Migne Reading Room

PG 33 · cols. 1428–1437 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:1428Read from the page
Πῶς μόχθων παλάμης ζωαρκέος ἐξελάθοντο, Αἰγυπτίων ὡς πάντας ἐρύσατο δουλοσυνάων, Αἰγύπτῳ δ' ὡς τεῦξεν ἀθέσφατα σήματα πρήξας, Αὐτὰρ ὑπὲρ Τάνιος πεδίον θηητὰ τελέσσας!
How they forgot the toils of His life-sustaining hand, how He rescued them all from the bondages of the Egyptians, and how He wrought unspeakable signs in Egypt, accomplishing marvels over the plain of Tanis!
Αἷμα μὲν ἦεν ὕδωρ, προτέρην δ' ἠρνήσατο μορφήν.
The water was blood, and denied its former shape.
Φρείατα δ' ἤλλαχθεν, γλυκερὴν δ' ἐψεύσατο γεῦσιν.
And the wells were changed, and belied their sweet taste.
Πρῶτον μὲν κυνόμυια μετέστιχε παμφάγος αἶαν. Βάτραχος ἔνθεν ἔπειτα μολὼν ἀλάπαξεν ἀρούρας, Αὐτὰρ ἐρυσσίβῃ πολυανθέα καρπὸν ἔδωκεν· Ὀξέα δ' ἀμώωσα πόνους χθονὸς ἀκρὶς ἔπερσε· Ψυχρῇ δ' ἀμπελόεσσα κατέφθιτο γαῖα χαλάζῃ. Καὶ στιβαρὴ συκάμινος ἀμειδέϊ τέρσετο πάχνῃ. Ῥιπῇ τετραπόδων ἀγέλας ἐνάριξε χαλάζης, Καὶ κτῆσιν σφετέρην κατεβόσκετο καιομένη φλόξ. Ἀλλ' οὐδ' ὣς ἀπέληγεν, ἀεὶ σφισι μῆνιν ἀέξων, Μῆνιν καὶ κότον αἰνὸν ὁμῶς βαρυπενθέϊ μόχθῳ. Πνεύμασιν αἰθερίοισιν ἀμειλίκτοισι κελεύων, Θυμῷ ὀρινομένῳ πολυπήμονα τεῦξεν ἀταρπὸν, Οὐδὲ καταφθιμένων ψυχέων περιφείδετο πάμπαν· Ἀλλὰ καὶ ἀγρονόμους ἀγέλας ξυνέδησεν ὀλέθρῳ. Ἆ! χθὼν πρωτοτόκων ὁπόσων ὠδύρατο πότμον,
First the all-devouring dog-fly overran the land. Thence afterward the frog coming ravaged the fields, and He gave the rich-blossoming fruit to the blight; and keenly reaping, the locust destroyed the labours of the earth; and the vine-clad land perished with chill hail, and the sturdy mulberry tree withered with gloomy frost. With the pelting of hail He slew the herds of four-footed beasts, and a burning flame fed upon their possession. Yet not even so did He cease, ever increasing wrath against them, wrath and dread indignation alike with grievous toil. Commanding the relentless ethereal spirits, for His stirred-up anger He made a woeful path, nor did He spare their perishing souls at all, but bound even the pasture-feeding herds in destruction. Ah! How many firstborn's doom did the earth bewail,
Ὡς ἴδε θαπτομένων τεκέων πρωτάγοιον ἥβην!
when it saw the first-born youth of buried children!
Αὐτὰρ Ἄναξ ἑο λαὸν ὅπως καλὰ ῥύσατο μῆλα,
Yet the Lord rescued His people like fair sheep,
Ἀγλαὸν οἷάτε πῶϋ κατ' οὔρεα μακρα νομεύων,
pasturing them like a splendid flock over the long mountains,
Ἐλπίδι πιστεύοντα καὶ ἡγεμονῆος ἐρωῇ. Δυσμενέας δ' ἐκάλυψεν ἑοὺς μέγα λαῖτμα θαλάσσης. Οἱ μὲν ἄρ' ἐννεσίῃς ὄρος ἔστιχον Ἀθανάτοιο,
trusting in hope and in the might of their Leader. And the great gulf of the sea covered their foes. So they marched by the counsels of the Immortal One to the mountain,
Κλεινὸν ὄρος, τὸ πρόσθε φίλῃ κτεατίσσατο χειρί.
the glorious mountain, which aforetime He had won with His own dear hand.
Αὐτὰρ Ἄναξ ναέτας προτέρους ἐξήλασε γαίης, Αὐτοὺς δ' εἰσαγαγὼν κλήρῳ διεδάσσατ' ἀρούρας, Ῥιζώσας κατὰ φῦλα μετὰ κλισίῃσιν ἑῇσιν. Οἱ δ' ἔτι πειρήσαντο βίην ἐρέθοντες Ἄνακτος, Θυμὸν ἀπαινύμενοι σφετέρων ἀπὸ μαρτυριάων, Ῥέζοντες προτέρων ἀθεμίστια ἔργα τοκήων· Ἀπτόλεμον δ' ἅτε τόξον ἔχον στρεψαύχενα λώβην,
And the Lord drove out the former inhabitants of the land, and bringing them in divided the fields by lot, rooting them by tribes among their tents. Yet they still tempted and provoked the might of the Lord, turning their spirit away from His testimonies, doing the lawless works of their former parents; and like an unwarlike bow they had a crooked-necked mischief,
Ἀθάνατον κορυφῇσιν ὀρεσσιβάτοις ἐρέθοντες, Καί οἱ ἐποτρύνεσκον ἑοῖς φρένας εἰδώλοισιν. Ἔνθ' ἀΐων ἀθέριζε Θεὸς κακοεργέα βουλὴν, Αὐτίκα δ' Ἰσραῆλον ὀνόσσετο τὸν πρὶν ἀγητόν· Σιλώμης δ' ἐκέδασσε φίλον θεοτερπέα νηόν. Οὐ γὰρ ὀϊζυροῖσιν ὁμέστιος ἔσκε βροτοῖσιν. Ἐκ δὲ βίης ἐλάθοντο, πόρεν δέ ἑ ληϊστῆρσι,
provoking the Immortal One upon the mountain-treading peaks, and stirred up His mind with their idols. Then hearing it, God spurned their evil-working counsel, and straightway scorned Israel who before was admired; and He scattered the beloved God-pleasing temple of Shiloh. For He would not dwell at one hearth with wretched mortals. And they forgot His might, and He gave it over to spoilers,
Καὶ σφέτερον δηΐοισιν ἕλωρ δωρήσατο κάλλος. Οὐκέτ' ἄορ λώφησεν ἀεί σφεας ἐξεναρίζον· Οὓς δὲ λίην ἀγάπαζε, φίλης ἀπέριψεν ἀρωγῆς. Οἰκτρὰ μὲν ἠϊθέους κατεβόσκετο θεσπέσιον πῦρ,
and bestowed their beauty as a prey unto enemies. No longer did the sword cease from ever slaying them; and those whom He greatly loved, He cast away from His dear help. Pitifully did divine fire devour the youths,
Notes, col. 1428

