδεσσι περιτρομέει Βασιλῆα, Ἀθανάτου γεραρῇσιν ὑπ' ἐννεσίῃσι μεμηλώς. Ἀλκῆεν κατὰ γαῖαν ἑὸν μένει αἷμα γενέθλης, Ὄλβῳ ἰθυνόοισιν ὁμοῦ γενεῇσι τεθηλός. Οὔχ οἱ ἀπολλήξειε δόμων ἄφενός τε καὶ εὖχος, Ἀλλὰ καὶ εὐδικίῃσι διηνεκέεσσι χαρείη. Ἐξ ὄρφνης ἀνέτειλεν ἐπ' ἰθυνόοις μέγα φέγγος. Οἰκτίρμων ὅσιός τε Θεὸς πέλει ἠδ' ἐλεήμων. Μείλιχος ὅς ῥ' ἔχρησεν ἀνὴρ ἑτέρους ἐλεαίρων, Ἑσμὸν ἐπιθύνων σφετέρων ἀγανόφρονα μύθων· Οὔποτέ μιν μογεροῖο κλόνος βιότοιο κιχείη.
Blessed is he who in his heart trembleth before the King, caring greatly for the reverend injunctions of the Immortal One. Mighty upon the earth abideth the blood of his race, flourishing in blessedness together with upright generations. Wealth and glory shall not fail from his halls, and he shall rejoice in continual righteous judgements. Out of darkness a great light hath risen upon the upright in mind. Compassionate and holy is God and merciful. Gracious is the man who lendeth, having pity upon others, directing the gentle-minded multitude of his words; never shall the turmoil of a wretched life overtake him.
Νωλεμεως ὁσίου μνημήιον αἰνετὸν ἔσται Οὔποθ' ὑποδδείσειεν ἀθέσμιον οὔασι φήμην. Αἰὲν ἔχει Βασιλῆος ἐπ' ἐλπίδι θυμὸν ἑτοῖμον· Ἠνεκέως ἀδόνητον ἑὴν στήριξε μενοινὴν, Εἰσόκε δυσμενέων θηήσεται οἰκτὸν ὀπωπήν. Ἀκτεάνοις ἐκέδασσε χαριζόμενος βιότοιο. Ἐκ γενεῆς γενεήνδε δικαιοσύνη ἕο μίμνει· Τιμῇ καὶ γεράεσσιν ἀειρόμενον κέρας ἕξει. Δερκόμενον τάδε μῆνις ἀτάσθαλον ἄνδρα χαλέψει, Τηκεδόνι τρύζοντα κακῇ φθονεροῖσιν ὀδοῦσιν· Ἵμερος αὖτ' ἀτέλεστος ἀτασθάλου ἀνδρὸς ὀλεῖται.
Unceasingly the memorial of the holy man shall be praised; never will he fear an unlawful report with his ears. Ever hath he a heart ready in hope upon the King; continually hath he established his purpose unshaken, until he shall behold the pitiable countenance of his enemies. He hath scattered abroad, giving freely of his livelihood unto the penniless. From generation to generation his righteousness abideth; he shall have a horn lifted up in honour and dignities. Beholding these things, wrath shall vex the reckless man, murmuring in evil wasting with envious teeth; and the unfulfilled desire of the reckless man shall perish.
Ἑνδεκάτης δεκάδος μετὰ δεύτερον ἀλληλούϊα.
The second alleluia after the eleventh decade.
Ἀθάνατον Βασιλῆα σοφοὶ ἀναμέλψατε παῖδες, Οὔνομα τιμῆεν κελαδήσατε Παμβασιλῆος. Ἔσσεται οὔνομα θεῖον ἀεὶ μεμελημένον ὕμνοις, Καὶ νῦν, καὶ μετέπειτα διηνεκέεσσι γενέθλαις. Ἠελίου φαέθοντος ἀπ' ἀντολίης ἐπὶ δυσμὰς, Οὔνομα τιμῆεν κελαδήσατε Παμβασιλῆος. Δήμων παντοδαπῶν Βασιλεὺς καθυπέρτερα ναίει, Καὶ κλέος οὐρανίων δαπέδων ὕπερ ἄφθιτον ἴσχει. Τίς κρατερῷ Βασιλῆι πανείκελος ἄλλος ἐτύχθη; Ναιετάων ὑψηλὰ, ἀτὰρ χθαμαλώτατα λεύσσων, Γαῖάν τ' ὀφθαλμοῖσι καὶ οὐρανὸν ἀμφιπολεύων, Ἀκτέανον δεδάηκεν ἀπὸ χθονὸς οἶος ἐγείρειν, Ἐκ κόπρου δὲ πενιχρὸν ἐπισταμένως ἀναείρει· Ὄφρα καθηγητῆρσιν ὁμὴν μετελεύσεται ἕδρην, Λαοῦ θεσπεσίοιο συνέμπορος ἡγεμονήων. Στείρῃ ναιετάειν ὃς δώματα δῶκεν ἀγητὰ, Μητέρα τιμήεσσαν ἀναλλομένην ἐπὶ τέκνοις.
O wise children, sing aloud the immortal King, sound forth the honoured name of the All-King. The divine name shall ever be cared for with hymns, both now and hereafter in continual generations. From the rising of the shining sun unto its settings, sound forth the honoured name of the All-King. The King dwelleth supreme above peoples of every race, and holdeth imperishable glory above the heavenly floors. Who else is altogether like unto the mighty King? Dwelling on high, yet beholding the lowliest things, and surveying both earth and heaven with His eyes, He alone knoweth how to raise up the penniless from the ground, and skilfully lifteth up the poor man from the dung; that he may come to share a common seat with rulers, a fellow-traveller with the leaders of the divine people; Who hath given unto the barren woman wondrous halls to dwell in, a mother honoured and leaping for joy over her children.
Notes, col. 1485
On the reading
Printed Νωλεμεως, for Νωλεμέως.