PG 33:1404Read from the pageΝωίτερον μὴ μῦθον Ἄναξ βοόωντος ἀκούσαι. Τοὔνεκεν ἡμετέρην Πανεπίσκοπος ἔκλυεν αὐδὴν, Οὐδέ μευ ἱκεσίης σφετέρην ἔστρεψεν ὀπωπήν Αἰνετὸς ὅς ῥ' ἔλεον καὶ ἐμὴν οὐκ ἤλασεν εὐχήν.
May the King not hear our word when I cry aloud. Therefore the All-Overseer has heard our voice, nor has He turned His face away from my supplication; praised be He Who did not drive away His mercy and my prayer.
Εὐκελάδου κιθάρης βασιλήιος ὕμνος ἐτύχθη, Ἑξηκοστὸν ὁμοῦ καὶ μέλος ἕκτον ἔχων.
This is a royal hymn of the clear-sounding lyre, holding the sixty-sixth song.
Ἡμέας οἰκτείρειας, Ἄναξ, ἐλεήμονι βουλῇ, Ἄμμι δὲ σὴν ἀρίδηλον ὑπερλάμψειας ὀπωπὴν, Ὄφρα τεὴν κατὰ γαῖαν ἐπιφρασόμεσθα κέλευθον· Ἔθνεσι δ' ἀλλοδαποῖσιν, ἀλεξίκακόν σεο φέγγος. Σὸν κλέος ὑμνήσουσι, Μάκαρ πανυπέρτατε, λαοί· Σὸν κλέος ἀμφιβόητον ὅλοις λαοῖσι μελέσθω. Ἔθνεά τοι κεχαροίατ' ἀγαλλόμενα μολπῇσιν· Οὕνεκεν εὐδικίῃσι κρινεῖς μεροπηίδα φύτλην,
Have compassion upon us, O King, by Thy merciful counsel, and cause Thy manifest countenance to shine upon us, that we may know Thy way upon the earth, and among foreign nations Thine evil-averting light. The peoples shall hymn Thy glory, O Supreme Blessed One; let Thy far-famed glory be the care of all peoples. Let the nations rejoice, exulting in songs; because in righteous judgements Thou shalt judge the mortal race,
Ἔθνεσι δ' ἡγήσαιο φίλην μετὰ γαῖαν ὁδεύειν.
And shalt guide the nations to walk upon the dear earth.
Σὸν κλέος αἰνήσουσι, Μάκαρ πανυπέρτατε, λαοί· Σὸν κλέος ἀμφιβόητον ὅλοις λαοῖσι μελέσθω. Καρπὸν ἀνεβλάστησεν ἑὸν φυσίζοος αἶα· Ἡμέτερος Θεὸς ἄμμι πόροι χαριέστατον αἶνον, Αἶνον Ἄναξ πόροι ἄμμι· τρέσοι δέ ἑ πείρατα γαίης
The peoples shall praise Thy glory, O Supreme Blessed One; let Thy far-famed glory be the care of all peoples. The life-giving earth has yielded up her fruit; may our God grant us most gracious blessing, may the King grant us blessing; and let the ends of the earth fear Him.
Δαυΐδου πινυτοῦ μελέων βεβολημένος ὕμνος, Ἑξηκοστὸν ἔχων ἑβδόματόν τε τόπον.
A hymn of wise David set among the songs, holding the sixty-seventh place.
Ἄφθιτος ἀνστήτω, σκέδασιν δ' ἐχθροῖσιν ἐνῆσοι·
Let the Immortal One arise, and send scattering upon His enemies;
Δυσμενέες δ' ἀπάνευθεν ἑῆς προφύγοιεν ὀπωπῆς· Ὧδε μάλ' ἐκλείποιεν ἀμήχανος ἠΰτε καπνός. Ὡς δ' ὅτε τηκόμενος φλογερῷ πυρὶ κηρὸς ἀμερθῇ,
And let His adversaries flee afar from His face; so let them utterly fail like helpless smoke. And as when wax melting before a flaming fire is consumed,
Ὣς ὁσίων ἀπολοίατ' ἀπὸ βλεφάροισιν ἀλεῖται· Ἀλλά τοι εὐφραίνοιντο δίκης ὑποφήτορες ἄνδρες, Αἰεὶ θεσπεσίων κεχαρηότες ἀντίον ὄσσων, Ἐκ θυμοῦ γλυκερῇσι γεγηθότες εὐφροσύνῃσιν. Ἄσατε τὸν Βασιλῆα, καὶ οὔνομα μέλψατε θεῖον· Τεύξαθ' ὁδὸν χαρίεσσαν ὑπὲρ δύσιος βεβαῶτι. Ἄφθιτος, ἄφθιτος οὗτος, Ἄναξ δέ οἱ οὔνομ' ἐτύχθη, Καί οἱ θεσπεσίοιο πέλας κεχάροιτο προσώπου Πάντες ὀρινέσθωσαν ἑῆς διὰ τάρβος ὀπωπῆς, Χηρῶν ἡγεμόνος καὶ ὀρφανικῶν γενετῆρος. Ἄχραντος δαπέδοισιν ἐπ' ἀχράντοισι μέμηλεν. Αὐτὸς μουνοτρόποισι χαρίζεται οἰκία ναίειν, Ἐκ δ' εὐηνορίης πεπεδημένον ἑσμὸν ἔλυσεν, Ἐκ δὲ τάφων φθιμένοις βιοτῆς μετὰ φέγγος ἀγινεῖ. Ἄββαλε, πῶς τὸ πάροιθεν, Ἄναξ, ἡγήσαο λαῶν; Πῶς ποτε κυδῆεν δάπεδον μεθέπεσκέν ἐρήμου;
So let the sinners perish from before the eyelids of the holy ones; but let the men who are interpreters of righteousness be glad, ever rejoicing before His divine eyes, exulting from the heart with sweet gladness. Sing unto the King, and chant unto His divine name; prepare a gracious way for Him Who rides above the west. Immortal, immortal is He, and His name is the King, and let them rejoice near to His divine face. Let all be stirred up through dread of His countenance, the Leader of widows and Father of orphans. Undefiled, He cares for undefiled habitations. He Himself grants the solitary to dwell in houses, and by His might He has loosed the fettered band, and leads forth the dead from the tombs into the light of life. O how aforetime, O King, Thou didst lead Thy peoples! How once Thou didst traverse the glorious ground of the wilderness!