On the reading

Printed πρωτάγοιον, for πρωτόγονον.

Printed ἑο, for ἑὸν.

Printed μακρα, for μακρὰ.

PG 33:1429Read from the page
Οὐδέ τις οἷον ἰὼν ὀλοφύρατο παρθενικάων, Οὐ ξίφεϊ θνήσκοντας ἀνέστενον ἀρητῆρας, Οὐδέ τις ὀλλυμένης πολιὴν ᾠκτίσσατο χώρης· Εἰσόκεν ὑπνώωντι Θεὸς πανομοίιος ὦρτο, Καρτερῷ ἐξ οἴνοιο καρηβαρέοντι ἐοικώς. Ὀρνύμενος δ' ἕδρῃσι κακῶς ἐδάμασσεν ἀλείτας, Καί σφισι μῶμον ἔδωκεν ἐπ' ἀλήκτοισι γενέθλης.
nor did any of the maidens going forth alone lament, nor did they mourn the priests dying by the sword, nor did anyone pity the hoary age of the perishing land; until God arose altogether like unto one sleeping, like a strong man heavy-headed from wine. And rising up He sorely smote the sinners in their seats, and gave them reproach unto unending generations.
Δὴ τότ' Ἰωσήφου κέδασεν δόλον αἰγλήεντα· Ἐφρέμου αὖτ' ἐρατεινὸν ἄφαρ μωμήσατο φῦλον. Κλεινὸν δ' ἀντιθέου ἐπελέξατο φῦλον Ἰούδα. Θεῖον ὄρος Σιῶνος, ὅπερ φρεσὶν ἀμφαγαπάζει, Νηὸν ἑὸν τέκτηνεν Ἄναξ ἅτε μουνοκερῆος, Καὶ γαίῃ κατέπηξε διηνεκέεσσι γενέθλαις. Τῆμος ἑὸν Δαυῖδον Ἄναξ ἐπελέξατο δοῦλον, Εὖ δέ μιν ἐκ πολέων ἐκαλέσσατο μηλοβοτήρων Ἐξόπιθέν μιν ἄειρεν ἀμελγομένων τότε λαῶν, Θεσπίσας Ἰάκωβον ἑὸν θεράποντ' ἀγελάζειν·
Then indeed He scattered the gleaming tent-craft of Joseph, and straightway spurned the lovely tribe of Ephraim. But He chose the glorious tribe of godlike Judah, the divine mount of Sion, which He dearly loves in His heart; the Lord built His temple like that of the unicorn, and fixed it in the earth for perpetual generations. Then the Lord chose David His servant, and called him well out of many sheep-pasturers; from behind the ewes then being milked He took him up, decreeing that he should tend Jacob His servant,
Καὶ κτέρας ἀμφιβόητον ἔχειν μέγαν Ἰσραῆλον. Καί μιν μειλιχίῃ κραδίης ἐνόμευσε δικαίως, Καὶ χειρῶν πινυτῆς σφετέρου ἡγήσατο λαοῦ.
and hold great Israel as a famed possession. And in the gentleness of his heart he shepherded them righteously, and by the prudence of his hands he led his people.
ΨΑΛΜΟΣ ΟΗʹ.
Psalm 78.
Ἀσάφου λιγυρὸν ὄγδοον ἀμφὶ μέλος, Ἑβδομάτης δεκάδος κῶμος ἀριστοπόνος.
Concerning the clear-toned eighth song of Asaph, the nobly wrought ode of the seventh decade.
Ἄγρια φῦλα τεῆς ἐπέβη, Πανυπέρτατε, μοίρης, Ἄχραντον δ' ἐμίηναν ἀθεσμοσύνῃ σέο νηόν.
Wild tribes have invaded Thine inheritance, O Most High, and have defiled Thine undefiled temple with lawlessness.
Οἵ ῥ' Ἱερουσαλὴμ φρουρὸν θέσαν ὥς τιν' ὀπώρης·
Who made Jerusalem as a watch-shed of an orchard;
Πτηνοῖς αἰθερίοις σέο λείψανα θῆκαν ἐρίθων·
they set the remains of Thy servants as meat for the birds of the air;
Σῶν ὁσίων θήρεσσιν ἑλώρια σάρκας ἔθεντο.
they made the flesh of Thy saints a prey for wild beasts.
Ὡς δ' ὅθ' ὕδωρ δαπέδῳ δμώων σέθεν αἷμα χέαντο
And like water on the ground they shed the blood of Thy servants
Ἀμφ' Ἱερουσαλὴμ, χήτει μάλα κηδεμονήων. Ἀνδράσι λωβητοὶ γεγενήμεθα πάγχυ θυραίοις, Οἷα περικτιόνεσσι γέλως καὶ παίγνιον αἰνόν. Εἰπὲ, Μάκαρ· Τέο μέχρι μένεις κεχολωμένος ἡμῖν, Καί σεο μῆνις ὄρωρε διαμπερὲς οἷά τε πυρσός; Χεῦε κότον μετὰ φῦλα, τάπερ τεὸν οὐ μάθε κῦδος·
