Migne Reading Room

PG 33 · cols. 1416–1425 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:1416Read from the page
ΨΑΛΜΟΣ ΟΒʹ.
Psalm 72.
Δαυΐδου μελεων μὲν ἐπαύσατο θεσπεσίη φρὴν, Παιδὸς Ἰεσσαίου ἐξ ὀλιγοδρανίης· Ἄσαφος δ' ἀνόρουσε, καὶ ἴαχε πνεύματι θείῳ, Ἑβδομάτης δεκάδος δεύτερον ὕμνον ἱείς.
The divine mind of the songs of David, the son of Jesse, ceased through weakness; and Asaph arose, and cried aloud in the divine Spirit, sending forth the second hymn of the seventh decade.
Πῶς τόσον ἰθυνόοις ἀγαθὸς Θεὸς Ἰσραήλου! Καί κεν ἐμοὶ κλονέοντο πόδες παρὰ βαιὸν ἀνάγκῃ, Καί μευ ἔνθα καὶ ἔνθα κατέῤῥεον ἴχνια πέζης· Οὕνεκα δὴ κατὰ θυμὸν ἐμὸν φθονέεσκον ἀλείταις, Εἰρήνην ἐπιδερκόμενος κακότητος ἐρίθων. Τοῖσιν ἄφυκτος ἀεὶ καὶ ἀνόστιμος ἔπλετο πότμος, Καὶ σθεναραὶ μάστιγες ἐπὶ πληγῇσι βαρείαις. Ἀνδρομέων καμάτων ἀδαήμονες αἰὲν ἔασσιν. Οὐδὲ γὰρ ἀνθρώποισι κατὰ χρέος ἶσα δαμεῖεν· Ἔνθεν ὑπερβασίῃ κραδίης καταβεβρίθασι, Καί σφεας δυσνομίη ἀθεμίστιος ἀμφιπολεύει. Οἷά τε πιαλέη τις ἑὴ προελεύσεται ὕβρις. Ἔστιχον ἀμφαφόωντες ἑοῦ μελεδήματα θυμοῦ, Στήθεσιν ὁρμαίνοντες ἀθέσμια μυθίζοντο, Οὐλομένης Ὕψιστον ἐπεσβολίῃσιν ἔβαλλον. Λάβρον ἑὸν στόμα θέντο καὶ οὐρανοῦ ἄχρι πυλάων,
How good is the God of Israel unto the upright in mind! Yet my feet were almost shaken by necessity, and the steps of my foot slipped this way and that; because in my heart I was envious of the sinners, beholding the peace of the workers of wickedness. For them there was no inevitable and unreturning doom, nor strong scourges upon heavy strokes. Unacquainted with human travails are they evermore, nor are they subdued alike with men according to their due; whence they are weighed down with the arrogance of their heart, and lawless iniquity encompasses them. Their insolence shall come forth as it were fatness. They went about handling the cares of their own heart; pondering lawless things in their breasts they spoke, and with destructive revilings they assailed the Most High. They set their vehement mouth even unto the gates of heaven,
Γλῶσσαν ἀρτάζοντες ὅλης ὑπὲρ ἄντυγα γαίης. Τοὔνεκ' ἐπιστρέψειεν ἐμὸς πάλιν ἐνθάδε λαός. Ἤματα δὲ πλήθοντα μετὰ σφίσι πάντα φανείη. Εἶπα δέ· Πῶς ἄρα ταῦτα Θεὸς πραπίδεσσι νοήσει; Εἰ δ' ἐτεὸν Βασιλεὺς πανυπέρτατός ἐστι νοήμων, Πῶς οἵδ' ἀμπλακίης ὑποφήτορες εὐφραίνονται, Ἀσφαλέως πλούτοιο διηνεκέως κρατέοντες; Μὴ τάχα μαψιδίως ὅσιον νόυν εἶπα φυλάξαι, Νιψάμενος καθαρὰς πανακηράτῳ ὕδατι χεῖρας; Ἠμάτιος μάστιγι δέμας δεδμημένος αὔτως· Ἠῶθεν κρατεροῖς βεβολημένος ἦτορ ἐλέγχοις. Ὠισάμην, πόθεν ὧδε περιφραδέως ἀγορεύσω; Παίδων σῶν γενεῇ τῇ ὁμῶς κατατήκομαι ἔργοις. Αὐτὰρ ἐγὼ πινυτοῖσι περιφρασάμην πραπίδεσσιν.
Lifting up their tongue above the circuit of all the earth. Therefore let my people turn back hither again, and let full days appear among them all. And I said: How then shall God perceive these things in His mind? And if in truth the Most High King hath understanding, how do these ministers of sin rejoice, securely possessing wealth continually? Did I perchance in vain say that I kept a holy mind, washing my clean hands in all-pure water? All the day long subdued in body by the scourge in vain, and from the dawn smitten in heart with strong rebukes! I thought, whence shall I thus skilfully declare it? With the generation of Thy children I equally waste away by their works. Yet I considered it in my prudent mind.
Ἐκ δ' ἐφάνη τόδε μόχθος ἐν ὀφθαλμοῖσιν ἐμοῖσιν, Εἰσόκεν εἰσέλθοιμι Θεοῦ πανακήρατον οἶκον Καὶ σφετέρων θαλάμων πύματον τέλος ἐξερεεινω. Τοῖσι πόνον δολίων ἀντάξιον ὤπασας ἔργων Ὑψοῦ ἀειρομένους πέλασας χθονίοισι θεμέθλοις. Ἐξαπίνης πόθεν ὧδε δάμεν μάλα χειρωθέντες; Ἀμπλακίης σφετέρης ὀλιγοδρανέοντες ὄλοντο. Ὡς δ' ὅταν ἐγρομένων λεχέων ἀλαπαδνὸν ὄνειρον, Οὕτως σφωίτερον μετὰ σὴν πόλιν εἶδος ἀμέρδοις. Οὕνεκά μευ βαρύμηνις ἐνὶ φρεσὶ καίετο θυμός· Ἡμέτεροι δ' ἤμειφθεν ἀμηχανίης ὕπο νεφροί. Αὐτὰρ ἐγὼ μάστιγι δαμεὶς οὐκ ᾔδεα θυμῷ· Κτῆνος ὅπως γενόμην παρὰ σοὶ, πανυπέρτατε Ποιμὴν,
And this appeared a travail in mine eyes, until I should enter into the all-undefiled house of God and search out the final end of their chambers. Upon them hast Thou bestowed trouble worthy of their deceitful works; when they were lifted up on high, Thou didst bring them down to earthly foundations. How were they suddenly thus subdued and utterly vanquished? Growing feeble through their own sin, they perished. And as a faint dream of men awakening from their couches, so in Thy city shalt Thou blot out their image. Because my heavy-wrathful heart burned within my breast, and our reins were changed through helplessness; and I, subdued by the scourge, knew not in my soul; like a beast of burden did I become before Thee, O Most High Shepherd,
Σεῖο διηνεκέως ἀγαθοῖς μεμελημένος ὄσσοις. Δεξιτερῆς κρατέεσκες ἐμῆς, Πανακήρατε, χειρὸς, Σῆς ὑποθημοσύνῃς ἐμέθεν, Μάκαρ, ἡγεμόνευσας, Καὶ σῇ εὐκλείῃ με κομίσσαο κυδιανείρῃ. Τίς νύ μοι οὐρανίοισι πέλει μετὰ δώμασιν αἶσα; Ἢ τί σέθεν κατὰ γαῖαν ἐγὼ πλέον ἤθελον ἴσχειν; Τήκετό μοι κραδίη καὶ ἐμὸν δέμας, ἄφθιτε Ποιμήν,
Continually cared for by Thy goodly eyes. Thou didst hold fast my right hand, O All-Undefiled One; by Thy counsel, O Blessed One, didst Thou guide me, and with Thy glory that bringeth renown unto men didst Thou receive me. What portion then have I in the heavenly mansions? Or what more than Thee did I wish to possess upon earth? My heart and my body wasted away, O imperishable Shepherd,
Notes, col. 1416