Χθὼν μὲν ὅλη δεδόνητο, κατείβετο δ' οὐρανὸς αἴθων·
The whole earth indeed was shaken, and the blazing heaven dropped down;
Ἄντα Θεοῦ Σίναόνδε πολύλλιτον οὖδας ἀκούοι, Ἄντα Θεοῦ βασιλῆος, ὃς Ἰσραῆλον ἐρείδει. Ὑετὸν ἐσθλὸν ἑκὼν, Βασιλεῦ, χθονὶ σεῖο προπέμποις. Καὶ γὰρ ἀνεστήριξας ὀιομένην ἀπολέσθαι, Καί μιν φῦλα τεῆς ἀγέλης περιναιετάουσι. Πτωχῷ μειλιχίης ἐπιτάῤῥοθος ἦλθες ἑτοῖμος.
Before God at Sinai let the much-entreated ground hearken, before God the King, Who upholds Israel. Mayest Thou willingly send forth a goodly rain, O King, upon Thy land; for Thou didst restore her when she thought to perish, and the tribes of Thy flock dwell round about her. In gentleness Thou camest as a ready helper to the poor.
Notes, col. 1404
On the reading
Printed ἐνῆσοι, for ἐνῇσοι.
Printed μεθέπεσκέν, for μεθέπεσκεν.
PG 33:1405Read from the pageΚαρτερὰ σημαίνουσιν Ἄναξ ἔπος ἰθύνειε, Τηλυγέτου σθενέων ἡγούμενος υἱέος Ἐσσήν, Υἱέος ὃς διὰ σκῦλα δόμου μοιρήσεται ἐσθλῷ· Εἴκεν μεσσάτιοι κλήρων κατακοιμηθῆτε, Ἀργύρεα τρήρωνος ὅπως πτερὰ καλὰ πελείης, Ἧς χλωρὴ χρυσοῖο μετάφρενον ἀμφέβαλ' ὥρη, Ἀθανάτου πέμποντος ἑοὺς βασιλῆας ἐπ' αὐτῇ. Ἐν Σελμῶνι χιὼν σφέτερον δέμας ἀμφικαλύπτει· Θεῖον ὄρος, πολυανθὲς ὄρος μάλα πῖον ἐτύχθη, Πῖον ὄρος, πηχθέντι πανείκελον ἔπλετο τυρῷ. Τίπτε μοι οὔρεα πάντα δοκεύετε τυρώεντα; Τοῦτ' ὄρος, ᾗχι Θεὸς καταθύμια δώματα ναίει· Κεῖσε μάκαρ κλισίην σθεναρήν ἑο πάντοτε πήξει. Μυρίον ἅρμα Θεοῦ, πολέες δὲ ἐπ' αὐτὸ χορευταί.
Unto those who proclaim mighty things may the King direct His word, the King leading the powers of His beloved Son, the Son Who shall divide the spoils of the house for the good; if you sleep in the midst of the lots, like the fair silver wings of a shy dove, whose back pale-gleaming beauty of gold clothes round about, when the Immortal One arrays His kings over her. On Salmon snow covers its frame round about; a divine mountain, a many-flowered mountain right fertile it is, a fertile mountain, altogether like curdled cheese. Why do you watch all the cheese-like mountains for me? This is the mountain where God dwells in habitations after His heart; there the Blessed One will ever pitch His strong tabernacle. Ten thousandfold is the chariot of God, and many are the dancers upon it.
Ἔνθα Μάκαρ Σινάοιο μετ' ἀχράντοιο θεμέθλοις, Ὑψοῦ ἀειρόμενος, ληίσατο ληίδα πολλήν· Αὐτὰρ ὁ δωτίνας μεροπηίδος εἷλε γενέθλης· Καὶ γὰρ ὑπερβασίῃ περιναιέμεν ἠρνήσαντο. Αἰὲν Ἄναξ ἀγαθὸς καὶ ὑπέρτατος αἰνετὸς ἔστω, Αἰνετὸς αἰὲν Ἄναξ κεκλήσεται ἦμαρ ἐπ' ἦμαρ. Φέγγεος ἡμετέροιο διαμπερὲς ἡγεμονεύει. Ἔργον ἐμῷ Βασιλῆι πέλει χατέουσιν ἀρήγειν. Μοῦνος Ἄναξ δεδάηκε καὶ ἐκ θανάτοιο σαῶσαι. Ἔμπα γε μὴν σφετέρων δηίων θραύσειε κάρηνα, Ἀκροκόμον κορυφὴν, οἷς ἐν φρεσὶ θυμὸς ἀλείτης.
There the Blessed One among the foundations of undefiled Sinai, lifted up on high, took captive a great spoil; and He received gifts among the mortal race; for in transgression they refused to dwell around. Ever let the good and supreme King be praised, praised ever shall the King be called day by day. He leads the way continually for our light. It is the work of my King to aid those in need. The King alone knows how to save even from death. Yet truly He shall crush the heads of His foes, the hairy crown of those in whose minds is a sinful heart.
