PG 33:1368Read from the pageΟὕνεκ' ἐγὼ ξεῖνος γαίης ἅμα καὶ μετανάστης, Καὶ τοκέεσσιν ἐμοῖσιν ὁμῶς μεταδήμιος αὕτως. Ἄμπαυσον καμάτων με, ὅπως φίλον ἦτορ ἀγείρω, Πρίν με μολεῖν, ὅθεν οὐκέτι δὴ παλινάγρετον ἐλθεῖν.
because I am at once a stranger in the land and a sojourner, and likewise a temporary dweller even as my fathers. Give me rest from my labours, that I may rally my dear heart, before I go whence there is no more returning back again.
Εἴνατον ἐσθλὸν ἄεισμα, τριηκοστῇ περὶ μολπῇ Φθέγξατο Δαυΐδος τερπόμενος κιθάρῃ.
A noble ninth song, in the thirtieth decad of melody, David uttered, delighting in his lyre.
Τετληὼς ὀπτῆρα Θεὸν καὶ ἀρωγὸν ἐδέγμην.
Enduring patiently, I awaited God the Watcher and Helper.
Ἡμετέρην δ' ὑπέδεκτο πολύλλιτον οὔασιν εὐχήν. Σπάσατο δ' ἐκ βόθρου καὶ τέλματος ἰλυόεντος· Αὐτὰρ ἐμὰς πέτρῃ σταθερῇ στηρίξατο πέζας, Ἴχνος ἑαῖς ἐν ἀταρπιτοῖς ἐμὸν ἡγεμονεύων. Χείλεσιν ἡμετέροισιν ἑὴν ὑπεθήκατο μολπὴν, Νωϊτέρῳ κλυτὸν ὕμνον ἐρισθενέτη Βασιλῆϊ. Δειδιότες δέρκοιντ', ἔλποιντό τε Ποιμένα πολλοί. Ὄλβιος, ᾧτε Θεοῦ ὄνομα κλυτὸν ἐλπὶς ἐτύχθη, Λύσσης ψευδαλέης καὶ μαψιδίης δίχα βουλῆς. Πολλά τοι ἐκτετέλεσται, Ἄναξ, περιθαμβέα ἔργα· Οὐδὲ σέθεν βουλῇσιν ἔφυ πανομοίιος ἄλλος. Ἀγγέλλων κατέλεξα, τάπερ πλέον εἶεν ἀριθμῶν. Δῶρ' ὑπὲρ ἀμπλακίης· θυσίην δ' ἠρνήσατο πᾶσαν. Αὐτὰρ ἐμοὶ βροτέης τεκτήναο σάρκα γενέθλης.
And He received with His ears our much-entreating prayer, and drew me out of the pit and the miry slough; and He established my feet upon a steadfast rock, guiding my footstep in His pathways. He put His song beneath our lips, a glorious hymn unto our almighty King. May many behold in fear, and hope in the Shepherd. Blessed is he for whom the glorious name of God has become his hope, apart from false frenzy and vain counsel. Many wondrous works have been accomplished by Thee, O Lord, and none else is altogether like unto Thy counsels. Declaring them, I recounted things which are more than numbers. Gifts for transgression and all sacrifice He refused; but for me Thou didst fashion the flesh of mortal race.
Οὐ πυρὶ καρφομένην προσεδέξαο πάγχυ θυηλήν. Τοὔνεκα δεῦρ' ἱκόμην τελέσαι, Πάτερ, ὅττι κελεύεις. Ἀμφ' ἐμέθεν γέγραπται ὑπὲρ βίβλοιο καρήνου· Σὸν τελέσαι μενέηνα, Μάκαρ, πραπίδεσσιν ἐέλδωρ, Καί σευ μεσσατίῳ ἐθέμην ἐν στήθεϊ θεσμόν. Εὐδικίην κλισίῃ πολυηχέϊ πέφραδον ἄνδρες· Οὐδέ ποτ' ἀγγελίης ἐμὰ χείλεα πάμπαν ἐρύξω· Αὐτὸς ἐμὴν πραπίδεσσι δικαιοσύνην δεδάηκας Οὔ σευ ἀληθείην σκοτίῃ φρενὶ θῆκα καλύψας·
Thou didst not at all accept a burnt-offering parched with fire; wherefore I am come hither, O Father, to accomplish whatsoever Thou commandest. Concerning me it is written at the head of the book: I desired in my heart to accomplish Thy wish, O Blessed One, and I set Thy law in the midst of my breast. Men declared Thy righteous judgement in the much-resounding tabernacle, and never at all will I hold back my lips from Thy message; Thou Thyself hast known my righteousness in my heart. I did not cover and hide Thy truth in a dark mind,
Ἀμφαδίην δ' ἀγόρευσα ἀλεξίκακον σέο φέγγος· Φῆνα τεὸν κλισίης ἔλεον καὶ ἀληθέα βουλήν.
but openly I proclaimed Thine evil-averting light; I showed forth to the tabernacle Thy mercy and true counsel.
Τοὔνεκα μηδὲ σὺ νόσφιν ἀρηγόνα χεῖρα πεδήσεις· Θάλπε τεῷ μ' ἐλέῳ καὶ ἀληθέϊ πάντοτε βουλῇ, Οὕνεκά μ' ἄλγος ἔχει περιώσιον ἔνθα καὶ ἔνθα. Ἔφθασαν ἀμπλακίαι με, φάος δέ μευ ἔκρυφεν ὄσσων·
Wherefore neither wilt Thou bind Thy helping hand afar off; warm me ever with Thy mercy and true counsel, because excessive pain holds me on this side and on that. Transgressions have overtaken me, and hidden the light of mine eyes;
Καί μευ πλειότεραι κεφαλῆς ἐγένοντο κομάων, Ἐκ δ' ὀλιγηπελίης μελέων ἐξέπτατο θυμός. Ἀλλ' ἐπιδευομένῳ μοι ἑκὼν ἐπιτάῤῥοθος ἔλθοις, Νωϊτέρην ὄσσοισιν ἐποπτεύσειας ἀρωγήν. Αἶσχος ἕλοι, ὅσοι ἦτορ ἐμὸν μεμάασιν ὀλέσσαι· Στρεφθείη μωμητὸς, ὅ μοι κακὰ βυσσοδομεύει. Αὐτίχ' ἕλοι τούσδ' αἶσχος ἐμῇ κεχαρηότας ἄτῃ. Χάρμα καὶ εὐφροσύνη ὅσιον γένος ἀμφιπολεύοι. Πάντοτε βαζόντων μεγαλαυχέα δῶρα θεοῖο, Ὁσσάτιοι ποθέουσιν ἀλεξίκακον σέο φέγγος. Ἀμφ' ἐμεῦ ὁρμαίνοις πτωχοῦ, Μάκαρ, ἠὲ πενιχροῦ· Μήποτε δηθύνειας ἐμοὶ καλέοντι παρεῖναι.