On the reading

Printed μελεων, for μελέων.

Printed ἀρτάζοντες, for ἀερτάζοντες.

Printed νόυν, for νοῦν.

Printed ἐξερεεινω, for ἐξερεείνω.

PG 33:1417Read from the page
Νωλεμέως δέ μοι αἶσα τελευτήσασα λέλασται. Σεῦ ἀπονοσφισθέντες ἄδην ἀπολοίατο πάντες. Μαχλοσύνης ἀλέγοντας ἀδευκέϊ δῶκας ὀλέθρῳ. Αὐτὰρ ἐμοὶ Βασιλῆι πελασσέμεν ἐσθλὸν ἐτύχθη, Ἀθανάτῳ τε ἄληκτον ἐμὴν Θεῷ ἐλπίδα θέσθαι, Ὄφρα πύλῃς Σιῶνος, Ἄναξ, τεὸν αἶνον ἀείσω.
And unceasingly hath my lot failed and been forgotten. Let all that separate themselves from Thee perish utterly; them that care for wantonness hast Thou given over to bitter destruction. But for me it is good to draw near unto the King, and to set mine unceasing hope in the immortal God, that in the gates of Sion, O Lord, I may sing Thy praise.
ΨΑΛΜΟΣ ΟΓʹ.
Psalm 73.
Ἀσάφου πινυτῆς θεοτερπέος εἴκελος ὕμνος Ἑβδομάτης δεκάδος ἀμφὶ τρίτος τελέθει.
A like hymn of the God-pleasing wisdom of Asaph is the third around the seventh decade.
Ἐς τί διηνεκέως ἡμέας ἐξώσαο, Ποιμήν, Σοῖς δ' ἐπεθωρήχθη ὀΐων περὶ πώεσι μῆνις; Μνῆσαι σῆς κλισίης, ἧς προκτεατίσσαο μοῦνος· Αὐτὸς σκῆπτρον ἔρυσο τεῆς βασιληΐος αἴσης. Κλεινὸν ὄρος Σιῶνος, ὅθι κλυτὰ δώματα ναίεις· Χεῖρας ὑπερβασίῃσι τεὰς σφετέρῃς ἐπαείροις, Ὅσσαπερ εὐαγέεσσι κακῶς ἐπεμήσατ' ἀλείτης,
Wherefore hast Thou cast us off continually, O Shepherd, and why is Thy wrath armed against the flocks of Thy sheep? Remember Thy fold, which Thou alone didst purchase of old; Thou Thyself didst redeem the sceptre of Thy royal portion, the famous mount of Sion, wherein Thou dwellest in glorious mansions; lift up Thy hands against their arrogances, whatsoever the sinner hath wickedly devised against Thy holy things,
Δυσμενέες τ' εὔξαντο τεῆς κατὰ μέσσον ἑορτῆς. Οὐκ ἐδάησαν ἑὰ σημήια, σήματα θέντες· Οἷάπερ εἰσίθμης στεινῆς βεβαῶτες ἔνερθεν, Ὡς δρυμὰ τῆσδε θύρῃσιν ἐπέχραον ἀξίνῃσι, Ῥηγνύντες πελέκει καὶ τέκτονος ἔντεσι φωτός Πρὸς δὲ σέθεν πρήσαντες ὅλον θεοτερπέα νηὸν,
And Thine enemies have boasted in the midst of Thy feast. They knew not their own signs, setting up their tokens; like men entering beneath a narrow entrance, as against woodland thickets they assailed its doors with axes, breaking them down with two-edged axe and the tools of a craftsman, and moreover burning with fire the whole of Thy God-pleasing temple,
Ἐν χθονὶ θέντο βέβηλον ἀκήρατον οὔνομα σεῖο
Unto the ground have they profaned the undefiled tabernacle of Thy name
Ἔννεπόν ὃν κατὰ θυμὸν ἀγειράμενοι τάδε πηοί· Δεῦρ' ἴτε παύσοντες Μάκαρος κατὰ γαῖαν ἑορτάς.
Their kinsfolk gathered together spake these things in their heart: Come hither, let us cause the feasts of the Blessed One to cease throughout the land.
