Migne Reading Room

PG 33 · cols. 1452–1461 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:1452Read from the page
Ὑψόθεν ὀπτεύοντας ἀθεσμοσύνης ὑποφήτας, Ὄφρ' αἰεὶ σφετέροιο κακοῦ ἄρξειαν ὀλέθρου. Ἀθάνατος δὲ σὺ μοῦνος, Ἄναξ, ὕψιστος ἐτύχθης. Δυσμενέων ἀπόλοιτο τεῶν κακοεργέα φῦλα. Πανσυδίῃ δ' ἀνέμοισι κεδασθήσονται ἀλεῖται, Οἷα δὲ μουνοκερῆος ἐμὸν κέρας ὑψόσε θύοι, Καὶ πολιὸν θαλέθοι περὶ πίονι γῆρας ἐλαίῳ. Δυσμενέων πολύμοχθον ἐμῶν ἴδον οἶτον ὀπωπῇ,
and the ministers of lawlessness looking down from on high, so that they may ever begin their own evil destruction. But Thou alone, O Lord, art the Immortal One Most High. May the evil-working tribes of Thine enemies perish; and with all their host the sinners shall be scattered by the winds, while my horn shall rush on high like that of a unicorn, and hoary old age shall flourish with rich oil. With mine eye I have seen the much-toiling doom of mine enemies,
Πικρῇς δ' ἀντιβίων τερφθήσομαι ἀγγελίῃσι. Τῆμος ἄρ' ἀνθήσει ὅσιος βροτὸς οἷάτε φοῖνιξ, Ἴσά γε βριθόμενος χλοερῇ Λιβανίτιδι κέδρῳ. Ὅσσοι θεσπεσίοισι δόμοις πεφυτευμένοι εἰσὶν, Αὐλῇς ἀθανάτῃσιν ἐπανθήσουσι Θεοῖο. Πιαλέου πλήθοντες ἔτι περὶ γήραος ὥρῃ, Ὡς θέμις ἐσθλὰ παθόντες ἀπαγγελέουσιν ἕκαστα· Οὕνεκεν ἰθύφρων βασιλεὺς Θεὸς αἰὲν ἐτύχθη, Οὐδ' ἄδικον πραπίδεσσι νόον πινυτοῖσι καλύπτει.
and I shall be gladdened by the bitter tidings of mine adversaries. Then indeed shall the holy mortal flourish like a palm-tree, laden equally with the green cedar of Lebanon. As many as are planted in the divine houses shall blossom forth in the immortal courts of God. Abounding in fatness still in the season of old age, having experienced good things as is fitting, they shall declare each one; because God the King is ever upright-minded, and hideth no unrighteous thought in His wise heart.
ΨΑΛΜΟΣ ϟΒʹ.
Psalm XCII.
Ἤματι Σαββάτου τὸ μέλος Δαυΐδος ἔμελψεν Ἀμφ' ἐνενηκοστὸν δεύτερον ἐκτελέσας.
On the day of the Sabbath David sang the song, having completed it around the ninety-second.
Ἀθάνατος βασίλευσεν, ἑὸν δ' ἐνεδύσατο κάλλος· Δυσάμενος δ' ἐρατεινὸν Ἄναξ ἐζώσατο κάρτος· Ἀσφαλέως δ' ἀδόνητον, ἄπειρον θήκατο κόσμον.
The Immortal One hath reigned, and hath clothed Himself with His beauty; and having put on lovely strength, the Lord hath girded Himself therewith; and securely hath He established the unshaken, boundless world.
Ἄφθιτε, σεῖο δὲ θῶκος ἑτοιμότατος πέλει αιεί· Ἐκ παλαχῆς κόσμοιο μακάρτατος ἔπλεο μοῦνος. Πάντοθεν εὐκέλαδοι ποταμοὶ βοόωσι ῥεέθροις, Ῥοίζῳ κυματόεντι λιλαίομενοι κελαρύζειν, Ἐξ ἀναειρομένων πολέων ὑδάτων ἐρυμαγδοῦ. Πάντα πέλει θηητὰ μετήορα ἔργα θαλάσσης· Μοῦνος Ἄναξ θηητὸς ἐν ὑψηλοῖσιν ἐτύχθη. Μαρτυρίαι σευ, Ἄναξ, συμφράδμονα πίστιν ἔχουσι, Νηῷ ἀκηρασίη βασιληίῳ αἰὲν ἀρήρει, Ὥρῃ ἀτερμάντῳ καὶ ἐπ' ἤμασι μηκεδανοῖσι.
O Imperishable One, Thy throne is ever most ready; from the beginning of the world Thou alone wast most blessed. On every side fair-sounding rivers cry aloud with their streams, eager to murmur with billowy rushing sound, from the roar of many waters lifted up. All the lofty works of the sea are wondrous; the Lord alone is wondrous in the heights. Thy testimonies, O Lord, possess harmonious trustworthiness; purity ever befitteth Thy royal temple, in unending time and unto length of days.
ΨΑΛΜΟΣ ϟΓʹ.
Psalm XCIII.
Τετράδι Σαββάτων γλυκερὸν Δαυΐδος ἄεισεν Ἀμφ' ἐνενηκοστὸν ἡδὺ μέλος τρίτατον.
On the fourth day of the Sabbath week sweet David sang the pleasant ninety-third song.
Ἀθάνατος μετὰ πᾶσιν ἀεὶ πέλει ἔκδικος ἐσσήν· Οὔτιν' ἐρευθιόων Βασιλεὺς ποινῇσι δικάζοι. Καλὰ θεμιστεύων ἀναείρεο, Κοίρανε γαίης· Μισθὸν ὑπερφιάλοισιν ὑπερβασίας ἀποτίσοις. Κλῦθι, Μάκαρ· τέο μέχρι βίῃ κρατέουσιν ἀλεῖται; Μέχρι τεῦ ἀμπλακίης ὑποφήτορες αὐχήσουσι, Γλώσσῃ ἐρευγόμενοι κραδίης ἀθεμίστιον ὕβριν; Ἐργατίναι κακότητος ἄδην ἐρέουσιν ἄπαυστα, Οἵ σεο λαὸν, Ἄναξ, δαπέδῳ θέσαν ἶσον ἀνάγκῃ,
The Immortal One is ever an avenging King among all; shrinking before none in shame, may the King judge with punishments. Giving fair judgements, lift Thyself up, O Ruler of the earth; render unto the arrogant the reward of transgression. Hear, O Blessed One: how long shall sinners prevail by violence? How long shall the ministers of sin boast, belching forth with their tongue the lawless insolence of their heart? The workers of wickedness shall speak ceaseless things to the full, who have laid Thy people, O Lord, level with the ground by constraint,
Καὶ κλῆρον κακότητι τεὸν διέπερσαν ἑλόντες.
and having seized Thine inheritance have ravaged it in wickedness.
Ὀρφανικὸν κατέπεφνον, ἐχειρώσαντο δὲ χήρην, Καὶ ξεῖνον δαμάσαντο νεήλυδα νόσφιν ἀρωγοῦ. Οὐδ' ὄπιν οὐρανίην βασιλήιον ἐμπάζοντο. Οὐ γὰρ Ἰακώβου δόκεον Θεὸν ἴδμεναι ὕβριν.
They slew the orphan, and overpowered the widow, and subdued the newly-come stranger without a helper; nor did they regard the heavenly royal vengeance; for they did not think that the God of Jacob knew their insolence.
Ἀλλ' ἄγε, σύνθεσθε κραδίῃ τάδε, νήπιοι, ἔργα· Οἷς πρὶν ἐπ' ἀφροσύνῃ βίοτος, ξυναγείρατε θυμόν. Ἦ ῥ' ἀκοὴν ἑτέροισι διδοὺς, οὐ μᾶλλον ἀκούσει; Ἢ φάεος γενέτης, ἑτέρων οὐκ ὄψεται ἔργα;
But come, lay these works to heart, ye fools; ye whose life was aforetime in folly, gather your understanding together. Shall He who giveth hearing unto others not much rather hear? Or shall the Begetter of light not behold the works of others?
Notes, col. 1452