round about Jerusalem, in sore want of buriers. We have become altogether a reproach to men outside, a laughing-stock and a dread mockery to them that dwell around. Speak, O Blessed One: how long dost Thou abide wroth with us, and is Thy wrath stirred up continually like a firebrand? Pour out Thine indignation among the tribes that have not known Thy glory,
Καὶ μετὰ κοιρανίας, αἳ σῆς ἀμέλησαν ἀρωγῆς· Οὕνεκ' Ἰάκωβον πινυτὸν κατέδοντο κακοῖσι, Καί οἱ χῶρον ἑλόντες ἀγακλέα θῆκαν ἔρημον. Αὐτὸς, Ἄναξ, προτέρων ἐπιλήθεο δυσφροσυνάων· Οἰκτιρμοὺς κατάπεμπε θοῶς, Μάκαρ, ἄμμιν ἀρωγούς. Πτωχοὶ γὰρ μετὰ πᾶσι λίην γεγενήμεθα μοῦνοι. Ἀλκτὴρ μοῦνος ἐὼν καὶ ἀεὶ Θεὸς ἄμμιν ἀρήγοις· Ῥύεο σοὺς ἱκέτας, Βασιλεῦ, σέθεν εἵνεκα τιμῆς.
and among the kingdoms that have disregarded Thy help; because they have devoured prudent Jacob with evils, and seizing his glorious place have made it desolate. Do Thou Thyself, O Lord, forget our former follies; send down Thy compassions speedily, O Blessed One, to succour us. For we have become exceeding poor and alone among all. Being our sole Defender and ever God, mayest Thou aid us; deliver Thy suppliants, O King, for the sake of Thine honour.
Οὔνομα σὸν βροτέῃσιν ἱλάσσεται ἀμπλακίῃσι, Μήποτε φῦλ' ἐρέῃ· Πῆ δὴ Θεὸς ἔπλετο κείνων; Ἔθνεα μὴν ἀναφανδὸν ἐν ὀφθαλμοῖσιν ἴδοιτο Δμώων ἔκδικον αἵματος ὃ πρὶν σεῖο ἔχευον.
Thy name shall be propitious unto mortal sins, lest ever the tribes should say: Where then is their God? Let the nations verily behold openly before their eyes the avenging of the blood of Thy servants which aforetime they shed.
Ἀντίον ἰλλομένων στοναχὴ σέθεν ἵζεται ὄσσων.
Before Thine eyes shall come the groaning of them that are bound in chains.
PG 33:1432Read from the page
Ὅσση δ' Ἀθανάτοιο βραχίονός ἐστιν ἐρωὴ, Τόσσον ἀποφθιμένων ἀδίκως περικήδεο παίδων· Ἑπτάκις ἐς κόλπον μετάθες πάλιν αἰνὰ θυραίοις, Ὕβριος ἧς νείκεσσαν ἀπειρεσίην σέο τιμήν.
And as great as is the might of the arm of the Immortal One, so greatly care Thou for the children unjustly slain; render sevenfold back into the bosom of the strangers the dread things of the insolence wherewith they reproached Thine infinite honour.
Ἡμεῖς γάρ σεο λαὸς, Ἄναξ, καὶ θρέμματα ποίης. Ἀντ' εὐεργεσίης σοι, Ἄναξ, ἀναμέλψομεν αἶνον, Ἐκ γενεῆς γενεήνδε τεὸν κλέος ὑμνήσαιμεν.
For we are Thy people, O Lord, and the flock of Thy pasture. In return for Thy beneficence unto Thee, O Lord, we shall sing praise; from generation to generation may we hymn Thy glory.
ΨΑΛΜΟΣ ΟΘʹ.
Psalm 79.
Ἀσάφου πινυτοῦ μαρτυρίην μελέων. Ἔργων ἐσθλὸς ἔφυ κῶμος ἀμειβομένων, Εἵνατος ἑβδομάτην ἀμφιέπων δεκάδα.
For a testimony of the songs of prudent Asaph: a noble ode of alternating works has arisen, the ninth attending upon the seventh decade.
Δέρκεο τιμήεντα νέμων, Μάκαρ, Ἰσραῆλον, Αὐτὸς ὃς Ἰώσηφον ἄγων ἅτε μῆλον ἀέξεις. Φαίνεό μοι βεβαὼς ὑπὲρ ἄφθιτα σεῖο χερουβίμ·
Look down, O Blessed One, pasturing honoured Israel, Thou Who leading Joseph like a sheep dost increase him. Shine forth unto me, mounted above Thine immortal cherubim;
Ἄντα Βενιαμίνου τε καὶ Ἐφρέμου ἠδὲ Μανασσοῦ, Σεῖο βίην ἀνάειρε, καὶ ἡμέας ἐλθὲ σαώσων. Ῥεῖα μεταστρεφθεὶς καλέοις πάλιν ἡμέας, Ἐσσὴν, Ζωῇ δ' ἡμετέρῃ προέης σέο φέγγος ὀπωπῆς. Κοίρανε παντοίου σθένεος βασιλεύτατε πάντων, Κλῦθι, Μάκαρ· τέο μέχρι λιταζομένῳ χαλεπαίνεις; Ἄρτον δακρυόεντα κατὰ χρέος ἄμμιν ὀπάζων, Καὶ πόμα μετρήσας ἀχέων πλέον ἄμμε ποτίζων. Ἡμέας ἀντιβίοισι μετ' ἀνδράσι νεῖκος ἔδωκας, Καὶ πυκινὸν προὔθηκας ἐμεῦ δηΐοισι γέλωτα. Ἄμμε μεταστρεφθεὶς, σθενέων Μάκαρ, εἰς σὲ καλέσσεις,
