PG 33:1392Read from the pageΚάππεσον εἰς βόθρον, τον ἐμῶν θέσαν ἀντίον ὄσσων.
They fell into the pit which they had set before mine eyes.
Θυμὸς ἑτοῖμος ἐμὸς, Πανεπίσκοπε, θυμὸς ἑτοῖμος· Κῦδος ἐμὸν μέλψει σε, καὶ ἐν ψαλμοῖσιν ἀείσει. Ἔνοεό μοι, σοφίας γεραρὸν καὶ ἀγήραον εὖχος,
My heart is ready, O All-Overseer, my heart is ready; my glory shall sing of Thee, and chant in psalms. Awake for me, O venerable and unageing glory of wisdom,
Ἔγρεό μοι, φόρμιγξ καὶ ἐμῶν ψαλτήριον ὕμνων·
Awake for me, O lyre and psaltery of my hymns;
Ἐμματέως ἠῶθεν ἀνεγρόμενος κελαδήσω· Ἀμφιβόητον ἔπος σοι, Ἄναξ, λαοῖσι βοήσω, Καὶ δήμοις πολέεσσι λυρόκτυπον αἶνον ἀείσω. Οὐρανίων ἐλεητὺν ἔχεις καθύπερθε πυλάων, Καί σευ ἀληθείη νεφέων κατέναντα ποτᾶται. Ὄρσ' ὑπὲρ οὐρανίων πυλέων, πανυπέρτατε Ποιμὴν, Καὶ σέθεν ἄσπετον εὖχος ἐπὶ χθόνα πᾶσαν ἱκάνοι.
Rising eagerly at dawn I will sound forth; I will cry aloud a far-famed word unto Thee, O King, among the peoples, and among many nations I will sing lyre-struck praise. Thou hast mercy high above the heavenly gates, and Thy truth flies over against the clouds. Arise above the heavenly gates, O Supreme Shepherd, and let Thine unspeakable glory come over all the earth.
Στήλης ἧς μενέχαρμος ὕπερ Δαυῖδος ἔγραψε, Μηδέποτε φθεῖραι πρὸς τέρματι καλὸν ἄεισμα· Οὗ πάρα πεντηκοστὸς ἔφυ καὶ ἕβδομος ὕμνος
Concerning the pillar over which staunch David wrote, never to destroy at the end the fair song; from whom came the fifty-seventh hymn.
Ἦ ῥά που ἀτρεκέως ὁσίους ἀγορεύετε μύθους, Καὶ θέμιν ἰθεῖαν μερόπων ἰθύνετε, παῖδες, Ἀμπλακίην πραπίδεσσιν ἐπὶ χθονὶ τεκταίνοντες, Πλεξάμενοι παλάμῃσι κακοῤῥέκτοις ἀθέμιστα; Ἀλλότριοι πρὸ τόκοιο Θεοῦ γεγάασιν ἀλεῖται, Ἐκ γαστρός τ' ἀλάληνται ἀεὶ ψεύδη λαλέοντες, Ἰοβόλοις ὀφίεσσι πανείκελοι μηνιόωντες, Ἀσπὶς ὅπως κωφὴ, τῇπερ κότῳ οὔατ' ἔβυσεν· Ἥ ῥ' οὐκ ἰητῆρος ἐπαείδοντος ἀκούει, Φαρμακόεν δ' οὔ οἱ μέλεται σοφοῦ ἀνέρος ἄλκαρ.
Do you then truly speak holy words, and direct straight justice for mortals, O sons, framing sin in your minds upon the earth, weaving lawless things with evil-doing hands? Estranged from God before birth are the sinners, and from the womb they have wandered, ever speaking lies, raging altogether like venom-shooting serpents, like a deaf asp that in wrath stops its ears; which hearkens not to the charmer chanting his spell, nor cares for the potent remedy of the wise man.
Τῶν δὲ Θεὸς συνέτριψεν ὑπὸ στόμα πικρὸν ὀδόντας· Γαμφηλὰς ὀλοῶν Βασιλεὺς ξυνέαξε λεόντων. Μωμητοὶ τελέθουσι μάτην ἅτε νίσσεται ὕδωρ·
But God has crushed their teeth within their bitter mouth; the King has shattered the jaws of the destructive lions. They become blameworthy in vain, like water that flows away;
Τόξον Ἄναξ τανύσειεν ἕως νούσοισι δαμεῖεν Κηρῷ τηκομένῳ ἴκελοι τήκοιντο κακοῖσιν· Ἠελίου λελάθοντο πυρὸς προμολόντος ἐπ' αὐτούς. Ὑμετέρην πρὶν ῥάμνον ἑὰς διαἴδμεν ἀκάνθας·
May the King bend His bow until they are subdued by diseases; like melting wax may they melt away in evils; they have forgotten the sun when fire came forth upon them, before your bramble perceived its thorns;
Αἶψα καταβρώξειεν ὅπως ζώοντας ἀρειῇ. Εἰσορόων ὅσιος κεχαρήσεται ἔκδικον ἦμαρ. Αἵματί που νίψαιτο φίλας περὶ χεῖρας ἀλιτροῦ Ἐξερέων, ὅτι καρπὸς ἀγακλέος ἐστὶ δικαίου, Ὡς Θεὸς ἐν γαίῃ βροτέων πέλει ἔκδικος ἔργων
Quickly may He swallow them up alive with a threat. Beholding the avenging day, the holy man shall rejoice. He shall wash his dear hands in the blood of the sinner, declaring that there is fruit for the glorious righteous man, that God is the avenger of mortal works in the earth.