On the reading

Printed Ἴσά, for ἶσά.

Printed αιεί, for αἰεί.

Printed λιλαίομενοι, for λιλαιόμενοι.

PG 33:1453Read from the page
Ἔθνεα παιδεύων, κακίην οὐκ οἶδεν ἐλέγχειν, Ὅς μοῦνος μερόπεσσι νοήματα πάντα φυτεύει; Μαψιδίην δεδάηκεν Ἄναξ μεροπηίδα βουλήν. Ὄλβιος ὅς ῥα τεῇσιν ὑπ' ἐννεσίῃσι δαμείη, Θεσμοτόκους μελεδῶνας ἑῆς φρεσὶ σεῖο νοήσας. Μείλιχα βουλεύων κακίης ἵνα καιρὸν ἀλύξῃ, Βόθρος ἕως δυσάλυκτος ἀτασθάλλοντι φανείη. Οὐ γὰρ ἑῆς ποτε λαὸν ἀποῤῥίψειεν ὀπωπῆς, Οὐδὲ καταφθιμένην σφετέρην ὑπερόψεται αἶσαν· Εἵως κρῖμα τεκοῦσα δικαιοσύνη πάλιν ἔλθῃ, Πάντας ἀποκρεμόωσα φίλων ἰθύφρονας ἔργων. Τίς μ' ὀλοῶν τεύξειεν ἀναστήσας ὀλετῆρα;
Instructing the nations, knoweth He not how to reprove wickedness, Who alone planteth all thoughts in mortals? The Lord knoweth that the counsel of mortal men is vain. Blessed is he who is subdued beneath Thy counsels, having pondered in his mind Thy law-begetting cares, devising gentle things that he may escape the season of evil, until an inescapable pit appear for the reckless sinner. For never will He cast off His people from His sight, nor overlook His perishing heritage, until righteousness, bringing forth judgement, come again, making all who are upright of heart to hang upon dear works. Who shall rise up and make me a destroyer of the destructive ones?
Τίς δέ με θωρήξας ἀνόμων ἐπὶ δῆριν ἐγείρῃ;
And who, arming me, shall rouse me to battle against the lawless?
Εἰ μή μοι μενέχαρμος Ἄναξ ἐπιτάῤῥοθος ἔστη, Καί κεν ἐμὸς πεπότητο συνέστιος ἄϊδι θυμός. Εὖτε γὰρ ὀκλάζοντι νόῳ ποτὶ φύζαν ἐδέγμην,
Had not the staunch-in-battle Lord stood by me as a helper, even my soul would have flown away to dwell with Hades. For when with faltering mind I looked towards flight,
Αὐτίκα σή μ' ἐλεητὺς, Ἄναξ, ἐσάωσε φανεῖσα·
straightway Thy mercy, O Lord, appeared and saved me;
Ὅσσον δ' ἀμφ' ὀδύνῃσιν ἀμέτρητον φέρον ἄλγος,
and howsoever immeasurable pain I bore amid pangs,
Σῇσι παραιφασίῃσιν ἐμὸν περὶ θυμὸν ἰάνθην. Μή τοι θῶκος, Ἄναξ, ἀθεμίστιος ἐγγύθεν ἔστω, Ὅστις ῥιγεδανῷ τελέει θεσπίσματι μόχθον, Ἀνέρος ἰσχανόων ὁσίου διὰ θυμὸν ὀλέσσαι, Μαψιδίως ποθὲν οἶτον ἀναιτίῳ αἵματι ῥάπτειν.
by Thy consolations was I gladdened around my spirit. Let not a lawless throne be near Thee, O Lord, which fashioneth toil by a shuddering decree, longing to destroy utterly the soul of a holy man, and vainly from somewhere to stitch doom against innocent blood.
Ἀλλά μοι αὐτὸς Ἄναξ πανυπέρτατος ἕρκος ἔγεντο, Ἐλπωρῆς ἐπίκουρος ἐμῆς Θεὸς ἦλθεν ἑτοῖμος· Ὅς κείνοις ὀπάσειεν ἑῆς ἀντάξια λώβης, Καί σφεας ἀμφ' ἔργοισιν Ἄναξ σφετέροις ἀμαθύνει.
But unto me the Sovereign Lord Most High Himself became a bulwark, God came ready as the helper of my hope; Who shall bestow upon them things worthy of their outrage, and the Lord shall crush them in their own works.
ΨΑΛΜΟΣ ϟΔʹ.
Psalm XCIV.
Δαυΐδου πινυτοῦ καλλιχόρου κιθάρης Ἀμφ' ἐνενηκοστὸν τέτρατος εὐεπίη.
Of wise David's fair-dancing cithara, the fourth eloquence around the ninetieth.
Δεῦτ', ἐπαγαλλόμενοι γηθήσομεν ἀμφὶ Ἄνακτι, Μέλψομεν ἀθανάτῳ παιήονα Ποιμένι κόσμου. Ἀμφ' ἀγανοφροσύνῃ θείην μεθέπωμεν ὀπωπὴν, Γηθόμενοι ψαλμοῖσιν ὁμῶς ἀλαλάξομεν ὕμνον· Οὕνεκα δὴ μετὰ πᾶσι Θεὸς μέγα κάρτος ἀέξει,