and they are become more numerous than the hairs of my head, and out of the weakness of my limbs my spirit has flown away. But unto me in my need mayest Thou come willingly as helper, and look with Thine eyes upon our aid. May shame seize as many as are eager to destroy my heart; may he be turned back in disgrace who broods evils against me in the deep of his heart. Straightway may shame seize these who rejoice in my calamity. May joy and gladness attend the holy race, while as many as long for Thine evil-averting light ever speak of the glorious gifts of God. Take thought for me, a beggar and needy, O Blessed One; never tarry to be present with me when I call.
Κῶμον τεσσαρακοστὸν ἄναξ Δαυΐδος ἔμελψεν.
The fortieth hymn of praise King David sang.
Ὄλβιος, ὃς πτωχοῦ περικήδεται ἠδὲ πενιχροῦ· Οὔ μιν ἀναγκαίῳ ὑπερόψεται ἤματι Ποιμήν.
Blessed is he who cares exceedingly for the beggar and the needy; the Shepherd will not overlook him in the day of necessity.
Notes, col. 1368
On the reading
Printed ἐρισθενέτη, for ἐρισθενέτῃ.
PG 33:1369Read from the pageΦρουρὸν ἔχοι Βασιλῆα, βίου θ' ἅμα κηδεμονῆα, Καὶ θεόθεν μακαριστὸς ὅλην ἀνὰ γαῖαν ἀκούσοι· Οὐδέ μιν ἀντιβίοισιν ἕλωρ παλάμῃσι μεθείη, Ἀλλὰ καὶ ἐν κακότητος Ἄναξ λεχέεσσιν ἀρήγοι· Δέμνιά οἱ μετέθηκεν, ἔλυσε δὲ κήδεα νούσου. Αὐτὸς, Ἄναξ, ἐβόησα τεὴν ἐλεητὺν ἀρωγόν·
May he have the King as guardian and at once protector of his life, and may he be called blessed of God throughout the whole earth; nor may He abandon him as a prey to hostile hands, nay, even upon the couch of distress may the Lord aid him; He has changed his bed for him, and loosed the sorrows of sickness. I myself, O Lord, cried aloud unto Thy helping mercy:
Ὄφρα μευ ἐξακέσαιο κακῶν ἀλιτήμονα θυμόν. Κήδεά μοι φράσσαντο κακοὶ καὶ ἀνάρσιοι ἄνδρες, Εὐχόμενοι, πότε μευ βιότου μνημήϊον ἔῤῥοι. Νίσσετο μαψιδίως ὁρόων, ματίην τ' ἀγορεύων. Ἀμπλακίην ξυνάγειρεν ἐμῷ ζηλήμονι θυμῷ. Ἐκτὸς ἰὼν ἀγόρευεν, ἐμοὶ ξύμπαντας ἀγείρων. Πάντες ἐπιτρύζεσκον ἀπεχθέες ἀμφ' ἐμοὶ ἄνδρες· Ἀμφὶ δέ μοι φράζοντο κακῶν βαρυπήμονα φόρτον, Μῦθον δυσνομίῃ πεπυκασμένον ἐντύνοντες· Μὴ κατακοιμηθείς τις ἀεὶ κατὰ νήγρετον εὕδοι; Εἰρήνης βροτὸς οὗτος· ἐμοῖο γὰρ ἐλπὶς ἐτύχθη. Ὃν τρέφον, ἐχθρὸν ἔχον, πτέρνης δέ με μείονα θῆκεν.
that Thou mightest heal my sinful spirit of evils. Evil and hostile men devised sorrows against me, praying when the memorial of my life might perish. He came looking in vain, and speaking vanity; he gathered transgression unto his jealous heart against me; going outside he spoke, gathering all men together against me. All the hateful men murmured together concerning me, and devised against me a heavy-woeful load of evils, framing a word closely wrapped in lawlessness: Shall one that has lain down to sleep ever sleep an unawakening sleep? This mortal was a man of peace, for my hope was in him; him whom I nourished I had as an enemy, and he made me lesser than his heel.
Ἀνστήσας μ' ἐλέησον, ἵνα σφίσιν ἄξια δοίην. Σῆς ἀγανοφροσύνης ἔνθεν, Μάκαρ, ἴδρις ἐτύχθην· Ἐφρασάμην, ὅ μοι οὔτι μάτην κεχαρήσεται ἐχθρός.
Raise me up and have mercy upon me, that I may repay them things worthy of them. Hereby, O Blessed One, have I come to know Thy gentleness: I perceived that mine enemy shall in no wise vainly rejoice over me.
Οὕνεκεν ἀκακίης μευ, Ἄναξ, ἐπίκουρος ἀνέστης,
Because of mine innocence, O Lord, Thou didst rise up as my helper,
Καί με διηνεκέως σεῦ ἐνωπαδὸν ἐῤῥίζωσας. Αἰνετὸς αἰὲν ἔφυ Θεὸς ἄφθιτος Ἰσραήλου· Αἰώνων αἰῶνας ἀεὶ πανυπέρτατος εἴη.
and didst root me continually before Thy face. Praised evermore is the immortal God of Israel; unto ages of ages may He ever be supreme.