Στήλης εἰς ἐπίγραμμα γράφων Δαυῖδος ἀμύμων, Ἀρχόμενος θέσπιζεν ἔχειν τέλος ἄψογον ὕμνων·
Writing for the inscription of a pillar, blameless David at the beginning prophesied that he would have a faultless end of his hymns;
Ὁππότε Σαοῦλος κραδίην ἀμνήμονα μόχθων Τοῖο φέρων, προτέρων δὲ λελασμένος ἁρμονίων, Πέμψεν ἀριστοπόνοιο δόμον γαμβροῖο φυλάσσειν· Ὄφρα οἱ ἀντ' ἀγαθῶν θάνατον γέρας αἰνὸν ὀπάσσοι. Τοῖο δὲ πεντηκοστὸς ἔφυ καὶ ὄγδοος ὕμνος.
When Saul, bearing a heart unmindful of his toils, and forgetful of his former agreements, sent to watch the house of his nobly toiling son-in-law, that in return for good things he might bestow death upon him as a dread reward. And this is his fifty-eighth hymn.
Ἄφθιτε, δυσμενέων με κακῆς ἐξάρπασον ἄτης· Ἐκ δὲ κορυσσομένων μοι ἐλεύθερον ἦμαρ ὀπάζοις. Ἀλλὰ καὶ ἀνδροφόνων μ' ὀλοῶν βαρυώδυνον ἦτορ,
O Immortal One, snatch me out of the evil calamity of mine enemies; and from those who arm themselves against me grant me a day of freedom. Yea, and from destructive men of blood my heavily grieving heart,
Notes, col. 1392
On the reading
Printed Ἔνοεό, for Ἔγρεό.
PG 33:1393Read from the pageΟἵ πρὶν ἀνιχνεύεσκον, Ἄναξ, ἀπὸ ῥίμφα σαώσοις. Κάρτιστοί νύ μοι ἄνδρες ἐπιβρίθεσκον ἐρωῇ, Οὐ περὶ δυσνομίης, οὐδ' ἀμπλακίῃσιν ἐμῇσι. Δυσνομίης ἀπάνευθε δραμὼν, ὁδὸν εὗρον ἑτοίμην. Ἐγρόμενος, Βασιλεῦ, παρ' ἔμ' ἵστασο, καὶ ἴδε ἔργον. Καὶ σὺ, Ἄναξ, σθενέων Ἰσραήλοιό τε Ποιμήν, Ἔθνεσι παντοδαποῖς πανεπίσκοπον ὄμμα τιταίνοις, Μηδὲ κατοικτείρειας ἀτασθαλίης θεράποντας. Ὥρης ἑσπερίῃσιν ἐπιστρέψουσιν ἄπαστοι, Καὶ κυσὶ πειναλέοις ἴκελοι πόλιν ἀμφιέποιεν. Τῶν φθογγὴ μὲν ἄπυστος, ἀτὰρ περὶ χείλεσιν ἄορ,
Who aforetime tracked me down, O King, do Thou swiftly save from them. Mighty men indeed pressed heavily upon me with their onrush, not for lawlessness, nor for my sins. Running apart from lawlessness, I found a ready way. Rising up, O King, stand by me, and behold the work. And Thou, O King of powers and Shepherd of Israel, stretch forth Thine all-overseeing eye upon all manner of nations, and have no pity upon the servants of recklessness. At the evening hours they will return fasting, and like hungry dogs go round about the city. Their voice indeed is unheard, yet about their lips is a sword,
Ὄφρα τις εἰσαΐοι· σὺ δ' ἄρα σφέας ἡδὺ γελάσαις.
So that someone might hear; but Thou shalt laugh sweetly at them.
Φῦλα βροτῶν ὀνόσαιο κακῶν χάριν ἀμπλακιάων.
Thou shalt spurn the tribes of mortals on account of their evil sins.
Κάρτος ἐμὸν Βασιλῆι μεγακλήεντι φυλάξω, Οὕνεκά μευ Θεὸς αἰὲν ὑπερμενέως προμαχίζει. Ἀμφιβάλοι μ' ἐλεητὺς ὑποφθαμένη Βασιλῆος. Ἡμετέροις δαμάσειας ὑπ' ὀφθαλμοῖσιν ἀλείτας, Μὴ κτείνων, ἵνα σεῖο νόμου μὴ πάγχυ λάθοιντο·
I will keep my strength for the gloriously famed King, because God ever fights for me with surpassing might. May the prevenient mercy of the King encompass me. Mayest Thou subdue the sinners beneath our eyes, slaying them not, lest they utterly forget Thy law;
Ἀλλὰ βίῃ μεγάλῃ καὶ κάρτεϊ ῥεῖα κεδάσσαις, Καί σφεων ἠνορέην δαπέδῳ πελάσειας, ἀμύντωρ, Ἀμπλακίην στόματος σφετέρου, χειλέων θ' ἅμα μῦθον. Σφωιτέρης μεγάλῃσιν ὑπερβασίῃσιν ἁλῷεν· Ὧν τέλος ἐξ ἀρῆς καὶ ψεύδεος ἀγγέλλοιτο,
But by Thy great might and strength scatter them easily, and bring their manhood down to the ground, O Defender, the sin of their mouth, and the word of their lips together. May they be caught in their own great transgressions; of whom let the end be proclaimed from cursing and falsehood,
Πεῖρας χωομένοισι μόλοι καὶ τέρμα βίοιο. Ἴστωσαν, Θεὸς οὕνεκ' Ἰακώβου βασιλεύει, Παντοδαπαῖς ἄντυξιν ἀνακτορίην χθονὸς ἴσχων. Ὥρης ἑσπερίῃσιν ἐπιστρέψουσιν ἄπαστοι, Καὶ κυσὶ πειναλέοις ἴκελοι πόλιν ἀμφιέποιεν. Οἱ δὲ κεδασθήσονται ἐνηέα δόρπον ἑλέσθαι. Ἢν δὲ μάτην τρίζωσι κορεσσάμενοι κατὰ θυμὸν, Αὐτὸς ἀγακλῆεν σεῖο σθένος ὑμνοπολεύσω· Ἠῶθεν δ' ἐλέῳ κεχαρήσομαι, Ἄφθιτε, σεῖο· Οὕνεκά μευ Θεός ἐσσι, καὶ ἔκδικος αὐτὸς ἐτύχθης, Καί μευ ἔφυς κακότητος ἐν ἤματι πύργος ἑτοῖμος. Ὄρχαμε, φορμίζω σε, ἐπεὶ σύ μευ ἔπλευ ἀρωγός· Νωίτερος Βασιλεὺς ἐλεημοσύνη μευ ἐτύχθη.
