PG 33:1464Read from the pageΝισσόμενος σθεναρῶς μιν ἀμείβετο, καὶ φάτο τοῖα· Εἰπέ μοι ἡμετέρας ὀλίγας βιότοιο κελεύθους, Μηδ' ὥρης προπάροιθε ταμὼν βίοτον, μ' ἀπολέσσῃς· Σεῖο, Μάκαρ, γεγάασσι διηνεκέες ἐνιαυτοί. Ἀρχόμενος τοπρῶτον ἀπεστηρίξαο γαῖαν, Καὶ χειρῶν τελέθουσι τεῶν, Μάκαρ, οὐρανοὶ ἔργα· Αὐτοὶ ἀποφθίσονται, ἀτὰρ σύ μοι ἄφθιτος εἴης. Εἰδόμενοι πέπλοισι παλαιγενέεσσιν ὄλοιντο. Πάντα δ' ἐναλλάξουσιν, ἑλισσόμενοι ἅτε φᾶρος·
Going on in strength he answered Him, and spake such words: Tell me the few paths of our life, and cutting not off my life before the season, destroy me not; Thine, O Blessed One, are continual years. Beginning at the first Thou didst establish the earth, and the heavens are the works of Thy hands, O Blessed One; they themselves shall perish, but Thou remainest imperishable for me. Growing like unto ancient garments, they shall perish. And all things shall they change, rolled up like a cloak;
Αὐτὸς δ' ἄφθιτός ἐσσι, βίος δέ τοι οὔποτε λήξει.
But Thou Thyself art imperishable, and Thy life shall never fail.
Δρηστήρων σέθεν υἷες αἰεὶ κλισίῃσι παρεῖεν, Καί σφεων οὐ λήξειεν ἐπιθύνουσα γενέθλη.
May the sons of Thy servants ever be present in habitations, and may their upright-guided generation never fail.
Ὕμνος Δαυΐδου δεύτερος ἀμφ' ἑκατόν.
The second hymn of David beyond the hundred.
Θυμὲ, τεὸν Βασιλῆα διαμπερὲς αἰνετὰ μέλπε, Οὔνομα δ' οἵ μευ μέλπετ' ἀκήρατον ἔγκατα πάντα· Θυμὲ, τεὸν Βασιλῆα διαμπερὲς αἰνετὰ μέλπε, Μηδὲ θεοπρεπέων ἱερῶν τ' ἐπιλήθε' ἀμοιβῶν.
O my soul, sing continually with praise unto thy King, and let all my inward parts sing His undefiled name; O my soul, sing continually with praise unto thy King, and forget not His godlike and sacred recompenses.
Παντοίης ἀνάμελπε κακορραφίης ἐλατῆρα· Αἴνεε παντοίων κρυερῶν ἰήτορα νούσων,
Sing aloud unto the driver-away of every kind of evil contrivance; praise the healer of chilling diseases of every kind,
Σεῖο δυσαλεγέως φθιμένου ῥυτῆρα βίοιο, Ὅς ῥ' ἐλεημοσύνῃσι καὶ οἰκτιρμοῖσι πυκάζει· Ἀλήκτοις ἀγαθοῖσι σέθεν καταθύμια ῥέζει. Αὖθις ἀνηβήσειας ἅτ' αἰετὸς ὑψιπετήεις. Κλεινὸς Ἄναξ ἐλεητὺν ἀεὶ δεδάηκε τελέσσαι, Ἀθανάτην πάντεσσι δικαιοσύνην ἀναφαίνων. Θεσπεσίας ἀνέφηνε σοφῷ Μωσῆι κελεύθους, Υἱάσιν αἰγλήεντος αἰὲν νόον Ἰσραήλου. Οἰκτίρμων μετὰ πᾶσι πέλει Θεὸς ἠδ' ἐλεήμων, Ἡγητὴρ ἐλέου καὶ ἠπιόθυμος ἐτύχθη. Οὐκ αἰεὶ κρυόεντα κότον στέρνοισιν ἐρύξει· Οὐδ' ἡμῖν ἐτέλεσσεν ἐπάξια δυσφροσυνάων, Πικρὸν ἐν ἀμπλακίῃ βαρυπήμονι μισθὸν ὀπάζων. Ἀλλ' ὅσον ἀστερόεις μέγας οὐρανός ἐστ' ἀπὸ γαίης, Τόσσον ἀνηέξησεν Ἄναξ ἐλεητὺν ἐρίθοις. Ὁππόσον ἀντολίαι δύσιος γεγάασιν ἄνευθεν, Τόσσον δυσνομίας μερόπων μεθέηκε φέρεσθαι. Ὡς δὲ πατὴρ παίδεσσιν ἑὴν φρένα μείλιχον ἴσχει, Ὡς δὲ Θεὸς θεράποντας ἑοὺς οἰκτίσσατο θυμῷ· Ἔγνω γὰρ Θεὸς ἔργμα τόπερ τεκτήνατο χερσί.
The deliverer of thy grievously perishing life, Who crowneth thee with mercies and compassions; with unceasing good things He fulfilleth thy heart's desires. Mayest thou renew thy youth again like a high-soaring eagle. The renowned King ever knoweth how to accomplish mercy, manifesting immortal righteousness unto all. He revealed His divine ways unto wise Moses, and ever His mind unto the sons of radiant Israel. Compassionate among all is God and merciful, a leader of mercy and gentle-hearted is He. Not forever will He retain chilling wrath within His breast; nor hath He wrought unto us things worthy of our follies, bestowing a bitter wage in heavy-woeful transgression. But as far as the great starry heaven is from the earth, so far hath the King increased mercy for His servants. As far as the risings of the sun are apart from its setting, so far hath He suffered the lawlessnesses of mortals to be borne away. And as a father holdeth his mind gentle toward his children, so also hath God pitied His servants in His heart; for God knoweth the work which He fashioned with His hands.