Εἰς πινυτήν ποτε παισὶν ὑπερθύμοιο Κοραίου Κῶμος τεσσαρακοστὸς ἔνι καὶ πρῶτος ἀοιδῆς.
Unto understanding aforetime for the sons of high-souled Core is the forty-first hymn of song.
Ἠΰτε πηγαίων ὑδάτων κεμὰς ἱμείρουσα, Ὧδ' ἐμὸς ἱμείρει σευ, Ἄναξ πανυπέρτατε, θυμός. Ζωὸν ἐμὸν δίψησε καταβρῶξαι Θεὸν ἦτορ. Τίς χρόνος, εὖτ' ἀναφανδὰ Θεὸν βροτὸς ὄψομαι ὄσσοις;
Even as a hind longing for fountain waters, so longs my spirit after Thee, O Supreme Lord. My heart has thirsted to swallow down the living God: what time shall it be when I, a mortal, shall openly behold God with mine eyes?
Ἤμαθ' ὁμοῦ καὶ νύκτας ἔχον γόον οἷά περ ἄρτον,
Days alike and nights I had lamentation even as bread,
Πάντοτε βαζόντων· Πῆ δὴ Θεὸς ἔπλετο σεῖο; Τῶνδε παρεμνήσθην, πρόχεον δ' ἐμὸν ἀμφ' ἐμὲ θυμὸν,
while men ever said: Where then is thy God? These things I called to remembrance, and poured out my spirit round about me,
Οὕνεκα θηητὸν κλισίης διελεύσομαι οὖδας,
because I shall pass through the wondrous floor of the tabernacle,
Ἔνθεν ἕως Βασιλῆος ἐπουρανίοιο μελάθρων, Αἶνον τερπωλῆς τε μετὰ κλυτὸν ἦχον ἑορτῆς. Θυμὲ, τί δηθύνεις; τί δέ μοι νόον ἔνδον ὀρίνεις;
thence even unto the halls of the heavenly King, amid the praise of delight and the glorious sound of festival. O my soul, why tarriest thou? And why troublest thou my mind within me?
Ἐλπίς τοι Θεὸς ἔστω, ἐγὼ δέ οἱ αἶνον ἀείσω· Αὐτὸς ἐμῆς τελέθει πανεπίσκοπον ἄλκαρ ὀπωπῆς. Αὐτόματος δεδόνητο μετὰ φρεσὶ θυμὸς ἐμῇσι.
Let God be thy hope, and I will sing praise unto Him; He Himself is the all-overseeing defence of my countenance. Of its own accord my spirit was shaken within my mind.
Τοὔνεκ', Ἄναξ, καλέσω σε Ἰορδανίης ἀπὸ γαίης, Ἐκ θ' Ἑρμονιίμου· τὸ δέ τοι ὄρος ἔπλετο τυτθόν. Ὀρφναίη τις ἄβυσσος ἀνηΰτεσκεν ἄβυσσον· Ῥηγνυμένων ξυνιοῦσα τεῶν ὑδάτων ἐπιωγῇ. Κύματά σευ μετ' ἔμ' ἦλθε, βάρυνε δὲ μέρμερα πάντα.
Wherefore, O Lord, I will call upon Thee from the land of Jordan, and from Hermoniim, which is a little mountain. Some darkling abyss cried aloud unto abyss, coming together at the shelter of Thy bursting waters. Thy waves came after me, and all care-laden things weighed me down.
Ἤματι Ἄναξ ἔλεον κέλεται, καὶ νυκτὶ φαείνει.
By day the Lord commands His mercy, and by night He shines forth.
PG 33:1372Read from the pageΕὐχωλὴ παρ' ἐμεῖο Θεῷ βασιλῆϊ βιώνης. Εἶπα Θεῷ· Τί μευ ὧδε λελασμένος αἰὲν ἐτύχθης; Τίπτε κατηφιόων παρανίσσομαι ἔνθα καὶ ἔνθα, Ἀνδρὸς δυσμενέος με καταθλίβοντος ἀνίῃ; Δυσμενέες νείκεσσαν, ὅτ' ὀστέα πάντα ἔαχθεν·
Prayer from me is unto God the King of life. I said unto God: Why hast Thou thus ever been forgetful of me? Wherefore do I pass along hither and thither cast down in dejection, while a hostile man afflicts me with grief? Mine enemies reproached me, when all my bones were broken;
Πάντοτέ μοι βάζουσι· Θεός νυ ποῦ ἔπλετο σεῖο; Θυμὲ, τὶ δηθύνεις; τί δέ μοι νόον ἔνδον ὀρίνεις;
continually they say unto me: Where now is thy God? O my soul, why tarriest thou? And why troublest thou my mind within me?
Ἐλπίς τοι Θεὸς ἔστω, ἐγὼ δέ οἱ αἶνον ἀείσω· Αὐτὸς ἐμῆς τελέθει πανυπέρτατον ἄλκαρ ὀπωπῆς.
Let God be thy hope, and I will sing praise unto Him; He Himself is the supreme defence of my countenance.
Μείλιχον ἀμφ' ἱερῷ τόδε καὶ ἐν τεσσαρακοστῷ Δαυΐδος πινυτὸς δεύτερον ἦσε μέλος.
This gentle forty-second song also in the sacred temple wise David sang.