Come, exulting let us rejoice in the Lord, let us sing a paean unto the immortal Shepherd of the world. Let us seek His divine countenance in gentleness of mind, rejoicing with psalms let us together raise a hymn of triumph; because among all God increaseth great strength,
Καὶ πάντων μακάρων βασιλεύτατος αὐτὸς ἐτύχθη. Οὔποτ' ἀποῤῥίψειε φίλον καὶ ἐνηέα λαὸν, Ἀθανάτῳ παλάμῃ μεθέπων κλυτὰ πείρατα γαίης, Οὔρεσιν ὑψικόμοισιν ὑπέρτατος ἐμβασιλεύων. Αὐτὸς πόντον ἔτευξεν, ἀνακτορίῃ δέ μιν ἴσχει, Καὶ χθόνα πουλυβότειραν ἑαῖς τεκτήνατο χερσί.
and He Himself is the most royal of all the blessed ones. Never may He cast away His dear and gentle people, holding in His immortal hand the renowned ends of the earth, reigning supreme among the lofty-peaked mountains. He Himself fashioned the sea, and holdeth it by His sovereignty, and with His own hands He framed the all-nourishing earth.
Δεῦτε, λιταζόμενοι περὶ γούνασιν οἷσι πέσωμεν, Ἄντα Θεοῦ κλαύσωμεν, ἑὸν δ' οἰκτίσσεται ἔργον, Οὕνεκεν ἡμερίων βασιλεὺς ἅμα καὶ Θεὸς αὐτὸς, Τοῦ δ' ἡμεῖς ἄρα λαὸς ὁμοῦ καὶ θρέμματα ποίης. Σήμερον εἴ κεν Ἄνακτος ἀκούσετε οὔασιν αὐδὴν, Μή τινι χαλκείη κραδίη καὶ ἀμείλιχος εἴη, Ὥς ὁπότ' Ἀθανάτου κραδίην ἐρεθίζετε ἔργοις·
Come, making supplication let us fall upon our knees, let us weep before God, and He will have compassion on His work, because He Himself is at once the King and God of mortals, and we then are both His people and the flock of His pasture. Today if ye shall hear with your ears the voice of the Lord, let there not be in anyone a brazen and relentless heart, as when ye provoked the heart of the Immortal One by your works;
PG 33:1456Read from the page
Ὡς πάρος εὖτε Θεοῖο κατὰ τρηχεῖαν ἔρημον, Ὑμέτεροι τὸ πρόσθεν ἐπειρήσαντο τοκῆες, Οἵ μευ τεσσαράκοντ' ἐτέων ἴδον ἔργα καὶ ἀλκήν.
As formerly when in the rugged wilderness your fathers aforetime tempted God, who for forty years beheld My works and might.
Ἔνθεν ἐγὼ κείνην ὀλοὴν ἔστυξα γενέθλην, Ἐκ δ' ἐφάμην· Κραδίῃσι διηνεκέως ἀλάληνται, Ἡμετέρας δ' οὐ πάμπαν ἐπεφράσσαντο κελεύθους· Ὤμοσα μηνίσας, μὴ σφᾶς κατάπαυσιν ἰδέσθαι.
Thence I abhorred that destructive generation, and I spake out: In their hearts they continually err, and they have not at all considered Our ways; having been wroth, I sware that they should not behold rest.
ΨΑΛΜΟΣ ϞΕʹ.
Psalm XCV.
Δώματος αἰγλήεντος ἀνεγρομένου Βασιλῆος, Δαυΐδος κελάδησεν ἄναξ μετὰ ληΐδος αἶσαν, Ἀμφ' ἐνενηκοστὸν πέμπτον ἄεισμα λιγύ.
When the radiant house of the King was raised up, King David sounded forth, after the lot of the spoil, a clear song for the ninety-fifth.
Μέλψατέ μοι Βασιλῆα νεηγενέεσσιν ἀοιδαῖς, Πᾶσα, μεγασθενέτην ἀναμέλψατε Ποιμένα γαῖα· Οὔνομα τιμῆεν κελαδήσατε Παμβασιλῆος· Αἴσιον ἦμαρ ἐπ' ἦμαρ ἑὸν σημήνατε φέγγος· Ἔθνεσι παντοδαποῖσιν ἑὴν ἀγγείλατε τιμήν. Θαύματα τιμήεντα Θεοῦ μηνύσατε λαοῖς· Οὕνεκα δὴ μέγας ἐστὶ, καὶ αἰνετὸς αἰὲν ἐτύχθη, Καὶ δέος ἐν πάντεσσι θεοῖς κρατερώτατον ἴσχει. Δαιμονίων εἴδωλα θεοὶ πέλον ἔθνεσι πάντες· Οὐρανὸν αὖ πολύχαλκον ἑῇ Θεὸς ἔκτισε βουλῇ· Αἶνος καὶ μέγα κάλλος ἑῶν κατ' ἐναντίον ὄσσων.
