Migne Reading Room

PG 33 · cols. 1380–1389 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:1380Read from the page
ΨΑΛΜΟΣ ΜΗʹ.
Psalm XLVIII.
Ἡδὺ μέλος σθεναροῖσιν ἐμέλπετο παισὶ Κοραίου· Τεσσαρακοστὸν ὁμῶς τε καὶ ὄγδοον ἕλκει ἀριθμόν.
A sweet song was sung by the strong children of Korah; and it draweth the forty-eighth number.
Κέκλυτε, μυρία φῦλα, τά μοι νόος ἔνδοθι κεύθει.
Hear, ye myriad tribes, the things that my mind hideth within.
Γαίης ἐνναετῆρες ἐμοῖς μελέεσσι μελέσθων, Ἄνδρες γηγενέες, βροτέης θ' ὅσα φῦλα γενέθλης,
Let the inhabitants of the earth attend to my songs, earth-born men, and whatsoever tribes there are of mortal race,
Ἀκτέανοί τ' ἀναμὶξ καὶ ὅσοις μέλει ἄσπετος ὄλβος.
Both the unpropertied alike and those whose care is untold wealth.
Νωίτερον σοφίην ἱερὸν στόμα μυθολογεύσει, Ἡμετέρης κραδίης μελέτη πινυτὴν ἀγορεύσει. Ποικίλον ἀμφ' αἶνον ἀριήκοον οὖας ἐρείσω. Ἐκ λιγυρῶν μελέων πυκινῆς διαμείψομαι οἴμης. Τίπτ' ἔτι ῥιγεδανὸν τρομέω καὶ ἀμήχανον ἦμαρ; Πτέρνης ἀμπλακίη με δυσμήνιος ἀμφιπολεύσει. Ἀνέρες ἀφνειοὶ κρατερῷ περὶ θάρσυνοι ὄλβῳ· Οἷσιν ἐπὶ κτεάτεσσιν ὑπέρβιος ἔπλετο θυμός. Οὐχὶ κασίγνητος μερόπων ἀναφαίνετ' ἄποινον; Οὐχὶ Θεὸν γενέτην ἱλάσσεται εἵνεκα κόσμου, Τιμὴν ἀθανάτης ψυχῆς ποινὴν ἀποτίσας; Νωλεμέως μόχθησε, βίος δέ οἱ οὔποτε λήξει.
Our sacred mouth shall speak wisdom, the meditation of our heart shall utter understanding. I will incline a keen-hearing ear to a manifold proverb; with clear-toned melodies on the lyre I will unfold the close-wrought strain. Why do I still tremble at the shuddering and helpless day? The wrathful iniquity of my heel will beset me round about. Wealthy men are overly confident in their strong riches, whose spirit hath become overweening over their possessions. Doth not a brother of mortals appear as a ransom? Will he not propitiate God the Father for the sake of the world, having paid the price of an immortal soul as a ransom? Unceasingly did he toil, and his life shall never fail.
Εὖτε σοφοὺς θνήσκοντας ἴδοι, κακότητα πατήσει.
When he seeth wise men dying, he will tread down wickedness.
Ἄφρων ἀφραδέως καὶ νήπιος εἰς ἓν ὀλεῖται, Ἀκλήροις ὄλβον δ' ἑτέροις λείψουσι μελάθρων· Τύμβους ὥστε μέλαθρα διαμπερὲς οἰκήσουσιν· Ἠνεκέως καλύβῃσιν ἑὰς φθίσουσι γενέθλας· Ἐκ γαίης ὄνομ' ἔσχον, ὅθεν τίκτοντο δαμέντες. Νήπιος, οὐδ' ἐνόησε βροτὸς γεράεσσι μεμηλώς
The Senseless and foolish man shall heedlessly perish together, and they shall leave the wealth of their halls to others who have no lot therein; tombs as their halls shall they inhabit continually; perpetually in their tabernacles shall they waste away their generations; from the earth they had their name, whence they were born subdued. Foolish is the mortal who, though cared for with honours, hath not understood;
Τετραπόδεσσιν ἔϊκτο· φυὴν δ' ἠσπάζετο τοίην.
He was made like unto four-footed beasts, and welcomed such a nature.
Οὐλοὸν ἥδε κέλευθος ἐπὶ σφίσι δίκτυον εἴη· Καὶ τότε δὴ γλώσσῃσιν ἐπαινήσουσιν ἑῇσιν. Εἰσάμενοι μήλοις ἀΐδην συμφράδμονες εἷλον· Τοὔνεκα πευκεδανὸς θάνατός σφεας ἶφι νομεύσοι. Ἰθυνόων δ' ἠῶθεν ὑπὸ ζυγὸν αὐχένα θεῖεν· Εἰν ἀΐδῃ κείνων ἀχρήιος ἔσσετ' ἀρωγή. Ἦτορ ἐμὸν θανάτοιο Θεὸς λύσειεν ἀνάγκης· Μή ποτέ μοι πλοῦτον μερόπων περιδείδιθι θυμῷ, Ἀνέρος εὖτ' ἀγαθοῖσιν ἐπιβρίσειε μέλαθρον. Οὐ γὰρ ἀποφθίμενος σύμπαντ' ἀΐδηνδε κομίσσοι, Οὐδέ οἱ ἄσπετον εὖχος ὁμῶς καταβήσεται οἴκου· Μοῦνον ἐπὶ ζωοῖσι φίλον σθένος αἰνετὸν ἔσται, Καί σε μάλ' αἰνήσειεν, ὅταν τί οἱ ἐσθλὸν ἀνύσσῃς. Ἀρχαίην πατέρων γενεὴν μετελεύσεται αὕτως, Ὀρφναίην βιότοιο δύην καὶ ἀφεγγέα ναίων. Νήπιος, οὐδ' ἐνόησε βροτὸς γεράεσσι μεμηλώς· Τετραπόδεσσιν ἔϊκτο, φυὴν δ' ἠσπάζετο τοίην.
May this way be a destructive net upon them; and thereafter indeed they will approve with their own tongues. Made like unto sheep, with one consent they chose Hades; wherefore may bitter death mightily shepherd them. And at dawn may the upright put their neck under the yoke; in Hades their help shall be useless. May God ransom my heart from the necessity of death; never fear thou in thy spirit for me the wealth of mortals, when the hall of a man waxeth heavy with good things. For when he dieth he shall not carry all things away to Hades, nor shall the untold glory of his house descend along with him; only among the living shall his dear strength be praised, and he will praise thee greatly when thou doest some good unto him. Even so shall he go to the ancient generation of his fathers, dwelling in the dark and lightless misery of life. Foolish is the mortal who, though cared for with honours, hath not understood; he was made like unto four-footed beasts, and welcomed such a nature.
ΨΑΛΜΟΣ ΜΘʹ.
Psalm XLIX.
Δαυΐδου ἔνατον καὶ τεσσαρακοστὸν ἄεισμα.
The forty-ninth song of David.
Γαῖαν ὅλην καλέεσκε θεῶν Θεὸς, εἰς ἓν ἀγείρας,
The God of gods called the whole earth, gathering it into one,
Ἠελίου φαέθοντος ἀπ' ἀντολίης ἐπὶ δυσμάς.
From the rising of the shining sun unto its setting.
Notes, col. 1380