Κρῖνον, Ἄναξ, ὅσα δή μ' ἄδικον λωβήσατο φῦλον· Ἀνέρος ἐκ δολεροῖο καὶ ἐξ ἀδίκου με σαώσεις. Κάρτος ἐμὸν, τί με σεῖο τόσον μεθέηκας ἄνευθε; Τίπτε κατηφιόων μετανίσσομαι ἔνθα καὶ ἔνθα, Ἀνδρὸς δυσμενέος με καταθλίβοντος ἀνίῃ; Φέγγος ἀληθείην τε σέθεν περιλαμπέα πέμποις, Οἷσι φαεινόμενος τεὸν εἰς ὄρος ἵξομαι ἁγνὸν,
Judge, O Lord, all the outrages wherewith an unjust tribe has outraged me; from a deceitful and unjust man Thou wilt save me. O my Strength, why hast Thou let me go so far apart from Thee? Wherefore do I pass along hither and thither cast down in dejection, while a hostile man afflicts me with grief? Send forth Thy light and Thy brightly shining truth, enlightened wherewith I shall come unto Thy holy mountain,
Καί σεο κυδίστοισιν ὁμέστιός εἰμι μελάθροις. Βωμὸν ἀγακλήεντα Θεοῦ μετελεύσομαι ἤδη· Ὅς μευ εὐφρήνειε χάριν νεοθηλέος ἥβης· Εὐκελάδῳ φόρμιγγι, Μάκαρ, τεὸν αἶνον ἀείσω. Θυμὲ, τί δηθύνεις; τί δέ μοι νόον ἔνδον ὀρίνεις;
and am a sharer of the hearth in Thy most glorious halls. Now will I go unto the all-glorious altar of God, Who gladdens the grace of my freshly blooming youth; with a melodious lyre, O Blessed One, I will sing Thy praise. O my soul, why tarriest thou? And why troublest thou my mind within me?
Ἐλπίς τοι Θεὸς ἔστω, ἐγὼ δέ οἱ αἶνον ἀείσω Αὐτὸς ἐμῆς τελέθει πανεπίσκοπον ἄλκαρ ὀπωπῆς.
Let God be thy hope, and I will sing praise unto Him; He Himself is the all-overseeing defence of my countenance.
Εἰς πινυτὴν τεκέεσσιν ὑπερθύμοιο Κοραίου Κῶμος ὅδε τρίτατος καὶ τεσσαρακοστὸς ἐτύχθη.
Unto understanding for the children of high-souled Core this forty-third hymn of praise was wrought.
Οὔασιν ἡμετέροις ἠκούσαμεν, ἄφθιτε Ποιμήν· Ἄμμι φίλοι τὸ πρόσθεν ἀφηγήσαντο τοκῆες Ἔργον, ὅπερ τέκτηνας ἐν ἀρχαίῃσι γενέθλαις. Χεὶρ σέθεν ὤλεσε φῦλα, καὶ ἐῤῥίζωσε γονῆας. Λαοὺς ἐξαλάπαξας, ἑῆς ἐξήλασας αἴης. Οὐδὲ γὰρ ἐκλήρωθεν ἑῷ πάρος ἄορι γαῖαν, Οὐδὲ μενεπτόλεμος δηΐων ἐσάωσε βραχίων, Ἀλλὰ τεὴ παλάμη, καὶ σῆς μέγα φέγγος ἐπωπῆς· Οὕνεκα σῷ θυμῷ πεπιθὼς σφέας ἤθελες ἴσχειν.
With our ears we have heard, O immortal Shepherd, and our dear parents aforetime recounted unto us the work which Thou didst fashion in the ancient generations. Thy hand destroyed tribes, and rooted our fathers; Thou didst sack peoples, and drive them out of their land. For neither did they inherit the land aforetime by their own sword, nor did a war-steadfast arm save them from the foes, but Thy hand, and the great light of Thy countenance, because trusting in Thy spirit Thou wast pleased to uphold them.
Αὐτὸς ἄναξ ἐμός ἐσσι, Θεὸς δέ μευ αἰὲν ἐτύχθης, Ὅστις Ἰακώβῳ ζωῆς ἐπετείλαο φέγγος. Σοὶ πίσυνοι κεράεσσι βίην ἐναρίζομεν ἐχθρῶν. Οὔνομα σὸν καλέοντες ἐπεγρομένους γελάσαιμεν. Οὐ γὰρ ἐφ' ἡμετέρῳ μεγαλίζομαι ἐλπίδι τόξῳ, Οὐδὲ κακῶν τανύηκες ἄορ μ' ἀπάνευθε σαώσοι. Αὐτὸς Ἄναξ τ', ὠθούντων ἄμμ' ἀπελύσαο, Ποιμὴν, Μωμητοὺς δ' ἀνέφηνας ἀπεχθέας ἀνέρας ἡμῖν. Ἠμάτιον κλέος ἄμμι παρ' ἀθανάτῳ Βασιλῆϊ, Καί σεο νωλεμέως ἀναμέλψομεν οὔνομα θεῖον. Νῦν δ' αἶσχος κατέχευας, ἀπωσάμενος τόσον ἡμέας· Οὐδὲ κορυσσομένοις μετανίσσεαι ὡς πρὶν ἀρωγός. Στρεφθέντες κρυερῶν γεγενήμεθα μείονες ἐχθρῶν, Ἐχθομένοις θ' ἅρπαγμα παραὶ ποσίν εἰμεν ἑτοῖμον.
Thou Thyself art my king, and hast ever been my God, Who didst cause the light of life to rise upon Jacob. Trusting in Thee, we despoil with our horns the might of the enemies; calling upon Thy name, may we laugh to scorn those who rise up against us. For I boast not in hope upon our bow, nor shall a long-edged sword save me far from evils. Thou Thyself, O Lord and Shepherd, didst deliver us from those who thrust at us, and didst show forth as disgraced the men who were hateful to us. Daily glory is ours with the immortal King, and unceasingly will we sing Thy divine name. But now Thou hast poured down shame upon us, having cast us off so far, nor dost Thou go forth with our armed men as helper as aforetime. Turned back, we are become lesser than our chill enemies, and for those who hate us we are a ready booty at their feet.
Notes, col. 1372
On the reading
Printed ἐπωπῆς, for ὀπωπῆς.