Μνῆσαι, Παμβασιλεῦ, ὅτι τοι κόνις εἰμὲν ἀφαυρή. Ἀνδρομέη χόρτῳ πανομοίιός ἐστι βιώνη, Ἄνθεσιν ἶσ' ἕρπουσα μινυνθαδίοισιν ἀρούρης, Ἡ ψυχῆς πταμένης μελέων ἐξέφθιτο πᾶσα, Οὐδὲ τόπον βλεφάροισιν ἑὸν γνοίη κεν ἰδοῦσα. Εὖ ἔλεος Βασιλῆος ἀεὶ τρομέουσιν ὀπηδεῖ, Καί σφεων υἱῶν οἷσι μεθ' υἱέας αἴσια ῥέξει, Οἷς πέρι θεσπεσίη φυλακὴ μέλει ἁρμονιάων, Οὐδέ οἱ ἐξελάθοντο διαμπερὲς ἐννεσιάων. Οὐρανῷ ἀστερόεντι Μάκαρ τεκτήνατο θῶκον, Καί οἱ ἀνακτορίης κρατέει μέγα κῦδος ἁπάντων.
Remember, O All-King, that we are feeble dust before Thee. Human life is altogether like unto grass, creeping along like the short-lived flowers of the field, which, when the breath hath flown from its limbs, utterly perisheth, nor could it know its own place upon beholding it with its eyelids. Well doth the mercy of the King ever attend those who tremble before Him, and those of their sons for whom after their sons He will work auspicious things, those who care exceedingly for the divine keeping of His covenants, nor have they continually forgotten His injunctions. In the starry heaven the Blessed One hath fashioned His throne, and the great glory of His royal rule holdeth sway over all.
PG 33:1465Read from the pageἌγγελοι αἰγλήεντες, ὁμοῦ κελαδήσατ' Ἄνακτα, Ἄλκιμοι, οἷσι μέμηλεν ἐφημοσύνη Βασιλῆος. Ἀλκαὶ παντοδαπαὶ, κελαδήσατε Παμβασιλῆα, Οἷς τ' οὖας μεμέλητο ἐπ' Ἀθανάτοιο ἀρωγῆς. Ἔργα πολυκληίεντα Θεοῦ, κελαδήσατ' Ἄνακτα Κοιρανίῃσιν αἳ κάρτος ἀεὶ τετανυσμένον ἴσχει.
O radiant angels, together sound forth the King, ye mighty ones, whose care is the command of the King. O powers of every kind, sound forth the All-King, whose ear hath cared for the help of the Immortal One. O much-renowned works of God, sound forth the King in the sovereignties wherein His might ever holdeth stretched-out sway.
Θυμὲ, τεὸν Βασιλῆα διαμπερὲς αἰνετὰ μέλπε.
O my soul, sing continually with praise unto thy King.
Δαυΐδου λιγυρὸν τρίτατον μέλος ἀμφ' ἑκατοστῷ.
The third clear-toned melody of David beyond the hundredth.
Θυμὲ, τεὸν Βασιλῆα διαμπερὲς αἰνετὰ μέλπε. Ἄφθιτε Παμβασιλεῦ, μάλα τοι μέγα κῦδος ἀέρθης·
O my soul, sing continually with praise unto thy King. O immortal All-King, unto exceedingly great glory hast Thou been lifted up;
Δύσαο πάντοθεν αἶνον ὁμοῦ καὶ ἀριπρεπὲς εὖχος,
Thou hast put on from every side praise together with pre-eminent glory,
Ἀμφιβαλὼν ἅτε φᾶρος, ἀκηράσιον μέγα φέγγος, Ἐντανύων ῥινῷ μέγαν οὐρανὸν ἶσον ὁρᾶσθαι, Ὕδασιν ἀχράντοις ὑπερώια κλεινὰ καλύπτων, Ἴχνεσιν ἀθανάτοις νέφεα στηρίγματα τεύχων, Ἐπερχομένων ἀνέμων πτερύγων ἔπι μακρὰ βιβάσκων,
Casting around Thee, like a cloak, great undefiled light, stretching out the great heaven like a curtain of hide to behold, covering Thy renowned upper chambers with undefiled waters, making the clouds supports for Thine immortal footsteps, striding afar upon the wings of oncoming winds,
Ἀγγελίην στρατιὴν ἰθύδρομα πνεύματα ῥέζων, Εἰς δὲ βίην φλογεροῖο πυρὸς δρηστῆρας ἀμείβων. Πυθμένα παγχάλκειον ἐπεστηρίξαο γαίῃ, Ὄφρα βίην ἀδόνητον ἀεὶ φορέουσα φυλάσσοι. Φάρεϊ θεσπεσίην ἰκέλην περιθήκατ' ἄβυσσον·
Making the straight-coursing winds an angelic host, and changing Thy ministers into the force of flaming fire. An all-brazen foundation hast Thou established for the earth, that bearing unshaken strength it may ever keep it. Like a cloak the divine abyss surrounded it;
Ὑψικόμων στήσοντ' ὀρέων ὕπερ ὕδατα πολλά. Ἀλλὰ τράποιτ' ἐπὶ φύζαν ὁμοκλήσαντος Ἄνακτος, Καί σευ ὑποδδείσωσιν ὑπερμενέως κτύπον αὐδῆς. Οὔρεα μὲν βαίνει, χθαμαλὴ δέ τις εἴδεται αἶα,
Above the lofty-foliaged mountains many waters shall stand. Yet they shall turn to flight when the King rebuketh them, and shall cower beneath the mighty crash of Thy voice. The mountains ascend, and the low-lying land appeareth,
Κεῖσ' ὅθι δὴ μετὰ τοῖσι θεμείλια πήξαο χώρων. Πήξαο τέρμα, Μάκαρ, τόπερ οὐ παρελεύσεται ἄλλος, Οὐδὲ φίλην ποτὲ γαῖαν ἀποστρέψουσι καλύψαι.