Sing unto me the King with newly born songs; O all the earth, sing aloud unto the mighty Shepherd; sound forth the honoured name of the All-King; from auspicious day to day declare His light; unto nations of every kind proclaim His honour. Make known the honoured wonders of God unto the peoples; because truly He is great, and is ever worthy of praise, and holdeth the mightiest dread among all gods. All the gods of the nations are idols of demons; whereas God by His counsel founded the brazen-firm heaven; praise and great beauty are before His eyes.
Νηῷ ἀκηρασίη καὶ ἀριπρεπὲς ἥρμοσεν εὖχος. Οἴσετε παμβασιλῆι Θεῷ τιμήν τε καὶ εὖχος Οἴσετε τιμήεντι φερώνυμον εὖχος Ἄνακτι. Δεξάμενοι θυσίας σφετέρας νίσσεσθε ἐπ' αὐλάς· Αὐλῇ ἐν εὐαγέϊ λιτανεύσατε Ποιμένα κόσμου. Ἄντα Θεοῦ χθὼν πᾶσα ταρασσέσθω βασιλῆος. Εἴπατε δήμοισί γε· Θεὸς μετὰ πᾶσιν ἀνάσσει. Καὶ γὰρ κύκλον ἔρεισε, τὸν οὐ χρόνος οἶδε δονῆσαι.
Purity and pre-eminent glory befit His temple. Bring unto God the All-King both honour and glory; bring unto the honoured King glory worthy of His name. Taking up your sacrifices, go into His courts; in His holy court entreat the Shepherd of the world. Before God the King let all the earth be troubled. Say indeed among the peoples: God reigneth among all. For truly He hath established the orb, which time knoweth not how to shake.
Λαοὺς ἰθυπόροισιν ἀεὶ θεσμοῖσι δικάζοι. Οὐρανοὶ εὐφραίνοιντο, ἀγαλλέσθω δ' ἅμα γαῖα· Πόντος ὀρινέσθω, καὶ ὅσα τρέφει οἶδμα θαλάσσης· Καρποτόκοις πεδίοισιν ὁμοῦ σύμπαντα χαρείη. Δὴ τότε γηθήσειεν ὁμοῦ δρυμὰ πυκνὰ καὶ ὕλη, Ἄντα Θεοῦ μετὰ γαῖαν ἐπειγομένου βασιλῆος. Ἤλυθε γὰρ μερόπεσσιν ὀϊζυροῖσι δικάζειν, Πάντας ὑπ' εὐδικίης καλέων ἀψευδέα θυμὸν, Γλῶσσαν ἀληθείῃ προχέων ἀκλινέα λαοῖς.
May He ever judge the peoples with straight-guiding ordinances. Let the heavens rejoice, and let the earth exult together with them; let the sea be stirred up, and all things that the swell of the sea nourisheth; in the fruit-bearing plains let all things rejoice together. Then indeed shall the thick coppices and the woodland rejoice together before God the King hastening unto the earth. For He hath come to judge wretched mortals, calling all under righteous judgement unto an unfeigned mind, pouring forth in truth an unswerving tongue unto the peoples.
ΨΑΛΜΟΣ ϞϚʹ.
Psalm XCVI.
Δαυΐδου παλίνορσον ἑὴν ὅτε δέξατο γαῖαν, Ἀμφ' ἐνενηκοστὸν ἕκτον ἄεισμα φίλον.
A dear song of David for the ninety-sixth, when he received back his land restored.
Καῖρε, χθὼν, σέθεν ἦρξεν ὃς οὐρανίοισιν ἀνάσσει, Χαίρετ' ἐπ' ἀγλαΐῃ, νῆσοι πολιῆς ἁλοσύδνης. Ἐγγὺς Ἄναξ νεφέλῃ πεπυκασμένος ἠδὲ θυέλλῃ, Θῶκον ὑπ' εὐδικίῃ κρίσιος περὶ πάντα πυκάζων.
Rejoice, O earth, He Who reigneth among the heavenly ones hath begun to rule over thee; rejoice in splendour, O islands of the hoary brine. Near at hand is the King, wrapped in cloud and tempest, arraying His throne under righteous judgement in all things.
Κοιρανίης σθεναρῆς προπορεύσεται αἰθόμενον πῦρ, Ὄφρα κεν ἔνθα καὶ ἔνθα καταφλέξειεν ἀλείτας. Χθὼν ὑπὸ θεσπεσίῃσιν ἐλάμπετο μαρμαρυγῇσιν· Ὡς δ' ἴδεν, ὡς δεδόνητο θεμείλια πάντοσε γαίης.
Before His strong sovereignty a blazing fire shall go forth, that on this side and on that it may burn up the transgressors. The earth shone beneath His divine flashings; and as it beheld, so were the foundations of the earth shaken on every side.
Οὔρεα δ' ἀμφὶ Ἄνακτι ὁμῶς κατετήκετο κηρῷ,
And the mountains round about the King melted away like wax,
Notes, col. 1456