PG 33:1373Read from the pageἩμέας οἷά τε μῆλα μετ' εἰλαπίνῃσιν ἔδωκας, Ἐκ δ' ἐκέδασσας ἄνευθε πολυσπερέας κατὰ δήμους· Ἀπρίατον, ἀνάποινον, Ἄναξ, ἀπετίσαο λαόν· Οὐδέ τις ἦεν ἀριθμὸς ἀμοιβαίης χάριν ὠνῆς. Γείτοσιν ἄμμε ὄνειδος, ἅπασι πέριξ τε γέλωτα, Ἔθνεσιν ἄμμε λάλημα πολύθροον ἐξανέφηνας, Καὶ λαοῖς ψογεροῖς κεφαλῆς κίνημα γελοῖον. Ὀφθαλμῶν μευ ἔναντα πανημαδὸν ἔσσυτ' ἔρευθος,
Thou hast given us like sheep among banquets, and hast scattered us afar among widely dispersed peoples; without price, without ransom, O King, Thou hast parted with Thy people; nor was there any reckoning for the sake of a mutual purchase. Thou hast made us a reproach to our neighbours, and a derision to all around, Thou hast shown us forth as a much-talked-of byword among the nations, and a ridiculous shaking of the head among censorious peoples. Before mine eyes all the day long a blush hath rushed forth,
Καί με λίην ἐκάλυψεν ἀμειδέος αἶσχος ὀπωπῆς, Ὑβριστῆρος ὁμοῦ καὶ ἐλεγχέος ἀνέρος αὐδῇ, Ὄμμασι δυσμενέος καὶ ἐμῆς φύζης ἐλατῆρος. Ἀλλ' οὐ τοσσατίων λαθόμεσθά σευ εἵνεκα, Ποιμὴν, Οὐδὲ τεῶν μήνυμα παρήλθομεν ἁρμονιάων
And the shame of a joyless countenance hath greatly covered me, at the voice of an insolent and at once reproachful man, before the eyes of an enemy and the driver of my flight. Yet we have not forgotten Thee because of so great things, O Shepherd, nor have we transgressed the declaration of Thy covenants
Οὐδὲ σέθεν κραδίην ἐστρέψαμεν ἔκτοθι πάμπαν· Ἡμείων δ' ἀπάνευθε τεὰς ἔκλινας ἀταρπούς. Ἀδρανέας δαπέδοισι κακῶν τεκτήναο νούσων, Καὶ σκιερῇ θανάτοιο κατεκρύφθημεν ὁμίχλῃ. Εἴ ποτε νωιτέροιο λελάσμεθα πάγχυ Θεοῖο, Εἰ θεῷ ἡμετέρας παλάμας ἐπετάσσαμεν ἄλλῳ· Ἆρ' οὐκ Ἄφθιτος αὐτὸς ἀνιχνεύσει τάδε πάντα; Αὐτὸς γὰρ βροτέης κραδίης κευθμῶνας ἀνέγνω. Σεῖο χάριν θανάτῳ δεδμήμεθα πάντοτε, Ποιμήν· Κτεινομένοις γενόμεσθα βίην μήλοισιν ὁμοῖοι. Ἔγρεο, Παμβασιλεῦ· τί νύ μοι τόσον ὕπνον ἀωτεῖς;
Nor have we turned our heart altogether away from Thee; but Thou hast turned Thy paths aside away from us. Thou hast rendered us feeble in the places of evil diseases, and we have been hidden in the shadowy mist of death. If ever we have utterly forgotten our God, if we have spread forth our hands to another god, shall not the Immortal One Himself track out all these things? For He Himself knoweth the hidden recesses of the mortal heart. For Thy sake we are continually subdued unto death, O Shepherd; in our strength we have become like unto slaughtered sheep. Arise, O All-King; why then dost Thou slumber so deep a sleep for me?
Ἔγρεο, μηδὲ σέθεν βλεφάρων ἀπὸ νόσφιν ἐλάσσῃς. Τίπτε τεὴν ἔστρεψας ἀγακλήεσσαν ὀπωπὴν, Μόχθων θ' ἡμετέρων, πενίης τ' ἀπελήσαο πάμπαν; Ἡμέτερος κονίῃσι πανείκελος ἔφθιτο θυμός· Νηδὺς ἐλεγχήεσσα δύῃ περιπίλναται αἴῃ. Ἔγρεο, Παμβασιλεῦ, ἐπαρηγόνα χεῖρα τιταίνων· Ῥύσεο δ' ἀπρήκτοιο σέθεν χάριν ἡμέας ἄτης.
Arise, and drive us not afar off from Thine eyelids. Why hast Thou turned away Thy most glorious countenance, and forgotten altogether our toils and our poverty? Our soul hath wasted away altogether like unto the dust; our belly, covered with reproach in misery, cleaveth to the earth. Arise, O All-King, stretching forth a helping hand; and deliver us for Thy sake from unavailing ruin.
Τηλυγέτοιο Θεοῖο γονὴν μέλπουσιν ἀγητὴν Ἔργοις υἱέες αὖθις ἀμειβομένοισι Κοραίου. Οὗτος τεσσαρακοστὸς ὁμοῦ καὶ τέτρατος ὕμνος.
The sons of Korah again sing in responsive works the wondrous offspring of the dearly beloved God. This is the forty-fourth hymn.
Ἐσθλὸν νωιτέρη κραδίη τεκνώσατο μῦθον. Ἔργ' ἐμέθεν Βασιλῆι περιφραδέως ἀγορεύσω. Γλῶσσαν ἔχω καλάμῳ ὀξυγράφου ἀνδρὸς ὁμοίην. Κάλλεϊ δ' ἀστράπτεις βροτέης περὶ ἄλλα γενέθλης.
Our heart hath brought forth a goodly word. I will declare my works prudently unto the King. I have a tongue like the reed-pen of a swift-writing man. And in beauty Thou flashest forth beyond all others of mortal race.
Ἐκκέχυται πινυτοῖσι χάρις περὶ χείλεσι σοῖσι· Τοὔνεκά σοι Θεὸς αἶνον ἀγήραον αὐτὸς ἀνῆψεν.
Grace hath been poured forth around Thy wise lips; wherefore God Himself hath fastened upon Thee ageless praise.