There where indeed among them Thou hast fixed the foundations of their places. Thou hast fixed a boundary, O Blessed One, which none shall pass beyond, nor shall they ever turn back to cover the dear earth.
Γαίης τρηχαλέης προΐεις μετὰ ῥήγμασι πηγάς, Ὑψικόμων ὀρέων διελεύσεται ὕδατα μέσσον.
Sending forth springs among the clefts of the rugged earth, the waters shall pass through the midst of the lofty-foliaged mountains.
Θηρσὶν ὀρεσσικόμοισι διὰ δρυμὰ πῶμα φανείη Ἔθνος διψαλέων σε μένοι παντοῖον ὀνάγρων. Αἰθέρος αὖτ' ἐπὶ τοῖσι παραστίψει πετεηνά· Μεσσόθι πετράων σθεναρῶν δώσουσιν ἀϋτήν. Πιαίνων ὑπερωιόθεν σέθεν οὔρεα, Ποιμήν, Γαῖα φερεζώων πλησθήσεται ἐκ σέο καρπῶν, Χόρτον τετραπόδεσσιν ἐπαντέλλουσα μελιχρὸν, Αὐτὰρ δουλοσύνῃ χλοερὴν μεροπηΐδι ποίην, Ἐκ χθονὸς ὄφρα κε καρπὸν ἄγῃ μεληιδέα σῖτον, Καὶ θνητῶν κραδίῃσι πόροι πολυγηθέα οἶνον· Ὄμματα πιαίνων λευκοχρόου αἵματ' ἐλαίης, Ἄρτῳ τ' ἀνδρομέην κραδίην τρομέουσαν ἐρείδων, Καρποτόκου πεδίοιο κόρος ξύλα μυρί' ὀφέλλοι, Καὶ κέδρους Λιβάνοιο, τεῶν, Μάκαρ, ἔργεα χειρῶν· Κεῖσε νεηγενέων πέλεται στρουθῶν ἀλεωρή. Δῶμα φίλον πτερόεντος ἐρωδιοῦ ἡγεμονεύει.
Unto the mountain-dwelling beasts a drink shall appear through the thickets; every race of thirsty wild asses shall await Thee. By them again the birds of the sky shall lodge; from the midst of the strong rocks they shall utter their cry. Watering the mountains from Thine upper chambers, O Shepherd, the earth shall be filled from Thee with life-bearing fruits, causing sweet grass to spring up for the four-footed beasts, and green herb for the service of mortals, that out of the earth it may bring forth honey-sweet grain as fruit, and may furnish much-gladdening wine for the hearts of mortals; enriching the eyes with the blood of the bright-hued olive, and strengthening with bread the trembling human heart, the abundance of the fruit-bearing plain shall nourish countless trees, even the cedars of Lebanon, the works of Thy hands, O Blessed One; there is the shelter of newly hatched sparrows. The dear home of the winged heron leadeth them.
Notes, col. 1465
On the reading
Printed μεληιδέα, for μελιηδέα.
PG 33:1468Read from the pageΟὔρεα μακροπόροις ἐλάφοις σκιόεντα μέμηλε· Πέτροις ἠλιβάτοις περιθαρσέες εἰσὶ λαγωοί. Καιρῶν ἔμπορον αὐτὸς Ἄναξ τεκτήναο μήνην.
The shadowy mountains are a care unto the far-striding stags; in the steep rocks the hares are very bold. Thou Thyself, O King, hast fashioned the moon as the trafficker of seasons.
Ἠέλιος φαέθων σφετέρας ἐφράσσατο δυσμάς. Ορφνη ἀμείδητος σημήιον ἔπλετο νυκτὸς, Νὺξ δ' ἄρα θηροκόμος· φιλέουσι δὲ θηρία νύκτα,
The shining sun hath perceived his settings. Smileless darkness is the sign of night, and night is beast-tending; and the wild beasts love the night,
Καὶ σκύμνοι μεμαῶτες ἀναγκαίην ἐπὶ θήρην, Σφωιτέρην θαλίην Θεόθεν διζήμενοι αἰεί. Ἠελίου ξυνάγερθεν ἐπὶ χθονὶ λαμπομένοιο, Καὶ λέχος ἐντύναντο παρὰ ξυλόχοισιν ἑοῖσιν. Αὐτὰρ ἀνὴρ παλίνορσος ἑὸν μετανίσσεται ἔργον, Ἑσπερίην καμάτοιο τέλος ποτιδέγμενος ὥρην. Ὡς σέθεν ἀμφιβόητα, Μάκαρ, μεγαλίζεται ἔργα! Πάνθ' ἅμα θεσπεσίῃ σοφίῃ τεκτήναο, Ποιμήν. Χθὼν ἱερὴ βέβριθεν ἀμετρήτων σέθεν ἔργων, Κῦτος ἀπειρεσίης τε καὶ εὐρυχόροιο θαλάσσης. Ἆ πόσα τοι βρεμέθοντος ἐγείρεται ἑρπετὰ πόντου! Ζῶά κε θηήσαιο μεμιγμένα μείζονα τυτθοῖς· Ἔνθα πολυκλήισιν ὁδὸς νήεσσιν ἐτύχθη· Ἔνθα δράκων ὃν πρὶν τεκτήναο παίγνιον εἶναι. Εἰς δὲ σὲ πάντα βλέπει δόμεναι φίλον εἶδαρ ἑκάστῳ·
Even the whelps rushing eagerly unto needful hunting, ever seeking their feast from God. When the sun shineth upon the earth they are gathered together, and make ready their lair beside their thickets. But man goeth forth again unto his work, awaiting the evening hour as the end of his toil. How Thy far-famed works are magnified, O Blessed One! All things together in divine wisdom hast Thou fashioned, O Shepherd. The sacred earth is laden with Thine unmeasured works, and the hollow of the boundless and wide-stretching sea. Ah, how many creeping things of the roaring deep are stirred up for Thee! Living creatures mayest thou behold mingled, the greater with the small; there is made a path for many-benched ships; there is the dragon which aforetime Thou didst fashion to be a plaything. And unto Thee all things look to give welcome food unto each;
Πᾶς δ' ἄρα δωτίνην ἀγαθὴν ἐκ σεῖο κομίσσοι. Πάντα λίην γάνυται παλάμας ὅτε σεῖο πετάσσεις, Καὶ κλόνος αἰνὸς ἔχει, ὅτε σὴν στρέψειας ὀπωπήν.