Οὐδὲ γὰρ ἡμείων σημήιον ἐφρασάμεσθα· Οὐκέτ' ἄναξ Θεὸς ἄμμιν ἐπίσκοπος, οὐδ' ὑποφήτης.
For we have not perceived our sign; no longer is God the Lord an overseer unto us, nor is there a prophet.
Εἰπὲ, Μάκαρ, τέο μέχρις ἀνάρσιος ὕβριν ὀφέλλει, Νωλεμέως δ' ἐρέθει τεὸν οὔνομα δήιος ἀνήρ; Τίπτε μάλ' ὧδ' ἔστρεψας ἀλεξίκακόν σεο χεῖρα, Καί σεο δεξιτερὴν μέσσῳ περικάτθεο κόλπῳ; Ἀνδρομέου καὶ πρόσθε βίου Θεὸς αἰὲν ἀνάσσει, Ἄμμι δὲ φέγγος ἑὸν τεκτήνατο μεσσόθι γαίης. Ἔμπεδός ἐστι τεῷ περὶ κάρτεϊ πόντος ἀπείρων. Ὤλεσας ἰοβόλων κεφαλὰς ῥοθίοισι δρακόντων·
Say, O Blessed One, how long shall the foe increase his insolence, and the hostile man unceasingly provoke Thy name? Why hast Thou thus turned away Thine evil-averting hand, and laid Thy right hand away in the midst of Thy bosom? Even before human life God reigneth evermore, and He hath fashioned His light for us in the midst of the earth. Steadfast is the boundless sea through Thy might; Thou didst destroy the heads of the venom-shooting dragons in the roaring waters;
Ἔθλασας ουλομενοιο κάρη κρυεροῦ τε δράκοντος, Καί μιν ἑλὼν λαοῖς θαλίην πόρες Αἰθιοπήων.
Thou didst crush the head of the baneful and chilling dragon, and taking him Thou gavest him as a banquet unto the peoples of the Ethiopians.
Ῥήξαο χειμερίους ποταμοὺς, πηγάς τ' ἀνέτειλας, Καὶ ποταμῶν κελάδοντα ῥόον τέρσηνας Ἐθάμου. Ἦμαρ ὁμοῦ σὺν νυκτὶ τεῆς κτέρας εἰσὶν ἀνωγῆς· Ἠελίῳ δ' ἀκάμαντι σεληναίην ἅμ' ἔτευξας. Γαίης πείρατα πάντα τεὴ κάμεν ἀκάματος χεὶρ,
Thou didst cleave the wintry torrents and make springs to rise, and Thou didst dry up the roaring stream of the rivers of Etham. The day together with the night are the possession of Thy command, and with the untiring sun Thou didst fashion the moon. All the ends of the earth did Thine untiring hand frame,
Εἴαρι δ' ἀμφ' ἱερῷ θέρεος καματώδεος ὥρην, Τῶνδε παράμνησαι, Βασιλεῦ, ὧν ἔκτισας ἔργων. Δήιος ἐν νείκεσσι πάρος βασιλήιον ἀλκήν, Καὶ λαὸς κακόμητις ἄδην ὀρόθυνεν ἄνακτα. Μή μοι θηρσὶ Θεῷ μεμελημένον ἦτορ ἐάσῃς, Μηδὲ διηνεκέως ψυχέων λελάθοιο πενιχρῶν. Συνθεσίην θεράποντος, Ἄναξ, σκοπιάζεο σεῖο· Ὡς χθονὸς ἔπλησθεν σκοτοειδέες ἀμπλακιάων.
And around sacred spring the season of toilsome summer; remember these works, O King, which Thou hast created. The foe formerly in strife provoked the royal might, and a foolish people utterly incited the Lord. Deliver not unto wild beasts a heart that careth for God, nor forget continually the souls of Thy needy ones. Look upon the covenant of Thy servant, O Lord, for the dark places of the earth are filled with habitations of iniquity.
Notes, col. 1417

On the reading

Printed Ἔννεπόν, for Ἔννεπον.

Printed ουλομενοιο, for οὐλομένοιο.