Εἶπεν Ἄναξ Βασάνηθεν· Ἐπιστρέψαιμι πεποιθὼς, Αὖθις ὑπ' ἀτρυγέτοιο παλίσσυτος εἶμι θαλάσσης· Ὄφρα τεὴν τέγξειας ἀκήρατον αἵματι πέζαν· Ἀντιβίων σέο γλῶσσα κυνῶν σέθεν ἠδέ οἱ αὐτοῦ· Ἀμφαδίην, Ἄχραντε, τεὰς βροτοὶ εἶδον ἀταρποὺς, Ἴχνια τοῦ Βασιλῆος ὑπ' εὐαγέεσσι θοώκοις. Ἆσσον ἀειδόντων μετεκίαθον ἡγεμονῆες, Μελπομένων τυπάνοισι μέσοι διὰ παρθενικάων. Πιστὸν ἐνὶ κλισίῃσι φίλον κελαδήσατ' Ἄνακτα, Ἄφθιτον ἐκ πηγέων ἀγανόφρονος Ἰσραήλου. Κεῖσε Βενιαμίνη δὲ μεταχρονίη πέλεν ἥβη· Τῶν δ' ἔσαν ἡγητῆρες ὅσοι πάρος ἦρχον Ἰούδα, Ζαβουλῶνος ὁμοῦ πρόμαχοι καὶ Νεφθαλίμοιο. Κάρτεϊ τιμήεντι τεῷ ἐπιτέλλεο, Ποιμήν. Ἄμμι τόπερ τέκτηνας ἐϋσταθὲς ἄλκαρ ἐρείδοις. Εὐαγὲς ἐκ νηοῖο μετεσσύμενοι τεὸν ἄστυ, Δῶρα πολυκλήεντι Θεῷ βασιλῆες ἀγέσθων. Θηρσὶν ὀρεσσικόμοις δόνακος τρήχυνον ὁμοκλήν. Δημοτέρας δαμάλας μετανίσσεται ἔθνεα ταύρων, Ὄφρα κεν ἐξείργοινθ' οἷς ἀμφαδὸν ὦνος ἐτύχθη. Φῦλα βροτῶν, Ἄχραντε, φιλοπτολέμων κεδάσειας.
The King spoke from Bashan: I will return in confidence, speeding back again beneath the barren sea; that Thou mayest dip Thine undefiled foot in blood, and the tongue of Thy dogs from Thine adversaries and from him himself. Openly, O Undefiled One, mortals have seen Thy paths, the footsteps of the King in the holy seats. Near to the singers came the princes, in the midst of maidens playing on timbrels. Acclaim the faithful, beloved King in the assemblies, the Immortal One from the fountains of gentle-minded Israel. There was the youth of Benjamin exalted on high; and their leaders were those who aforetime ruled Judah, the champions of Zebulun together and of Naphtali. Command by Thy honoured strength, O Shepherd; confirm for us the steadfast defence which Thou hast wrought. Hastening from Thy holy temple unto Thy city, let kings bring gifts unto much-renowned God. Rebuke with sharp cry the mountain-haunting beasts of the reed. The herds of bulls pursue the heifers of the peoples, so that those who have been openly proved like silver may be shut out. Scatter, O Undefiled One, the tribes of war-loving mortals.
Λισσόμενοι σπεύσουσιν ἀπ Αἰγύπτοιο πολήων· Χεῖρας δ' Ἀθανάτῳ τανύσει γένος Αἰθιοπήων. Κοιρανίαι, Βασιλῆα λιγαίνετε πάντοθεν αἴης, Εὐκελάδῳ κιθάρῃ φορμίζετε Ποιμένα κόσμου. Μέλψατε ἀντολίης πόλον ἐκ πόλου ἐμβεβαῶτα. Αἶνον ἀποφθέγξοιντο φίλον ζωαρκέϊ φωνῇ. Κῦδος ἀπειρέσιον κελαδήσατε Παμβασιλῆι, Αἰὲν ἐπ' Ἰσραῆλον ἔχει μεγαλοπρεπὲς εὖχος,
Entreating they shall hasten from the cities of Egypt; and the race of the Ethiopians shall stretch out their hands unto the Immortal One. O kingdoms, sing clearly unto the King from all the earth, play upon the clear-sounding lyre unto the Shepherd of the world. Sing unto Him Who mounts upon the heaven of heavens towards the east. May they utter dear praise with a life-sustaining voice. Sound forth boundless glory unto the All-King; ever over Israel He holds magnificent majesty,
Notes, col. 1405
On the reading
Printed σθεναρήν ἑο, for σθεναρὴν ἑο.
PG 33:1408Read from the pageΚαὶ σθένος αἰθερίῃσιν ὁμοῦ νεφέλῃσιν ἀγητόν. Ἀθάνατος θηητὸς ἑοῖς ὁσίοισι μεμηλώς. Ἀλκὴν καὶ σθένος ἐσθλὸν Ἄναξ πόροι Ἰσραήλῳ Πάντοτε Παμβασιλεὺς ἀριδείκετος αἰνετὸς ἔστω.
And strength admirable together with the heavenly clouds. The Immortal One is wondrous, caring for His holy ones. May the Lord grant might and goodly strength to Israel; ever let the all-glorious All-King be praised.
Δαυΐδου κραδίης ὕμνος ἀμειβομένης, Ἑξηκοστὸν ἔχων ὀγδόατόν τε μέλος.
A hymn of the answering heart of David, holding the sixty-eighth song.
Ἐξ ὑδάτων με σάω, Βασιλεῦ, τά μευ ἄμφεπεν ἦτορ. Βύσσῳ ἐν ὑλήεντι παγεὶς βιότοιο χατίζω. Νισσόμενον πόντοιο βυθῷ κατά μ' εἷλε καταῖξ. Καρφαλέως βοόωντος ἐμὸς τρηχύνετο λαιμός. Ὤλεσα φέγγος ἄνακτα Θεὸν δεδοκημένος ὄσσοις· Οἵ με μάτην στυγέοντες ἐμῶν πλέον εἰσὶ κομάων. Οὕς τ' ἀδίκως τρομέεσκον ἀπεχθέας, ἄλκιμοί εἰσιν, Ἀφραδέως ἅρπαγμα, τὸ μὴ μάθον αὐτὸς ἔτισα· Οἶδας, Ἄναξ, ὅσ' ἔρεξα χαλιφροσύνῃσιν ἐμῇσιν, Οὐδὲ τεῆς ἔκρυφθεν ἀτασθαλίαι μευ ὀπωπῆς.