And so may every one receive a goodly gift from Thee. All things rejoice exceedingly when Thou openest Thy hands, and dread turmoil layeth hold of them when Thou turnest away Thy countenance.
Θυμὸν ἀπαινυμένοιο σέθεν θνήσκουσι δαμέντες, Καὶ προτέρην φθινύθουσιν ἄφαρ περὶ μητέρα γαῖαν. Εἰ δ' ἄρα καὶ ψυχὴν σφετέρην παλίνορσον ὀπάσσεις,
When Thou takest away their breath, they die subdued, and straightway waste away around their former mother earth. But if indeed Thou grantest again their breath restored,
Αὖθις ἀνηβώουσιν, ὅλη δ' ἀναλάμπεται αἶα. Ἔσται κῦδος Ἄνακτος, ἀεὶ παναγήρατον ἔσται· Ἔργων ἀγλαΐῃσιν ἑῶν ἐπιτέρψεται Ἐσσήν. Χθὼν ὑπὸ μαρμαρυγῇσι τεῆς ἐλελίζετ' ὀπωπῆς· Τυτθὸν ἐφαψαμένοιο σέθεν βρέμει οὔρεα καπνῷ. Αὐτὰρ ἐγὼ Βασιλῆα διαμπερὲς ὑμνοπολεύσω· Ἀθάνατον μέλψαιμι πολύλλιτον, εἰσόκεν ἕρπω.
Again they renew their youth, and the whole earth shineth forth anew. The glory of the King shall be, ever all-ageless shall it be; in the splendours of His works the Sovereign shall delight. The earth trembleth beneath the flashings of Thy countenance; when Thou touchest them a little, the mountains roar with smoke. But I will continually hymn the King; may I sing the much-entreated Immortal One, so long as I move upon the earth.
Τερπόμενος γλυκερῆς μελεδήματα δέχνυσο μολπῆς· Ἀλήκτοις Βασιλῆος ἐν εὐφροσύνῃσι χορεύσω. Πάμπαν ἀπολλήξειαν ἀτασθαλίης ὑποφῆται· Ἐκ γαίης δ' ἀθέμιστος ὅλη παύσαιτο γενέθλη. Θυμὲ, τεὸν Βασιλῆα διαμπερὲς αἰνετὰ μέλπε.
Rejoicing, receive the meditations of my sweet song; in the unceasing gladnesses of the King will I dance. May the ministers of recklessness utterly cease; and from the earth may the whole lawless generation come to an end. O my soul, sing continually with praise unto thy King.
Τετράδος ἀλληλούϊα βοηθειῶν στρατιάων Ψαλμὸς ἑκατοστὸς καὶ τέτρατος τελέθει.
Of the quaternion of alleluia of the hosts of helps, this is the hundred and fourth psalm.
Μέλψατε λισσόμενοι παναγήραον οὔνομ' Ἄνακτος· Ἔργα Θεοῦ δήμοις ἀγγείλατε παντοδαποῖσι. Μέλψατε, καὶ ψαλμοῖς λιγέως φορμίζετ' Ἄνακτα· Θεῖα περιφραδέως ἀγαρεύσατε θέσκελα ἔργα· Ἡμέτερος πέλει αἶνος ἐπ' ἀθανάτῳ Βασιλῆι. Ἦτορ ἰαινέσθω διζήμενον αἰὲν Ἄνακτα· Δίζεσθε Βασιλῆα ὅθεν κράτος ὔμμιν ἐτύχθη, Καί οἱ θεσπεσίην ἰχνεύσατε πάντοτ' ὀπωπήν. Θαυμασίων μνήσασθε ὅσων τεχνήσατο χερσὶ, Γλώσσης εὐδικίας σφετέρας τεράεσσιν ὀπηδούς. Δμῶες ἑοὶ γεγάασι φίλον γένος Ἀβραάμου·
Sing in supplication the all-ageless name of the King; proclaim the works of God unto peoples of every kind. Sing, and with psalms play clearly on the lyre unto the King; prudently declare His divine, wondrous works; our praise is upon the immortal King. Let the heart be gladdened that ever seeketh the King; seek ye the King from Whom strength hath come unto you, and ever trace out His divine countenance. Remember all the marvellous things that He hath wrought with His hands, the righteous judgements of His tongue attending upon His portents. His servants are the dear race of Abraham;
Notes, col. 1468
On the reading
Printed Ορφνη, for Ὄρφνη.
Printed ἀγαρεύσατε, for ἀγορεύσατε.