On the reading

Printed Καῖρε, for Χαῖρε.

PG 33:1457Read from the page
Γαίης παντοδαπῆς κατεναντία Παμβασιλῆος. Οὐρανοὶ ἀστερόεντες ἀνήγγειλαν θέμιν αὐτοῦ, Καὶ κλέος εἶδον ἅπαντες ἐπουρανίου Βασιλῆος. Αἰδείσθων προκυλινδόμενοι γλυπτοῖσι πάροιθε, Κῦδος ὅσοι παρέχουσιν ἐνὶ σφετέροις εἰδώλοις. Ἄγγελοι αἰγλήεντες, ὁμῶς ὑποκλίνατε γοῦνα. Τέρπη ἑῇσιν ἐνὶ φρεσὶν ἔξοχα οὔρεα Σιὼν, Καὶ πραπίδεσσι χάροντο ποσίκροτ' Ἰούδα κοῖραι,
Before the face of the All-King of every land. The starry heavens declared His righteousness, and all beheld the glory of the heavenly King. Let them be ashamed who roll prostrate before graven images, all who give glory unto their idols. O radiant angels, bow down your knees likewise. Let the mountains of Sion delight exceedingly in their minds, and in their hearts the foot-stamping maidens of Judah rejoiced,
Ὑψιμέδοντος ἕκητι μεγασθενέος σέο δίκης· Οὕνεκα μοῦνος ἔπλευ, Πανυπέρτατε, τέρμασι γαίης, Ὡς οὔτις, κλυτόμητι λίην, θεὸς ὑψόσε ἤρθης.
On account of Thy mighty judgement, O High-Ruling One; because Thou alone art, O Most High, unto the ends of the earth, and as no other god, O Thou of exceeding famous counsel, hast Thou been lifted up on high.
Ἐκ κραδίης φιλέοντες οἶον Θεὸν, μέρμερα θέσθε, Ὧν θυμὸν φιλέει πανεπίσκοπος ἔξοχα δούλων,
Ye who from the heart love God alone, set aside baneful things; whose soul among His servants the All-Overseer exceedingly loveth,
Καί σφεας αἰὲν ῥύσετ' ἀλάστορος ἐκ παλαμάων. Ἀντολίη περίλαμψεν ἐπὶ βλεφάροισι δικαίου, Τερπωλή τ' ἀφ' ὕπερθεν ἐσίκετο εὐθέων ἦτορ. Παμβασιλῆι χάρητε ἀμύμονες ἰθυδίκαι, Καὶ βροτέοις οὔασιν ἐνάσατε τοῖό γε μνήμην.
And He shall ever deliver them out of the hands of the avenging destroyer. The rising light hath shone round upon the eyelids of the righteous, and delight from on high hath come into the heart of the upright. Rejoice in the All-King, ye blameless and straight-judging ones, and unto mortal ears praise the remembrance of Him.
ΨΑΛΜΟΣ ϞΖʹ.
Psalm XCVII.
Δαυΐδος τόδε ἀμφ' ἐνηκοστῷ ἕβδομον ἦσε.
David sang this seventh beyond the ninetieth.
Μέλψατέ μοι Βασιλῆα νεηγενέεσσιν ἀοιδαῖς, Μοῦνος ἐπεὶ θηητὰ σοφαῖς ποιήσατο χερσί. Δεξιτερῇ σφετέρῃ ζωαρκέϊ πάντα σάωσε, Καὶ πολυκυδήεντι βραχίονι πάντα φυλάσσει. Παντοδαπῶν ἀλκτῆρα κακῶν ἀνέφηνε βροτοῖσιν.
Sing unto me the King with newly born songs, since He alone hath wrought wondrous things with His wise hands. By His own life-sustaining right hand He hath saved all things, and by His much-glorified arm He guardeth all things. He hath revealed Himself unto mortals as a warder-off of evils of every kind.
Ἀθάνατον, κατέναντα πολυσπερέων γενεάων, Σφωιτέρην ἀνέτειλε δικαιοσύνην ἐρατεινήν. Μνήσατο γὰρ κατὰ θυμὸν Ἰακώβοιο μελάθρων, Εἷό τ' ἀληθείης περὶ δώμασιν Ἰσραήλου. Ἀμφαδίην ἐνόησαν ὅλης κλυτὰ πείρατα γαίης, Φέγγος ἀλεξίκακον μεγαλοσθενέος Βασιλῆος. Πᾶσα μεγακλήεντ' ἀλαλάξατε Ποιμένι γαῖα· Ψάλλετε γηθόσυνοι, λιγυρῷ δ' ἀναμέλψατε κώμῳ· Εὐκελάδῳ κιθάρῃ φορμίζετε Παμβασιλῆι· Ἀμφ' ἐλατῆς σάλπιγξι (καί οἱ κέρας ἴαχε βόμβον).
Before the face of widely scattered generations He hath caused His own lovely, immortal righteousness to shine forth. For He hath remembered in His heart the halls of Jacob, and His truth toward the houses of Israel. Openly have the glorious ends of all the earth perceived the evil-warding light of the great-mightied King. O all the earth, shout in triumph unto the most glorious Shepherd; make melody rejoicing, and sing aloud in clear-toned festal song; play on the melodious lyre unto the All-King; with trumpets of beaten metal (and the horn sounded a deep note unto Him).
Ἀντίον ἀθανάτου ἀλαλάξατε Παμβασιλῆος. Πόντος ὀρινέσθω, καὶ ὅσα τρέφει οἶδμα θαλάσσης, Κύκλος ὅλος, καὶ πάντα τάπερ χθόνα ναιετάουσι. Χερσὶν ἀγειρέσθων ποταμοὶ πλαταγεῦντες ὁμαρτῆ Οὔρεα τερπέσθων θείου κατέναντα προσώπου. Εἶσι γὰρ, ἦλθε δὲ μᾶλλον, ὅπως χθονὶ καλὰ δικάζοι, Πάντας ὑπ' εὐδικίης καλέων ἀψευδέα θεσμὸν, Γλῶσσαν ἐπεσσυμένοις πρυΐεις ἀκλινέα λαοῖς·
Shout in triumph before the immortal All-King. Let the sea be stirred up, and all things that the swell of the sea nourisheth, the whole circle, and all things that inhabit the earth. Let the rivers gather together clapping with their hands all at once; let the mountains delight before the divine countenance. For He goeth, yea rather He is come, that He may judge fair things for the earth, calling all under righteous judgement unto an unfeigned law, sending forth an unswerving tongue unto the eager peoples.
ΨΑΛΜΟΣ ϞΗʹ.
Psalm XCVIII.
Ἀμφ' ἐνενηκοστῷ ὄγδοον ἡδὺ μέλος, Δαυΐδου λιγυρῇ μελπομένου κινύρῃ.
The eighth sweet melody beyond the ninetieth, as David singeth upon the clear-toned lyre.
Ἀθάνατος βασίλευσε Θεός· μὴ χαίρετε, λαοί, Ἥμενος ἦλθε χερουβίμ· ὅλης χθονὸς ἕρμα δονείσθω.
The immortal God hath reigned; rejoice not, O peoples; sitting upon the cherubim He is come; let the stay of the whole earth be shaken.
Κλεινὸς Ἄναξ μέγας ἐν λαοῖσι θεοῖσί τ' ἀγητός. Μελπόντων ἅμα πάντες ἀγήραον οὔνομα σεῖο.
The renowned King is great among the peoples and wondrous among the gods. Let all together sing Thy ageless name.
Notes, col. 1457