Save me from the waters, O King, which have encompassed my heart. Fixed in the miry depth, I lack life. Passing into the deep of the sea, a tempest hath overwhelmed me. As I cried out parchedly, my throat grew rough. I have lost the light of mine eyes waiting upon God the Lord: they that hate me in vain are more than the hairs of mine head. And the hateful ones whom I unjustly trembled at are mighty; a senseless spoil, which I knew not, I myself have paid back: Thou knowest, O Lord, whatsoever I have wrought in my follies, nor have my transgressions been hidden from Thy sight.
Μήποτ', Ἄναξ, ἕλοι αἶσχος ὅσοις Θεὸς ἔργον ὁρᾶσθαι,
Never, O Lord, let shame seize those whose work is to look upon God,
Μηδὲ Θεὸν ποθέων τις ἀνὴρ, μωμητὸς ἀκούσῃ.
Nor let any man who longeth for God be called blameworthy.
Εἵνεκα σοῦ Βασιλῆος ὀνείδεα τετλήκαμεν· Τλήτομαι, εἴκεν ἔρευθος ἐμὸν ῥέθος ἀμφικαλύψῃ. Ἀλλοδαπὸς γενόμην, καὶ ἐμοῖς ἄκληρος ὁμαίμοις, Καὶ ξεῖνος γλυκερῆς καὶ ἐνηέος υἱάσι μητρός Οὕνεκα δαρδάπτων με τεοῦ πόνος εἷλε μελάθρου· Σεῖο δ' ἐπεσβολίῃσιν ἐμὴν φρένα δάκνομαι ἐχθρῶν.
For Thy sake, O King, have we borne reproaches; I shall endure, even if a blush cover my face round about. I am become a stranger, and portionless unto my brethren, and an alien unto the sons of my sweet and gentle mother; because the consuming zeal of Thy house hath seized me, and by the revilings of Thine enemies against Thee I am bitten in my soul.
Νηστείης καμάτοισι κατέκλασα θυμὸν ἐμεῖο, Καὶ τό με νηστεύειν ἐπ' ὀνείδεσι τεκταίνοντο. Πέπλον ἐμὸν χαρίεντα θέμην ἅτε πένθιμον εἷμα·
With the labours of fasting I bowed down my soul, and my fasting they fashioned into reproaches. My graceful robe I made as a garment of mourning;
Ἀλλὰ καὶ ως γενόμην σφετέρῃς γλώσσῃσι λάλημα· Ἀμφ' ἐμέθεν μέλποντο καθεζόμενοι πρὸ πυλάων, Εἰς δ' ἐμὲ φορμίζεσκον ἅλις βεβαρηότες οἴνῳ. Αὐτὰρ ἐγὼ κάλεόν σε, διηνεκέως λιτανεύων· Καιρὸς, Ἄναξ, ὅτε δή μοι ἑκὼν ἀναφανδὰ παρείης. Κλῦθι τεῆς ἐλεημοσύνης παμπληθέϊ ῥοίζῳ· Σεῖο δ' ἀληθείης μοι, Ἄναξ, μέγα φέγγος ὀπάζοις·
Yet even so I became a byword unto their tongues: concerning me they sang who sat before the gates, and against me they played upon the lyre who were heavily laden with wine. But I called upon Thee, continually entreating: It is the season, O Lord, when Thou shouldst willingly be manifestly present unto me. Hear me in the all-abounding rush of Thy mercy, and grant me, O Lord, the great light of Thy truth;
Ἐκ πηλοῦ με σάωσον, ὅπως διὰ τέλμα φύγοιμι. Ῥύεο δυσμενέων με, Μάκαρ, βυθίων τε ῥεέθρων· Μή κέ ποθ' ὑδατόεσσα καταβρώξειε καταῖξ, Μηδέ με λευγαλέως βρύχιον βυθὸς ἔνδοθι μάρψῃ.
Save me out of the mire, that I may escape through the marsh. Deliver me from mine enemies, O Blessed One, and from the deep floods; lest ever a watery tempest swallow me up, or the roaring deep seize me miserably within.
Μηδέ με ἀμφιβάλῃσιν ἑὸν στόμα βόθρος ἀπείρων. Κέκλυθι μειλιχίῃ φορέων οἰκτίρμονα θυμόν· Πλήθεϊ δ' οἰκτιρμῶν πανεπίσκοπον ὄμμα τιταίνοις·
Neither let the boundless pit cast its mouth about me. Hear me, bearing a compassionate heart in gentleness, and in the multitude of Thy mercies stretch forth Thine all-overseeing eye;
Μή ποτέ μοι σέο παιδὸς ἀποστρέψειας ὀπωπὴν, Αὐτίκα τειρομένοιο, Μάκαρ πανυπέρτατ', ἀκούσαις· Ὄμμασι νωίτερον πανδερκέσι θυμὸν ἐρύκοις.
Turn not ever Thy countenance away from Thy servant; hearken straightway unto me who am afflicted, O Most High and Blessed One; with Thine all-beholding eyes guard our soul.
Οὕνεκεν ἡμετερων δηίων Βασιλευ με σαώσοις· Οἶσθα γὰρ αἶσχος ἐμὸν καὶ ὀνείδεα καὶ μέγ' ἔρευθος.
Because of our foes, O King, save Thou me; for Thou knowest my shame and my reproaches and my great dishonour.
Notes, col. 1408
On the reading
Printed Τλήτομαι, for Τλήσομαι.
Printed ἡμετερων, for ἡμετέρων.
Printed Βασιλευ, for Βασιλεῦ.