PG 33:1420Read from the page
Οὐτιδανὸν μὴ πάμπαν ἐρευθιόωντ' ἀποπέμψῃς· Ἀκτέανος καὶ πτωχὸς, Ἄναξ, τεὸν οὔνομα μέλψοι. Ἔγρεο, νωιτέρην δὲ δίκην, Ἄχραντε, δικάζοις. Μνώεο πῶς νείκεσσι πανημέριος Θεὸν ἄφρων. Μήποτε λισσομένων γοερῆς ἐπιλήσεαι αὐδῆς·
Send not the lowly away utterly covered with shame; let the destitute and poor, O Lord, sing Thy name. Arise, and judge our cause, O Immaculate One. Remember how the foolish man reproacheth God all the day long in strifes. Forget not ever the mournful voice of them that entreat Thee;
Πρὸς σὲ, Μάκαρ, δηίων ὑπερήφανος ὕβρις ἱκάνει
Unto Thee, O Blessed One, doth the proud insolence of Thine enemies ascend
ΨΑΛΜΟΣ ΟΔʹ.
Psalm 74.
Μηδέποτε φθείρῃς ἀγαθὰς μελεδῶνας ἀοιδῆς, Φαίδιμος Ἄσαφος κέκλετο μελπόμενος. Ἑπτὰ σοφαῖς δεκάσι πρὸς τέτρατος ὕμνος ἐτύχθη.
Destroy not ever the goodly cares of song, illustrious Asaph called out as he sang. Unto the seven wise decades this was framed as the fourth hymn.
Ποιμένι τιμήεντι θεουδέα λέξομεν ὕμνον· Μέλψομεν εὐχόμενοι κλυτὸν οὔνομα Παμβασιλῆος. Μυρία θαύματα σεῖο περιφραδέως ἀγορεύσω. Εὖτε φανῇ σεο καιρὸς, ἐγὼ, Μάκαρ, ὀρθὰ δικάσω.
Unto the honoured Shepherd will we recite a God-fearing hymn; praying, we will sing the glorious name of the All-King. Ten thousand wonders of Thine will I skilfully declare. When Thy season appeareth, I, O Blessed One, will judge uprightly.
Πᾶσιν ὁμοῦ ναέτῃσιν ἑοῖς κατατήκεται αἶα. Κίονας ἀκαμάτους σφετέρας ἐγὼ ἐστήριξα. Ἐξεφάμην ἀνόμοισιν ἀθεσμοσύνης ἀπολήγειν, Αὐτὰρ ἀτασθάλλουσι κέρας μὴ πάμπαν ἀείρειν, Μηδὲ κέρας εἰς ὕψος ἀερτάζειν παρὰ μοίρην, Μηδὲ κατ' Ἀθανάτου ἀθεμίστια λαβρεύεσθαι· Οὔτ' ἐξ ἀντολίης ἐρικυδέος, οὔτ' ἀπὸ δυσμῶν, Οὔτ' ἄρα δενδροκόμων ὀρέων ἄπο πολλὸν ἐρήμου.
Together with all its inhabitants the earth is melted away; I myself have established its untiring pillars. I bade the lawless cease from lawlessness, and the presumptuous not at all to lift up their horn, nor to raise their horn on high beyond measure, nor to babble lawless things against the Immortal One; neither from the glorious east, nor from the west, nor yet from the tree-crowned mountains of the wide wilderness.
Ὡς αἰεὶ Θεός ἐστι δικασπόλος ἀγνώσσοισιν· Ἄλλον λυγρὸν ἔθηχ', ἕτερον δ' εἰς ὕψος ἀείρει.
For God is ever a judge unto the ignorant; one He maketh low, and another He lifteth up on high.
Ἀκρήτου παλάμῃ Μάκαρος δέπας εὐκραὲς οἴνου. Ἐξ ἑτέρης ἑτέρηνδε παρακλιδὸν ἠώρηται. Ἔμπα γε μὴν ἀκένωτος ὑποστάθμη ἕο μίμνει· Πινόντων ἅμα πάντες ἀτασθαλίης θεράποντες· Αὐτὰρ ἐγὼ μετὰ τοῖσι διηνεκέως κεχαροίμην, Ἡδέα φορμίξω Θεὸν ἄφθιτον Ἰακώβου· Αὐτὰρ ὑπερφιάλων κέραα ξύμπαντα κεάσσω, Εὐσεβέων ἵνα μοῦνον ἀειρόμενον κέρας εἴη.
In the hand of the Blessed One is a well-mixed cup of unmixed wine; from one side to another it is tilted and poised. Yet nevertheless its dregs remain unemptied; let all the servants of presumption drink thereof together. But I among these will rejoice continually; sweetly will I play upon the lyre unto the imperishable God of Jacob; and all the horns of the arrogant will I shatter, that the horn of the godly alone may be exalted.
ΨΑΛΜΟΣ ΟΕʹ.
Psalm 75.
Κοίρανον Ἀσσυρίων γελόων Ἄσαφος ἐχέφρων, Ἴαχεν ἑβδομάτης δεκάδος καὶ πέμπτον ἄεισμα.
Laughing at the ruler of the Assyrians, wise Asaph cried aloud the fifth chant also of the seventh decade.