before Benjamin and Ephraim and Manasseh stir up Thy might, and come to save us. Easily turning back, mayest Thou call us again, O King, and send forth the light of Thy countenance unto our life. O Sovereign of all strength, most royal King of all, hear, O Blessed One: how long art Thou wroth with Thy suppliant, granting us tearful bread in due measure, and giving us to drink a cup measured out full of sorrows? Thou hast made us a strife among hostile men, and hast set us forth as a frequent laughing-stock to mine enemies. Turning us back, O Blessed One of hosts, Thou shalt call us unto Thee,
Ζωῇ δ' ἡμετέρῃ βλεφάρων σέο φέγγος ἰάλλοις. Ἄμπελον Αἰγύπτοιο μετήγαγες ἀνθεμόεσσαν, Ἐκ δὲ ταμὼν ἐφύτευσας ἀγακλέος ἔθνεα γαίης. Πρόσθε δέ οἱ ταναὰς προμολὼν λείηνας ἀταρποὺς, Καὶ ῥίζας ἐφύτευσας, ὅλην δ' ἔπλησαν ἄρουραν. Οὔρεα μὲν σκιεροῖς ἐκαλύπτετο μυρία θάμνοις,
and send forth the light of Thine eyelids unto our life. Thou didst transplant a flowery vine out of Egypt, and cutting off the nations of a glorious land Thou didst plant it. And going before it Thou didst smooth out long paths, and didst plant its roots, and they filled all the land. Countless mountains were covered with its shady boughs,
Καὶ Μακαρος κέδρους ἀναδενδράδες ἔσκεπον ἄκρας. Γῆς πτόρθοι τανύοντο δι' ἀτρυγέτοιο θαλάσσης,
and its climbing shoots overshadowed the lofty cedars of the Blessed One. Its branches of the earth stretched out unto the unfruitful sea,
Και ποταμῶν ὄρπηκες ὑπερτέλλοντες ἔβαινον.
and its saplings rose up and reached unto the rivers.
Τίπτε οἱ ἀσφαλὲς ἕρκος, Ἄναξ, χείρεσσι καθεῖλες, Καί μιν ἀποτρυγόωσι παραστείχοντες ὁδῖται; Δεινὸς ἀπὸ δρυμοῖο μολὼν λυμήνατο κάπρος, Καί μιν ἀτιμαγέλης κατεβόσκετο λυσσαλέος σῦς. Ἡγητὴρ σθενέων μοι ἐπιστρέψειας ὀπωπήν· Οὐρανόθεν τανύσειας, Ἄναξ, πανεπίσκοπον ὄμμα, Ὄφρα μοι ἡμερίδος χλοερῆς ἰήσεαι ἄλγος, Καί μιν ἑτοιμάσειας ἀναστήσας κατὰ μοῖραν. Σῆς γὰρ δεξιτερῆς πολυήρατον ἔργον ἐτύχθη. [Ἀνθρώπου φίλον υἱὸν, ὃν ἄλκιμον αὐτὸς ἀνέγνως.] Ἀμφισκαπτομένη πυρὶ λάβρῳ καιομένη τε, Σεῖο δ' ὀπωπῆς ἀπειλῇ, Ἄναξ πανυπέρτατ', ὀλοῦνται.
Why hast Thou pulled down its safe hedge with Thy hands, O Lord, so that wayfarers passing by pluck its fruit? A dread boar coming from the thicket has ravaged it, and a solitary raging swine has fed upon it. O Leader of hosts, turn Thy countenance unto me; stretch forth from heaven, O Lord, Thine all-surveying eye, that Thou mayest heal for me the pain of the green vine, and make it ready, raising it up in due order. For it was made the dearly loved work of Thy right hand. [The dear son of man, whom Thou Thyself didst acknowledge strong.] Dug round about and burned with fierce fire, at the rebuke of Thy countenance, O Most High King, they shall perish.
Σῆς ἐπὶ φῶτά γε δεξιτερῆς χεὶρ σεῖο γενέσθω, Ἀνθρώπου φίλον υἱὸν, ὃν ἄλκιμον αὐτὸς ἀνέγνως·
Let Thy hand be upon the man of Thy right hand, upon the dear son of man, whom Thou Thyself didst acknowledge strong;
Notes, col. 1432

