Εἰρήνη δ' ἐφίλησε δικαιοσύνην ἐρατεινήν. Γαίης ἐξανέτειλεν ἀληθείη χαρίεσσα, Οὐρανόθεν δ' ἐρόεσσα δικαιοσύνη διέκυψε Καὶ γὰρ μειλιχίην Βασιλεὺς ζωαρκέα δοίη, Καὶ χθὼν καρποτόκος γε φυσίζοον εἶδαρ ὀπάσσοι. Εὐδικίη κατέναντι Θεοῦ βασιλῆος ὁδεύσει, Ἴχνιά οἱ τροχαλοῖσιν ἐπιθύνουσα κελεύθοις
And peace hath kissed lovely righteousness. Gracious truth hath sprung up out of the earth, and lovely righteousness hath looked down from heaven. For the King shall give life-sustaining kindness, and the fruit-bearing earth shall bestow life-giving food. Righteous judgement shall walk before God the King, directing His footsteps in swift paths.
Κλῖνον, Ἄναξ, τεὸν οὖας, ἐμῆς δ' ἐπικέκλυθι φωνῆς, Οὕνεκεν ἀκτέανός τις ἐγὼ καὶ πτωχὸς ἐτύχθην. Ἦτορ ἐμὸν φρούρησον, Ἄναξ, ὅσιός νύ τοί εἰμι. Σὸν θεράποντα σάωσον, ἐπεὶ σύ μοι ἄφθιτος ἐλπίς Ἴλαθί μοι βοόωντι πανημαδὸν εἰς σὲ λιτῇσιν. Ἦτορ δ' εὐφρήνειας ἐελδομένου θεράποντος (Σεῖο γὰρ ἐζήτησα βίην), καὶ θυμὸν ἐμεῖο. Αὐτὸς μείλιχός ἐστι λίην ἐπιεικέα ῥέζων, Εὖ δ' ἐπιδευομένοισι τεὴν ἐλεητὺν ἀέξων. Κλῦθί μευ εὐχωλῆς, καὶ ἐμῆς ἴδη γήρυος αὐδήν. Τειρόμενος βοάασκον, ὑπήκουσας δὲ λιτάων. Οὔτις ἐν ἀθανάτοισι Θεῷ πανομοίιος ἄλλος· Οὐδὲ γὰρ ἔργα τεοῖσι πανείκελα φαίνεται ἔργοις. Ἀνδρῶν ἔθνεα πάντα τάπερ τεκτήναο χειρὶ, Ἄντα σέθεν προμολόντα, Μακάρτατε, λιτάσσονται, Οὔνομα κυδαίνοντα τεὸν καὶ ἀγήραον ἀλκὴν, Αὐτὸς ἐπεὶ μέγας ἐσσὶ, καὶ ἄφθιτα θαύματα ῥέζεις. Αὐτὸς μοῦνος Ἄναξ πανυπέρτατος αἰὲν ἐτύχθης· Σῇ μ' ὁδῷ ἰθύνειας, ἀληθείην δὲ κιχείω· Θυμὸν ἰαινοίμην, τρομέων σέθεν οὔνομα θεῖον. Ἀλήκτῳ κραδίῃ σε, Μάκαρ πανυπέρτατε, μέλψω· Σεῖο διηνεκέως κλυτὸν οὔνομα κυδαίνοιμι, Οὕνεκα δή μ' ἐλεητὺς, Ἄναξ, σέθεν ἀμφικαλύπτει, Ἡμέτερον δ' ἀΐδαο βαρύφρονα ῥύσαο θυμόν. Ἄντα με, ὦ Βασιλεῦ, ἀθεμίστιοι ἀντεφέροντο, Καὶ σθεναρῶν ἐμὸν ἦτορ ὁμήγυρις ἰχνεύεσκεν, Οὐδὲ βίην προὔθεντο τεὴν κατεναντίον ὄσσων. Καὶ σὺ μάλ' οἰκτίρμων πέλεαι, Μάκαρ, ἠδ' ἐλεήμων, Καὶ δωτὴρ ἐλέου πολέος, καὶ μοῦνος ἀληθής. Οὐρανόθεν σκοπίαζε, Μακάρτατε, καί μ' ἐλέαιρας. Παιδὶ τεῷ σέο κάρτος ὑπέρτατον ἐγγυαλίξοις, Καὶ σέθεν ἀμφιπόλου ἀγαπήνορα παῖδα σαώσοις. Τεύχοις ἄμμι, Μάκαρ, σημήιον εἰς ἀγαθόν περ, Ὄφρα μευ αἰσχυνθεῖεν ἀνάρσιοι εἰσορόωντες, Ὥς ῥα σὺ παρφασίη τελέθεις καὶ ἀρωγὸς ἐμεῖο.
Bow down Thine ear, O Lord, and hearken unto my voice, because I am a possessionless man and needy. Guard my heart, O Lord, for indeed I am holy unto Thee. Save Thy servant, since Thou art mine unfailing hope; be gracious unto me as I cry aloud all the day long unto Thee in prayers. And gladden the heart of Thy yearning servant (for I have sought Thy strength), and my spirit. He Himself is gentle, doing things most mild, and kindly increasing Thy mercy for those in need. Hear my prayer, and behold the utterance of my voice. Being afflicted I cried aloud, and Thou didst hearken unto my supplications. There is none other among immortals altogether like unto God; for no works appear at all like unto Thy works. All the nations of men which Thou hast fashioned with Thy hand, coming forth before Thee, O Most Blessed One, shall make supplication, glorifying Thy name and Thine ageless might, since Thou Thyself art great, and workest imperishable wonders. Thou Thyself alone art ever the Sovereign Lord Most High; guide me in Thy way, and may I attain unto truth; may I be gladdened in spirit, trembling at Thy divine name. With unceasing heart I will sing of Thee, O Blessed One Most High; continually may I glorify Thy renowned name, because Thy mercy, O Lord, doth wrap me round, and Thou hast delivered our heavy-hearted soul from Hades. Lawless men set themselves against me, O King, and an assembly of mighty men tracked down my heart, nor did they set Thy strength before their eyes. Yet Thou art most compassionate, O Blessed One, and merciful, and a giver of plenteous mercy, and alone true. Look forth from heaven, O Most Blessed One, and have mercy upon me. Grant unto Thy servant Thy supreme strength, and save the manly son of Thy handmaid. Work for us, O Blessed One, a sign for good, that my foes may see it and be put to shame, because Thou art indeed my comfort and my helper.
Οὔρεσιν ἀχράντοισι θεμείλια καλὰ Θεοῖο. Οἶδε πύλας Σιῶνος ἀεὶ Θεὸς ἀμφαγαπάζειν, Πασάων πολὺ μᾶλλον Ἰακώβου κλισιάων. Πευθόμεθ' ἀμφὶ σέθεν, πόλις ἄφθιτε, κυδήεντα. Μνήσομαι ἄντα φίλων Ῥαάβης ἅμα καὶ Βαβυλῶνος. Ἀλλοδαποὶ Τύριοί τε καὶ Αἰθιόπων κλυτὰ φῦλα,
Upon the undefiled mountains are the fair foundations of God. God ever knoweth how to love dearly the gates of Sion, far more than all the tabernacles of Jacob. Glorious things we hear concerning thee, O imperishable city. I will make mention before friends of Rahab and Babylon together. Foreigners, both Tyrians and the renowned tribes of the Ethiopians,