On the reading

Printed εἰς ἓν ὀλεῖται, for εἰς ἕν' ὀλεῖται.

PG 33:1381Read from the page
Ἐκ Σιῶνος ἑῇ περιλάμπεται εἴδεος ὥρῃ. Ἀθάνατος μερόπεσσι Θεὸς ἀναφανδὰ παρέσται, Οὐδέ τις ἀγνώσσων Θεὸν ἔσσεται· οὐ γὰρ ἐάσσει. Τοῖο ποδῶν προπάροιθε διίξεται αἰθόμενον πῦρ· Ἀμφὶ δέ μιν βέβρυχε μέγα σπέρχουσα καταῖξ. Οὐρανὸν ἀστερόεντα πέλας μύθοισι καλέσσει, Καὶ χθόνα πουλυβότειραν, ὅπως λαοῖσι δικάζοι.
Out of Sion He shineth round about in the beauty of His form. Immortal God shall be openly present among mortals, nor shall anyone be ignorant of God, for He will not suffer it. Before His feet a blazing fire shall pass through, and round about Him a mighty rushing tempest hath roared. With His words He will call near the starry heaven, and the all-nourishing earth, that He may judge the peoples.
Ἀθανάτῳ θεράποντας ἑοὺς ξυναγείρατε πάντας, Ὅσσοι συνθεσίην θυσίης ἕο πιστώσαντο· Ὄφρα οἱ ἀγγελέωσι δικαιοσύνην ἐρατεινήν. Οὕνεκα τιμήεις Βασιλεὺς μετὰ πᾶσι δικάζει. Κέκλυθι, φῦλον ἐμὸν, λέξω δέ τοι ᾗ θέμις ἐστί. Κλῦθί μευ, Ἰσραῆλε· σὲ γὰρ περὶ ἄλλα διδάξω· Αὐτός τοι Θεός εἰμι, Θεὸς δέ σοι αὐτὸς ἐτύχθην. Οὐ νή σε μαψιδίῃσι θυηπολίῃσιν ἐλέγξω· Σεῖο δὲ καρφομένην θυσίην ἐπιδέρκομαι αἰεί. Οὐκ ἀλέγω μόσχων, οὓς ἐν μεγάροις ἀτιτάλλεις· Ἐκ δὲ τεῆς ἀγέλης ἀρνήσομαι ἴφια μῆλα. Πάντα γὰρ αὐτὸς ἔτευξα, τά τε τρέφει οὔρεσιν ὕλη, Ἠδ' ὅσα που μεμέληται ὀρεσσινόμοισι βοτῆρσιν. Οὐδέ μέ που πετεηνὰ δι' αἰθέρος ἄφθονα λήθει· Ἀλλὰ καὶ ἀνθοφόρου με περιστέφει ὄλβος ἀρούρης. Σεῖο δὲ πεινάων δευήσομαι οὔποτ' ἀρωγῆς· Πάντα γὰρ ἡμετέρη τεχνήσατο θεσπεσίη χείρ. Οὐ δέχομαι ταύρους, τράγεον δ' οὐ πίομαι αἷμα·
Gather all His servants together unto the Immortal One, all who have ratified His covenant over sacrifice; that they may declare His lovely righteousness, because the honoured King judgeth among all. Hear, O my tribe, and I will speak to thee as is right; hear Me, O Israel, for I will teach thee above all else: I Myself am thy God, and I Myself have been God unto thee. Verily I will not reprove thee for vain sacrificial rites, and I ever look upon thy burnt sacrifice. I care not for calves, which thou rearest in thy halls, and from thy flock I will refuse fat sheep. For I Myself made all things, both what the forest nourisheth on the mountains, and whatsoever is cared for by mountain-ranging herdsmen. Nor do the abundant winged birds through the sky escape Me; nay, the wealth also of the flower-bearing tilth crowneth Me round about. And if I were hungry, I should never stand in need of thy help; for Our divine hand hath fashioned all things. I accept not bulls, nor will I drink the blood of goats;
Ῥέζε Θεῷ θύος ἡδύ· θύος γάρ οἱ αἶνος ἐτύχθη·
Offer unto God a sweet sacrifice; for praise is a sacrifice unto Him;
Ὑψίστῳ δὲ τεῶν ἀπόδος χάριν εὐχωλάων. Εἰ δ' ἐπιδευόμενος καλέεις μ' ἐπίκουρον ἀνάγκης, Εἰμί τοι ἐσθλὸς ἀρωγὸς, ἀτὰρ σύ μευ εὖχος ἀείσεις. Δὴ τότ' ἀλιτραίνοντι Θεὸς προσεφώνεε τοῖα· Τίπτε μευ εὐδικίας ἐρικυδέας ἐξαγορεύεις, Καί μευ συνθεσίην φορέεις περὶ χείλεσι σοῖσιν; Αἰεί τοι στυγέεις μελεδήματα καλὰ νοῆσαι, Καὶ χάριν ἡμετέρων ἠρνήσαο πάντοτε μύθων. Καὶ πόδα ληιστῆρι κακόφρονι σύνδρομον ἔσχες, Ξυνὸς μαχλοσύνης μοιχῶν ἀνεφαίνεο μοίρῃ. Καὶ τεὸν ὡς βέβριθε κακοῤῥαφίῃ στόμα λάβρον, Γλῶσσα δὲ δυσφροσύνῃσι περιπλέκεται δολερῇσι. Ἀμφὶ κασιγνήτοιο καθεζόμενος κάκ' ἔβαζες, Καὶ σέθεν υἱέϊ μητρὸς ἀμήχανον ἔπλεκες ἄτην. Ταῦτα μὲν αὐτὸς ἔρεξας, ἐγὼ δέ τοι ἥσυχος ἦα.