PG 33:1409Read from the pageἌντα σέθεν σύμπαντες ἐμῇ μεμελημένοι ἄτῃ. Μῶμον ἐμὸς λώβην τε μετὰ φρεσὶν ἔλπετο θυμός.
Before Thee are all they that busy themselves with my ruin. My soul looked for reproach and misery within my heart.
Οὐδέ μοι ἀλγεινοῖσιν ὁμήγορος ἤλυθεν ἀνήρ Οὐδ' εὗρον πόθεν ἄμμι πέλει παραμύθιον ἄτης. Βρώματι νωιτέρῳ θυμοφθόρον ἔμβαλον ἰὸν, Καί μοι διψαλέῳ θανατηφόρον ὤπασαν ὄξος. Τοῖσι λίνον τεύχοιτο πολύπλοκον ἀντὶ τραπέζης, Θήρη καὶ δολόεσσα πάγη καὶ μισθὸς ἐπ' ἔργῳ· Σφωιτέρην κακότεχνον ἀποσβέσσειας ὀπωπὴν, Καί σφεων ἠνεκέως καμάτῳ κατὰ νῶτα δαμάσσοις· Καδδὲ κότον βαρύμηνιν ἐπὶ σφίσι πάντοτε τεύχοις, Καί σφεας ἀμφιβάλοι θολερῆς σεο μήνιδος ὁρμή. Ἔστω πουλυβότειρα μετὰ σφίσιν αὖλις ἐρήμη, Μηδέ τις ἐν μεγάροισιν ἑοῖς ναετῆρα κιχάνοι· Οὕνεκεν ὃν ῥ' ἐπάταξας ἅλις ποθέεσκον ἐκεῖνοι, Πληγῆς ἡμετέρῃσι καὶ ἄλγεσιν ἄλγεα θέντες. Ἀμπλακίην ἐπίραψον ἐπ' ἀμπλακίῃσιν ἑῇσι· Μηδὲ δικαιοσύνῃ πίσυνοι σέο θῶκον ἱκέσθων. Θᾶσσον ἀποσμήχοιντο φερεζώων ἀπὸ βίβλων· Μηδέ ποτ' εὐδικίης ναέταις ἐναρίθμιοι εἶεν. Πτωχὸς ἐγὼ τελέθω, καὶ κήδεα μυρία πέσσω· Ἀλλ' ἴσχω Βασιλῆος ὑπέρμαχον ἄλκαρ ὀπωπῆς. Αἰνετὸν οὔνομα θεῖον ἀνυμνήσαιμι χορεύων, Καί μιν ἀνυψώσαιμι διαμπερὲς αἰνετὰ μέλπων. Ἡβητὴν δ' ἀρέσειεν ὑπὲρ μόσχον Βασιλῆι, Ὅς νέον ἡβώῃ πίσυνος κεράεσσι καὶ ὁπλαῖς. Πτωχοῦ δερκαμένοιο νόος πραπίδεσσι χαρείη. Ποιμένα δίζεσθε ψυχέων βιότοιο δοτῆρα· Οὕνεκεν ἀθάνατος Βασιλεὺς ὑπάκουσε πενιχροῦ· Οὐδ' αὔτως μεθέηκε κακοῖς πεπεδημένον ἄνδρα. Οὐρανοὶ ἀμφί τε γαῖα χορευόντων Βασιλῆι, Πόντος ἀπειρέσιος, καὶ ὅσα τρέφει οἶδμα θαλάσσης· Οὕνεκεν ἀθάνατος Βασιλεὺς Σιῶνα σαώσει· Ἄστεα δ' ἀνστήσειεν Ἰουδαίης ἐρατεινῆς· Καί μιν ναιετάοντες, ὅλην κτησαίατο κλήροις· Καὶ δμώων σφετέρων γενεὴ σύμπασαν ἐρύξει. Ἀμφαγαπαζομένοισι περικτιόνεσσι μελέσθω.
Neither came there any man to share in my grievous woes, nor found I whence there might be comfort for our calamity. Into our food they cast soul-destroying venom, and to me in my thirst they gave death-bringing vinegar. Let a tangled net be prepared for them instead of a table, a chase and a treacherous snare and a recompense for their work; extinguish Thou their evil-plotting sight, and bow down their backs continually with travail; pour down heavy-wrathful anger upon them evermore, and let the rush of Thy troubled wrath encompass them. Let their rich-pasturing homestead among them be desolate, and let none find an inhabitant in their halls; because him whom Thou didst smite they eagerly pursued, adding pains unto our strokes and pains. Stitch Thou sin upon their sins, and trusting in righteousness let them not come unto Thy throne. Quickly let them be wiped out from the life-bringing books, and never let them be numbered among the dwellers in righteousness. Poor am I, and I brood over ten thousand sorrows; yet I possess the champion defence of the King's countenance. The praiseworthy divine name may I hymn in the dance, and exalt Him continually, singing praiseworthy songs. And it shall please the King more than a young bullock, that newly comes to prime trusting in horns and hooves. When the poor man beholdeth it, let his mind rejoice in his heart. Seek ye the Shepherd, the Giver of life to souls; because the immortal King hath hearkened unto the needy, and hath not lightly forsaken the man bound in fetters of affliction. Let the heavens and the earth around dance unto the King, the boundless sea, and all things that the swell of the sea nourisheth; because the immortal King will save Sion, and raise up the cities of lovely Judaea; and dwelling therein, they shall possess the whole by lots, and the generation of His servants shall hold it all. Let it be a care to the loving neighbours round about.
Τὸν πάντα γινώσκοντα μιμνήσκων Θεὸν Δαυΐδος εἶπεν· Σῶζε δή με, Δέσποτα. Ὁ δ' ὕμνος ἑξηκοστὸς ἔνατος τυγχάνει.
Calling to remembrance God Who knoweth all things, the son of David said: Save me indeed, O Master. And the hymn is the sixty-ninth.