Ἄλκιμε, σὸν τανύηκες ἄορ περιβάλλεο μηρῷ, Κάλλεϊ σῷ πίσυνος, καὶ ἀγακλέϊ θάρσυνος ὥρῃ. Ἐντανύων δήθυνε, καὶ ἀρχεύων βασίλευε, Εἵνεκα μειλιχίης ὁσίης, καὶ ἀληθέος ἔργου. Σὴ σέο δεξιτερὴ περὶ θαύμασιν ἡγεμονεύσει. Ἀλκήεντες ἔασσι τεθηγμένοι αἰὲν ὀϊστοί. Λαοὶ πολλοὶ ἔνερθε σέθεν πτήξουσι πεσόντες, Δυσμενέων βασιλῆος ἐπὶ στέρνοισιν ἑτοῖμοι. Νωλεμέως, Ἄφθαρτε, ἀμαιμάκετος σέο θῶκος· Ἰθυπόρον σκῆπτρον, σκῆπρον βασιληΐδος αἴσης.
O Mighty One, gird Thy long-edged sword about Thy thigh, trusting in Thy beauty, and confident in Thy most glorious comeliness. Bending Thy bow, tarry on, and commanding, reign as King, for the sake of holy gentleness and true work. Thy right hand shall guide Thee wondrously. Mighty are Thine ever-sharpened arrows. Many peoples shall cower falling beneath Thee, ready at the breasts of the enemies of the King. Unceasingly, O Incorruptible One, invincible is Thy throne; a straight-guiding sceptre is the sceptre of Thy royal lot.
Notes, col. 1373
On the reading
Printed Εἰ, for Εἰ (no breathing printed).
Printed ἀπελήσαο, for ἐπελήσαο.
Printed σκῆπρον, for σκῆπτρον.
PG 33:1376Read from the pageΕὐδικίην φιλέεις, στυγέεις δ' ἀθεμίστιον ἔργον Τοὔνεκά σοι Θεὸς αὐτὸς ἑὴν περίχευεν ἀλοιφην, Χρίσας τερπωλῆς μετόχους παρὰ πάντας ἐλαίῳ. Σμύρνα τε καὶ στακτὴ, κασίη θ' ἅμα σῶν ἀπὸ πέπλων, Ἐκ νηῶν ἐλέφαντος· ὁ καί σεο θυμὸν ἰάνθης.
Thou lovest righteous judgement, and hatest lawless work; wherefore God Himself hath poured His anointing around Thee, having anointed Thee with the oil of gladness above all Thy fellows. Myrrh and stacte and cassia together are from Thy robes, out of ivory temples, wherewith also Thou wast gladdened in Thy heart.
Θυγατέρες σέο, κῦδος ὑπερμενέων βασιλήων. Πέπλοις χρησυφέεσσι πέλας βασίλεια παρέστη, Εὖ ἀμπισχομένη πυκινοῖς δαιδάλμασι μορφήν. Κλῦθι, τέκος λεύσσουσα, φίλον δέ μοι οὖας ἐρείδοις· Λαοῦ δ' ἐκλελάθοιο τεοῦ, μεγάρων τε τοκῆος· Οὕνεκά σευ βασιλεὺς γεραρῆς ἠράσσατο μορφῆς. Αὐτὸς γὰρ καὶ πρόσθε σέθεν κρατέεσκεν ἀνάσσων, Καί μιν γουνάσσαντο Τύρου μειλίγμασι κοῦραι· Ἀφνειοὶ χθονὸς ὄμμα λιτῆς τεὸν ἱλάσσονται. Ἔνδοθεν εὖχος ἅπαν βασιληΐδος ἔπλετο κούρης· Χρυσείοις ἀμπισχομένη θυσάνοισι κέκασται. Παρθενικαὶ βασιλῆι γέρας μετ' ἄνασσαν ἀγέσθων. Σοὶ γέρας ἰφθίμης βασιληΐδος εἰσὶν ἑταῖραι. Χάρματος εὐφροσύνης τ' ἀγαθῆς ἐπὶ βάθρον ἀγέσθων,
Thy daughters are the glory of exceedingly mighty kings. Near by stood the queen in gold-woven robes, having her form well arrayed with close-wrought embroideries. Hear, O child, beholding, and incline a kindly ear to me; and forget thy people, and the halls of thy sire; because the King hath desired thy reverend form. For He Himself even aforetime held sway over thee as Lord, and the daughters of Tyre besought Him with soothing gifts; the wealthy of the earth shall propitiate thy countenance with entreaty. All the glory of the royal maiden is within; arrayed in golden fringes she is adorned. Let maidens be led unto the King as a prize of honour after the queen. The companions of the mighty queen are a prize of honour for Thee. Let them be led unto the foundation of joy and goodly gladness,
Ορνύμεναι μετὰ νηὸν ἐρισθενέος Βασιλῆος. Ἀντὶ τεῶν πατέρων υἱοὶ σέθεν ἡβώουσι· Τοὺς δὲ καταστήσειας ὅλης χθονὸς ἡγεμονῆας. Μνησαίμην μάλα σεῖο διηνεκέεσσι γενέθλαις· Ἐς γενεῶν γενεὰς σέθεν οὔνομα καλὸν ἀείσω.
Speeding into the temple of the all-powerful King. In the stead of thy fathers thy sons grow to manhood; and Thou shalt establish them as rulers over all the earth. I will make great mention of Thee in continual generations; unto generations of generations I will sing Thy goodly name.
Τοὔνεκά σ' ὑμνήσουσι, Μάκαρ πανυπέρτατε, λαοὶ, Ἔνθεν ὁμοῦ καὶ ἔπειτα καὶ ἀλήκτοισι γενέθλαις, Ἔνθεν ὁμοῦ καὶ ἔπειτα καὶ εἰς αἰῶνας ἰόντας.
Wherefore the peoples shall hymn Thee, O Blessed One Most High, both now at once and hereafter even in unceasing generations, both now at once and hereafter even unto the ages to come.