Let an end and limit of life come upon them in Thy wrath. Let them know that God rules over Jacob, holding sovereignty over the earth in all its borders. At the evening hours they will return fasting, and like hungry dogs go round about the city. And they shall be scattered abroad to take a gentle meal. And if they murmur in vain, unsatisfied in soul, I myself will hymn Thy glorious strength; and at dawn I will rejoice in Thy mercy, O Immortal One; because Thou art my God, and Thou Thyself hast been my avenger, and hast been for me a ready tower in the day of distress. O Leader, I play the lyre to Thee, since Thou art my helper; our King has been my mercy.
Ἐπίγραμμα τοῦτο πραγμάτων ὑπὲρ χαρᾶς, Αὖθις μεταστρεφθέντι τῶν λοιπῶν λεῶν, Ὑπὲρ τὸ νομισθὲν τῷ βασιλεῖ πεπραγμένων. Καὶ γὰρ παρελθὼν τοὺς Παλαιστίνης ὅρους, Καὶ τἄλλ' ἐφεξῆς τῶν Σύρων τὰ χωρία, Τὴν Μεσοποταμίαν πυρπολεῖ κατὰ κράτος. Ἰώαβος δὲ σὺν Θεῷ αὐτὸς πάλιν Ἐδὼμ πατάσσει τῇ φάραγγι τῶν Ἁλῶν, Ἀνδρῶν φονεύσας χιλιάδας δώδεκα, Τὸν Σόβαλον δὲ τὸν Σύρον κατασπάσας. Ὡς δ' οἶδεν ἀλλοίωσιν ἀγαθῶν πραγμάτων Δαυῖδος, ἐνεφορεῖτο θείου πνεύματος. Ἐπέταξε πορθεῖν τῷ στρατηγῷ συντόμως· Ὑμνεῖ δὲ πεντηκοστὸν ἀμφ' ἐνάτῳ μέλος.
This inscription is for joy over events, when he turned back again from the remaining peoples, things having been accomplished for the king beyond what was expected. For having passed beyond the borders of Palestine, and the other territories of the Syrians in turn, he ravages Mesopotamia with fire by storm. And Joab himself again with God smites Edom in the Valley of Salt, slaying twelve thousand men, and pulling down Sobal the Syrian. And when David knew the change to good fortune, he was filled with the divine Spirit. He commanded the general to lay waste swiftly; and he hymns the fifty-ninth song.
Ἡμέας, ὦ Βασιλεῦ, καθελὼν ἐξώσαο πάντας· Χωσάμενος δ' ἐλέησας ἀμαιμάκετον μετὰ μῆνιν· Γαῖαν ὅλην ἐδόνησας ἀφειδείῃσιν ὀρίνων.
Having cast us down, O King, Thou hast driven us all away; yet after Thy wrath Thou hast had mercy following irresistibly fierce anger; Thou hast shaken the whole earth, stirring it up unsparingly.
PG 33:1396Read from the pageΕἴθε οἱ ἰήσαιο τάπερ ξυνέαξας ἑλίξας. Σεῖο, Μάκαρ, λαοῖσι σιδήρεα δῶκας ἰδέσθαι· Μνήμονα παντοίης οἶνον πόρες ἄμμιν ἀνίης. Σῆμα πόρες δμώεσσι βίην τόξου ἀλέασθαι, Ὄφρα τεοὺς θεράποντας ἀφαρπάξειας ἀνάγκης. Δεξιτερῇ με σάω, καὶ ἐμῆς ἐπικέκλυθι φωνῆς. Εἶπεν Ἄναξ ἁγίῳ σφετέρῳ συμφράδμονα μῦθον· « Τερψάμενος Σίκημα θοῶς διαδάσσομαι ἤδη, Καὶ κοίλην διαμετρήσω πυκινῶν κλισιάων. » Ἡμέτερος Γαλαάδος θ', ἡμέτερος δὲ Μανασσῆς, Ἔφρεμος ἡμετέροιο καρήατος ἄλκαρ ἐτύχθη. Αὐτάρ γ' εὐκλειὴς βασιλεὺς ἐμός ἐστιν Ἰούδας Ἐλπωρῆς δὲ λέβης μευ ἔφυ Μώαβος ἀμύμων. Ἐκτείναιμι πέδιλον ἐμὸν προπάροιθ' Ἰδουμαίης· Ποσσὶν ἐφ' ἡμετέροις ἀλλότρια φῦλα δαμάσθη. Ἤθελον εὐπύργου κλυτὸν ἄστεος ἡγεμονῆα, Ἠὲ καὶ ἰθυντῆρα Ἰδουμαίης μετὰ δήμους. Ἦ ῥ' οὐκ αὐτὸς, Ἄναξ, ἡγήσαιο, ὁ πρὶν ἐάσσας, Οὐδὲ κορυσσομένοισιν ἐλεύσεαι ἄμμιν ἀρωγός Τειρομένοις ἐπίκουρος, Ἄναξ, ἀναφανδὰ φανείης· Ἄμμι δὲ μαψίδιον μερόπων φάος ἐγγυαλίξοις. Ἐν κρατερῷ Βασιλῆι βίην τελέσωμεν ἑτοίμην· Δυσμενέων δ' ἔκπαγλον ὑπερβασίην ἀθερίζοι.
