Δμῶες βάζετ' Ἄνακτος, ἐπεὶ τόδε καλὸν ἐτύχθη· Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει Τειρόμενος καλέεσκον ἐρισθενέτην Βασιλῆα· Ἐκ δ' ἀγαγὼν κακότητος ἐμὰς εὔρυνε κελεύθους· Αἰὲν Ἄναξ ἄχραντος ἐμῆς ἐπίκουρος ἀνάγκης· Οὔποθ' ὑποδδείσαιμι, τί κεν βροτὸς ἄμμι τελέσσει. Αἰὲν ἐμῆς ἄχραντος Ἄναξ ἐπίκουρος ἀνάγκης· Αὐτὰρ ἐγὼ δηίων σφετέρων κακὸν ὄψομαι οἶτον. Φέρτερον ἀθανάτῳ πίσυνον Βασιλῆι βιῶναι, Ἠὲ μάτην βροτῷ ἀνδρὶ νόον περιθάρσυνον ἴσχειν, Ἠὲ καθηγητῆρσιν ἀμήχανον ἐλπίδα θέσθαι. Ἀμφί με κυκλώσαντο περισταδὸν ἔθνεα πάντα· Αὐτὰρ ἐγὼ σύμπαντας ἕλον Βασιλῆι πεποιθώς. Ἀμφὶ μὲ πυργωθέντες ἔχον περιηγέϊ κύκλῳ· Αὐτὰρ ἐγὼ σύμπαντας ἕλον Βασιλῆι πεποιθώς. Πάντοθεν οἷά με σίμβλον ἐκυκλώσαντο μέλισσαι· Ἔφλεχθεν ἅτε πυρσὸς ἐν αὐλαίῃσιν ἀκάνθαις· Αὐτὰρ ἐγὼ σύμπαντας ἕλον Βασιλῆι πεποιθώς. Καί κε πέσ' ὠθηθεὶς, πρόμαχος δέ μοι ἤλυθεν Ἐσσήν. Αἶνος ἐμὸς καὶ κάρτος ἐπ' ἀθανάτῳ Βασιλῆι, Καί μοι ἀλεξίκακον κατεφαίνετο φέγγος ἑτοῖμον. Τερπωλῆς φάεός τε βοὴ κλισίησι δικαίων. Δεξιτερὴ Βασιλῆος ἀγακλέα τεῦξεν ἐρωήν. Δεξιτερὴ κεφαλὴν ἐρικυδέα θῆκεν ἐμεῖο· Δεξιτερὴ Βασιλῆος ἀγακλέα τεῦξεν ἐρωήν. Οὔποτε τεθναίην, βιότου δέ μοι ἔσσεται ὥρη· Ἀλλὰ περιφραδέως βασιλήια ἔργα βοήσω. Ἀθάνατος δάμασέν με φίλοις παιδεύμασι Ποιμήν· Ἀλλ' οὔπως θανάτῳ με κακῷ μεθέηκε δαμῆναι. Δεῦτέ μοι εὐδικίης νῦν οἴξατε πιστὰ θύρετρα· Εἰς δ' ἐλθὼν Βασιλῆι πολύλλιτον ὕμνον ἀείσω. Ἥδε πύλη Βασιλῆος, ὁδὸς δ' ἀγαθοῖσι μελέσθω. Ἄφθιτε, κυδαίνω σε, ἐμῆς ὅτι σύνθεο φωνῆς, Καί μοι ἀλεξίκακον προὐφαίνεο φέγγος ἑτοῖμον. Τέκτονες ὃν νείκεσσαν ἐμωμήσαντό τε λᾶαν, Ὅς δ' ἱερὴ δισσῶν κεφαλὴ προὐφαίνετο τοίχων. Τήνδε Θεὸς παλάμῃσιν ἐδείματο τιμήεσσαν, Θηητὴ δὲ πέλει βροτέων κατεναντίον ὄσσων. Ἦμαρ τοῦτο Θεὸς σφετέρης τεκτήνατο χερσὶν, Εὐφροσύνη μερόπεσσιν ὅπως καὶ χάρμα φανείη Εἰσαΐων, Βασιλεῦ πανυπέρτατε, ῥίμφα σαώσοις, Εἰσαΐων ἴθυνον ἐμὴν καταθύμιον οἶμον· Αἰνετὸς ὃς Βασιλῆος ἀφίξεται οὔνομ' ἀείρων. Ὑμέας αἰνέομεν, Μάκαρος μεγάροιο μολόντες. Κλεινὸς Ἄναξ ἀγαθός τε Θεὸς μερόπεσσι φαάνθη. Στέμμασι γηθόμενοι χλοερὴν ξυναγείραθ' ἑορτὴν, Μέχρι θεοδμήτων κεράων βωμοῖο θυηλῆς Νωίτερος Θεός ἐσσι, ἐγὼ δέ τοι αἶνον ἀείσω· Νωίτερος Θεός ἐσσι, ἐγὼ δέ σε ὑψόσ' ἀείρω. Ἄφθιτε, κυδαίνω σε, ἐμῆς ὅτι σύνθεο φωνῆς, Καί μοι ἀλεξίκακον κατεφαίνεο φέγγος ἑτοῖμον. Μέλψατέ μοι Βασιλῆα, ἐπεὶ τόδε καλὸν ἐτύχθη· Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει
Declare, ye servants of the Lord, since this is good, because unceasingly He increases His mercy. Being hard-pressed, I called upon the mighty King; and leading me forth out of distress, He widened my paths. Ever is the undefiled Lord the helper of my need; never may I fear what a mortal man shall accomplish against us. Ever is the undefiled Lord the helper of my need; and I shall behold the evil doom of my foes. It is better to live trusting in the immortal King than in vain to keep an over-confident mind towards a mortal man, or to place helpless hope in rulers. All the nations encircled me round about; yet I overcame them all, trusting in the King. Standing like a tower around me, they held me in a surrounding ring; yet I overcame them all, trusting in the King. On every side they encircled me like bees around a hive; they blazed up like a torch among courtyard thorns; yet I overcame them all, trusting in the King. And having been thrust, I would have fallen, but the King came as my champion. My praise and strength are in the immortal King, and He appeared unto me a ready, evil-averting light. The voice of delight and light is in the tents of the righteous. The right hand of the King wrought a glorious onset; the right hand set my head in high renown; the right hand of the King wrought a glorious onset. I shall never die, and there shall be a season of life for me; but skilfully shall I proclaim the royal works. The immortal Shepherd chastened me with friendly instructions, yet nowise did He give me over to be subdued by evil death. Come, open now for me the faithful gates of righteousness; and entering in, I shall sing a much-implored hymn to the King. This is the gate of the King, and let the way be a care to the good. O Imperishable One, I glorify Thee, because Thou hast hearkened to my voice, and hast shone forth unto me a ready, evil-averting light. The stone which the builders reviled and blamed, the same shone forth as the sacred head of two walls. This honourable work God built with His hands, and it is wondrous before mortal eyes. This day God fashioned with His own hands, that gladness and joy might appear unto mortals. Hearkening, O supreme King, mayest Thou swiftly save; hearkening, direct the path after my heart's desire. Blessed is he who shall come exalting the name of the King. We bless you, coming from the hall of the Blessed One. The renowned Lord and good God hath appeared unto mortals. Rejoicing with garlands, gather a verdant feast, even unto the God-built horns of the altar of sacrifice. Thou art our God, and I shall sing Thy praise; Thou art our God, and I exalt Thee on high. O Imperishable One, I glorify Thee, because Thou hast hearkened to my voice, and hast appeared unto me a ready, evil-averting light. Sing unto me the King, since this is good, because unceasingly He increases His mercy.