On the reading

Printed Μακαρος, for Μάκαρος.

Printed Και, for Καὶ.

PG 33:1433Read from the page
Ἡμεῖς δ' ἀθανάτης ἀποπαυσόμεθ' οὔποθ' ὁδοῖο. Τεῦχε φάος βιότοιο, λιταζομένων δ' ὑπακούσαις. Ῥεῖα μεταστρεφθεὶς καλέσεις πάλιν ἡμέας, Ἐσσήν· Ζωῇ δ' ἡμετέρῃ βλεφάρων σέο φέγγος ἰάλλοις.
and we shall never depart from Thine immortal way. Fashion the light of life, and hearken unto us as we pray. Easily turning back, Thou shalt call us again, O King; mayest Thou send forth the light of Thine eyelids unto our life.
ΨΑΛΜΟΣ Πʹ.
Psalm 80.
Ἀσάφου ληναῖος ἀγακλήεις πέλει ὕμνος, Ὀγδοάτης δεκάδος τερπνὸν ἄκος φορέων.
Of Asaph there is a glorious hymn for the winepresses, bringing a pleasant remedy of the eighth decade.
Χαίρετ' ἀλεξικάκῳ περιθαρσέες αἰὲν Ἄνακτι· Κῶμον Ἰακώβου ἀλαλάξατε Παμβασιλῆι. Ψαλμὸν δεξάμενοι λιγυρὸν δότε τύμπανον ἡδὺ, Εὐκέλαδον κιθάρην, μετὰ δὲ ψαλτήριον ἱρόν. Μηνὸς ἀπαρχομένοιο φίλοι σαλπίσατε ἄνδρες, Ἤματι τῷ, ὅτε κάλλος ἀριφραδές ἐστιν ἑορτῆς. Κλεινὸν ἀεὶ θέσπισμα, τόδ' Ἰσραῆλος ἔδεκτο, Εὐδικίην Βασιλῆος Ἰακώβοιο φυλάσσειν, Τὴν μὲν Ἰώσηφος παρεδέξατο μάρτυρα θεσμῶν, Ἐρχόμενος τὸ πάροιθεν ἀπ' Αἰγύπτοιο πολήων, Γλῶσσαν ἀριζήλην ἀΐων, ἧς νῆϊς ἐτύχθη. Νῶτα δυσηλεγέων ἀνεπαύσατο φαίδιμα μόχθων, Ὁ πρὶν ὑποδρήσσων ὀλοῷ παλάμῃσι κοφίνῳ. Δὴ τότε πῶς βοάασκες; Ἐγὼ δέ τοι ἦλθον ἀμύντωρ, Οὐδ' ἔλαθες δνοφερῇ με καταιγίδι κευθόμενος πῦρ. Σεῖο δὲ διψαλέου ἑλόμην καὶ ἐν ὕδατι πεῖραν.
Rejoice ever with great boldness in the evil-averting Lord; raise a shout of triumph unto the All-King of Jacob. Taking up a clear-toned psalm, give the sweet timbrel, the melodious lyre, and therewith the sacred psaltery. At the beginning of the month, dear men, sound the trumpet, on that day when the beauty of the feast is manifest. It is an ever-glorious decree, which Israel received, to keep the righteous judgement of the King of Jacob, which Joseph received as a witness of ordinances when he came forth aforetime from the cities of Egypt, hearing a distinct tongue whereof he knew naught. He rested his shining back from grievous toils, he who before served the destructive basket with his hands. How didst thou cry out then! And I came to thee as defender, nor wast thou hidden from Me when I concealed fire in the dark tempest; and of thee, when thirsty, I made trial also at the water.
Κέκλυθι, λαὸς ἐμὸς, λέξω δέ τοι αἴσιμα μύθοις· Μήτι ἐμῶν ἐπέων ἐπιλήσεαι Ἰσραῆλε, Οὔτις τοι νέος ἄλλος ἀνειρομένων Θεὸς ἔσται, Οὐδὲ Θεὸν ξεῖνον γουναζόμενος λιτανεύσεις. Αὐτὸς γὰρ Θεός εἰμι σέθεν καὶ ἀγήραος Ἐσσὴν, Ὅς σ' ἀνάγων ἐσάωσα καὶ ἐκ Νειλωίδος αἴης. Εἰ δέ τινος χατέεις, τάνυσον στόμα, καὶ τόδε πλήσω.
Hear, O My people, and I shall speak fitting things unto thee in words: if thou wilt not forget My words, O Israel, there shall be no other new god for thee of those inquired after, nor shalt thou clasp the knees and entreat a strange god. For I Myself am thy God and ageless King, Who leading thee up saved thee even out of the land of the Nile. And if thou lackest aught, open wide thy mouth, and I shall fill it.
Νήπιος ἡμετέρων ἐπέων οὐκ ἔκλυε λαὸς, Οὐδέ τί μ' Ἰσραῆλος ἐβούλετο φάεσι λεύσσειν. Τοὔνεκά μιν προέηκα νόῳ καταθύμια ῥέζειν· Νισσέσθων σφετέρῃς ἀεσιφροσύνῃσιν ὀπηδοί. Εἰ γὰρ ἐμῆς φθογγῆς ἀποφώλιος ἔκλυε λαὸς, Εἰ δράμεν ἡμετέροισιν ἐπ' ἴχνεσιν Ἰσραῆλος, Καί κέν οἱ ἀντιβίους πέλασα χθονὶ καὶ δίχα μόχθου,