Μοῦνος Ἰουδαίῃ Βασιλεὺς ἀρίδηλος ἐτύχθη· Οὔνομά οἱ μεγαλαυχὲς ἐν ἔθνεσιν Ἰσραήλου. Τοῖο δ' ἐν εἰρήνῃ κρατερὸς τεκταίνετο χῶρος, Ἐν δ' ἐρατῇ Σιῶνι φίλος καὶ ἀκήρατος οἶκος· Κεῖσε βίην τόξων μεγαλοσθενέων ξυνέαξεν, Ἀσπίδα καὶ ξίφος ὀξὺ καὶ ἀστυφέλικτον ἀϋτήν. Φαίνεις ἀθανάτων ὀρέων ἄπο φέγγος ἀγητόν. Στήθεσι πανσυδίῃ ἀεσίφρονες ὠρίνθησαν, Ὕπνον κακκείοντες ἀμήχανον· οὐδὲν ἐφεῦρον Ἀφνειοὶ παλάμῃσιν ἑαῖς περιθαρσέες ἄνδρες. Σμερδνὸν Ἰακώβοιο κοτεσσαμένου Βασιλῆος, Ἱππῆας μάλα πάντας ἕλεν κάτα νήγρετος ὕπνος. Ἐσσὶ, Μάκαρ, βλοσυρός· τίς τοι μένος ἀντιφερίζοι Ἐκ παλαχῆς σεο μῆνις ἔχει περιώσιον ἀλκήν. Οὔασιν οὐρανόθεν θνητοῖς θέμιν ἐγγυάλιξας· Εὔκηλος δ' ἄρα γαῖα περιτρομέουσα πεδήθη,
In Judaea alone was the King made manifest; glorious is His name among the tribes of Israel. And in peace was His strong place builded, and in lovely Sion His dear and undefiled house; there brake He the might of the exceeding strong bows, the shield and the sharp sword and the unshakeable battle-cry. Thou shinest with wondrous light from the everlasting mountains. Utterly were the foolish-hearted troubled in their breasts, lying down in a helpless sleep; nothing did the wealthy men, over-bold in their own hands, find. When the King of Jacob was terribly wroth, an unawakening sleep seized upon all the horsemen. Thou art awesome, O Blessed One; who may match his strength against Thee? From of old Thy wrath hath abundant might. From heaven didst Thou deliver judgement unto mortal ears, and the trembling earth was bound in quietness,
PG 33:1421Read from the page
Ἀθανάτου Βασιλῆος ἀνεγρομένοιο δικάζειν, Ῥύσασθαι ναετῆρας ὅλης χθονὸς ἠπιοθύμους. Ἀνδρόμεόν σε νόημα περὶ στέρνοις ἀναμέλψει, Καί σοι λείψανον ἡδὺ νοήματος οἴσει ἑορτήν. Ἀθάνατον λίσσεσθε, καί οἱ δότε μείλιχον εὐχήν· Ὄσσοι δ' ἀμφιέπουσι Θεὸν, κλυτὰ δῶρα φερόντων, Καρτερῷ, ᾧ τε μόρος μέλεται σθένει ἡγεμονήων,
When the immortal King arose to judge, to deliver all the meek-hearted inhabitants of the earth. The human thought within the breast shall sing Thy praise, and the sweet remainder of thought shall keep festival unto Thee. Entreat ye the Immortal One, and render unto Him a gentle vow; and let all that encompass God bring glorious gifts unto the Mighty One, Who careth in His strength for the fate of rulers,
Εὐρυβίῃ μετὰ πᾶσιν ἀριζήλοις βασιλεῦσιν.
Wide-ruling among all illustrious kings.
ΨΑΛΜΟΣ ΟϚʹ.
Psalm 76.
Ἄσαφος μενεχαρμος ἄναξ ὑπὲρ Ἰδιθούμου Ἑβδόμῃ ἀμφ' ἱερῇ δεκάδος μέλος ἴαχεν ἕκτον.
Asaph, the battle-steadfast lord, for Idithun cried aloud the sixth song around the sacred seventh decade.
Ἡμετέρην Βασιλῆι βοὴν ἀνέπεμψα χατίζων, Αὐτὰρ ὁ νωιτέρην δεδαὼς ἐπεδέρκετο φωνήν. Ἀμφαφόων λιτόμην Θεὸν ἄφθιτον ἤματι μόχθου,
In my need I sent up our cry unto the King, and He, knowing our voice, looked upon it. Seeking with my hands I entreated the imperishable God in the day of my trouble,
Χερσὶν ἐμαῖς διὰ νυκτὸς ἰὼν πέλας, οὐδ' ἀπατήθην.
Drawing near with my hands through the night, and I was not deceived.