O that Thou wouldest heal for her the things which Thou hast shattered, rolling them together. Unto Thy peoples, O Blessed One, Thou hast given hard things of iron to see; Thou hast given us wine mindful of all manner of grief. Thou hast given a sign to Thy servants to escape the force of the bow, that Thou mightest snatch Thy servants away from necessity. Save me with Thy right hand, and hearken unto my voice. The King spoke a consenting word in His sanctuary: « Rejoicing I will now swiftly divide Shechem, and I will measure out the valley of thick tents. » Ours is Gilead, and ours is Manasseh, and Ephraim has become the strength of our head. Moreover Judah is my glorious king, and blameless Moab has become the cauldron of my hope. I will stretch out my sandal before Idumaea; under our feet foreign tribes have been subdued. I wished for a renowned leader into the well-towered city, or a ruler unto the peoples of Idumaea. Wilt not Thou Thyself lead us, O King, Who aforetime didst leave us, and wilt Thou not come as a helper unto us when we arm ourselves? Appear manifestly as an ally unto us who are distressed, O King; for vain is the deliverance of mortals that Thou wouldest grant us. In the mighty King we shall perform ready valour; and He shall set at naught the terrible transgression of our enemies.
Ἑξηκοστὸν ἔγραψεν ἄναξ. Δαυῖδος ἄεισμα.
The king David wrote the sixtieth song.
Ἱκεσίης ἐπάκουσον ἐμῆς, πανυπέρτατε Ποιμήν, Καί μοι ἐπ' εὐχωλῇ τελέσκοπον ὄμμα τανύσσαις.
Hearken unto my supplication, O Supreme Shepherd, and stretch forth upon my prayer Thy far-seeing eye.
Δευόμενος βοάασκον, Ἄναξ, περάτων ἄπο γαίης· Ἀχνυμένης μ' ἀνάειρας ἐμῆς κραδίης ἐπὶ πέτρην· Ἡγητὴρ ἐμὸς ἔσκες, ἐπεὶ σύ μευ ἐλπὶς ἐτύχθης, Πύργος ἐμὸς μετὰ δῆριν ἐπερχομένων ὀλετήρων· Σῇσι, Μάκαρ, καλύβῃσι διηνεκέως παραμίμνω. Καί σεο θεσπέσιον πτερύγων σκέπας ἀμφιπυκάζοις. Οὕνεκα νωιτέρων, Μάκαρ, ἔκλυες εὐχωλάων, Κλῆρον ἀγακλήεντα τεοῖς δμώεσιν ἔδωκας· Ἦμαρ ἐπ' ἦμαρ ἄνακτι πόροις βιότοιο κελεύθους, Ἐκ γενεῆς γενεήνδε Θεοῦ πέλας ἔμπεδον εὕροι.
Being in need I cried aloud, O King, from the ends of the earth; when my heart was grieving Thou didst lift me up upon a rock; Thou wast my guide, since Thou hast been my hope, my tower in battle against oncoming destroyers; in Thy tabernacles, O Blessed One, I will abide continually. And mayest Thou wrap around me the divine shelter of Thy wings. Because Thou, O Blessed One, hast heard our prayers, Thou hast given a glorious heritage unto Thy servants; day upon day mayest Thou grant paths of life unto the king, from generation to generation may he find stability near to God.
Τίς οἱ ἀληθείην ἐλεόν θ' ἅμα μαστεύσειε; Πάντοτ' ἐμὸν Βασιλῆα φίλῃ φόρμιγγι βοήσω, Εἰσόκεν εὐχωλὰς τίσω, Μάκαρ, ἦμαρ ἐπ' ἦμαρ.
Who shall seek out truth and mercy together for him? Ever will I acclaim my King on my dear lyre, until I pay my vows, O Blessed One, day by day.
Ἰδιθούμου κῶμον ὕπερ Δαυῖδος ἔγραψε, Τόνδ' ἑξηκοστὸν μελέων καὶ πρῶτον ἀείσας.
On behalf of Idithun David wrote the hymn, singing this sixty-first of the songs.
Ἦ ῥ' οὐχ ἡμέτερον δεδμήσεται ἦτορ Ἄνακτι; Καὶ γὰρ φέγγος ἐμὸν τελέθει Βασιλῆος ἀρωγή· Οὕνεκά μευ Θεὸς αὐτὸς, ἐμῆς δ' ὑπερίσταται ἀλκῆς. Ἄλκαρ ἐμὸν τὸ καὶ οὔτι ποτ' ἔλπομαι εἶναι ἀλείτης.
Shall not our heart be subject unto the King? For the help of the King is my light; because He Himself is my God, and stands over my strength. He is my defence, wherefore I hope never at any time to be a transgressor.
Μέχρι τεῦ ἀνδρὶ μάχεσθε, ὁμῶς τ' ἐναρίζετε πάντα
How long do you fight against a man, and all of you together slay
Τοίχῳ κεκλιμένῳ ἴκελοι φραγμῷ τε πεσόντι, Ἔδραμον ἐν δίψῃ· σκέψαντο δέ μ' ἀκλέα τεῦξαι·
Like a leaning wall and a fallen fence? They ran in thirst; and they plotted to make me inglorious;
Εὐχόμενοι γλώσσῃσιν, ἀραῖς στέρνοισιν ἔπαιον.
Blessing with their tongues, they struck with curses in their breasts.
Notes, col. 1396
On the reading
Printed ἐλεόν, for ἔλεόν.