Ἄφθιτε, νωιτέρην σκοπιάζεο πάντοτ' ἀρωγήν. Αἶσχος ἕλοι δ' ὅσοι ἦτορ ἐμὸν μεμάασιν ὀλέσσαι
O Imperishable One, look ever upon our help. And let shame seize all them that are eager to destroy my heart
Στρεφθείη μωμητὸς ὅ μοι κακὰ βυσσοδομεύων· Αὐτίχ' ἕλοι τοὺς δ' αἶσχος ἐμῇ κεχαρηότας ἄτῃ. Χάρμα καὶ εὐφροσύνη ὅσιον γένος ἀμφιπολεύοι· Πάντοτε βαζόντων μεγαλαυχέα δῶρα θεοῖο, Ὁσσάτιοι ποθέουσιν ἀλεξίκακόν σεο φέγγος. Ἄλγος ἀλεξήσαις πτωχοῦ, Μάκαρ, ἠδὲ πενιχροῦ Μήποτε δηθύνειας ἐμοὶ καλέοντι παρεῖναι.
Let him be turned back in blame who broods over evils against me in the deep of his heart; and straightway let shame seize those who rejoice in my calamity. May joy and gladness attend the holy race; ever let them declare the glorious gifts of God, as many as long for Thine evil-averting light. Ward off the pain of the poor and needy, O Blessed One; never tarry Thou to be present unto me when I call.
Παῖδες Ἰωναδάφου μεγαλήτορος, οἷς τὸ πάροιθεν Ἐνναέται Βαβυλῶνος ἄγον κάτα δούλιον ἦμαρ, Ἑβδομάτης δεκάδος λιγυρὸν μέλος ἐντύναντο.
The sons of great-hearted Jonadab, upon whom of old the inhabitants of Babylon brought the day of slavery, framed the clear-voiced song of the seventh decade.
Μή με καταισχύνειας, ἐπεὶ σύ μευ ἐλπὶς ἐτύχθης·
Put me not to shame, since Thou hast been my hope;
Notes, col. 1409
On the reading
Printed Πληγῆς, for Πληγῇς.
PG 33:1412Read from the pageΣῇ, Μάκαρ, εὐδικίῃ περικήδεο, καί με φύλασσε. Ἐμμαπέως με σάω, κλίνας ἀριήκοον οὖας· Νωίτερος Θεὸς ἔσσο, κατὰ χρέος ἀσπιδιώτης, Ἔμπεδος οἷά τις οἶκος, ὅπῃ κακόν ἐστιν ἀλύξαι.
In Thy righteousness, O Blessed One, care deeply for me and guard me. Quickly save me, inclining Thine attentive ear; be Thou our God, a shield-bearing warrior in our need, steadfast as a house wherein one may escape evil.
Αὐτὸς ἐμὸν πολύχαλκον ἕδος καὶ εὐσταθὲς ἄλκαρ. Ῥύεο δὴ παλάμης, Βασιλεῦ, κακοεργέος ἀνδρὸς, Ἐκ παλάμης ἀδίκου καὶ δυσνομίην ποθέοντος· Οὕνεκεν ἐλπὶς ἐμὴ, Πανυπέρτατε, αἰὲν ἐτύχθης, Ἐλπὶς ἀειζώουσα καὶ ἐκ νεοθηλέος ἥβης. Σοὶ περιθαρσήεις ἐκ νηδύος εἰμὶ τεκούσης, Αὐτός μοι σκέπας ἦσθα φίλης ἐν γαστέρι μητρός. Ἐν σοί μευ, Πανάριστε, πέλει φιλόμολπος ἀοιδή Ὠΐσθην βιότοιο τέρας πολέεσσι τετύχθαι, Ἀλλά μοι ἀλκήεις ἐφάνης μετὰ τοῖσιν ἀρωγός. Πλῆρες ἐμοὶ χάριεν μελέων στόμα πάντοθεν εἴη, Ὄφρα, Μάκαρ, σέο κῦδος ἀγήραον ὑμνοπολεύσω, Σεῖο πανημέριον μεγαλοπρεπὲς εὖχος ἀείδων. Μή με μεθῇς, Ἄχραντε, κακῷ περὶ γήραος οὐδῷ·
Thou Thyself art my brazen-strong seat and firm defence. Deliver me indeed, O King, from the hand of the evil-working man, from the hand of the unjust and of him that longeth for lawlessness; because Thou, O Most High, hast ever been my hope, an ever-living hope even from fresh-budding youth. In Thee am I confident from the womb of her that bare me; Thou Thyself wast my shelter in the belly of my dear mother. In Thee, O All-Best One, is my song-loving chant. I was deemed by many to have become a portent of life, yet unto me Thou didst appear a mighty helper among them. May my mouth be ever full of graceful songs on every side, that I may hymn Thine unageing glory, O Blessed One, singing all the day long Thy magnificent praise. Forsake me not, O Immaculate One, upon the evil threshold of old age;
Εὖτε βίην ὀλέσαιμι φίλην, τότε μή με μεθείης·
When I lose my dear strength, forsake me not then;
Οὕνεκά μοι τάδ' ἔφαντο κακοὶ καὶ ἀνάρσιοι ἄνδρες. Ψυχῆς ἡμετέρης φύλακες σκέψαντο μολόντες, Ἀθάνατον βάζοντες ἑὸν θεράποντα μεθεῖναι· Σπεύσατε, καί μιν ἕλεσθε, ἐπεί νύ οἱ οὔ τις ἀρωγός.
Because evil and hostile men have spoken these things against me. They that watch for our soul came and took counsel together, saying that the Immortal One hath forsaken His servant: Haste ye, and seize him, since now there is none to help him.