Κῶμος ὑπὲρ κρυφίων, ὧν εἰς φάος ἤγαγε φόρμιγξ Θεσπεσίη, πέμπτος καὶ τεσσαρακοστὸς ἐτύχθη.
A song of praise concerning hidden things, which the divine lyre brought to light, is the forty-fifth.
Ἀθάνατος Θεὸς ἔρκος ἐμὸν καὶ κάρτος ἐτύχθη. Ἀμφιπολευούσῃσι βοηθόος ἡμέας ἄτης· Τοὔνεκεν οὐ πτήξαιμεν ὀρινομένης μάλα γαίης, Οὐδὲ μετερχομένων ὀρέων ἐν στήθεσι πόντου. Ἠχήεις ῥοθίοισιν ἑοῖς ὀρυμαγδὸς ἀέρθη· Οὔρεα θεσπεσίῳ περὶ κάρτεϊ δινήθησαν. Εὐφραίνει ποταμοῖο Θεοῦ πτολίεθρον ἐρωή. Ὕψιστος κλισίην σφετέρην ἄχραντον ἔθηκε· Οὐδέ ποθ' οἱ λήξειε Θεὸς περὶ μέσσα θοάσσων.
Immortal God hath become my bulwark and strength, a helper in the visitations of calamity that beset us; wherefore we shall not cower when the earth is greatly stirred up, nor when the mountains pass over into the bosom of the sea. A resounding roar was lifted up by its surging waves; the mountains were whirled about by divine might. The rushing stream of the river gladdeneth the city of God. The Most High hath made His tabernacle undefiled; nor shall God, seated in the midst thereof, ever fail her.
Ἐξ ἠοῦς ἐπίκουρον ἔχει πανεπίσκοπον ὄμμα. Κλῖναν ἀνακτορίαι βριαραὶ, κλονέοντο δὲ φῦλα. Ἤϋσεν διαπρύσιον, δεδόνητο δὲ γαῖα. Ἀρχὸς ἐπουρανίων σθενέων πέλει ἄμμιν ἀρωγός· Αὐτὸς Ἰακώβου πρόμαχος Θεὸς ἄμμιν ἐτύχθη. Δεῦτε, φίλοι, Βασιλῆος ἰδώμεθα θέσκελα ἔργα, Ὅσσ' ὑπὲρ εὐφόρβου σημήια τεῦξεν ἀρούρης. Παύων δηιοτῆτας ὅλης ὑπὲρ ἄντυγα γαίης, Τόξον συντρίψειε, καὶ ἀσπίδα θοῦριν ἐάξει, Καὶ θυρεοὺς μαλεροῖο καταφλέξει πυρὸς ὁρμῇ. Φράζεσθε σχόμενοι, Θεὸς ἄφθιτος οὕνεκ' ἐτύχθη, Ἔθνεσιν ὕψιστος, καὶ ὅλης καθυπέρτερος αἴης.
From the dawn He keepeth a helping, all-surveying eye. Strong kingdoms bowed down, and the tribes were thrown into turmoil. He shouted piercingly, and the earth was shaken. The Leader of the heavenly powers is a helper unto us; the God of Jacob Himself hath become a champion unto us. Come hither, friends, let us behold the wondrous works of the King, what signs He hath wrought upon the fruitful earth. Making wars to cease beyond the rim of the whole earth, He will shatter the bow, and break the impetuous shield, and burn up the bucklers with the rush of fierce fire. Be still and consider that He is the imperishable God, most high among the nations, and supreme over all the earth.
Notes, col. 1376
On the reading
Printed ἀλοιφην, for ἀλοιφὴν.
Printed χρησυφέεσσι, for χρυσηρέεσσι.
Printed Ορνύμεναι, for Ὀρνύμεναι.
PG 33:1377Read from the pageἈρχὸς ἐπουρανίων σθενέων πέλει ἄμμιν ἀρωγός. Αὐτὸς Ἰακώβου πρόμαχος Θεὸς ἄμμιν ἐτύχθη.
The Leader of the heavenly powers is a helper unto us; the God of Jacob Himself hath become a champion unto us.
Τοῦτο μεγασθενέων τεκέων ἐτέτυκτο Κοραίου Μείλιχον ἀμφ' ἕκτῳ καὶ τεσσαρακοστὸν ἄεισμα.
This gentle forty-sixth song was composed by the mighty-voiced children of Korah.
Παίσατέ μοι χείρεσσιν ὁμὸν κρότον, ἔθνεα πάντα· Τερπνίστῃ Βασιλῆα Θεὸν κελαδήσατε φωνῇ· Οὕνεκεν ὕψιστος φοβερός θ' ἅμα πᾶσιν ἐτύχθη, Γαίης παντοδαποῖς μετὰ τέρμασιν ἐμβασιλεύων. Λαοὺς ἄμμι δάμασσε, ποσὶν δ' ὑπεθήκατο δήμους. Λεξάμενος πόρεν ἄμμι φίλον καὶ ἐνηέα κλῆρον, Μοῖραν Ἰακώβοιο Θεῷ καταθύμιον αἰεί. Εἰσανόρουσε Θεὸς βοόων ἐπινίκιον ὕμνον, Εὐκελάδου σάλπιγγος ἀνέδραμε κοίρανος ἠχώ Ἡμέτερον φόρμιγγι Θεὸν φορμίζετ' ἀοιδαῖς, Ἡμέτερον Βασιλῆα σοφαῖς ἀναμέλψατε μολπαῖς· Οὕνεκα κοιρανέει πάσης Θεὸς ἄφθιτος αἴης. Μέλψατέ μοι πινυτῇ κραδίῃ καὶ ἐχέφρονι μύθῳ. Ἀθάνατος μέγα κάρτος ὅλων κτεατίσσατο λαῶν,
Clap with your hands a united applause for me, all ye nations; acclaim God the King with a most delightful voice; because He is most high and terrible at once unto all, reigning as King among the manifold bounds of the earth. He hath subdued peoples under us, and placed nations beneath our feet. Having chosen us, He gave us a dear and kindly heritage, the portion of Jacob ever pleasing to God. God hath mounted up shouting a hymn of victory, the sovereign echo of the clear-sounding trumpet hath risen aloft. Celebrate our God with songs upon the lyre, sing praises unto our King with skilful melodies; because the imperishable God ruleth over all the earth. Sing praises for me with a wise heart and an understanding word. The Immortal One hath acquired great might over all the peoples,
Αὐτὸς ἐπ' ἀχράντοιο Θεὸς θώκοιο θοάσσει. Ἡγηταὶ ξυνάγερθεν ὁμῶς Θεῷ Αβραάμου· Ἄντα Θεοῦ θώρηχθεν ὑπερβασίῃ χθονὸς ἀρχοί.