My foolish people heard not Our words, nor would Israel look upon Me at all with his eyes. Wherefore I let him go to do the desires of his mind; let them walk as followers of their own follies. For if My vain people had heard My voice, if Israel had run in Our footsteps, I would easily have brought his adversaries low to the earth even without toil,
Καί κέ μιν ἐχθαίροντας ἐμῇ πάρος ὤλεσα χειρί.
and with My hand I would aforetime have destroyed them that hated him.
Ἐχθροὶ ἐπεψεύσαντο μεγασθενέτην Βασιλῆα· Τῶν δὲ διηνεκέως βιότου τροφὸς ἔσσεται ὥρη, Καί σφισιν, Ἀθάνατος, ζωαρκέα πυρὸν ἔδωκας, Καὶ μέλιτος πέτρηθεν ἀκηρασίου κόρον ἴσχειν.
The enemies lied unto the mighty-voiced King; and their season of life shall be their nurse for ever, and unto them, O Immortal One, Thou gavest life-sustaining wheat, and to have their fill of pure honey from the rock.
ΨΑΛΜΟΣ ΠΑʹ.
Psalm 81.
Πρῶτον ἐπ' ὀγδοάτῃ δεκάδος μέλος ἐσθλὸν Ἀσάφου.
The first noble song of Asaph upon the eighth decade.
Ἄφθιτος ἐν κλισίῃσι θεῶν πανυπέρτατος ἔστη· Ἑζόμενος δ' ἀνὰ μέσσον Ἄναξ μακάρεσσι δικάζει. Μέχρι τεῦ ἀχράντοιο δίκης οὐ κρίνετε θεσμοῖς, Ἄζεσθε δὲ πρόσωπα ὑπερφιάλων ἀλεγεινῶν; Ὀρφανικοῦ καὶ ἀκτεάνου διαείσετε ὕβριν· Δειλῷ τ' ἠδὲ πένητι δίκης ἰθύνατε θεσμούς. Ἀκτέανον ῥύσασθε ἀμηχάνου, ἠδὲ πενιχρὸν, Καί μιν ἀνιαρῆς παλάμης ἁρπάξατ' ἀλιτροῦ.
The Imperishable One stood Most High in the assemblies of the gods; and sitting in the midst the Lord judges among the blessed ones. How long do ye not judge by the ordinances of undefiled justice, and reverence the faces of grievous proud men? Take cognizance of the wrong done to the orphan and the landless; and for the lowly and the poor direct the ordinances of justice. Rescue the landless and the needy from the helpless plight, and snatch him from the grievous hand of the sinner.
PG 33:1436Read from the page
Νήπιοι! οὐ σκέψαντο μετὰ φρεσὶν, οὐδ' ἐνόησαν,
Fools! They considered not in their minds, nor understood,
Οὕνεκεν ἀφραδέως ὀλοὴν μετεκίαθον ὄρφνην.
wherefore heedlessly they pursued destructive darkness.
Ἔνθεν ὀρινέσθωσαν ὅλης περὶ πυθμένα γαίης. Αὐτὸς ἑκὼν ἐφάμην, Μάκαρος πάρος ἡμέας εἶναι, Καὶ παῖδας Βασιλῆος ἀγακλέος ὑψίστοιο. Θνήσκετε δὲ φθιμένοισι κατὰ χθονὸς ἶσα βροτοῖσιν, Οὐλομένῳ πίπτοντες ὁμοίιον ἡγητῆρι. Ἔγρεο, Παμβασιλεῦ, καί μοι χθονὶ σεῖο δικάζοις, Οὕνεκα σὺ κλήρῳ κτεατίσσεαι ἔθνεα πάντα.
Hence let the foundations of the whole earth be shaken round about. I Myself willingly said aforetime that ye belong to the Blessed One, and are children of the glorious Most High King. Yet ye die upon the earth equally with perishing mortals, falling like a doomed prince. Arise, O All-King, and judge Thine earth for me, because Thou shalt possess all the nations by lot.
ΨΑΛΜΟΣ ΠΒʹ.
Psalm 82.
Ὀγδοατης δεκάδος καὶ δεύτερος ὕμνος Ἀσάφου.
Of the eighth decade also the second hymn of Asaph.
Ἄφθιτε, τίς δή τοι πανομοίιος ἔσσεται ἄλλος; Μήποτε σιγήσῃς, μηδὲ φρεσὶ μείλιχος εἴης· Οὕνεκα σῶν πυκινῶς δηΐων ὀρυμαγδὸς ἀέρθη.
O Imperishable One, who then shall be another altogether like unto Thee? Keep not silence ever, nor be mild in heart; because the din of Thine enemies has been thickly raised.
Οἱ δέ σ' ἀπεχθαίροντες ἀερτάζουσι κάρηνα, Μῆτιν ἐτεκτήναντο τεῷ δηλήμονα λαῷ, Ἀμφὶ δὲ σῶν ὁσίων ὀλοφώϊα μητίσσαντο.