Ἀλλὰ σὺ, Παμβασιλεῦ, μή μεύ ποτε νόσφι τραπείης·
But Thou, O All-King, turn not ever away from me;
Μηδ' ἀλαοσκοπίην ἐμέθεν χατέοντος ἑλέσθαι. Αἶσχος ἕλοι, ὅσοι ἦτορ ἐμὸν βάλλουσι κακοῖσι· Μῶμος ἕλοι καὶ ἔρευθος, ὅσοι κακά μοι φρονέουσιν. Αὐτὰρ ἐγὼ βασιλῆι Θεῷ περιθάρσυνος εἴην, Καί οἱ αἰνετὸν ὕμνον ἔτι πλέον ἢ πρὶν ἀείσω.
Nor keep blind watch over me when I am in need. Let shame seize all them that smite my heart with evils; let blame and dishonour seize all them that devise evils against me. But may I be exceeding bold in God the King, and sing unto Him a hymn of praise yet more than before.
Ἡμέτερον στόμα σεῖο δικαιοσύνην ἀγορεύσει· Σεῖο πανημέριον φάος ἄφθιτον ὑμνοπολεύσω. Ἐμπορίης ἀδάητος ἐὼν καὶ ἐλεύθερος ἄτης,
Our mouth shall declare Thy righteousness; all the day long will I hymn Thine imperishable light. Being unacquainted with traffic and free from ruin,
Θαρσαλέος μετὰ νηὸν ἐλεύσομαι Ἀθανάτοιο. Σεῖο δικαιοσύνης, Βασιλεῦ, μεμνήσημαι οἴου. Ἐξ ἥβης μ' ἐδίδαξας ἅπερ θέμις, ἄφθιτε Ποιμήν·
Boldly will I enter into the temple of the Immortal One. Of Thy righteousness alone, O King, will I make mention. From youth hast Thou taught me the things that are right, O imperishable Shepherd;
Τοὔνεκα θέσκελα ἔργα καὶ ἐς τόδε σεῖο βοήσω.
Wherefore even hitherto will I proclaim Thy wondrous works.
Μή μ' ἀπογηράσκοντα, Μάκαρ, πολιόν τε μεθε⟨ί⟩ης, Εἰσόκεν ὀψιγόνοισι βραχίονα σεῖο προφήνω, Σὸν σθένος ἀγγέλλων καὶ εὐδικίην ἐρατεινήν· Ὑψίστων ἐτέλεσσας ἕως μεγαλαυχέα, Ποιμήν. Τίς νύ τοι ἄλλος ὁμοῖος ἐμοὶ τόσα κήδεα τεύχων;
Forsake me not, O Blessed One, when I grow old and grey, until I declare Thine arm unto posterity, announcing Thy strength and lovely righteousness: unto the highest heights hast Thou accomplished glorious things, O Shepherd. Who then is another like unto Thee, fashioning so many troubles for me?
Καί με πάλιν στρέψας, βιότου πόρες ἄσπετον ἀλκὴν,
And turning again, Thou hast granted me unspeakable strength of life,
Πυθμένος ἐκ γαίης δνηφερῆς βυθίου μ' ἐκάλεσσας. Σεῖό μοι εὐδικίης περιώσιον ἔβλυσας ἀλκὴν Καί μευ ἐπιστρέψας, προτέρην ἰήσαο νοῦσον· Πυθμένος ἐκ γαίης δνοφερῆς βυθίου μ' ἐκάλεσσας. Καὶ γὰρ ἀνυμνήσω σε, Μάκαρ, παναληθέϊ μολπῇ, Μέλπων ἐν κιθάρῃ πανακήρατον Ἰσραῆλον.
Out of the deep abyss of the darksome earth hast Thou called me. Thou hast poured forth for me the abundant might of Thy righteousness, and turning unto me, Thou hast healed my former sickness; out of the deep abyss of the darksome earth hast Thou called me. For indeed I will hymn Thee, O Blessed One, with all-truthful song, chanting upon the lyre the all-undefiled One of Israel.
Notes, col. 1412
On the reading
Printed μεμνήσημαι, for μεμνήσομαι.
Printed δνηφερῆς, for δνοφερῆς.
PG 33:1413Read from the pageἈμφὶ σὲ μελπόμενος μέγα χείλεσι γηθήσαιμι, Ψυχῇ θ', ἣν ῥ' ὀλοῶν, Βασιλεῦ, ἀπελύσαο νούσων. Πρὸς δέ τί μευ καὶ γλῶσσα δικαιοσύνην σέο μέλψει, Εὖτε καταισχυνθῶσιν ἐμὸν διζήμενοι ἄλγος.
Singing of Thee, may I rejoice greatly with my lips, and in my soul, which Thou, O King, hast delivered from destructive diseases. And moreover my tongue also shall sing of Thy righteousness, when they that seek my hurt are put to shame.
Τοῦτ' ἄρα παισὶν ἔην ἀνεπίγραφον Ἑβραίοισιν Ἡδὺ μέλος Σολομῶνι πολυκλήεντι μεμηλός. Ἑβδομάτης δεκάδος πέλεται καὶ πρῶτον ἄεισμα.
This sweet song, cared for by far-famed Solomon, was without title among the Hebrew children. And it is the first chant of the seventh decade.