God Himself sitteth upon His undefiled throne. The leaders were gathered together alike with the God of Abraham; before God the rulers of the earth were armed in transgression.
Υἱοῖς Κοραίου τερπνὸν ἐγράφη μέλος· Εἰς δευτέραν δ' ἔμελψαν αὐτοὶ Σαββάτων· Τὸ δ' ἕβδομον τεσσαρακοστὸν ἦν ἅμα.
For the sons of Korah a delightful song was written, and they themselves sang it for the second day of the week; and it was the forty-seventh.
Αἰνετὸς Ἀθάνατος, καὶ δὴ μέγας ἔπλετο μοῦνος, Ἄστυ περὶ σφέτερον καὶ ὄρος πανακήρατον αἰεί. Πάντοθεν εὐρύνων χάρμ' ἐν χθονὶ πουλυβοτείρῃ. Οὔρεά τοι Σιῶνος ἀπὸ πλευρῆς βορέαο· Ἄστυ πολυκλῆεν μεγαλοσθενέος Βασιλῆος. Ἀθάνατος πύργοισιν ἑοῖς ἀρίδηλος ἐτύχθη, Εὖτ' ἐπιδευομένης ἐπιτάῤῥοθος ἵξεται αὐτῆς. Γαίης ἦλθον ἅπαντες ἀγειρόμενοι βασιλῆες· Ὄμμασι δερκόμενοι, κραδίῃ περιθάμβεον αὐτοί· Ὀρνύμενοι κλονέοντο, τρόμος δ' ἐπελήλυθε πάντας. Εἴκελα τικτούσῃ πυκινὰς ὠδῖνας ἕλοιντο· Ἠὲ βίῃ ὅτε νῆας ἕλοι Θαρσῖδος ἀήτης. Οὐκ ἄρα βάξις ἔην (μύθοισι γὰρ ἔργον ὀπηδεῖ); Ἀμφὶ Θεοῦ κλυτὸν ἄστυ, Θεοῦ σθενέων βασιλῆος, Αὐτός οἱ ἀστυφέλικτον ἐπήξατο πυθμένα Ποιμήν. Σῶν λαῶν ἀνὰ μέσσον, Ἄναξ, ἐλεητὺν ὀπάζοις.
Praiseworthy is the Immortal One, and truly great is He alone, around His own city and His ever-undefiled mountain, widening joy on every side in the all-nourishing earth. The mountains of Sion are on the side of the north; it is the far-famed city of the great-mightied King. The Immortal One hath become manifest in her towers, when He cometh as her helper in her need. All the kings of the earth came gathered together; beholding with their eyes, they themselves were sore amazed in heart; starting up, they were thrown into turmoil, and trembling came upon them all. Like a woman in travail, may they seize upon thick-coming pangs; or as when with violence the wind seizeth the ships of Tharsis. Was it not then the report (for the deed accompanieth the words) concerning the glorious city of God, of God the King of powers? The Shepherd Himself hath fixed her foundation unshaken. In the midst of Thy peoples, O King, mayest Thou grant mercy.
Ἠΰτε δ' ἀμφιβόητον, Ἄναξ, τεὸν οὔνομα μίμνει, Ὡδ' ἔστω τεὸς αἶνος ὅλης ἐπὶ πείρατα γαίης. Δεξιτερὴ βέβριθε δικαιοσύνης σέο, Ποιμήν. Κλεινὸν ὄρος Σιῶνος ἐϋφροσύνῃσι μελέσθω. Παῖδες Ἰουδαίας ἐρατῆς πολυγηθέες ἔστων, Εὐαγέων, Ἄχραντε, τεῶν χάριν εὐνομιάων. Σπεύσατέ μοι Σιῶνα περισταδὸν ἀμφιβαλέσθαι, Καί οἱ ὑπὲρ πύργων λιγέως ἀγγείλατε μύθους· Ἀμφὶ δέ μιν κραδίας καὶ ἑῷ περὶ κάρτεϊ θέσθε· Ἕρκεα δὲ σφετέρου κράτεως διαμοιρήσασθε, Ὄφρα δέ τις γενεῇσιν ἐπεσσομένης ἀγορεύσῃ· Οὕνεκεν αὐτὸς ἀεὶ Βασιλεὺς ἅμα καὶ Θεός ἐστιν· Ἐκ προτέρων γενεῶν ἐπ' ἀτερμάντοισιν ἀνάσσων, Νωλεμέως ἐν πᾶσιν ἀγήραος ἄμμε νομεύσει.
And even as Thy name, O King, abideth renowned on every side, so let Thy praise be unto the ends of the whole earth. Thy right hand is laden with righteousness, O Shepherd. Let the famous mountain of Sion be occupied with gladness. Let the children of lovely Judaea be full of joy, for the sake of Thy pure ordinances, O Undefiled One. Make haste for me to encompass Sion round about, and clearly declare words concerning her towers; and set your hearts upon her and upon her strength; and distribute the bulwarks of her might, that one may declare it to the generations to come; because He Himself is ever at once King and God; reigning from former generations unto endless ones, unceasingly in all things, ageless, He will shepherd us.
Notes, col. 1377
On the reading
Printed Αβραάμου, for Ἀβραάμου.
Printed Ὄφρα δέ τις, for ὄφρα γέ τις.