And render unto the Most High the thanksgiving of thy vows. And if in thy need thou callest upon Me as a helper in necessity, I am a goodly succourer unto thee, and thou shalt sing My glory. Then indeed unto the sinner God spake such words: Why dost thou declare My glorious righteous judgements, and bear My covenant about thy lips? Ever indeed dost thou hate to mind noble cares, and hast always spurned the grace of Our words. And thou keptest thy foot running together with the evil-minded robber, thou wast shown to be a partner in the lot of the lewdness of adulterers. And how heavy is thy boisterous mouth with the contriving of evil, and thy tongue is twined about with deceitful plots! Sitting down, thou spakest evils concerning thy brother, and wovest helpless ruin against thy mother's son. These things indeed thou thyself didst, while I was silent before thee.
Ὠΐσθης ἀθέμισθ', ὅτι τοι φρένας ἔσσομ' ὁμοῖος· Ἀμπλακίας στήσω σευ ἐναντίον αἰὲν ἐλέγχων. Σύνθεσθ' Ἀθανάτοιο λελασμένοι ὅσσ' ἀγορεύω, Μή ποτ' ἀφαρπάξειεν ἀμύντορος οὐ παρέοντος. Θῦμά μοι ὄλβιστον πέλεται καταθύμιος ὕμνος, Ἠδ' ὁδὸς Ἀθανάτοιο βίην ζωαρκέα φαίνει.
Thou thoughtest lawlessness, that I would be like unto thee in mind; I will set thy sins before thy face, ever convicting thee. Mark well all that I speak, ye that forget the Immortal One, lest at any time He snatch you away when there is no defender at hand. A pleasing hymn is unto Me the most blessed sacrifice, and that is the way which showeth forth the life-sustaining might of the Immortal One.
ΨΑΛΜΟΣ Νʹ.
Psalm L.
Ἔρωτι Δαυΐδ ἀπρεπεῖ εἴξας ποτὲ, Κλοπῆς ἑάλω δεμνίων ἀλλοτρίων· Εἶτ' αὖ ἀνεῖλε τὸν γυναικὸς εὐνέτην· Νάθαν δὲ πειθήνιος ὀφθεὶς τῷ Θεῷ, Ἤει τιτρώσκων τοῖς ὀϊστοῖς τῶν λόγων, Καὶ τῶν ἐλέγχων φαρμάκοις καταστύφων. Ὁ δ' εὐγενείας οὐκ ἀναξίως τρόπων, Αἴσθησιν ἥττης ἀκλεοῦς λαβὼν, τάχος
David, having once yielded to an unseemly love, was convicted of the theft of another's bed; then again he slew the woman's husband; and Nathan, appearing obedient to God, came wounding him with the arrows of his words, and astringently biting him with the medicines of his reproofs; and he, not unworthily of the nobility of his character, having received a sense of his inglorious defeat, swiftly
PG 33:1384Read from the page
Τὸν μειλίχιον ἐξιλάσκει Δεσπότην, Καὶ οἶκτον αὐτὸν συγκινεῖ πρὸς τὸν μέγαν. ᾎσμα κραδίης συντριβῇ μέλψας τόδε, Πέφυκεν πεντηκοστὸν ὁ ψαλμὸς μέλος. Μαχλοσύνης Νάθανος ἀτασθαλίην ἀναφαίνων, Εὐφροσύνης στοναχαῖς καὶ δάκρυσιν ἔσβεσε τέρψιν Ἀντιθέῳ βασιλῆι· Θεοῦ δ' ἐλεήμονα θυμὸν Μυρόμενος καλέων, βροτέας προὔθηκε κελεύθους, Ὄφρα κεν ὀψιγόνοισι σαόφρονα μῆτιν ὀφέλλοι. Τοῖο δὲ πεντηκοστὸς ἀλεξίκακος πέλει ὕμνος.
propitiateth the gentle Lord, and moveth Him unto great compassion. Having sung this song in contrition of heart, the psalm is the fiftieth melody. Nathan, bringing to light the recklessness of lewdness, quenched with groans and tears the delight of merriment for the godlike king; and weeping, calling upon the merciful heart of God, he set forth the ways of mortals, that he might increase prudent counsel for posterity. And his fiftieth hymn is an averter of evil.
Δευομένῳ μοι, Ἄναξ, περιώσιον ἵλαος εἴης· Καί μευ δυσνομίην ὀλέσοις οἰκτίρμονι βουλῇ, Ἀμπλακίην ἀπόνιψον ἐμὴν πλέον ὕδατι νίζων. Ἡμετέρης ἀπάνευθεν ἀτασθαλίης με καθαίροις. Οὕνεκα δυσνομίην μευ ἐγὼ πραπίδεσσιν ἀνέγνων, Καί μευ ἀτασθαλίη πέλεται κατεναντίον ὄσσων. Ἥλιτον εἰς σὲ, Μάκαρ, καί σευ πέλας ἄλγος ἔτευξα. Ὄφρ' ὅσιος μύθοισι τεοῖς μετὰ πᾶσι φανείης, Ἐν δὲ δίκῃ μοῦνος προφερέστερος ἔσσεαι ἄλλων. Καὶ γὰρ δυσνομίῃ με πατὴρ ἔσπειρε πιθήσας, Καί μ' ὑπ' ἀτασθαλίῃσιν ἐκύσατο πότνια μήτηρ· Καὶ σοφίης κρυφίης με τεῆς ἐδίδαξας ἀταρπούς· Ὑσσώπῳ καθαρόν με περιῤῥαίνων τολυπεύσεις, Καὶ πολὺ λευκότερον χιόνος τελέσεις με λοέσσας. Ἄγγελος εὐφροσύνης καὶ χάρματος ἄμμι φανείης. Ὀστέα τειρομένων ἐπὶ σοὶ κεχαρήσεθ' ἅπαντα. Ἀμπλακίης μευ ἄνευθεν ἀποστρέψειας ὀπωπήν· Καί μευ παντοδαπὰς ἀεσιφροσύνας ἀμαθύνοις. Ἄχραντον κραδίην μοι, Ἄναξ, ἐν στήθεσι τεύχοις· Νωιτέροις ἴθυνον ἐϋσταθὲς ἔγκασι πνεῦμα· Μή με τεῆς ἀπάνευθεν ἀποῤῥίψειας ὀπωπῆς, Μηδ' ἅγιον σέο πνεῦμα ἐμεῦ ἀπὸ πάμπαν ἐρύκοις.