And they that hate Thee lift up their heads; they have framed a destructive counsel against Thy people, and have devised baneful things against Thy saints.
Δεῦτ' ἄγε δὴ, φίλοι ἄνδρες, ὅπως σφέας ἐξολέσωμεν,
Come now, dear men, that we may utterly destroy them,
Οὔνομα δὲ σβέσσωμεν ἀπὸ χθονὸς Ἰσραήλου. Αὐτίκα δ' ἐγρόμενοι κακομήχανοι ἐσκέψαντο· Συνθεσίην κατέναντα, Μάκαρ, σέο τεχνήσαντο Ἰδουμαίων φῦλα καὶ υἱέες Ἰσμαήλου. Τοῖσιν ὁμοῦ Μωᾶβος ὑπερφίαλοί τ' Ἀγαρηνοὶ, Ἀμμῶνες Γέβαλοί τε καὶ υἱέες Ἀμαλήκου, Ἀλλοδαποί θ' ἁλίοισιν ἅμ' ἐγρόμενοι Τυρίοισιν. Οὐδὲ μὲν Ἀσσυρίων ἀπελείπετο δῆμος ἀπείρων,
and blot out the name of Israel from the earth. And straightway rising up the evil-contriving ones took counsel; against Thee, O Blessed One, have the tribes of the Idumaeans and the sons of Ishmael framed a covenant; together with them Moab and the proud Hagarenes, the Ammonites and Gebalites and the sons of Amalek, and foreigners rising up together with them of Tyre by the sea. Nor indeed was the boundless people of the Assyrians left behind,
Ἀλλ' ἐπιθωρηχθέντες ἔβαν πρόμοι υἱέσι Λώτου Ἔρξον ὅπως Σισάρᾳ τέλεσάς ποτε καὶ Μαδιάμῃ, Ἢ μετὰ χειμέριον Κισσῶν ῥόον Ἰαβίνοισιν Οἳ πρὶν ἐν Ἀενδῶρι δάμεν βαρυπήμονι μόχθῳ, Κόπρῳ τ' ἐξεφάνησαν ἀλίγκιοι ὑψόθι γαίης, Οἷα κόνις, τὴν ὦκα διὰ χθονὸς ἤλασ' ἀήτης. Τῶν δὲ καθηγητῆρας, Ἄναξ πανυπέρτατε, τεύξεις Ὡρήβῳ, Ζήβῳ, Ζεβέῳ καὶ Σαλμάνῳ ἴσους, Πάντας ὅσοι τελέθουσι μετὰ σφίσιν ἡγεμονῆες· Οἳ πρὶν ἑλεῖν σκέψαντο Θεοῦ περικαλλέα βωμόν.
but armed for battle they went as champions for the sons of Lot. Do unto them as Thou didst once accomplish unto Sisera and Midian, or to the men of Jabin by the wintry stream of Kishon, who aforetime were subdued at Endor with grievous toil, and appeared like dung upon the face of the earth, like dust which the wind drives swiftly over the ground. And their leaders, O Most High King, Thou shalt make like unto Oreb, Zeeb, Zebah, and Zalmunna, all who are princes among them, who aforetime plotted to seize the exceeding fair altar of God.
Οἷα τροχὸν σύμπαντας, Ἄναξ, περιηγέα δοίης, Ἢ ἅτε καρφομένην καλάμην κατέναντι θυέλλης, Ἢ πυρὶ βοσκομένῳ κατὰ πίσεα πυκνὰ καὶ ὕλην,
Like a wheel, O Lord, mayest Thou make them all whirling round, or like parched stubble before a whirlwind, or like fire feeding through dense meadows and woodland,
Ἢ φλογὶ καρφαλέων ὀρέων ὑπερορμηθείσῃ. Ὧδε, Μάκαρ, μάλα τούσδε καταιγίδι σεῖο διώκοις, Θυμῷ ἀμαιμακέτῳ καὶ ἀπηνέϊ πάντας ἀτύζων. Αἰσχύνης ἅμα πᾶσι περιπλήσειας ὀπωπὰς, Ὄφρα κεν αἰδόμεν⟨οι⟩ τε⟨ὸ⟩ν οὔνομα μαστεύσειαν. Νωλεμέως στυγεροῖσιν ὀρινέσθωσαν ἐλέγχοις Μῶμος ἕλοι σύμπαντας, ὁμοῦ δ' ἀπολοίατ' ἀνοίῃ.
or a flame rushing over dry mountains. Even so, O Blessed One, mayest Thou utterly pursue these men with Thy tempest, confounding them all with irresistible and relentless wrath. Fill all their faces at once with shame, that being ashamed they may seek Thy name. Ceaselessly let them be confounded with hateful rebukes; let disgrace seize them all, and together let them perish in their folly.
Γνοῖεν ἀπολλύμενοι κραδίῃ τεὸν οὔνομα θεῖον, Οὕνεκα μοῦνος ἐπ' αἶαν ὅλην ὕψιστος ἐτύχθης.
Let them know in their heart as they perish Thy divine name, that Thou alone art Most High over all the earth.
Notes, col. 1436