PG 33:1397Read from the pageΘυμὲ, πέσον Βασιλῆι, Θεῷ δέδμησο πεποιθώς· Οὕνεκεν ἐλπωρῆς μευ ἔφυ φυσίζοον ἕρμα. Αὐτὸς γὰρ Θεός ἐστιν ἐμὸς, σωτήρ τε τέτυκται. Ἄλκαρ ἐμὸν, τίς κέν με φίλης ἐλάσειε τιθήνης;
O soul, fall down before the King, be subject unto God in trust; because He is the life-giving prop of my hope. For He Himself is my God, and is my Saviour. He is my defence; who could drive me from my dear nurse?
Κῦδος ἐμὸν καὶ φέγγος ὑπ' ἐννεσίῃσιν Ἄνακτος· Ἐλπὶς ἐμὴ Βασιλῆα μένει καὶ κάρτος ἀρωγῆς. Παντοδαπὴ δήμων κλισίη, θαρσήσατ' Ἄνακτι, Σφωίτερον δ' ἀναφανδὰ Θεῷ περιχεύσατε θυμόν· Οὕνεκά τοι ἐπίκουρος ἀεὶ Θεὸς ἄμμιν ἐτύχθη. Ἔμπα γε μὴν μερόπων ἁλίη σύμπασα γενέθλη, Φύτλη ψευδαλέη μερόπων ἀδίκοισι ταλάντοις. Ἐκ φρενὸς ὥρμηθεν κενεαυχέες εἰς ἓν ἰόντες.
My glory and light are under the counsels of the King; my hope awaits the King and the strength of His help. O assembly of all manner of peoples, trust in the King, and pour out your heart manifestly before God; because God has ever been a helper unto us. Yet truly the whole race of mortals is vain, the generation of mortals is false in unjust scales. With empty boasting they rushed forth from their mind, coming together into one.
Μηδέποτ' ἀμφ' ἀδίκοισι νόον μεμελημένον ἴσχειν, Μηδέτ' ἐπ' ἀλλοτρίοις ἀγαθῶν θέμεν ἅρπαγα θυμόν. Μηδὲ ῥόον πλούτοισι πολυκτεάνοιο ποθεῖτε. Εἶπεν ἅπαξ Βασιλεὺς, δύο δ' ἔκλυον οὔασι τοῖα·
Never keep your mind set upon unjust deeds, nor set a rapacious heart upon the goods of others; and desire not the flow of much-possessing wealth. Once spoke the King, and twice with mine ears I heard such things:
Ὡς Θεοῦ ἔπλετο κάρτος, ἰδ' ὡς ἐλεητυς Ανακτος. Πᾶσι σὺ μισθὸν, Ἄναξ, ὀπάσῃς ἀντάξιον ἔργων.
That power belongs to God, and that mercy belongs to the King. Unto all, O King, Thou wilt render a reward worthy of their works.
Δαυΐδου κλυτὸς ὕμνος Ἰουδαίας ἐν ἐρήμῳ, Ἑξηκοστὸς ὁμοῦ καὶ δεύτερος οὗτος ἐτύχθη.
David's renowned hymn in the wilderness of Judaea, this is the sixty-second.
Νύκτα μετ' ἀμφιλύκην σε, Μάκαρ, Μάκαρ, ἀμφιχορεύσω.
After the twilight of night I will celebrate Thee in song, O Blessed, Blessed One.
Καὶ ψυχή σ' ἐπόθησεν ἐμὴ, καὶ σὰρξ ἔτι μᾶλλον, Τρηχεῖαν καὶ ἄνυδρον ἀνὰ χθόνα πολλὸν ἐρήμην. Σοὶ, Μάκαρ, εἰν ἁγίῳ μάλα θάρσυνος ὧδε φαάνθην, Ἰσχανόων δύναμίν τε τεὴν καὶ κῦδος ἰδέσθαι. Κρεῖσσον ἔχεις ἐλεητὺν, Ἄναξ, βιότοιο κελεύθων· Χείλεσιν ἡμετέροισι τεὸν κλέος ὑμνοπολεύσω. Ὧδέ σε κυδαίνοιμι διαμπερὲς εἰσόκεν ἕρπω, Σοὶ δ' ἐπιθαρσήεις παλάμας εἰς ὕψος ἀείρω. Οἷάτε πιαλέης πλησθήσομαι ἦτορ ἀλοιφῆς· Χείλεα δ' εὐφροσύνης ἐμέθεν στόμα πάντοτε μέλψει. Εἰ σέθεν ἐν λεχέεσσιν ἐμοῖς μεμνημένος ἦα, Σοῖσι μάλ' ἐξ ἠοῦς μελεδήμασι θυμὸν ἔβοσκον, Οὕνεκεν ἄμμιν, Ἄναξ, ἐπιτάῤῥοθος ἐξεφαάνθης· Καί σεο γηθήσαιμι περὶ πτερύγων ἀλεωρῇ. Ἴχνεϊ σῷ ξυνοπηδὸν ἐμὸν φίλον ἦτορ ἐρείσθη· Καί σεο δεξιτερή μευ ὑπερμενέως προμάχησεν. Οἱ δὲ μάτην μάστευον ἐμὸν διὰ θυμὸν ὀλέσσαι.
Both my soul has longed for Thee, and my flesh yet more, through a rough and waterless land, much deserted. Unto Thee, O Blessed One, I have thus appeared right boldly in the sanctuary, longing to behold Thy power and Thy glory. Thou hast mercy, O King, better than the paths of life; with our lips I will hymn Thy glory. Thus will I glorify Thee continually so long as I move and live, and confident in Thee I will lift up my hands on high. As with rich ointment my heart shall be filled; and with lips of gladness my mouth shall ever sing. If I remembered Thee upon my bed, right from the dawn I fed my soul upon thoughts of Thee, because Thou, O King, hast appeared as a helper unto us; and I will rejoice around the shelter of Thy wings. Following close upon Thy footstep my dear heart has been stayed; and Thy right hand has fought for me with surpassing might. But they sought in vain to destroy my soul.