On the reading

Printed Τέρπη, for Τέρπῃ.

Printed κοῖραι, for κοῦραι.

Printed ἐνηκοστῷ, for ἐνενηκοστῷ.

Printed ἐλατῆς, for ἐλαταῖς.

Printed ὁμαρτῆ, for ὁμαρτῇ.

Printed πρυΐεις, for προΐεις.

Printed ἐνάσατε, for αἰνέσατε.

PG 33:1460Read from the page
Οὕνεκα δὴ φοβερόν τε καὶ ἀπροτίοπτον ἐτύχθη, Καὶ τιμὴ Βασιλῆος ἀεὶ θέμιν ἀμφαγαπάζει Αὐτὸς Ἰακώβῳ ἰθύφρονα δῶκας ἐρωήν, Εὐδικίην ψῆφόν τε τεῷ πόρες Ἰσραήλῳ. Ἄφθιτον ἡμείων ἀναείρατε Παμβασιλῆα, Λισσόμενοι θρῆνυν σφετέρην· ἅγιος γὰρ ἐτύχθη. Μωσῆς ἀμφ' ἱερεῦσι μέγας, καὶ ἀοίδιμος Ἀαρών· Ἐν δὲ λιταζομένοισι Σαμουῆλος μενέχαρμος. Κεῖνοι μὲν λιτάνευον· ὁ δ' ἀντεφθέγγετο φωνῇ, Καί σφεας ἐκ νεφέλης σταθερῆς ἠμείβετο μύθω. Ἐσθλοὶ μαρτυρίης φύλακες ἐγένοντο Θεοῖο, Θείων δ' οὐκ ἀμέλησαν ὅσων μάθον ἐννεσιάων.
Because truly it is fearful and unapproachable to behold, and the honour of the King ever dearly loveth righteousness; Thou Thyself hast given unto Jacob a straight-minded impulse, and hast granted righteous judgement and a decree unto Thine Israel. Exalt ye our immortal All-King, entreating His footstool; for He is holy. Moses was great among His priests, and renowned Aaron; and among those who made supplication was steadfast Samuel. They indeed entreated, and He answered with His voice, and from the steadfast pillar of cloud He replied unto them with His word. Goodly guardians were they of the testimony of God, and they neglected not all the divine injunctions that they learned.
Ἄφθιτε, σύ σφισι δῶκας ἀπ' οὐρανοῦ οὖας ἑτοῖμον, Καὶ θυμὸς μετὰ τοῖσιν ἀεὶ σέθεν ἵλαος ἦεν· Πάντα δ' ἅ κεν ῥέζεσκον, ἐπιθύνεσκες ἀρωγήν. Ἄφθιτον ἡμείων ἀναείρατε Παμβασιλῆα, Ἀχράντῳ δέ μιν αἰὲν ἐν οὔρεϊ γουνάζεσθε, Οὕνεκα δὴ μετὰ πᾶσιν Ἄναξ ἄχραντος ἐτύχθη.
O Immortal One, Thou gavest them from heaven a ready ear, and Thy heart was ever gracious among them; and in all things whatsoever they wrought, Thou didst direct help straightway. Exalt ye our immortal All-King, and ever beseech Him upon His undefiled mountain, because truly among all our King is undefiled.
ΨΑΛΜΟΣ ϞΘʹ.
Psalm XCIX.
Ἀμφ' ἐνενηκοστῷ εἴνατον ᾆσμα κλυτόν.
The ninth glorious song beyond the ninetieth.
Πᾶσα, μεγακλήεντ' ἀλαλάξατε Ποιμένα, γαίη. Ἀθανάτου χαίροντες ὑπὸ ζυγὸν αὐχένα θέσθε, Σπεύσατε γηθόμενοι θείων κατ' ἐναντίον ὄσσων· Αὐτὸν ἀεὶ πραπίδεσσι νοήσατε Παμβασιλῆα. Ζωὴν αὐτὸς ἔτευξε βροτοῖς, οὐχ ἡμέες αὐτοί· Αὐτὸς ἔτευξ' ἡμέας, οὐδ' ἡμεῖς ἄρκιοί ἐσμεν. Ἡμεῖς αὖθ' ἕο λαὸς ὁμοῦ καὶ θρέμματα ποίης. Σπεύσατε μελπόμενοι θείων ἔντοσθε πυλάων· Ἐν δ' αὐλῆς Βασιλῆα Θεὸν λιτανεύσατε μολπῇ, Οὔνομα μέλψατε θεῖον ἐπὶ χθονὶ μείλιχον αἰεί·