Unto me in my need, O King, be Thou exceedingly gracious, and blot out my lawlessness by Thy compassionate counsel; wash away my sin, cleansing me yet more with water. Cleanse me far from our recklessness; because I have acknowledged my lawlessness in my mind, and my recklessness is continually before mine eyes. I have sinned against Thee, O Blessed One, and have wrought grief before Thee; that Thou mayest appear holy in Thy words among all, and in judgement alone be superior to others. For indeed my father begat me yielding to lawlessness, and mid recklessnesses my venerable mother conceived me. And Thou hast taught me the paths of Thy hidden wisdom; sprinkling me round about with hyssop Thou wilt make me clean, and having washed me Thou wilt render me far whiter than snow. Mayest Thou appear unto us as a messenger of gladness and joy; all the bones of the afflicted shall rejoice in Thee. Turn away Thy face far from my sin, and blot out all my manifold follies. Fashion an undefiled heart within my breast, O King; direct a steadfast spirit in our inward parts. Cast me not away afar from Thy face, nor withhold Thy Holy Spirit altogether from me.
Δός μοι τερπωλὴν φάεος παλινάγρετον, Ἐσσὴν, Πνεύματι δ' ἀρχεύοντι βίην στήριξον ἐμεῖο. Εὖ διασημήναιμι τεὰς ἀνόμοισι κελεύθους· Πρὸς δέ σε πάντοθεν αὖθις ἐπιστρέψουσιν ἀλεῖται. Φέγγος ἐμῆς βιοτῆς, ἀνδροκτασίης με σαώσοις· Εὐδικίην μευ γλῶσσα τεὴν περιγηθήσειε. Χείλεά μευ, Μάκαρ, οἶγε, δίκην δ' ἀνὰ σεῖο βοήσω.
Grant me the restored delight of Thy light, O King, and establish my strength with a guiding spirit. Right well would I point out Thy ways to the lawless, and sinners shall turn back again unto Thee from every side. O Light of my life, save me from bloodguiltiness; may my tongue rejoice exceedingly in Thy righteous judgement. Open my lips, O Blessed One, and I will proclaim Thy righteousness aloud.
Εἰ θυσίην ἐνετείλω, ἐγὼ προΐαλλον ἑτοίμην· Ἀλλ' οὐ καρφομένοισιν ἰανθήσῃ θυέεσσιν. Ἀθανάτῳ θυσίη πνεῦμα χθαμαλὸν μεμέληται· Ἦτορ Ἄναξ χθαμαλὸν καὶ μείλιχον οὐκ ὀνόσαιτο. Ὄλβιά μοι Σιῶνι, Μάκαρ, καταθύμια δοίης· Εὖ δ' Ἱερουσαλῆς κλυτὰ τείχεα τεκταίνοιτο. Δή ῥα τότ' εὐδικίης θυσίην πραπίδεσσιν ἕλοιο, Θῦμά τε καρφόμενον καὶ ἄνω σπέρχουσαν ἀϋτμήν.
If Thou hadst commanded sacrifice, I would have sent it forth ready; but Thou wilt not be delighted with burnt offerings. Unto the Immortal One a lowly spirit is the sacrifice that is cared for; a lowly and gentle heart the King will not despise. Grant happy things according to Thy heart unto Sion for me, O Blessed One, and let the glorious walls of Jerusalem be well built. Then indeed wilt Thou accept in Thy mind the sacrifice of righteousness, both burnt offering and the savour speeding upward.
Δὴ τότ' ἐπιῤῥέξουσι τεῷ μόσχους περὶ βωμῷ.
Then indeed shall they offer calves upon Thine altar.
ΨΑΛΜΟΣ ΝΑʹ.
Psalm LI.
Δώηγος κακόχαρτος ἀτὰρ μετέπειτα Σαούλῳ Πέφραδεν, ὡς Δαυΐδος ἐς Ἀθανάτου μόλε νηὸν, Εὐμενέος δ' ἤντησεν Ἀβιμελέχου μεγαθύμου. Τοῖο δὲ πεντηκοστὸν ἔφυ καὶ πρῶτον ἄεισμα.
Doeg, rejoicing in evil, afterward declared to Saul how David came to the temple of the Immortal One, and met with the kindly, great-hearted Abimelech; and his song is the fifty-first.
Τίπτε μοι ἀλκήεις σφετέρῃ κακότητι πέποιθας, Δυσνομίην πραπίδεσσι πανημαδὸν ἐκτολυπεύων; Ἀμφὶ δέ τοι γλώσσῃ ἀθεμίστιον ἔβλυσεν ὕβριν.
Why, O mighty man, dost thou trust in thine own wickedness, accomplishing lawlessness in thy mind all the day long? And round about thy tongue hath gushed forth lawless insolence.
Notes, col. 1384