Ἠρνεόμην πραπίδεσσι παρηγορέοντος ἀκοῦσαι. Μνησάμενος Βασιλῆος, ἔχον πολυκηδέα τέρψιν· Ἐξαπίνης δ' ἀνέμελψα, νόῳ δ' ὀλιγοδρανέεσκον. Ὄσσε φίλω φυλακῇσιν ὑποφθαμένω μεμέληντο. Σιγαλέον νύ μοι ἦτορ ὀρινομένῳ περ ἀνέτλη. Ἐφρασάμην βιότοιο παλαιότατον φρεσὶν ἦμαρ, Καὶ μνησθεὶς ἐτέων, προτέρας ἀνέμελψα γενέθλας, Παννύχιος κραδίῃ μελεδήματα πολλὰ λιγαίνων, Καί μευ ἀνιχνεύεσκε νόος διζήμενος αἰεί. Ἦ ῥά που ἀνδρομέης γενεῆς ἐπιλήσεται Ἐσσήν; Ἦ ῥ' οὐχ ὧν ἐφύτευσεν, ἔτι μεμνήσεται αὐτός; Ἦ σφετέρην παύσειε διηνεκέως ἐλεητύν; Μὴ Θεὸς οἰκτίρμων μητίσσατο πάγχυ λαθέσθαι; Μὴ μέγα μηνίσας ἐλεημοσύνην ἀπερύξει; Νῦν μόγις ἀρξάμενος νοέειν φρεσὶν αἴσιμ' ἀνέγνων· Ἡ δ' ἀλλοφροσύνη παλάμης πέλει Ὑψίστοιο. Ἔργων ἀθανάτοιο παρεμνήσθην Βασιλῆος. Θαυμασίων ἀρχῆθεν ἐμεῦ μεμνήσομ' Ἄνακτος· Ἔργοις θεσπεσίοισι διηνεκέως μελετήσω· Ἄθλα νόῳ μέλψαιμι θεοδμήτων ἀρετάων. Ἄφθιτε, σεῖο κέλευθος ἐν ἀχράντῳ πέλει αἰεί. Τίς θεὸς ἡμετέρῳ πανομοίιός ἐστιν Ἄνακτι; Μοῦνος ἄναξ Θεός ἐστι, περικλυτὰ θαύματα ῥέζων. Πᾶσιν ὁμῶς λαοῖσι τεὴν ἀνέφηνας ἐρωήν. Σεῖο μεγακλήεντι βραχίονι ῥύσαο λαὸν, Παῖδας Ἰωσήφου καὶ Ἰακώβου μεγαθύμου. Ὕδατα θηήσαντό σε, καὶ ῥίγησαν ἰδόντα· Πυθμένες ἀνίαχοι βυθίων κλονέοντο ῥεέθρων· Σμερδαλέος κτύπος ὦρτο δι' αἰθερίων νεφελάων. Καὶ γὰρ σεῖο βέλεμνα διέσσυτο ἔνθα καὶ ἔνθα, Ἐν κύκλῳ τροχαλῷ βροντῆς πολυηχέος ὁρμή. Ἀθανάτου στεροπῇσιν ὅλη περιλάμπεται αἶα· Ῥιζόθεν ἀνθικόμος περισείετο κινυμένη χθών. Ἐν πόντῳ βρεμέθοντι τεαὶ, Μάκαρ, εἰσὶ κέλευθοι, Ὕδασιν ἐν πολέεσσι τεαὶ τελέθουσιν ἀταρποί· Οὐδ' ἴχνος Βασιλῆος ἀριφραδὲς ἀνδράσιν ἔσται. Λαῶν ἡγεμόνευσας ὅπως καλὰ μῆλα νομεύων, Χειρὶ σοφῇ Μωσῆος Ἀαρῶνός θ' ἱερῆος.
In my heart I refused to hear one that comforted me. Remembering the King, I had a sorrow-laden delight; and suddenly I lifted up my song, yet in my mind I grew faint. My dear eyes, anticipating the night-watches, were busied therewith; and my silent heart endured, though I was troubled. I considered in my mind the most ancient day of life, and remembering the years, I sang of former generations, all night long chanting many cares in my heart, and my mind searched and inquired continually: Will the King perchance forget the human race? Or will He Himself no longer remember those whom He planted? Or will He cause His mercy to cease continually? Hath compassionate God purposed to forget altogether? Will He in great wrath hold back His mercy? Now, scarcely beginning to understand in my mind, I recognised what is fitting: this change belongs to the hand of the Most High. I called to mind the works of the immortal King; from the beginning will I remember the wonders of my Lord; upon His divine works will I meditate continually, and in my mind may I sing the achievements of His God-built virtues. O Imperishable One, Thy way is ever in holiness. What god is altogether like unto our Lord? God alone is Lord, working all-glorious wonders. Unto all peoples alike hast Thou manifested Thy might. With Thy far-famed arm hast Thou redeemed Thy people, the children of Joseph and of great-hearted Jacob. The waters beheld Thee, and shuddered when they saw Thee; the loud-roaring depths of the deep streams were shaken; a terrible crash arose through the heavenly clouds. For indeed Thine arrows sped this way and that, and in the whirling wheel was the rush of much-resounding thunder. By the lightnings of the Immortal One the whole earth is illumined round about; from its roots the flower-tressed earth was shaken and moved. In the roaring sea, O Blessed One, are Thy ways, and in the many waters are Thy paths; nor shall the footprint of the King be manifest unto men. Thou didst lead Thy peoples as pasturing fair sheep, by the wise hand of Moses and of Aaron the priest.
Notes, col. 1421