Νερτερίων ὑπένερθεν ἱκοίατο ῥίμφα βερέθρων· Χειρῶν ἁρπαλέων ξίφεος μέλπηθρα τετύχθων. Δεινὸν ἀλωπήκεσσιν ἕλωρ καὶ δασμὸς ἔσονται. Αὐτὰρ ἄναξ Θεῷ ἀμφὶ φίλην φρένα γηθήσειεν· Πᾶς δέ οἱ ὀμνύμενος κλέος ἄφθιτον αἰνετὸς ἔσται.
Beneath the nether pits may they swiftly go; let them become the sport of the sword of rapacious hands. A dread prey and portion for foxes shall they be. But the king shall rejoice in his dear heart in God; and everyone who swears by His imperishable glory shall be praised.
Πᾶν γὰρ ἀπεκλείσθη λάβρον στόμα λωβητήρων.
For every violent mouth of the revilers has been stopped.
Δαυΐδου λιγυρὸς μεγαλοσθενέος βασιλῆος Ἑξηκοστὸς ὁμοῦ τρίτατός θ' ἅμα κῶμος ἐτύχθη.
The clear-voiced hymn of David the mighty king, this is the sixty-third.
Ἱκεσίης ἐπάκουσον, Ἄναξ, ὅτε σεῖο λιτοίμην· Θυμὸν ἐμὸν λύσειας ὑπ' ἀντιβίης μελεδῶνος.
Hearken unto my supplication, O King, when I pray unto Thee; deliver my soul from the anxiety of the adversary.
Notes, col. 1397
On the reading
Printed ἐλεητυς, for ἐλεητὺς.
Printed Ανακτος, for Ἄνακτος.
PG 33:1400Read from the pageἜκρυψάς μ' ἀπάνευθε κακῶν ἀγεληδὸν ἰόντων, Πληθύος, οἷσι μέμηλε νόῳ ἀθεμίστια ἔργα· Οἵ γλώσσας θήγεσκον ἑὰς ξιφέεσσιν ὁμοίας Ἔργα δὲ ῥιγηλῷ πρόεσαν πανομοῖα τόξῳ, Ὥς κεν ὀϊστεύσωσιν ἀναίτιον ἀνέρα λάθρῃ. Οὐδέ μιν ἐξαπίνης κραδίῃ δείσουσι βαλόντες. Ἔμπεδον ἐστήριξαν ἀναιδέα δήνεσι μῦθον· Δίκτυον ἐσκέψαντο δολοφροσύνῃσι καλύψαι. Εἶπον· Τίς κεν ἴδοι σκότιον σφέων ὄμμασιν ἔργον;
Thou hast hidden me apart from the wicked who go in herds, from the multitude whose mind cares for lawless works; who sharpened their tongues like swords, and sent forth deeds altogether like a dreadful bow, that they might shoot in secret at the blameless man. Nor will they fear in heart when they shoot at him suddenly. They firmly established a shameless word by their counsels; they plotted with deceitful thoughts to hide a net. They said: Who could see with his eyes their dark work?
Θυμῷ δ' ἀνιχνεύεσκον ἀλιτροσύνην ἀλεγεινήν· Οἱ δ' ὀλιγηπελέεσκον ἀπείριτα μαστεύοντες. Νειόθεν ἴδμονα μῆτιν ἔχων προσελεύσεται ἀνήρ, Ὅς ῥ' ὑψιβρεμέταο βίην Βασιλῆος ἀείροι Ὧδε βέλη προέηκαν ὅσον καὶ νήπιος υἱὸς, Ἠπεδαναῖς γλώσσῃσιν ὑπέρβια μυθίζοντες. Πάντες ἅμ' ὠρίνθησαν, ὅσοι σφέας εἰσοράασκον. Τίς μερόπων οὐκ εἶδεν, ἰδὼν δ' οὐκ ἔτρεσε θυμῷ,
In their heart they searched out grievous sin; and they grew faint searching out boundless things. From deep within a man having skilful counsel shall come forward, who would exalt the might of the high-thundering King. Yet they shot forth darts only so much as a little child, uttering overweening words with feeble tongues. All who beheld them were troubled together. Who among mortals did not see, and seeing did not tremble in heart,
Καὶ πολυκυδήεντα Θεοῦ διαπέφραδεν ἔργα, Τέχνας ἀθανάτης παλάμης πραπίδεσσι δοκεύων; Τερπέσθω Βασιλῆος ἐπ' ἐλπωρῇσι δίκαιος· Ἰθυνόοις δ' ἅμα πᾶσιν ἀέξεται αἶνος ἀπείρων.
And declare the glorious works of God, pondering in his mind the arts of the immortal hand? Let the righteous man rejoice in the hopes of the King; and for all the upright in mind together boundless praise shall grow.
Μέλπε μ', Ἰεζεκιῆλε, καὶ, Ἱερεμία, βόησον, Πῶς τότε δούλιον ἦμαρ ὑπήλυθον οἱ μετὰ γαῖαν, Ὥς ποτε νηὸν Ἄνακτος ἀποπρολιπόντες ἔβησαν· Μέλψατε τιμήεσσαν ὀδυρόμενοι Βασιλῆος· Λαός τ' εὐκλειὴς σφετέρων χάριν ἀμπλακιάων. Ἑξηκοστὸς ὁμῶς καὶ τέτρατος ὕμνος ἐτύχθη.