On the reading

Printed Εἰ, for Εἰ (no breathing printed).

Printed ἰανθήσῃ, for ἰανθήσῃ (no breathing printed).

PG 33:1385Read from the page
Ὧδε δόλον ποίησας ἅτε ξυρὸν ὀξὺ τεθηγός·
Thus hast thou wrought deceit like a sharp-whetted razor;
Ἀντ' εὐεργεσίης φιλέων κακότητα βαρεῖαν, Ἀντὶ δικαιοσύνης ἀθεμίστια πάντ' ἀγορεύων, Γλώσσης μῦθον ἅπαντα δολόφρονος ἀμφαγαπάζεις· Ἔνθεν Ἄναξ καθελεῖ σε διαμπερὲς εὖχος ἀπούρας· Ὡς δ' ὄρπηκα ταμών σε, τεῶν ἀπονάσσεται οἴκων·
Loving grievous wickedness instead of well-doing, speaking all lawless things instead of righteousness, thou lovest every word of a deceitful-minded tongue; wherefore the King shall cast thee down perpetually, stripping away thy glory, and cutting thee off like a sapling, He shall remove thee from thy dwellings;
Σεῖο δ' ἀποσπάσειεν ἀπὸ χθονὸς ἀκλέα ῥίζαν. Εὐδικίης λεύσσοντες ὑποπτήξουσ' ὑποφῆται. Τοῖα δ' ὁμῶς ἐρέουσιν ἐπ' αὐτοῦ μειδιόωντες· Ἀθάνατον Θεὸν οὗτος ἔχειν ἠρνήσατ' ἀρωγόν·
And may He pluck thine inglorious root out of the land. The prophets of righteous judgement, beholding it, shall stand in awe, and smiling over him they shall alike speak such words: This man refused to have the immortal God as his helper;
Θυμῷ δὲ κτεάτεσσι περὶ σφετέροισι πεποίθει, Αἰεὶ μαψιδίοισι βίην κεκορυθμένος ἔργοις. Αὐτὰρ ἐγὼ περὶ θεῖον ἕδος βρύω ὥς τις ἐλαίη, Θεσπεσίην ἐλεητὺν ἐμοῖς ποτιδέγμενος ὄσσοις, Καὶ νῦν καὶ μετέπειτα διηνεκέεσσι γενέθλαις, Ὧν γάριν ἐξετέλεσσας, Ἄναξ, τεὸν αἶνον ἀείσω, Πάντοτε σοῖς ὁσίοις ὄνομα γλυκὺ σεῖο δοκεύων.
And in his heart he trusted in his own possessions, ever armed in his strength with vain works. But I flourish like an olive tree around the divine abode, awaiting with mine eyes the divine mercy, both now and hereafter in continual generations; for the sake of the things which Thou hast accomplished, O King, I will sing Thy praise, ever waiting upon Thy sweet name among Thy saints.
ΨΑΛΜΟΣ ΝΒʹ.
Psalm LII.
Δαυΐδου πινυτοῦ ὑπὲρ ἀντιθέου Μαελήτου· Τοῖο δὲ πεντηκοστὸς ἔφυ καὶ δεύτερος ὕμνος.
Of wise David, concerning godlike Maheleth; and his hymn is the fifty-second.
Οὐκ εἶναι Θεὸν εἶπεν ἑοῖς ἐν στήθεσιν ἄφρων· Αἴσχεα τεκταίνοντες, ἑοῖς ἐξέφθιθεν ἔργοις. Ἐργατίνης οὐκ ἔστιν ἕως ἑνὸς εὐνομιάων. Ἄφθιτος οὐρανόθεν βρότεον σκοπιάζετο φῦλον Ὀψόμενος, τίς ἄνακτα Θεὸν διζήμενος εἴη. Πάντες ἀποκλίναντες ὁμοῦ κλονέοντο κακοῖσιν. Ἐργατίνης οὐκ ἔστιν ἕως ἑνὸς εὐνομιάων. Οἱ δ' ἀγαθῶν ἀγνῶτες, ἀεὶ συμφράδμονες ἄτης, Λαὸν ἐμὸν κατέδοντες ὅπως θρεψήνορα σῖτον.
The fool hath said in his breast that there is no God; contriving shameful things, they have become corrupt in their works; there is no worker of good ordinances, not so much as one. The Imperishable One looked forth from heaven upon the mortal race to see who there might be that sought God the King. All having turned aside together were tossed about in evils; there is no worker of good ordinances, not so much as one. And they, ignorant of good things, are ever confederates of ruin, devouring My people like man-nourishing bread.
Ἀφραδέες ἐλάθοντο Θεὸν βασιλῆα λιτέσθαι· Δειμαίνεσκον ἄδην, ὅτε δείματος οὐ χρέος ἦεν. Ὀστέα πάντα κέδασται, ὅσοις μέλει ἄνδρας ἰαίνειν,
Senseless ones, they forgot to entreat God the King; they were sore afraid where there was no need of fear. All the bones are scattered of those whose care it is to please men,
Καί σφισιν Ἄφθιτος αὐτὸς ὀνοσσάμενος πόρεν αἶσχος.
And the Imperishable One Himself, having spurned them, hath given them shame.
Τίς πόροι ἐκ Σιῶνος ἐπίῤῥοθον Ἰσραήλου; Λαοῦ ὅταν στρέψειε Θεὸς κάτα δούλιον ἦμαρ, Τῆμος ἀγαλλέσθω περιώσιος Ἰσραῆλος.
Who will grant out of Sion the helper of Israel? When God turneth back the day of bondage of His people, then let vast Israel exult.
ΨΑΛΜΟΣ ΝΓʹ.
Psalm LIII.
Τήνδε Θεῷ κελάδησεν ἄναξ Δαυΐδος ἀοιδὴν, Ζηφαίων δ' ὅτε φῦλον ἀτάσθαλον ἦγε Σαούλῳ Πὰρ θέμιν ἀγγελίην ἀποφώλιον, οὐδ' ἱκετάων Φείσατο, Δαυΐδον δὲ μετὰ σφίσι φάντο κεκρύφθαι. Τοῦδε μέλος τρίτατον καὶ πεντηκοστὸν ἐτύχθη.
This song king David sang aloud to God, when the reckless tribe of the Ziphites brought to Saul contrary to right an idle message, nor spared the suppliants, and said that David was hidden among them; and this is the fifty-third melody.
Οὔνομα σὸν, Βασιλεῦ, με κακῶν ἀπάνευθε σαώσοι, Καί μ' ἀναμετρήσας περὶ σὸν σθένος ὧδε δικάζοις· Εὐχωλῆς ἐπάκουσον ἐμῆς, πανυπέρτατε Ποιμήν· Μύθοις ἡμετέροις ἀριήκοον οὖας ἐρείδοις· Οὕνεκά μοι ξεῖνον δηίων θωρήξατο φῦλον, Καί μευ ἀνιχνεύεσκον ἑλεῖν μενεδήϊοι ἦτορ, Οὐδὲ νόῳ βασιλῆος ἐπεμνήσαντο Θεοῖο. Ἦτοι ἐμοὶ καλέοντι Θεὸς ἐπιτάῤῥοθος ἔσται, Καί μευ Ἄναξ βιότοιο διηνεκέως προμαχίζοι. Κήδεα δυσμενέεσσιν ἀποστρέψειας ἐμοῖσι·
May Thy name, O King, save me far from evils, and having measured me by Thy strength, so judge Thou me; hear my prayer, O Shepherd Most High; incline a keen-hearing ear unto our words; because an alien tribe of foes hath armed itself against me, and stubborn men have tracked me to seize my soul, nor have they remembered God the King in their mind. Truly unto me when I call God shall be a helper, and the King will continually champion my life. Turn back woes upon mine enemies;
Notes, col. 1385