On the reading

Printed Ὀγδοατης, for Ὀγδοάτης.

PG 33:1437Read from the page
ΨΑΛΜΟΣ ΠΓʹ.
Psalm 83.
Υἱάσιν ἱερος ὕμνος ὑπερθύμοιο Κοραιου, Ὀγδοάτης δεκάδος μέλπετο καὶ τρίτατος.
For the sons of high-souled Korah a sacred hymn was sung, the third also of the eighth decade.
Ὡς ἐραταὶ κλισίαι σθενέων σέθεν αἰὲν ἔασσιν!
How lovely are the tabernacles of Thy hosts for ever!
Ἐκ θυμοῦ ποθέω Μάκαρος περιναιέμεν αὐλάς. Ψυχῇ καὶ μελέεσσι Θεῷ ἐπαγάλλομ' ἐόντι. Καί γε γάρ οἱ στρουθὸς καταθύμιον οἶκον ἐφεῦρε, Καὶ τρυγὼν τεκέεσσιν ἐναίσιμον εὗρε καλιήν· Βωμοὶ σεῖο, Μάκαρ, σθενέων Θεός ἐσσι καὶ Ἐσσὴν. Ὄλβιστοι μάλα πάντες, ὅσοι σέο δώματ' ἔχουσιν· Αἶνον ἀγακλήεντα τεὸν μέλψουσιν ἀοιδαῖς. Ὄλβιος ὅστις ἀνὴρ παρὰ σοὶ κράτος ἐσθλὸν ἐφεῦρε,
From my soul I long to dwell around the courts of the Blessed One; with soul and limbs I exult in the living God. For indeed the sparrow has found a home after her heart's desire, and the turtledove has found a fitting nest for her young: Thine altars, O Blessed One; Thou art the God of hosts and King. Most blessed are all they that inhabit Thy house; they shall sing Thy glorious praise in songs. Blessed is whatever man has found noble strength with Thee,
Θυμῷ ἐποπτεύων καὶ ἐς οὐρανὸν αὐτὸν ἐλάσσαι, Ἐν κοίλῃ κλαυθμῶνος, ἵνα κλυτὸν εὕρατο χῶρον. Εὐλογίας θεσμοῖο δοτὴρ κατὰ μοῖραν ὀπάσσαι. Ἐκ σθενέος νίσσοιντο μετὰ σθένος ὁρμηθέντες· Ἀμφαδὸν ἐν Σιῶνι θεῶν Θεὸς ὄψεται ὄσσοις. Κλῦθι, Μάκαρ σθενέων, θεράπων δέ τοι εὔχομαι εἶναι·
beholding in his spirit how to press on even unto heaven itself, in the valley of weeping, where he has found a glorious place. May the Giver of the law grant blessings in due measure. They shall go from strength to strength, setting forth with vigour; openly in Sion the God of gods shall be seen with their eyes. Hear, O Blessed One of hosts, for I pray to be Thy servant;
Ἀρχὲ Ἰακώβου, δέξαι νῦν μ' οὔασιν αὐδήν. Ἄλκαρ ἐμὸν γεγαὼς, ποτιδέρκεο σῇσιν ὀπωπαῖς· Μὴ δὴ σεῖο πρόσωπον, Ἄναξ, Χριστοῖο παρέλθῃς. Αὐλῆς χιλιάδων προφέρει σέθεν ἦμαρ ἰαύειν. Βέλτερον ἐν μεγάροισι Θεοῦ καὶ οἰκτρὸν ἀκοῦσαι, Ἢ κρατερὸν ναετῆρα μετὰ κλισίῃσιν ἀλιτρῶν. Ὡς ἔλεον καὶ ἀληθείην Θεὸς ἀμφαγαπάζει· Αὐτὸς κῦδος ἀεὶ καὶ ἑὴν χάριν ἐγγυαλίζει· Οὐδ' ἀγαθῶν σφετέρων ἀκάκους ποτὲ νόσφιν ἐάσσει. Ἄφθιτε (καὶ γὰρ αἰεὶ σθενέων Μάκαρ ἔπλεο μοῦνος), Ὄλβιος οὗτος ἀνὴρ, ᾧ κεν φρεσὶν ἐλπὶς ἐτύχθη.
O Ruler of Jacob, receive now my voice with Thine ears. Having become my defence, look upon me with Thine eyes; pass not by the face of Thine Anointed, O Lord. Better is it to spend one day in Thy court than thousands. It is better to be called even a pitiful one in the halls of God than a mighty dweller among the tents of sinners. For God dearly loves mercy and truth; He Himself ever bestows glory and His grace, nor will He ever leave the guileless bereft of His good things. O Imperishable One (for Thou alone art ever the Blessed One of hosts), blessed is that man in whose heart hope is established.
ΨΑΛΜΟΣ ΠΔʹ.
Psalm 84.
Ὀγδοάτῃ δεκάδι πρὸς τέτρατος ἱερὸς ὕμνος, Μέλπεθ' ὑπερθύμοιο φίλοις τεκέεσσι Κοραίου.
Upon the eighth decade the fourth sacred hymn is sung for the dear children of high-souled Korah.
Σεῖο πάλιν, Βασιλεῦ, μετὰ κήδεα φίλαο γαῖαν· Αὖθις Ἰακώβου δωρήσαο ληϊδιόνοστον. Δυσνομίας μεθέηκας ἀπειρεσίας σέο λαῷ· Παντοίων ἐκάλυψας ἐπ' ἴφεσιν ἀμπλακιάων. Μήνιος ἐκ πυκινῆς ἀγανόφρονα θυμὸν ἔπαυσας, Σεῖο μετήμειψας κεκοτηότι θυμὸν ἀνίης. Ἀλλά γε, φέγγος ἐμὸν, στρεφθεὶς πάλιν ἵλαθι τοῖσιν,
Once again, O King, after troubles Thou hast loved Thy land; again Thou hast granted the return of Jacob's captivity. Thou hast forgiven the infinite iniquities of Thy people; Thou hast covered heavily over all manner of sins. From dense wrath Thou hast stayed Thy gentle-minded spirit; Thou hast turned Thy spirit from vexation in him that was wroth. Nay, O my Light, turning again be propitious unto them,
Ἡμείων δ' ἀπάλαλκε τεὴν πολυπήμονα μῆνιν, Μηδὲ τεοῖς δμώεσσι διηνεκέως χαλεπήνῃς, Ἐκ γενεῆς γενεήνδε βαρύφρονα μῆνιν ἀέξων. Αὐτὸς ἐπιστρέψας βιότου χάριν ἄμμιν ὀπάζοις, Σοὶ δ' ἐπιγηθήσειεν ἀγαλλόμενός σεο λαός. Θεσπεσίην ἐλεητὺν, Ἄναξ, ἀνάφαινε τεοῖσι, Δὸς δ' ἐπιδευομένοισιν ἀλεξίκακόν σεο φέγγος. Πεύσομαι ὅττι κεν αὐτὸς ἐμοὶ Θεὸς ἐξαγορεύσει, Εἰρήνην σφετέροις πᾶσιν λαοῖσι φυτεύων, Καὶ νόον οἷς ὁσίοις, καὶ ὅσοι πάλιν εἰσὶ μετ' αὐτοῦ. Ἔμπα γε μὴν τρομέοντας ἑὸν φάος ἀμφιπολεύσας, Νωιτέρην κατὰ γαῖαν ὅπως κλυτὸν εὖχος ὀρέξοι. Ἤντεον ἀλλήλοισιν ἀληθείη τ' ἔλεός τε,
and ward off from us Thy grievous wrath, nor be angry with Thy servants continually, increasing heavy-hearted wrath from generation to generation. Turning Thyself, mayest Thou grant us the grace of life, and in Thee may Thy people rejoice and exult. Show forth Thy divine mercy, O Lord, unto Thine own, and give unto them that are in need Thine evil-averting light. I will hear what God Himself shall declare unto me, planting peace for all His peoples, and understanding for His saints, and as many as turn again to be with Him. Yet truly tending them that fear His light, that He may grant glorious renown throughout our land: truth and mercy have met together,
Notes, col. 1437

On the reading

Printed ἱερος, for ἱερὸς.

Printed Κοραιου, for Κοραίου.

Printed Ἐσσὴν., for Ἐσσήν..