Sing to me, O Ezekiel, and cry aloud, O Jeremiah, how those across the land then underwent the day of slavery, when they departed leaving behind the temple of the King; sing lamenting the honoured house of the King, and the glorious people on account of their sins. And this equally is the sixty-fourth hymn.
Σοὶ, Μάκαρ, ἐν Σιῶνι μεταπρέπει ἄσπετος ὕμνος, Ἐν δὲ Ἱερουσαλῇ φορέεις παλινάγρετον εὐχὴν, Πᾶν βρότεον λίτεταί σε γένος· σὺ δὲ κέκλυθι, Ποιμήν· Κλῦθι λιτῆς· σὲ δὲ πᾶσα λιτάζεται ἀνδρομέη σάρξ. Ἠνορέης λαθόμεσθ', ἐπέων ἀΐοντες ἀθέσμων· Νῶι δὲ θυμὸν ἔχοις ἐλεήμονα δυσφροσύνῃσιν.
Unto Thee, O Blessed One, in Sion unspeakable praise is fitting, and in Jerusalem Thou receivest a renewed vow; every mortal race entreats Thee; and do Thou hearken, O Shepherd; hearken unto the prayer; for all human flesh entreats Thee. We forgot our manhood, hearkening to lawless words; yet unto us mayest Thou have a merciful heart in our afflictions.
Ὄλβιος, ὃς παρὰ σοι προλελεγμένος οἰκία ναίει, Σοῖσι πᾶρ' αὐλείοις κλισίην πήξοιτο μελάθροις. Σεῖο δόμων ἀγαθοῖσι φίλον πλησώμεθα θυμὸν
Blessed is he who, chosen beforehand, dwells in habitations beside Thee, and pitches his tent beside Thy courtly halls. With the good things of Thy house we shall fill our dear soul;
Ἄχραντός σεο νηὸς ἐπ' εὐδικίῃσιν ἀγητός.
Undefiled is Thy temple, wondrous in righteous judgements.
Ἀλκτὴρ καὶ Βασιλεῦ, ξυνῆς ἐπικέκλυθι φωνῆς· Γαίης ἐλπὶς ὅλων περάτων καὶ νόσφι θαλάσσης· Ἠνορέῃ σκιόεντα, Μάκαρ, σέθεν οὔρεα τεύχων, Ἀπροτίοπτον ζῶμα τεὴν ἐζωσμένος ἀλκὴν, Ὅς μέγεθος κλονέεσκες ἀμετρήτοιο θαλάσσης. Τίς φορέειν σφετέροιο βίην σθένει οἴδματος ὁρμὴν;
O Defender and King, hearken unto our common voice, Thou hope of all the ends of the earth and afar upon the sea; framing Thy shadowy mountains in strength, O Blessed One, girded with Thy might as an unseen girdle, Who didst stir up the vastness of the immeasurable sea. Who has strength to bear the force of the onrush of its surge?
Φῦλα βροτῶν κλονέοιντο, φέροιντο δὲ δείματα θυμῷ,
Let the tribes of mortals be troubled, and bear fears in their heart,
Πείρατα ναιετάοντες, ὅπαυς σφίσι πήξαο τέκμωρ. Ἠοῦς ἀντολίην καὶ ἑσπερίην ἅμα τέρψεις. Σκεψάμενος νιφάδεσσιν, Ἄναξ, ἐμέθυσας ἄρουραν,
Who dwell at the ends of the earth, seeing how Thou hast fixed a sign for them. The rising of the dawn and the evening Thou shalt gladden together. Visiting it with showers, O King, Thou hast watered the soil abundantly,
Notes, col. 1400
On the reading
Printed ὁρμὴν, for ὁρμήν.
PG 33:1401Read from the pageΘήκαο δ' ἀφνειὴν ἀγαθῶν ἐγκύμονα καρπῶν Ἀθανάτου ποταμὸς πυκινοῖς βέβριθε ῥεέθροις, Καί σφισιν ὥστε Θεὸς βρῶσιν προέηκας ἑτοίμην Καρποτόκους εὔφρηνον, Ἄναξ, σέθεν αὔλακας αἴης· Εὔζωον δέ οἱ οὖδας ἄγοι πολυειδέα καρπόν· Αἰθερίης ψεκάδεσσι γανύσσεται ἀντέλλουσα. Σῆς, Ἄνα, μειλιχίης ἔτεος στέφος αἰνήσειας, Καί σεο πιαλέης δάπεδον πλησθήσεται ὥρης. Οὔρεα θηροκόμοιο γενοίατο πίον' ἐρήμου, Ἀμφιβάλοιντο δὲ χάρμα μετήοροι ὑψόθι βουνοί· Οἰῶν εἰροπόκων βεβριθότες εἰσὶ τοκῆες, Καὶ κοῖλαι φορέοιεν ἅλις ζωαρκέα σῖτον· Εὐφορίην βασιλῆος ἀνυμνήσειαν ἅπαντες.
And hast made it rich, teeming with goodly fruits. The river of the Immortal One is laden with thick streams, and as God Thou hast sent forth ready food for them. Gladden, O King, the fruit-bearing furrows of Thy land; and may its living soil bring forth manifold fruit; springing up, it shall rejoice in the drops of heaven. Mayest Thou bless the crown of the year of Thy gentleness, O King, and the ground shall be filled with Thy rich season. May the mountains of the beast-nourishing wilderness grow fat, and may the hills lifted up on high clothe themselves with joy; the parents of wool-fleeced sheep are laden, and may the valleys bear life-sustaining corn in abundance; may all hymn the fruitfulness of the King.
Εἴ τις ανεγρομενων νεκύων σκέψαιτο βιώνην, Κλῆσις πῶς Βασιλῆος ἐφημοσύνῃσιν ὀπηδεῖ, Οὐ μάλα θαυμάσει· τόδε γὰρ τέλος οἶδεν ἀοιδή· Πέμπτον ὁμοῦ τόδ' ἔφυ καὶ ἑξηκοστὸν ἄεισμα.