PG 33:1469Read from the pageΠαῖδας Ἰακώβου προλελεγμένον εὕρετο λαόν. Αὐτὸς Ἄναξ μετὰ πᾶσι δικαιοσύνην ἀναφαίνει· Νωλεμέως σφετέρων ἐμνήσατο συνθεσιάων, Μῦθόν θ' ὃν γενεῆς ἐνετείλατο χιλιάδεσσι,
The children of Jacob He found as His chosen people. The King Himself manifesteth righteousness among all; unceasingly hath He remembered His covenants, and the word which He commanded unto thousands of generations,
Ὅν μεμαὼς κατένευσεν ἑῷ πάρος Ἀβραάμῳ, Ἰσαάκῳ θεράποντι φίλῳ μέγαν ὅρκον ὀμόσσαι, Ὅν πρὶν Ἰακώβῳ πινυτῷ θέσπιζε τελέσσαι, Συνθεσίην ἀλίαστον ὑπέσχετο δ' Ἰσραήλῳ, Γαῖαν ὅλην δόμεναί οἱ ὑποσχόμενος Χαναάμου, Ὑμετέρου διαμετρήσας σχοινίσματα κλήρου. Τῶν δ' ὀλίγιστος ἀριθμὸς ἔην, ὀλίγοι δ' ἔσαν αὐτοί.
Which eagerly He promised aforetime unto His Abraham, to swear a great oath unto Isaac His dear servant, which formerly He decreed to accomplish for wise Jacob, and promised an unalterable covenant unto Israel, promising to give him the whole land of Canaan, having measured out the lines of your inheritance. Yet their number was very small, and few were they themselves.
Γαίης ναιετάοντες ἐπ' ἀλλοτρίης μετανάσται, Πολλάκις ἐξ ἑτέροιο μετέστιχον ἔθνεος ἔθνος Ἐκ δ' ἄρα κοιρανίης λαὸν μετεκίαθον ἄλλον.
Dwelling as sojourners upon a foreign land, oftentimes they passed from one nation to another nation, and from one sovereignty they went unto another people.
Οὔτινα σίντιν ἔασσεν ἐπὶ σφίσι χεῖρα κορύσσαι. Ἀλλ' ἔτι τῶνδ' ἐδάμασσε χάριν Βασιλῆας ἐλέγχων. Ἴσχεσθ' ἀντιθέων, τί νύ μευ σίνεσθ' ὑποφήτας;
He suffered no spoiler to arm a hand against them; nay more, for their sake He subdued kings, reproving them: Hold back from My godlike ones; why now do ye harm My prophets?
Πικρὸν λυμαντῆρα καλέσσατο λιμὸν ἀρούρης· Εὐφόρβου ξυνέαξε βίην φυσίζοον ἀκτῆς. Τῶν δ' ἀγανὸν προὔπεμψε σαόφρονα κηδεμονῆα, Ἰώσηπός τε, Ἄναξ, ὑπεδύσατο δούλιον ἦμαρ. Ἆ! τότε πῶς μογέεσκεν ἀλυκτοπέδῃσι πεδηθείς; Πῶς δὲ πιεζομένην κραδίην δέδμητο σιδήρῳ; Εἰσόκεν ἔλπετο κεῖνος ἑῶν τέλος ἐσθλὸν ὀνείρων.
He called famine upon the land as a bitter destroyer; He brake the life-giving strength of nourishing grain. And before them He sent forth a gentle, prudent guardian, and Joseph, O King, underwent the day of slavery. Ah! how then did he toil, bound in indissoluble fetters! And how was he subdued in his oppressed heart by iron! Until he hoped for the goodly fulfilment of his dreams.
Αὐτὸς ἑὸν θεράποντα Μακάρτατος ἔφλεγε μύθῳ. Ἐκ δεσμῶν μιν ἔλυσεν ἄναξ Νείλοιο κελεύσας· Ἡγητὴρ λαῶν σφετέρης μεθέηκεν ἀνάγκης, Οἶκον ἐπιτρέψας ὑπὸ νεύματι τοῖο φέρεσθαι, Καί μιν κοιρανίης ἔθετο κλυτὸν ἡγητῆρα· Ὄφρα κεν οἷσι νόμοις προμάχους Νείλοιο διδάξῃ, Καί σφεων πρεσβυτάτην πινυτὴν τεύξειε γενέθλην.
The Most Blessed One Himself refined His servant by His word. The king of the Nile commanded and loosed him from his bonds; the ruler of peoples released him from his constraint, entrusting his house to be borne under his nod, and set him as a renowned leader of his sovereignty, that by his laws he might teach the princes of the Nile, and might render their eldest race wise.
Ἔνθεν ἄρ' Ἰσραῆλος ἐπ' Αἰγυπτίην μόλε γαῖαν Χαμοῦ δ' Ἰάκωβος ἀγακλέα νάσσατο χώρην. Αὐτὰρ Ἄναξ ἕο λαὸν ἀνηέξησεν ἀγητὸν, Καί μιν δυσμενέων ἔθετο κρατερώτατον εἶναι. Οἱ δ' ἄρα λυμήναντο πάλιν θεοτερπέα δῆμον,
Thence indeed Israel came unto the Egyptian land, and Jacob dwelt in the famous country of Ham. Moreover the King increased His wondrous people, and made them to be mightier than their enemies. Yet they again maltreated the God-pleasing people,
Ἤθεα θεσπεσίοισιν ἐπαλλάξαντες ἐρίθοις. Τοῖς δὲ Θεὸς θεράποντα πολύφρονα Μωσέα πέμψας,
Having changed their disposition toward the divine servants. And unto them God sent Moses His much-wise servant,
Ἀντίθεόν τ' Ἀαρῶνα ὅς οἱ προλελεγμένος ἦεν, Οἷσιν ἀριπρεπέως παρακάτθετο σήματα βουλῆς Καὶ τεράων Χαμοῖο βίην κατὰ γαῖαν ἄνυσσε. Ἔνθ' ὄρφνην προέηκεν ὑπὲρ Νειλωίδα γαῖαν· Οἱ δ' ἐπέων βούλευον ἐναντία πικρὰ Θεοῖο. Τοῖσιν ὕδωρ ἔτρεψε, δαφοινεὸν αἷμα τελέσσας. Ἰχθύας αὖ κατέπεφνε μελαμβαφέος ποταμοῖο. Χθὼν ὑδατοτραφέων βατράχων ἀνέτειλε γενέθλην· Δώμασι θωρήχθησαν ἐρισθενέων βασιλήων. Εἶπε δὲ, καὶ κυνόμυια μετέστιχε δώματ' ἄνακτος, Καὶ σκνῖφες διέπερθον ὅλης κλυτὰ δώματα γαίης.