On the reading

Printed Ὄσσοι, for Ὅσσοι.

Printed μενεχαρμος, for μενέχαρμος.

PG 33:1424Read from the page
ΨΑΛΜΟΣ ΟΖʹ.
Psalm 77.
Ἀσάφου πινυτῆς ἕβδομον ἀμφὶ μέλος, Ἑβδομάτης δεκάδος κῶμος ἀριστόπονος.
Concerning the seventh song of the prudence of Asaph, the nobly wrought ode of the seventh decade.
Ὄμμασι, λαὸς ἐμὸς, θεοτερπέα δέρκεο θεσμόν· Οὔατα νωιτέρου στόματος προσερείσατε μύθῳ. Ἀρχόμενος πυκινοῖς αἰνίγμασι χείλε' ἀνοίξω, Ἐκ παλαχῆς προτέρης γενεῶν ἀναμέλψομαι οἴμας. Ἔγνωμεν πραπίδεσσι τάπερ προσεδέγμεθ' ἀκουῇ, Ἄμμι δ' ὁμῶς τὸ πρόσθεν ἀφηγήσαντο τοκῆες. Ἔργα παλαιγενέων σφετέρους οὐ κρύπτεται υἷας, Ὕμνους ἀθανάτοιο περιφραδέως βοόωντας, Καὶ σθένος ὅσσον ἔρεξεν ὁμοῦ περιθαμβέσιν ἔργοις.
With your eyes, O my people, behold the God-pleasing ordinance; incline your ears to the word of our mouth. Beginning with dense riddles I shall open my lips; from the ancient lot of generations of old I shall sing the lays. We have known in our hearts the things that we received by hearing, and unto us likewise our parents recounted them aforetime. The works of the ancients are not hidden from their sons, who prudently proclaim the hymns of the Immortal One, and all the might that He wrought together with wondrous deeds.
Μαρτυρίην ἔστησεν ἑῷ γέρας Ἰακώβῳ, Καὶ νόμον ἰφθίμῳ κλεινὸν πόρεν Ἰσραήλῳ, Νωιτέροις ὃν πρόσθεν Ἄναξ ἔστησε τοκεῦσιν, Ὄφρα κε σημήνειεν ἐναίσιμα παισὶ γονῆες, Ὡς ἑτέρη τάδ' ἅπαντα μάθοι μετέπειτα γενέθλη. Υἱέες οὕς κε τέκοιεν ἐν ὀψιγόνοισι γενέθλης, Οὗτοι δ' ἀγγελέουσιν ἀεξόμενοι τάδε παισὶν, Ὄφρα κεν ἐλπίδα θεῖεν ἐπ' ἀθανάτῳ Βασιλῆι, Μηδ' ἔργων βασιλῆος ἑοῦ λελάθοιντο Θεοῖο, Ἀλλὰ καὶ ἐννεσίας Μάκαρος φρεσὶν ἰχνεύσωσι, Μηδὲ φίλοις τοκέεσσι γενοίατο πάμπαν ὁμοῖοι. Ἀλλ' ὢ ῥιγεδανὴ μερόπων σκολιή τε γενέθλη, Ὢ γενεὰ, κακοεργὸς ἀεὶ φρεσὶ θυμὸς ἐτύχθη,
He established a testimony as a prize of honour for His Jacob, and gave a glorious law to mighty Israel, which the Lord aforetime appointed for our parents, that parents might declare righteous things unto their children, so that another generation hereafter might learn all these things. The sons whom they shall beget among those born later of their race, they also, growing up, shall declare these things unto their children, that they might set their hope upon the immortal King, and not forget the works of their God and King, but also trace out in their hearts the counsels of the Blessed One, and not become altogether like unto their dear parents. But O shuddering and crooked generation of mortals, O generation, an evil-working spirit was ever framed in their hearts,
Οὐδὲ νόον σφετέροιο Θεοῦ μετὰ πιστὸν ἐφεῦρε. Τοξοσύνης ταναῆς ἑκατηβόλου Ἐφρέμου υἷες, Δηιοτῆτα φέβοντο, κακῶς μετὰ νῶτα βαλόντες. Συνθεσίην ἐρίτιμον ἀπηρνήσαντο Θεοῖο, Οὐδ' ἔθελον δεσμοῖσιν ὑποδρήσσειν Βασιλῆος· Ἀλλ' εὐεργεσίης ἀγαθῆς ἐλάθοντο Θεοῖο, Οὐδ' ἐπὶ θαυμασίοισι τόσοις κατὰ μῆτιν ἔκαμφθεν, Ἃ πρὶν Ἄναξ ἐτέλεσσεν ἑῶν κατέναντα τοκήων, Αἰγύπτου κατὰ γαῖαν ὑπὲρ Τάνιν ἀνθεμόεσσαν· Ὡς πότε διχθὰ θάλασσαν ἀναῤῥήξας ἄγε λαοὺς,
nor did it find a faithful mind towards its God. The sons of Ephraim, of the long far-shooting bowcraft, fled the battle, basely turning their backs. They renounced the precious covenant of God, nor were they willing to serve under the bonds of the King; but they forgot the good beneficence of God, nor at such wondrous deeds were they bent in counsel, which the King aforetime accomplished before their parents, throughout the land of Egypt over flowery Tanis: how once, cleaving the sea in twain, He led the peoples,
Ἀσκὸν ὅπως στήσας πυκινὸν ῥόον ἔνθα καὶ ἔνθα,
setting the dense stream like a wineskin on this side and on that,
Καί σφισιν ἡμάτιος νεφέλην θέτο σῆμα κελεύθου, Νυκτὸς δ' ἡγεμόνευε κατ' οὔρεα φέγγεϊ πυρσοῦ. Θηροκόμον διέρηξεν ἀναιδέα πέτρον ἐρήμῳ· Φαίης τόσσον ἰδὼν δοκέειν πόμα βυσσόθεν ἕρπειν,
and by day He set a cloud for them as a sign of the way, and by night He led them over the mountains with the gleam of a torch. He cleft the wild-beast-nurturing, rugged rock in the wilderness; seeing so great a draught, one would say that it seemed to creep up from the deep abyss,
Ὁππόσον ἐκ πέτρης ἱερῆς ἐξήγαγεν ὕδωρ, Καὶ πολὺν ἀενάοισι ῥόον ποταμοῖσιν ὁμοῖον.
as much water as He brought forth out of the sacred rock, and an abundant stream like unto ever-flowing rivers.
Ἀμπλακίας δὲ τιθέντες ἐπ' ἀμπλακίῃσιν εραπτον, Μῆνιν ἀνεζήεσσαν ἐπουρανίου Βασιλῆος, Ῥιγεδανῆς κραδίης πειρώμενοι ἀθανάτοιο, Βρῶσιν ἀπαιτίζοντες ἑῇ καταθύμιον ἄτῃ. Ἀθάνατον δ' ἐν πᾶσι κακηγορέοντες, ἔειπον· Μή τιν' ἑτοιμάσσαι δύναται θαλίην ἐν ἐρήμῳ; Μὴ γὰρ, ἐπεὶ τραφερῆς ἐξήγαγεν ὕδατα πέτρης,
Yet setting sins upon sins they stitched them together, and made the wrath of the heavenly King boil up, tempting the Immortal One with a shuddering heart, demanding food pleasing to their own infatuation. And reviling the Immortal One in all things, they said: Can He prepare any feast in the wilderness? Even though He brought forth waters out of the dry rock,
Notes, col. 1424

On the reading

Printed εραπτον, for ἔραπτον.