If anyone should consider the life of the dead raised up, how the calling follows the commands of the King, he will not greatly wonder; for the song knows this end; and this is the sixty-fifth song.
Πᾶσα χθὼν, βασιλῆι Θεῷ ἀλαλάξατε μολπήν· Οὔνομα δ' εὐκελάδῳ κιθάρῃ φορμίζετε θεῖον, Εὐφήμοις θεοτερπὲς ἀείσατε κῦδος ἐπ' ἔργοις. Εἴπατε· Σεῖο Θεῷ τελέθει μάλα θέσκελα ἔργα· Δυσμενέες ψεύσαιντο τεὴν περιώσιον ἀλκήν. Μέλψατέ μοι, χθὼν πᾶσα, Θεὸν ἰδὲ γουνάζεσθε· Ἡδέα μελπόντων, Βασιλεῦ, τεὸν οὔνομα πάντες Δεῦτε, φίλοι, μεγάλοιο Θεοῦ κλυτὰ λεύσσετε ἔργα· Ἄσχετος ἐν βουλῇσιν ὑπὲρ μεροπηίδα φύτλην· Κεκλόμενος πόντον τραφερὴν μετεπήξατο γαῖαν, Καὶ ποταμοὺς κελάδοντας ἐθήκατο ποσσὶ κελεύθους. Κεῖσ' ἅμα γηθήσαιμεν ἐπ' ἀθανάτῳ Βασιλῆι, Κάρτεϊ νωλεμέως σφετέρῳ μεδέοντι καὶ ἀλκῇ. Φῦλα βροτῶν Βασιλῆος ἐποπτεύουσιν ὀπωπαί. Μὴ μέγα μοι φρονέοιεν ὅσοις πολύπικρος ἐρωή. Εὐφήμοις μελέεσσι Θεὸν κελαδήσατε, δῆμοι, Οὔασι δεχνύμενοι σφετέρην ἀριήκοον αὐδήν· Ὅς τ' ἐμὸν ἦτορ ἔθηκεν ὅπως ζωοῖσι μετείη, Ἴχνος ἐμῶν ἐν πᾶσι ποδῶν ἀδόνητον ἐρείδων.
All the earth, raise a shout of song unto God the King; play upon the clear-sounding lyre unto His divine name, sing God-pleasing glory with auspicious works. Say: Unto God Thy works are right wondrous; through Thy surpassing might Thine enemies shall feign obedience. Sing for me unto God, all the earth, and bow the knee; let all sing sweetly unto Thy name, O King. Come hither, friends, behold the glorious works of great God; irresistible in counsels over the mortal race; commanding the sea, He turned it into dry land, and made the roaring rivers pathways for feet. There let us rejoice together in the immortal King, Who rules unceasingly by His power and might. The eyes of the King watch over the tribes of mortals. Let not those whose impulse is very bitter boast themselves greatly. Acclaim God with auspicious songs, O peoples, receiving with your ears His far-heard voice; Who has set my heart so that it might be among the living, establishing the footstep of my feet unshaken in all things.
Ἡμέας ἐφράσθης, Βασιλεῦ, πολυφράδμονι βουλῇ, Εὖ διαγινώσκων ἅπερ ἄργυρον ἐν πυρὶ χαλκεύς. Ἐν δὲ λίνῳ δολόεντι καὶ οὐκ ἐθέλοντας ἔρυκες·
Thou hast proved us, O King, with wise counsel, testing us well even as a smith tests silver in the fire. And in a crafty net Thou didst hold us back even against our will;
Ἡμετέρων καθύπερθεν ἐθήκαο κήδεα νώτων. Ἡμετέρης κεφαλῇσιν ἐπεστηρίξαο φῶτας. Ὕδωρ καὶ φλογεροῖο πυρὸς διέβημεν ἐρωήν, Ἐς δ' ἀνάπαυμα νέης ἐξήγαγες ἡμέας ὥρης. Δῶμα τεὸν θυέεσσιν ἱκοίμεθα καρφομένοισιν· Εὐχωλὰς προτέρης μευ ὑποσχεσίης ἀποτίσω· Ἃς καὶ τειρόμενός περ ἔφην τὸ πρόσθε τελέσσαι, Θύματα μυελόεντα πυριφλεγέθοντα κομίσσω· Εἰροπόκους κριούς τε, μύρου τ' εὐώδεα καπνὸν,
Thou hast laid tribulations upon our backs; Thou hast set men over our heads. We passed through water and the onrush of flaming fire, and Thou didst lead us out into the rest of a new season. We will come into Thy house with burnt offerings; I will pay the vows of my former promise, which I spoke aforetime to perform when I was distressed; I will bring marrow-filled sacrifices blazing with fire, both wool-fleeced rams and the fragrant smoke of incense,
Ἀμφὶ δὲ χιμάροισι βόας κεραελκέας οἴσω. Κέκλυτέ μευ, ξύμπαντες ὅσοι δειμαίνετ' Ἄνακτα. Ὅσσ' ἀγάθ' ἡμετέρῳ τεκτήνατο μυρία θυμῷ. Ἀθάνατον βοάασκον ὑπὸ γλώσσης ἀναείρων· Εἰ δ' ἴδον ἐν πραπίδεσσιν ἐμαῖς ἀθεμίστιον ὕβριν,
And along with he-goats I will offer horn-drawing oxen. Hearken unto me, all you who fear the King, what countless good things He has wrought for our soul. I cried aloud unto the Immortal One, exalting Him beneath my tongue; but if I beheld lawless insolence in my mind,
Notes, col. 1401
On the reading
Printed ανεγρομενων, for ἀνεγρομένων.