On the reading

Printed γάριν, for χάριν.

PG 33:1388Read from the page
Σεῖο δ' ἀληθείῃ, Βασιλεῦ, σφέας ἐξαλαώσοις. Αὐτὰρ ἐγώ σοι θῦμα νόῳ ποθέοντι κομίσσω·
And in Thy truth, O King, blind Thou them utterly. But I with a longing mind will bring a sacrifice unto Thee;
Οὔνομα σὸν μέλψω, Βασιλεῦ· ἀγαθὸν γὰρ ἐτύχθη· Οὕνεκα παντοίης μευ ἐρύσαο θυμὸν ἀνάγκης·
I will sing Thy name, O King, for it is good; because Thou hast delivered my soul out of every necessity,
Δυσμενέων δ' ἀνέφηνας ἐμοῖς ὄσσοισιν ὄλεθρον.
And hast shown unto mine eyes the destruction of mine enemies.
ΨΑΛΜΟΣ ΝΔʹ.
Psalm LIV.
Δαυΐδου πινυτοῦ θεοτερπέος ἄξιος ὕμνος, Πεντηκοστὸς ἐὼν ἀγαθοῖς ἐπὶ τέτρασιν ἄλλοις.
A worthy hymn of wise David, pleasing to God, being the fiftieth upon four good others.
Εὐχωλῆς ἐπάκουσον ἐμῆς, πανυπέρτατε Ποιμὴν, Μηδέ μευ ἱκεσίην ἀγανόφρονα πάγχυ παρέλθοις. Δέρκεο· νωιτέρην δὲ μετ' οὔασι δέχνυσο φωνήν. Χωόμενος πυκινοῖς κελαδήμασι θυμὸν ὀρίνθην, Δυσμενέος φθογγὴν ἀΐων, καὶ μόχθον ἀλιτροῦ. Οὕνεκεν ἀμπλακίας μοι ἐπικλίνεσκον ἀνιγρὰς, Πικρὰ δὲ λυσσώοντες ἐπὶ φρεσὶ μῆνιν ἔθεντο, Ἀμφ' ἐμοὶ ἡμέτερον ταραχῇ βεβολημένον ἦτορ· Ῥιγηλοῦ θανάτοιο βίην τρομέεσκον ἰοῦσαν. Δεῖμα, τρόμος μετ' ἔμ' ἦλθε, κάλυψε δὲ νήχυτος ὄρφνη.
Hear my prayer, O Shepherd Most High, and pass not altogether by my gentle-minded supplication. Behold, and receive our voice with Thine ears. Grieving in my constant cries, I was stirred up in spirit, hearing the voice of the enemy and the oppression of the sinner; because they inclined grievous iniquities upon me, and raging bitterly they set wrath in their minds. Within me our heart is smitten with trouble; I trembled at the oncoming might of shuddering death. Fear and trembling came upon me, and a whelming darkness covered me.
Εἶπα δέ· Τίς κεν ἐμοὶ πτέρυγας πόροι οἷα πελείης, Ὄφρα δέμας καμάτοιο ποτώμενος ἀμπαύσαιμι; Τῆλε φυγὴν ἐθέμην, ἐν δ' ἤνυον αὖλιν ἐρήμῳ,
And I said: Who would grant me wings like a dove's, that flying away I might rest my frame from toil? Far off I made my flight, and accomplished my lodging in the wilderness,
Ἀδρανίης ἀλκτῆρα μένων ταναῆς τε θυέλλης Γλώσσας σφωιτέρας σὺ μερισσάμενος βάλε πόντῳ· Ἀμπλακίην ἐνόησα ἐπεσβολίην τ' ἀνὰ ἄστυ· Πύργους ἠματίη νυχίη θ' ἕο κυκλώσειεν Μεσσόθι δυσνομίην φορέει καὶ μόχθον ἀνίης. Μηδὲ πόνος δολόεις σφετέρων λείποιτο κελεύθων. Εἴ μ' ἐχθρὸς στυφέλιξεν ὀνείδεσιν, ἦ τάχ' ἀνέτλην,
Awaiting the defender from feebleness and from the sweeping tempest. Divide Thou their tongues and cast them into the sea; for I have seen iniquity and gainsaying throughout the city. By day and by night may it encircle her walls; in the midst she beareth lawlessness and the toil of sorrow, nor doth deceitful labour depart from her streets. If an enemy had buffeted me with reproaches, truly I would readily have borne it,
Καί κεν ἀπεχθομένοιο λόγων ἀλέεινον ἐρωήν· Ἀλλὰ, καθηγητὴρ καὶ γνώριμε πάντοθ' ὁμόφρων, Οὐκ ἄμφω θαλίης παρὰ σοὶ πασάμεσθα μελιχρῆς, Ἦ ῥ' οὐ δῶμα Θεοῖο φίλα φρονέοντες ἔβημεν; Εἴθ' ὀλοῶν ἔλθοι θάνατός σφισιν ἄξιος ἔργων, Εἰς δ' ἀΐδαο βέρεθρον ἔτι ζώοντες ἵκοιντο· Οἵ ῥα μέσῃς φορέουσιν ἀτασθαλίας καλύβῃσιν. Αὐτὰρ ἐγὼν ἐβόησα, Θεὸς δέ μευ ἔκλυεν αὐδῆς. Ἐξ ἠοῦς ἐρέω τε καθ' ἕσπερα καὶ μέσον ἦμαρ· Γήρυος ἡμετέρης ἐπακούσεται ἀγγέλλοντος. Εἰρήνῃ κραδίην ἀπολύσεται ἆσσον ἰόντων, Οὕνεκά μοι πολέεσσι πεποιθότες ἀντεφέροντο. Κείνους εἰσαΐων γενετὴρ κόσμοιο μαραίνοι. Οὐ γὰρ λύτρον ἔχουσι, καὶ οὐκ ἀλέγουσι Θεοῖο. Τεῖνεν ἀμοιβαίοις παλάμην σπέρχουσαν ἐπ' ἔργοις. Οἱ δέ οἱ ἁρμονίην νημερτέα θέντο βέβηλον, Καί οἱ ἐμοιρήσαντο δυσαντέα μῆνιν ὀπωπῆς. Ἐγγύθεν ἀθανάτου σκοπιάζετο μῆτις Ἄνακτος· Τῶν δ' ἐγένοντο λόγοι ἁπαλώτεροι ἤπερ ἔλαιον· Ἀλλ' ὀλοαῖς βολίδεσσι μετὰ σφίσιν ἔσκον ὁμοῖοι. Αθανάτῳ Βασιλῆι τεὰς ἐπίπεμπε μερίμνας, Καί σευ ἀεὶ κήδοιτο, διηνεκέως τ' ἀτιτάλλοι· Οὔποτε τιμήεντι σάλον τεύξειε δικαίῳ. Ἀλλά σφεας κατάγοις, Βασιλεῦ, μετὰ βόθρον ὀλέθρου. Ἀνδροφόνοι δολεροί τε βίου κατὰ μέσσον ὄλοιντο· Αὐτὰρ ἐγὼ Βασιλῆος ἐπ' ἐλπωρῇσι βιώην.
And I would have shunned the rush of the words of him that hated me; but thou, O guide and acquaintance ever like-minded, did we not both partake of honey-sweet festivity beside thee, and did we not walk unto the house of God thinking kindly thoughts? Would that a death worthy of their destructive works might come upon them, and that while still living they might go down into the pit of Hades; seeing that they bear recklessnesses in the midst of their dwellings. But I cried aloud, and God heard my voice. From the dawn will I speak, and at evening and at midday; He will hear our voice as I declare it. He will ransom my heart in peace from those who draw nigh, because trusting in multitudes they set themselves against me. Hearing it, may the Begetter of the world wither them away; for they have no ransom, and they care not for God. He stretched forth a hasty hand unto requiting works. And they made His unerring covenant profane, and divided for themselves the hostile wrath of His countenance. From near at hand the counsel of the immortal King kept watch; and their words became softer than oil, yet among themselves they were like unto destructive darts. Cast thy cares upon the immortal King, and may He ever care for thee, and continually nourish thee; never will He cause tossing unto the honoured righteous man. But bring Thou them down, O King, into the pit of destruction; may bloodthirsty and deceitful men perish in the midst of their life; but may I live in the hopes of the King.
Notes, col. 1388