PG 33:1425Read from the page
Ῥοίζῳ χειμερίοις ἴκελα βρεμέθοντα ῥεέθροις, Ἄρτον δευομένοισι πόθεν τόσσοισιν ὀπάσσοι, Ἠὲ πόθεν λαοῖσιν ἐπεντύνειε τράπεζαν; Ταῦτα νόον θώρηξεν ἐρισθενέος Βασιλῆος, Ὧν χαριν Ἰάκωβον ἀθέσφατος ἔφλεγε πυρσὸς, Καὶ κότος ἀπροτίοπτος ἐπέχραεν Ἰσραήλῳ, Οὕνεκεν οὐ θάρσησεν ἐπουρανίῳ Βασιλῆι, Θεσπεσίῳ δ' οὐ πάμπαν ἔχον περὶ φέγγεϊ βουλήν.
roaring with a rushing sound like wintry streams, whence could He grant bread to so many in need, or whence could He make ready a table for the peoples? These things armed the mind of the almighty King, on account of which an unspeakable fire burned Jacob, and unforeseen wrath assailed Israel, because they trusted not in the heavenly King, and held not their counsel altogether concerning His divine light.
Ὑψόθεν αἰθερίης νεφέλης ἀνετείλατο Ποιμήν, Οὐρανίων δὲ θύρετρα θοῶς ἐπέτασσε πυλάων. Ὕε δ' ἄρα γνωστὴν γλυκερόν σφισι μάννα πάσασθαι,
From on high out of the ethereal cloud the Shepherd commanded, and swiftly threw open the doors of the heavenly gates. And He rained down familiar sweet manna for them to eat,
Ἄρτον ἐπουράνιον φαγέειν προΐαλλε βροτοῖσιν· Ἀγγελικὴν θαλίην μεροπηΐδι δῶκε γενέθλῃ· Εἰνοδίην σφίσι δαῖτα Θεὸς δωρήσατο πολλήν. Πνεῦμα μὲν ἀργέσταο νότου ξυνέεργεν ἀῆναι, Ηκε δὲ δυσκελάδου Λίβυος τρηχεῖαν ἀϋτμήν. Αὐτομάτους σφίσι σάρκας ὅπως κόνιν ἐγγυάλιξε, Ψάμμον δ' ὡς πετεηνὰ πόρε πτερόεντα θαλάσσης.
He sent forth heavenly bread for mortals to eat; He gave an angelic feast to the mortal race; God bestowed upon them an abundant wayfaring banquet. He bound together the blast of the clearing south wind to blow, and sent forth the rough breath of the ill-sounding Libyan wind. He put into their hands self-brought flesh like dust, and gave them winged birds like the sand of the sea.
Καὶ τὰ μὲν ἐξαπίνης μεθ' ὁμήγυριν ἔμπεσεν ἀνδρῶν, Κυκλόθεν ἰθύνοντα πολυσπερέων κλισιάων. Δαινύμενοι δ' ἅμα πάντες ἐνεπλήσθησαν ἐδωδῆς· Καί σφισιν ἐλδομένοις καταθύμιον ὤπασε δαῖτα, Οὐδὲ πόθου νόσφισσε λιλαιομένους σφετέροιο. Οὔπω δαὶς τετέλεστο, κόρου δ' ἔτι δεύετο θυμὸς,
And suddenly they fell amidst the assembly of men, directing their course round about the wide-scattered tents. And feasting all together they were filled with meat; and unto them as they longed He granted a banquet after their heart's desire, nor did He deprive them of their own craving as they yearned. Not yet was the banquet ended, and their spirit still lacked satiety,
Καί σφεας Ἀθανάτοιο μετέστιχε μῆνις ἑτοίμη, Πότμον ἀνώϊστον πολέων τεύχουσα καρήνοις· Καρτίστους τ' ἐπέδησεν ἀγακλέος Ἰσραήλου. Ἀλλὰ γὰρ οὐδ' ἐπὶ τοῖσι κακοῤῥαφίης ἐλάθοντο, Οὐδ' ἐπὶ θαυμασίοισι τόσοις θάρσησαν Ἄνακτι. Ἀλλ' ὀλιγοδρανίῃ βιοτὴν κενεαυχέ' ἰδόντες, Ῥίμφα διωκομένων ἐτέων ἐξέφθιθεν αὔτως. Ἆ δειλοί! τότ' ἄνακτα καταφθίμενοι ποθέεσκον, Ἐξ ἠοῦς μιν ἀρωγὸν ἀνηΰτεσκον ἰόντες, Πληθὺν φραζόμενοι προτέρων εὐεργεσιάων, Ὧν σφισιν ἐγγυάλιξεν, ἐλεύθερον ἦμαρ ὀπάζων. Οἱ δέ μιν ἀμφαγάπαζον ἑοῖς περὶ χείλεσιν ἄκροις, Γλώσσης ψευδαλέης μειλίγμασι κωτίλλοντες. Οὐ γὰρ ἔχον κραδίας ἰθύφρονας οὐδὲ νόημα, Οὐδ' ἐπὶ συνθεσίῃ σφετέρῃ συμφράδμονα πίστιν. Ὦ βασιλεῦ, σὺ δὲ πάντοτ' ἔχεις οἰκτίρμονα βουλὴν, Καί σφεων ἀμπλακίῃσιν ἱλάσσεαι, οὐδ' ἐναρίζεις· Ἀλλὰ παλίνοστον δαμάσας μεγαλήτορα θυμὸν, Ἐσσυμένως σέο μῆνιν ἀναπτομένην κατερεύκεις. Οἶσθα γὰρ ἀδρανέων μερόπων γένος οἷον ἐτύχθη, Οἷς βίος οὐ ληϊστὸς ἐπὴν ἀΐδης μιν ἐρύξῃ.
and the ready wrath of the Immortal One overtook them, fashioning an unforeseen doom for the heads of many; and He bound the strongest of glorious Israel. Yet not even at these things did they forget their evil contriving, nor at such wondrous deeds did they trust in the Lord. But beholding in their feebleness an empty-boasting life, as the years were swiftly chased away they perished in vain. Ah, wretched ones! Then as they perished they longed for the Lord, from the dawn going forth they cried aloud to Him as helper, considering the multitude of former benefits which He had put into their hands, granting the day of freedom. Yet they cherished Him only round the tips of their lips, flattering with the blandishments of a lying tongue. For they had not upright hearts nor understanding, nor harmonious faith in His covenant. O King, yet Thou ever hast a merciful counsel, and art propitious unto their sins, and slayest them not; but subduing back Thy great-hearted spirit, Thou speedily restrainest Thy kindled wrath. For Thou knowest of what sort the race of feeble mortals was framed, for whom life cannot be won back once Hades holds it fast.
Ἆ! πόσα μιν θώρηξαν ἐποτρύνοντες ἐρήμῳ, Καί οἱ θυμὸν ὄριναν ἐν εἴδεσι πολλὸν ἀνύδροις,
Ah! How greatly did they arm Him, provoking Him in the wilderness, and stirred up His spirit sore in waterless places,
Πὰρ θέμιν ὑψίστοιο Θεοῦ πειρώμενοι ἀλκῆς, Καὶ μύθοις ἐρέθοντες Ἀκήρατον Ἰσραήλου.
unlawfully tempting the strength of the Most High God, and with words provoking the Undefiled One of Israel.
Notes, col. 1425

On the reading

Printed χαριν, for χάριν.

Printed Ηκε, for Ἦκε.

Printed κατερεύκεις, for κατερύκεις.