And godlike Aaron who had been chosen by Him, unto whom He pre-eminently committed the signs of His counsel, and accomplished the might of His portents throughout the land of Ham. There He sent forth darkness over the land of the Nile; for they counselled bitter things contrary to the words of God. For them He turned the water, making it blood-red gore. The fishes moreover of the dark-dyed river He slew. The earth brought forth a brood of water-reared frogs; they armed themselves in the chambers of mighty kings. And He spake, and the dog-fly came among the halls of the king, and gnats ravaged the glorious houses of all the land.
PG 33:1472Read from the pageΨυχρὴ ὑπ' ὀμβροτόκων νεφέων κελάρυζε χάλαζα, Καὶ φλὸξ γαῖαν ἔδουσα βοηθόος ἦλθε χαλάζης. Ἡμερίδας μὲν ὄλεσσεν, ἀπεφθίνοντο δὲ συκαῖ, Καί σφεων ἀνθεμόεντα κατέκλασε δένδρεα γαίης. Εἶπε, καὶ ἀμμώωσα μετέσσυτο νήχυτος ἀκρὶς, Καὶ βροῦχος πολύθεστος ἀμετρήτοισιν ἐρωαῖς, Οἳ χθονὸς ἐξαλάπαξαν ὅλην πολυανθέα ποίην. Ἆ πῶς πρωτοτόκων ὀλοφύρατο πότμον ἕκαστος,
Cold hail rattled down from rain-bearing clouds, and flame devouring the land came as an ally of the hail. The cultivated vines it destroyed, and the fig-trees withered away, and it broke down their flowering trees of the earth. He spake, and the wide-streaming locust rushed in like sand, and the much-deprecated bruchus-locust in measureless onrushes, which ravaged all the many-flowered herbage of the ground. Ah, how each man bewailed the fate of the firstborn,
Θάπτων οἰχομένης γενεῆς πρωτάγριον ἥβην! Χρυσῷ δὲ βρίθοντα καὶ ἀργύρῳ ἔξαγε λαὸν, Οὐδέ τιν' ἠπεδανὸν μεταδήμιον εἶχον ἑταῖρον.
Burying the first-fruits of youth of a departed generation! And He led forth a people laden with gold and silver, nor had they any feeble comrade amongst their tribes.
Ἆ πῶς νισσομένων ἐχάρη Νειλωὶς ἄρουρα! Πάντες γὰρ βεβόληντο δυσαλθέϊ δείματι θυμῷ. Ἐκπετάσας νεφέλην σκιερὴν ἡγήσατο λαοῦ, Καὶ πυρὶ παννυχίην κέδασεν διανήχυτον ὄρφνην. Ἦλθε μάλ' αἰτίζουσιν ἀπείριτος ὀρτυγομήτρα· Ἄρτου δ' οὐρανίου σφέτερον ἐμπλήσατο θυμόν. Ῥηξάμενος πέτρην, ῥοθίων ἐξήγαγε χεῦμα, Καὶ ποταμοὶ δαπέδοισι βίῃ κελάρυζον ἀνύδροις. Μνήσατο γὰρ κατὰ θυμὸν ὑποσχεσίης ἐρατεινῆς, Ἣν πρὶν Ἄναξ κατένευσεν ἑῷ πάρος Ἀβραάμῳ· Τοὔνεκα τιμήεντα γεγηθότα ῥύσατο λαὸν, Εὐφροσύνῃ θεράποντας ἀεξομένους ξυναγείρας. Χώρας δέ σφισι δῶκε πολυσπερέων γενεάων, Καὶ λαῶν ἑτέρων καμάτους διεμοιρήσαντο, Ὄφρα δικαιοσύνης μνησαίατο πάντοτε θείης, Καὶ νόμον ιχνεύσωσιν ἐπουρανίου Βασιλῆος.
Ah, how the Nile-land rejoiced as they departed! For all had been smitten in soul with an incurable dread. Spreading out a shadowy cloud He led the people, and with fire all night long He scattered the wide-floating darkness. When they craved greatly, the boundless land-rail came; and with heavenly bread He filled their soul. Cleaving the rock, He brought forth a stream of rushing waters, and rivers gurgled with might in waterless plains. For He remembered in His heart the lovely promise which of old the King had nodded in assent unto His Abraham; wherefore He delivered a people honoured and rejoicing, having gathered together His servants increasing in gladness. And He gave unto them the lands of widely-scattered races, and they divided amongst themselves the labours of other peoples, that they might ever remember divine righteousness, and track out the law of the heavenly King.
Πέμπτος ὅδ' ἀλληλούϊα βοηθειῶν στρατιάων.
This fifth alleluia is of the hosts of succours.