O all the earth, shout in triumph unto the most glorious Shepherd. Rejoicing, place your neck beneath the yoke of the Immortal One; hasten gladly before the divine eyes; ever perceive in your minds that He Himself is the All-King. He Himself fashioned life for mortals, not we ourselves; He Himself fashioned us, nor are we self-sufficient. And we again are His people together and the flock of His pasture. Hasten singing within the divine gates; and in the courts entreat God the King with song; sing ever upon earth His gentle, divine name;
Νωλεμέως ἐλεητὺν ἐπεὶ μετὰ πᾶσι φυλάσσει,
Since unceasingly He keepeth mercy among all,
Ἐκ γενεῆς γενεήνδε φέρει παναληθέα βουλήν.
From generation to generation He beareth an all-true counsel.
ΨΑΛΜΟΣ Ρʹ.
Psalm C.
Δαυΐδος ἦσεν ᾆσμ' ἑκατοστὸν τόδε.
Of David: he sang this hundredth song.
Εἰν ἑνί σοι ποινήν, Βασιλεῦ, ἔλεόν τ' ἀναμέλψω. Φορμίζων ξυνίοιμι ἀμωμήτοις ἐν ἀταρποῖς. Δέγμενος ὁππόπε δή μοι ἀφίξεαι, ἄφθιτε Ποιμὴν,
Together unto Thee, O King, will I sing of recompense and mercy. Playing on the lyre, may I have understanding in blameless paths. Awaiting when indeed Thou shalt come unto me, O immortal Shepherd,
Ἀμφ' ἀγανοφροσύνῃ διὰ δώματος ἤια μέσσου, Οὐδὲν πάμπαν ἄθεσμον ἐν ὀφθαλμοῖσι δοκεύων, Ἀλλ' ἔτι καὶ στυγέων ἀλιτήμονας ὑβριστῆρας. Οὐδέποτ' ἀλλοπρόσαλλος ἐμοὶ πάρος ἥνδανε μῆτις. Φεῦγε μὲν αἰνὸς ὄφις, δολερῶν δ' ἀδάητος ἔμιμνον.
In gentleness of mind I walked through the midst of my house, beholding nothing at all lawless before mine eyes, nay more, hating even sinful insolent men. Never aforetime did a fickle counsel please me. The dread serpent fled away, and I remained unacquainted with deceitful men.
Οὖας ἐμὸν πέφρακτο κακηγορέοντος ἀκοῦσαι· Οἷα δὲ λυμαντῆρα φίλων ἐδίωκον ἑταίρων.
Mine ear was stopped from hearing a slanderer; and I pursued him as a destroyer of dear companions.
Ἀπλήστῳ κραδίῃ καὶ ὑπερφιάλοισιν ὀπωπαῖς Οὐκ ἔθελον παρὰ δαιτὶ φίλος καὶ ὁμέστιος εἶναι. Ἀνδράσιν ἀμφ' ὁσίοισιν ἐμαὶ ἐτάνυσθεν ὀπωπαὶ, Ξυνὸν ὅπως μοι θῶκον ἅμ' ἑδριόωντες ἔχοιεν. Δρηστῆρ' ἀτραπιτοῖς θ' ὁσίοις μεμελημένον εἶχον, Οὐδέ μοι ἐνναίεσκε δόμοις ὑπερήφανος ἀνήρ, Οὐδ' ἄδικον λαλέων μευ ἐναντίον ἤλυθεν ὄσσων.
With an insatiable heart and overbearing looks I was unwilling to be a friend and table-companion at the feast. Upon holy men mine eyes were stretched forth, that sitting together with me they might share a common seat. I had as servant one who cared for holy paths, nor did a proud man dwell in my halls, nor did one speaking unrighteousness come before mine eyes.
Notes, col. 1460