On the reading

Printed Αθανάτῳ, for Ἀθανάτῳ.

PG 33:1389Read from the page
ΨΑΛΜΟΣ ΝΕʹ.
Psalm 55.
Οὐδὲ φυγὼν Δαυῖδος ἑῶν ἐπελήσατο λαῶν, Ἀλλὰ Θεὸν λιτάνευεν ὅπως περιφείσεται ἀνδρῶν, Οἳ νόον ἐντὸς ἔθεντο θεουδείης ἐρατεινῆς. Κεῖνος μὲν λίγα μέλπεν ἐπ' ἀλλοδαπῇσιν ἀρούραις·
Even when fleeing, David did not forget his peoples, but entreated God that He would spare the men who had set their mind within upon lovely godliness. He indeed sang clearly in foreign lands;
Γετθαῖοι δέ μιν ἄνδρες ὑπερβασίῃσιν ἑλόντες, Ἦγον ἑῷ βασιλῆι· Θεὸς δ' ἐῤῥύσατο μόχθων. Τοῦτο δὲ πεντηκοστὸν ἔφυ καὶ πέμπτον ἄεισμα.
And the Gittite men, having seized him by their transgressions, led him to their king; yet God rescued him from his toils. And this is the fifty-fifth song.
Ἴλαθί μοι· μάλα γάρ με καταστείβει ποσὶν ἀνήρ· Μόχθοισίν μ' ἐβάρυνε πανημέριον πολεμίζων. Ἠμάτιος πέζῃσιν ἀπεχθομένων πεπάτημαι· Ὑψόθεν ἐξ ἠοῦς πολέες τεύχουσι κυδοιμούς. Οὔτιν' ὑποδδείσαιμι, ἐπεὶ σύ μευ ἐλπὶς ἐτύχθης. Εὐεπίῃ Βασιλῆα πανημαδὸν ὑμνοπολεύσω. Τί τρομέω βροτὸν ἄνδρα; Θεός νύ μοι ἐλπὶς ἐτύχθη. Νωιτέρους στυγέεσκον ἐνὶ φρεσὶ πάντοτε μύθους· Αἰεὶ ἀμφ' ἐμέθεν κακὰ μήδεα μητιάασκον. Ἐγγύθι ναιετάοντες ἑὰς κρύψουσι μενοινὰς, Πτέρνης ἡμετέρης φυλακὴν ποιούμενοι αἰεί. Ὡς δ' αὐτοὶ λοχόωντες ἐμὸν μένον ἦτορ ὀλέσσαι·
Be gracious unto me; for a man treads me down sore with his feet; warring all the day long, he has weighed me down with toils. By day I have been trampled by the feet of those who hate me; from on high since dawn many raise up tumults. I shall fear no one, since Thou hast been my hope. With fair speech I will hymn the King all the day long. Why do I tremble at a mortal man? God truly has been my hope. In their minds they ever abhorred our words; ever against me they devised evil counsels. Dwelling near by, they will hide their designs, ever keeping watch upon our heel. And just as they themselves, lying in ambush, waited to destroy my heart;
Ὧδε κότῳ καθέλοις κρυερῷ κακοεργέα φῦλα· Χωόμενος κραδίῃ κατάγοις ὑψαύχενα δῆμον. Ἡμετέρην σοι, Ἄναξ, γλυκερὴν ἤγγειλα βιώνην, Καί μευ θήκαο δάκρυ τεῶν κατ' ἐναντίον ὄσσων.
So in chilling wrath mayest Thou bring down the evil-doing tribes; angered in heart, mayest Thou cast down the stiff-necked people. Unto Thee, O King, I have declared our sweet life, and Thou hast set my tear before Thy face.
Ἐχθροὶ ὑποσχεσίῃσι τεαῖς στρεφθεῖεν ὀπίσσω, Εὖτε τεὴν, Βασιλεῦ, ἐπαρηγόνα χεῖρα καλέσσω. Ἔγνων, ὅττι Θεὸς πανεπίσκοπος ἔπλευ ἐμεῖο. Μέλψω θαρσαλέως θεοτερπέα κῶμον Ἄνακτι, Παμβασιλῆι ἔπος καταθύμιον ὑμνοπολεύσω. Οὐ τρομέω βροτὸν ἄνδρα· Θεός νύ μοι ἐλπὶς ἐτύχθη. Εἰσί μοι εὐχωλαὶ, ἅς τοι, Μάκαρ, αἶνον ἀείσω· Οὕνεκά μευ λύσας θανάτου βαρυώδυνον ἦτορ. Ὀφθαλμοὺς δὲ γόοιο, πόδας ἐξείλε' ὀλίσθου. Ζωόντων Βασιλῆι Θεῷ μέγα φέγγος ᾄδοιμι.