Λαοὶ, μειλιχίην ἀναμέλψατε Παμβασιλῆος, Οὕνεκα νωλεμέως σφετέρην ἐλεητὺν ἀέξει. Τίς σθένος ἀστυφέλικτον ἐμοῦ Βασιλῆος ἀείσοι, Καί οἱ παντοδαπῶν μερόπων βάλοι οὔασιν αἶνον; Ὄλβιοι εὐδικίης μεμελημένοι ἄνδρες ἔασσιν, Οἷσι δικαιοσύνη καταχείριος αἰὲν ἐτύχθη. Λαοῦ ἐπ' εὐδικίῃ μιμνήσκει σῶν ἱκετάων, Καὶ κλεινόν σεο φέγγος ἐπίσκοπον ἄμμιν ὀπάζοις. Σῇσι διοπτεύσωμεν ἐνηείῃσιν ἀρίστους, Ἔθνεος εὐφροσύνῃσι τεοῦ κεχαρησόμεθ' ἦτορ, Ἀθανάτου κλήροιο συνήορον αἶνον ἔχοντες. Νωιτέροις τοκέεσσιν ὁμῶς ἀλιτήμονές εἰμεν, Δυσνομίας ῥέξαντες ἀθεσμοτάτοισιν ἐπ' ἔργοις. Θαυμασίων ἐγένοντο τεῶν ἀδαήμονες αὔτως, Οὐδὲ νόῳ σκέψαντο τεῆς ἐλεητύος ἑσμόν.
O peoples, sing aloud the graciousness of the All-King, because unceasingly He increaseth His mercy. Who could sing the unshaken might of my King, and cast His praise into the ears of mortals of every race? Blessed are the men who care for righteous judgement, unto whom righteousness is ever ready to hand. In the righteous favour of Thy people Thou rememberest Thy suppliants, and mayest Thou grant unto us Thy glorious visiting light. By Thy gentle mercies may we behold the noblest things, in the gladnesses of Thy nation we shall rejoice in heart, possessing praise wedded unto Thine immortal heritage. Together with our fathers we are sinners, having wrought lawlessnesses in most unlawful deeds. Even so they became ignorant of Thy wonders, nor did they consider in mind the multitude of Thy mercy.
Πικρὰ νόῳ πνώοντες ἔτι κατὰ πόντον Ἐρυθρὸν, Ἀλλ' ἔμπης ἐσάωθεν ἑοῦ Βασιλῆος ἀρωγῇ, Κάρτος ἵν' Ἀθανάτοιο μέγα γνώωσι καὶ ἄλλοι. Κελλόμενος τέρσηνεν Ἄναξ διὰ πόντον Ἐρυθρὸν, Βυσσόθι δ' ἡγεμόνευεν ἐρημαίῃ ἅτε χώρῃ, Καί σφεας ἐξεσάωσεν ὑπ' ἐχθομένων ὀλετήρων, Δυσμενέων δ' ἐξείλετ' ἐλεύθερον ἦμαρ ὀπάσσας. Ἀντιβίους ἐκάλυψε βαθύῤῥοον οἶδμα θαλάσσης, Οὐδέ τις ἐκ δηίων ναέτης μόλεν ἄγγελος ἄλλοις.
Breathing bitterness in their mind even at the Red Sea, yet notwithstanding they were saved by the succour of their King, that others also might know the great might of the Immortal One. Commanding, the King dried up the Red Sea throughout, and led them in the deep as in a desert land, and saved them out from under hated destroyers, and rescued them from enemies, granting a day of freedom. The deep-flowing surge of the sea covered the adversaries, nor did any dweller from amongst the foes come as a messenger unto others.
Notes, col. 1472
On the reading
Printed ιχνεύσωσιν, for ἰχνεύσωσιν.
Printed πνώοντες, for πνείοντες.
PG 33:1473Read from the pageΟἱ δὲ τέως ἐπίθοντο Θεοῦ ζωαρκέϊ μύθῳ, Καί οἱ αἰνετὸν ὕμνον ἐπευφήμησαν ἀοιδαῖς. Μύθων δ' ἐξελάθοντο θοῶς στρεφθέντες Ἄνακτος, Βουλὴν δ' ἀθανάτοιο διεψεύσαντο Θεοῖο. Ἵμερον ἱμείροντο κακὸν κατὰ χῶρον ἐρήμου, Ἐν δαπέδῳ Βασιλῆος ἐπειρήθησαν ἀνύδρῳ· Ἀλλὰ καὶ ὣς σφετέροιο πόθον δωρήσατο θυμοῦ, Πλησάμενος θαλίης κραδίας ἧς ἤθελον αὐτοί. Οἱ δὲ κότῳ Μωσῆος ἐνηέα θυμὸν ὄρινον,
And for a while they obeyed the life-sustaining word of God, and acclaimed a praiseworthy hymn unto Him in songs. But turning quickly aside they forgot the words of the King, and belied the counsel of immortal God. They lusted an evil lust in the place of the wilderness, in a waterless plain they made trial of the King; yet even so He granted the desire of their soul, filling their hearts with the abundance which they themselves wished. But in wrath they provoked the gentle spirit of Moses,
Ἀντιθέῳ δ' ἐν πᾶσιν ἐριδμαίνεσκον Ἀρῶνι. Δάθανον κατέπιεν ἀναιδέα γαῖα χανοῦσα, Πᾶσαν δ' ἀμφεκάλυψε κακοῦ κλισίην Ἀβιρῶνος, Σφωιτέρας κλισίας κατεβόσκετο καιομένη φλὸξ, Καὶ φλὸξ ἀμπλακίῃ μεμελημένον ἔφλεγε λαόν. Ἐν δ' ἄρα Χωρήβῳ κεραελκέα μόσχον ἔτευξαν, Εἰδώλου δ' ἐλίτοντο μάτην παρὰ ποσσὶ πεσόντες. Νήπιοι! οἳ τὸ πάροιθεν ἑὸν κλέος ἠλλάξαντο Μόσχῳ φερβομένῳ ἴκελον μελιηδέα ποίην· Ἀλκῆς δ' ἐξελάθοντο μενεπτολέμου Βασιλῆος, Ὃς πρὶν ἐν Αἰγύπτῳ τελέσας μεγαλαυχέα ἔργα, Θηητὸς βεβόητο βαρύφρονος ἐν χθονὶ Χάμου, Τεύχων δείματα πᾶσι βροτοῖς κατὰ πόντον Ἐρυθρόν. Καί νύ κε πάντας ὄλεσσεν, ἐπεὶ φάτο πάντας ὀλέσσαι, Εἰ μὴ ἀριστοπόνος θεράπων πέλας ὤρνυτο Μωσῆς, Λισσόμενος παλάμην ἵνα μιν παύσειεν ὀλέθρου. Γαῖαν ἀγακλήεσσαν ἐλωβήσαντο κακοῖσιν· Οὐδέ ποτ' εὐθέσμῳ Μάκαρος θάρσησαν ἀνωγῇ· Ἀλλὰ καὶ ἐν καλύβῃσιν ἀεὶ τρύζεσκον ἑῇσιν· Οὔασιν ἠρνήσαντο Θεοῦ λαλέοντος ἀκοῦσαι.