Εὐδικίην βασιλῆι πόροις σέο, φέρτατε Ποιμήν, Παιδί τε σὴν προΐαλλε δικαιοσύνην βασιλῆος, Ὄφρα διακρίνωσιν ἐπ' εὐδικίῃ σέο λαὸν, Πτωχοῖς δ' ἀκτεάνοισι δίκην δικάσωσιν ἀρήγων. Οὔρεσιν εἰρήνη σθεναρὴ βουνοῖς τε μελέσθω. Πτωχῶν δημοτέροισιν ὑπ' εὐδικίῃσι δικάζειν. Ἀκτεάνων θ' ἅμα παισὶν ὀρινομένοισιν ἀρήγειν. Ἐκ ῥηξηνορίης καθέλοι ψευδηγόρον ἄνδρα. Ἠελίῳ φαέθοντι διαμπερὲς ἶσα φαείνοι. Πάντας ὑπερλάμπων κεραῆς προπάροιθε σελήνης, Ὑψόθεν ἠρεμέων ὡς ὑετὸν ἐς πόκον, ἔλθοι, Ὡς γαῖαν νιφάδεσσιν ὅτ' οὐρανὸς ἥσυχα βάλλει. Ἔσσεται ἡμέρη ἥδε δικαιοσύνης τότε μήτηρ, Εἰρήνης τ' ἐρατῆς, μήνης σθένος εἰσόκε λάμπῃ. Ἐξ ἑτέρης ἑτέρηνδε κράτος τανύσειε θαλάσσης, Ἔκ θ' ἱερῶν ποταμῶν μετὰ πείρατα μυρία γαίης. Αὐτὸν φῦλα θοῶς γουνάσσεται Αἰθιοπήων· Δυσμενέες δέ οἱ ἀμφὶ κόνιν λείξουσι δαμέντες. Οἴσατε νῆσοι δῶρ', ἅμα δ' οἴσατε, Θαρσίδος ἀρχοί.
Grant Thy judgement unto the king, O noblest Shepherd, and send forth Thy righteousness unto the king's son, that they may judge Thy people in righteousness, and decide judgement as a helper for the poor that have no possessions. Let strong peace be a care unto the mountains and the hills; in righteousness to judge the common folk of the poor, and at once to succour the afflicted children of the needy. Out of his warrior might may he cast down the false-speaking man. May he shine continually like unto the beaming sun, outshining all before the horned moon; from on high may he come gently as rain upon a fleece, as when heaven softly casts snow-flakes upon the earth. That day shall then be the mother of righteousness and of lovely peace, so long as the strength of the moon shall shine. From one sea to the other shall he stretch his dominion, and from the sacred rivers unto the countless ends of the earth. Before him shall the tribes of the Ethiopians swiftly bow the knee, and his enemies, subdued, shall lick the dust around him. Bring gifts, ye islands, and together bring them, ye rulers of Tharsis.
Ἐκ δ' Ἀράβων Σαβίων τε πολύλλιτα δῶρά φερέσθω.
And from the Arabs and Sabaeans let much-entreated gifts be brought.
Γαίης μιν βασιλῆες ὅλης ἅμα γουνάσσαιντο· Ἔθνεά οἱ παντοῖα ποτὶ ζυγῷ αὐχένα θείη, Πτωχὸν ἐπεὶ παλάμης σθεναρῶν ἀπελύσατο φῶτα, Καὶ πενίῃ βλαφθένθ', ᾧ μὴ πέλας ἔσκεν ἀμύντωρ. Πτωχοῦ λευγαλέου περιφείσεται ἠδὲ πενιχροῦ, Ψυχάς τ' ἀκτεάνων ὀλοῆς ἀπολύσεται ἄτης· Ἐκ τόκου ἔκ τ' ἀδίκοιο βίης σφέας ἐξαρπάσσει· Τῶν δ' ἄρα οἱ κατέναντι φανήσεται οὔνομ' ἀγητόν.
Let the kings of all the earth together bow the knee before him; let all manner of nations lay their neck under his yoke, because he hath delivered the poor man from the hand of the mighty, and him that was harmed by poverty, who had no defender near. He shall spare the wretched poor and needy, and shall redeem the souls of the destitute from destructive ruin; from usury and from unjust violence shall he snatch them away, and their name shall appear admirable before him.
Ζήσεται· Ἀῤῥαβίη δὲ γέρας χρυσοῖο κομίσσοι· Ἀμφ' αὐτοῦ Βασιλῆα λιτῇς καλέσοιεν ἀπαύστοις, Καί ἑ πανημέριον ἀγαθοῖς μελψαίατο κώμοις. Οὔρεσιν ἀκροτάτοισιν ἕδος κλυτὸν ἔσσεται αἴης· Πιότερον Λιβάνοιο φέροι μελιηδέα καρπόν. Ἄστεος ἀντέλλοιεν ὅλης ἅτε χόρτος ἀρούρης. Αἰνετὸν οὔνομα θεῖον ἐπ' ἀλήκτοισι γενέθλαις·
He shall live, and Arabia shall bring a gift of gold; concerning him they shall call upon the King with unceasing prayers, and all the day long shall they celebrate him in goodly songs of praise. Upon the topmost mountains shall be a glorious seat of the land; richer than Lebanon shall it bear honey-sweet fruit. From the city may they spring forth like the grass of all the field. Praiseworthy be the divine name unto unceasing generations;
Ἠελίου προπάροιθε μένει κλυτὸν οὔνομα θεῖον, Λαμπόμενον καὶ πρόσθε φερεζώοιο σελήνης. Ἀμφ' αὐτῷ τριπόθητον ἕλοι κλέος ἔθνεα γαίης, Ὄλβιστον καλέσειαν ἀεὶ Θεὸν ἔθνεα πάντα. Αἰνετὸς αἰὲν ἔφυ Θεὸς ἄφθιτος Ἰσραήλου, Ὅς καὶ μοῦνος ἀεὶ τελέει περιθαμβέα ἔργα. Αἰνετὸν οὔνομα θεῖον εὐκλείῃσι μεμηλὸς, Καὶ νῦν, καὶ μετέπειτα, καὶ ἐσσομένοισι γενέθλαις. Γαῖαν ὅλην πλήσειε Θεοῦ κλέος, ὧδε γενέσθω.
Before the sun abideth the glorious divine name, shining also before the life-bringing moon. In him may the nations of the earth obtain thrice-desired renown; may all nations ever call God most blessed. Praiseworthy evermore is the imperishable God of Israel, Who alone ever accomplisheth wondrous works. Praiseworthy is the divine name, renowned in glories, both now, and hereafter, and unto future generations. May the glory of God fill the whole earth; so let it be.
Notes, col. 1413