May mine enemies be turned backward at Thy promises, whenever I call upon Thy helping hand, O King. I know that Thou art my all-overseeing God. I will boldly sing a God-pleasing hymn unto the King, unto the All-King I will hymn a word after His heart. I do not tremble at a mortal man; God truly has been my hope. Thy vows are upon me, which I will sing as praise unto Thee, O Blessed One; because Thou hast delivered my heavily grieving heart from death, and hast snatched mine eyes from weeping and my feet from slipping. Unto God the King of the living may I sing in the great light.
ΨΑΛΜΟΣ ΝϚʹ
Psalm 56.
Καὶ τόδε Δαυΐδου τὸ μελίδριον, εὖτε Σαούλου Ἄπρηκτον μανίην ἀσπασίως προφυγὼν, Ἴαχε πεντηκοστὸν ὁμοῦ καὶ ἕκτον ἄεισμα, Εἰς σπέος ἑζόμενος ὁ πρὶν ἀριστοπόνος.
This little melody also is David's, when, having gladly escaped the unmanageable madness of Saul, he cried aloud the fifty-sixth song, sitting down in the cave, he who before was noble in toil.
Ἴλαθί μοι, Βασιλεῦ πανεπίσκοπε, καί μ' ἐλεαίροις· Οὕνεκά σοι φίλον ἦτορ ἀεὶ περιθάρσυνον ἴσχω. Σῇσι περὶ σκέπαϊ σκιερῷ πτερύγεσσι πεποιθὼς, Εἰσόκεν ἀχράαντος ἀτασθαλίη με παρέλθοι. Ὕψιστον καλέσαιμι Θεὸν βασιλῆα λιτῇσιν Ἄφθιτον, οὗ σύμπαντα φέρω φυσίζοα δῶρα. Οὐρανόθεν προϊεὶς με, κακῆς ἐσάωσεν ἀνάγκης, Καί με καταστείβοντας ὀνείδεσι δῶκεν ἀλείτας. Πέμψεν ἀληθείην καὶ ἑὴν οἰκτίρμονα βουλήν· Ῥύσατο δὲ σκύμνων ὀλοῶν μέσον ἦτορ ἐμεῖο.
Be gracious unto me, O all-overseeing King, and have pity upon me; because in Thee I ever keep my dear heart confident. Trusting beneath the shadowy shelter of Thy wings, until undefiled recklessness passes me by. I will call with prayers upon God the Most High, the immortal King, Whose life-giving gifts I bear in all things. Sending forth from heaven, He saved me from evil necessity, and gave over to reproaches the sinners who trample me down. He sent forth truth and His compassionate counsel; and He rescued my heart from the midst of destructive whelps.
Αὐτὸς ἐκοιμήθην κρυερῇ τεταραγμένος ἄτῃ. Ἀνέρες οἷς ἀσπίς τε καὶ οἷς βέλος εἰσὶν ὀδόντες, Ὀξείῃ δὲ γλῶσσα πανείκελός ἐστι μαχαίρῃ. Ὄρσ' ὑπὲρ οὐρανίων δαπέδων, πανυπέρτατε Ποιμὴν, Καὶ σέθεν ἄσπετον εὖχος ἐπὶ χθόνα πᾶσαν ἱκάνοι.
I myself lay down to sleep troubled with chilling calamity. Men whose teeth are a shield and a dart, and whose tongue is altogether like unto a sharp sword. Arise above the heavenly floors, O Supreme Shepherd, and let Thine unspeakable glory come over all the earth.
Ἡμετεραις ἔπλεξαν ἀμήχανα δικτυα πέζαις, Καὶ θυμὸν κατέκαμψαν ἐμὸν μογέοντα κακοῖσι.
They have woven inextricable nets for our feet, and have bowed down my soul toiling amidst evils.
Notes, col. 1389

On the reading

Printed προϊεὶς με, for προϊείς με.

Printed Ἡμετεραις, for Ἡμετέραις.

Printed δικτυα, for δίκτυα.