And contended in all things against godlike Aaron. The earth yawning swallowed up shameless Dathan, and covered over all the tent of wicked Abiram; a burning flame fed upon their tents, and the flame burned up the people given over to sin. And in Horeb they fashioned a horn-drawing calf, and falling at the feet of an idol they prayed in vain. Fools! who exchanged their former glory for the likeness of a calf feeding on honey-sweet grass; and they forgot the prowess of the war-sustaining King, Who aforetime having wrought glorious deeds in Egypt, had been proclaimed wondrous in the land of heavy-hearted Ham, working terrors for all mortals at the Red Sea. And now He would have destroyed them all, since He said He would destroy them all, had not Moses His nobly-toiling servant rushed near, entreating His hand that He might stay it from destruction. They dishonoured the most glorious land with evils; nor did they ever trust in the well-ordained command of the Blessed One; but even in their booths they ever murmured; with their ears they refused to hear God speaking.
Τοὔνεκα δεξιτερὴν Βασιλεὺς θώρηξεν ἀλείταις, Πάντας ἅμ' ἱέμενος βαλέειν κατὰ χῶρον ἐρήμου, Ἔθνεσι δ' ἀλλοδαποῖσιν ἑὸν διὰ φῦλον ὀλέσσαι, Ἠὲ πολυσπερέεσσι μετὰ πτολίεσσι κεδάσσαι. Οἱ δὲ Βεελφεγόροιο μιαινόμενοι τελετῇσι, Νερτερίης ἐπάσαντο καταφθιμένων ἑκατόμβης, Μαχλοσύνης ἐρέθοντες ἐρωμανίῃσιν Ἄνακτα. Τοῖς δ' ὕβρις θανάτοιο Θεοῦ τέκε μητέρα μῆνιν. Φινεὺς δ' εὐχωλῇσιν ἱλάσσατο Παμβασιλῆα. Κεῖνος μὲν λιτάνευε, λιταῖς δ' ὑπεχάζετο λοιμός· Μισθὸν δ' εὐδικίης θεόθεν ἀριδείκετον εὗρεν,
Wherefore the King armed His right hand against the sinners, desiring to cast them all down together in the place of the wilderness, and to destroy His race amongst foreign nations, or to scatter them amongst widely-dispersed cities. And defiling themselves with the rites of Baal-peor, they tasted of the nether hecatomb of the dead, provoking the King with the mad lusts of wantonness. And unto them insolence brought forth the wrath of God, the mother of death. But Phinehas with prayers propitiated the All-King. He indeed entreated, and before his entreaties the plague drew back; and he found from God a glorious reward of righteous judgement,
Ἐκ γενεῆς γενεήνδε διαμπερὲς ἤματα πάντα. Ἀμφήριστον ὕδωρ, σὺ δ' ἐπίστασαι ὥς μιν ὄριναν,
From generation to generation continually for all days. At the water of strife, Thou knowest how they provoked Him,
Ὡς Μωσῆς ὀδύνῃ κεκακωμένος ἦεν ἀλιτρῶν, Αἰὲν τρυχόμενος κραδίην πικρῇσιν ἀνίαις, Ὅς ῥα καὶ οὐκ ἐθέλων προτέρην ἐψεύσατο πίστιν. Ἔθνεα γὰρ ῥύσαντο, τάπερ σφίσιν εἶπεν ὀλέσσαι. Τοῖς δ' ἐπιμιγνύμενοι, ἀθεμίστια μάνθανον ἔργα, Αὐχένα τ' εἰδώλοισιν ὑπ' ἀψύχοισιν ἔθεντο· Οὐδ' ἄρα τῶν ἀπόνηντο· κακῇ δ' ἐπίεσθεν ἀνάγκῃ,
How Moses was afflicted with grief because of the sinners, ever worn down in heart with bitter sorrows, who even against his will belied his former faith. For they spared the nations which He had told them to destroy. And mingling with them, they learned lawless works, and bowed their neck beneath lifeless idols; nor indeed did they have profit of them, but were weighed down by evil necessity,
Δαίμοσι ῥέζοντες σφετέρας κούρας τε καὶ υἷας. Τεγγομένη στονάχιζεν ἀναιτίῳ αἵματι γαῖα· Ὧν τέκον, ὧν θρέψαν τ' ὀλοοὶ ἐγένοντο φονῆες,
Sacrificing unto demons their own daughters and sons. The earth, drenched with innocent blood, groaned aloud; of those whom they begat and whom they nourished they became the baneful murderers,