On the reading

Printed μύθω, for μύθῳ.

Printed ὁππόπε, for ὁππότε.

PG 33:1461Read from the page
Ἠῶθεν κατέπεφνον ἀτασθαλίης ὑποφήτας, Δυσνομίης μεμαὼς δαμάσαι θεράποντας ὀλέθρῳ.
At dawn I slew the ministers of recklessness, eager to subdue with destruction the servants of lawlessness.
ΨΑΛΜΟΣ ΡΑʹ.
Psalm CI.
Εὐχωλὴ πτωχοῖο κακῇ βεβαρηότος ἄτῃ, Εὖτε μάλ' εὐχωλὴν προχέῃ κατέναντι Θεοῖο. Ἔμπα γε μὴν ἑκατοστὸν ἔφυ καὶ πρῶτον ἄεισμα.
The prayer of the poor man weighed down by evil calamity, when he poureth forth his earnest prayer before God. Yet nevertheless this is the hundred and first song.
Εὐχῆς ἡμετέρης ἐπικέκλυθι, φέρτατε Ποιμήν· Οὔασι δευομένοιο τεοῖς ὑποδέχνυσο φωνήν. Μή μευ σὴν χαρίεσσαν ἀποστρέψειας ὀπωπήν Τειρομένῳ κλίνειας, Ἄναξ, ὀξεῖαν ἀκουήν. Εὖτε, Μάκαρ, καλέσω σε, θοῶς φίλον οὖας ἐρείδοις, Οὕνεκ' ἐμὴ ζωὴ ἰκέλη κατετήκετο καπνῷ· Ὀστέα δ' ἀζαλέῳ φρυγίῳ κατακαίεθ' ὁμοῖα. Ἐπλήγην ἅτε χόρτος, ἐμὸς δ' ὑπεκάρφετο θυμός·
Hearken unto our prayer, O best Shepherd; with Thine ears receive the voice of one in need. Turn not away Thy gracious countenance from me; unto one afflicted incline, O King, a swift hearing. Whenever, O Blessed One, I call upon Thee, quickly incline a kindly ear, because my life hath melted away like smoke, and my bones are burned up like dry firewood. I was smitten like grass, and my heart was withered away;
Γαστέρι δ' ἐκλαθόμην δόμεναι φίλον ἄρτον ἀνάγκης.
And I forgot to give unto my belly the needful bread.
Νωιτέρῃ στοναχῇ περιπίλναται ὀστέα σαρκί. Δέρκεσθαι φαίης κεν ἐρημονόμον πελεκᾶντα, Ἢ νυκτὸς κόρακα ψιλῶν δαπέδων ναετῆρα, Ἢ στρουθόν τιν' ἄϋπνον ἐόντ' ἐν δώματι μοῦνον.
Through our groaning my bones cleave to my flesh. Thou wouldst say that thou wast beholding a wilderness-ranging pelican, or a night-raven, a dweller of bare grounds, or some sleepless sparrow being alone upon a house.
Δυσμενέες μ' ἐπέεσσι πανημέριον στυφέλιζον, Οἱ δὲ γεραίροντές με μάτην ἐπὶ ὅρκον ὄμοσσαν·
Mine enemies buffeted me with words all the day long, and those who praised me sware an oath against me in vain;
Οὕνεκα τειρόμενος πασάμην σποδὸν ἄρτῳ ὁμοῖον, Καὶ γοεροῖς ἔπιον πόμα δάκρυσ' ὁμοῦ γε κεράσσας, Μήνιος ἐξ ὀλοῆς, Πανυπέρτατε, καί σεο θυμοῦ, Οὕνεκεν ὑψώσας μ' ἐξ αἰθέρος ἔκβαλες αὖθις. Ἡμετέρου αἰῶνος ὅπως σκιὴ ἤματα λήγει, Χόρτῳ δ' ἀζαλέῳ πανομοίιος αὐτὸς ἐτύχθην· Μοῦνος ἐπεὶ ζώοντα διηνεκέως βίον ἕλκεις, Ἐκ γενεῆς γενεήνδε βροτοῖς μνημήιον ἴσχων.
Because in my affliction I ate ashes like bread, and mingled my drink with mournful tears and drank it, because of Thy destructive wrath, O Most High, and Thine anger, for having lifted me up from the sky Thou didst cast me out again. Like a shadow the days of our life fail, and I myself am become altogether like unto dry grass; since Thou alone drawest out a continually living life, holding a memorial for mortals from generation to generation.
Αὐτὸς ἀνεγρόμενος, Βασιλεῦ, Σιῶν' ἐλεαίροις. Ὥρη γὰρ μάλα τήνδε πιεζομένην ἐλεαίρειν· Καὶ δὴ καιρὸς ἐκεῖνος ἐπέχραεν, ὃν πρὶν ἔδεκτο. Οὕνεκά σοι θεράποντες ἑαῖς λάϊγξιν ἔθεντο, Καὶ σφέτερον κραδίῃσι κονίσσαλον οἰκτίσσονται. Πάνθ' ἅμα δειμήνειαν, Ἄναξ, τεὸν οὔνομα φῦλα, Πάντες σὴν ταρβοῖεν ἐϋκλείην βασιλῆες, Οὕνεκα τεκτήνειε Θεὸς Σιῶνα πεσοῦσαν, Ἀμφαδίην μερόπεσσι φαινόμενος κατὰ γαῖαν. Ἱκεσίην χθαμαλῶν πανεπίσκοπος ἔδρακε Ποιμήν, Οὐδέ τ' ὀνοσσάμενος σφετέρων ἀμέλησε λιτάων. Γράψατε δή μοι ταῦτα μετ' ὀψιγόνοισι γενέθλαις,
Rising up Thyself, O King, mayest Thou have pity upon Sion. For truly it is time to have pity upon her who is oppressed; and now that season is come upon her, which aforetime she awaited. Because Thy servants have set their love upon her stones, and in their hearts they shall pity her dust. Let all tribes together fear Thy name, O King, let all kings dread Thy glorious renown, because God shall build up fallen Sion, appearing openly unto mortals upon the earth. The all-overseeing Shepherd hath looked upon the supplication of the lowly, and spurning them not, He hath not neglected their prayers. Write ye indeed these things for me among late-born generations,
Καὶ λαὸς σέο χερσὶ γενησόμενός σε βοήσει. Οὕνεκεν ὑψόθεν αὐτὸς ἐπισκοπιάζετο κύψας, Οὐρανόθεν μετὰ γαῖαν ἑὴν ἐτάνυσσεν ὀπωπήν, Ἰλλομένων ὄφρ' οἶκτον ἀλυκτοπέδῃσι πύθοιτο, Καὶ δεσμῶν φίλα τέκνα καταφθιμένων ἀπολύση Οὔνομα δ' αὖ Σιῶνι πολύλλιτον ἐξαναφήνῃ,
And a people that shall be created by Thy hands shall call upon Thee. Because from on high He Himself stooped down and looked forth, from heaven unto the earth He stretched out His gaze, that He might hear the piteous groan of those bound in indissoluble fetters, and might loose from their bonds the dear children of the slain, and might declare again in Sion His much-entreated name,
Ἐν δ' Ἱερουσαλὴ λιγυρὸν καὶ ἀοίδιμον αἶνον· Ὄφρα κε παντοδαπῶν πολίων ἄπο λαὸν ἀγείρῃ· Αὐτὰρ κοιρανίῃσιν ἑὸν ζυγὸν αὐχένα θήσει.
And in Jerusalem His clear-toned and songful praise; that He may gather together a people out of cities of every kind; and unto His sovereignties it shall place its neck beneath His yoke.
Notes, col. 1461

On the reading

Printed ἀπολύση, for ἀπολύσῃ.

Printed Ἱερουσαλὴ, for Ἱερουσαλὴμ.