Migne Reading Room

PG 33 · cols. 1356–1365 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:1356Read from the page
Ὀφθαλμοὶ μεγάλοιο Θεοῦ τρομέοντας ὁρῶσιν, Ὅσσοι θεσπεσίῳ ἐλέῳ μεμελημένοι εἰσί. Ψυχὰς ἐκ θανάτοιο τανηλεγέος ἀπερύξαι, Καὶ θρέψαι στονόεντι πιεζομένους φρένα λιμῷ. Ἡμέτερος μάλα θυμὸς ἀπηώρηται Ἄνακτος, Οὕνεκεν ἡμείων πρόμαχος καὶ ἀρωγὸς ἐτύχθη. Ἀμφ' αὐτῷ κεχάροιτο νόος πραπίδεσσιν ἰανθεὶς, Καί οἱ ἡμετέρη ὄνομα κλυτὸν ἐλπὶς ἐτύχθη. Αὐτὸς, Ἄναξ, ἐλεητὺν ἀπείριτον ἄμμιν ὀπάζοις, Οἷά σευ ἐλπίζοντες ἀεὶ ποτιδέγμεθ' ἀρωγήν.
The eyes of the great God behold them that tremble, as many as care for His divine mercy, to ward off their souls from long-woeful death, and to nourish them whose mind is pressed by grievous famine. Our spirit hangs exceedingly upon the Lord, because He has become our champion and helper. Around Him may our mind rejoice, gladdened in heart, and His glorious name has become our hope. Mayest Thou Thyself, O Lord, bestow boundless mercy upon us, even as we, hoping in Thee, ever await Thy help.
ΨΑΛΜΟΣ ΛΓʹ.
Psalm XXXIII.
Ὁππότ' Ἀβιμέλεχον μενεδήϊον ἠπεροπεύσας, Ὤχετο Δαυΐδος, σφετέρην δ' ἠλλάξατο μορφὴν, Τόνδε τριηκοστὸν τριτατόν θ' ἅμα κῶμον ἔμελψεν.
When David, having deceived Abimelech the staunch in battle, departed and changed his own form, he sang this thirty-third hymn of praise.
Εὐφήμοις ἐπέεσσιν ἀεὶ Βασιλῆα βοήσω, Νωλεμέως γλώσσῃ σφέτερον μέλος αἰνετὸν οἴσω. Κυδαίνοιτό μευ ἦτορ ἐν ἀθανάτῳ Βασιλῆϊ. Μείλιχοι εἰσαΐοντες ἑῷ κεχαροίατο θυμῷ. Ἀμφ' ἐμοὶ ἀθάνατον μεγαλίζετε Ποιμένα κόσμου, Καί οἱ ἀγειρόμενοι ἀναείρομεν οὔνομα πάντες. Οὖας θῆκεν ἑτοῖμον ἀνιχνεύσαντί μοι Ἐσσὴν, Παντοίης δ' ὀλοῆς με θοῶς ἐξείλετ' ἀνίης. Σπεύσατέ οἱ πελάσαι, καί οἱ φρεσὶ φέγγος ἑλέσθαι,
With auspicious words I will ever cry aloud unto the King; unceasingly with my tongue I will bring His own song of praise. May my heart be glorified in the immortal King; let the gentle hear thereof and rejoice in their spirit. Magnify with me the immortal Shepherd of the world, and gathering together let us all exalt His name. The King lent a ready ear unto me when I sought Him out, and swiftly delivered me from every destructive grief. Make haste to draw nigh unto Him, and receive His light in your minds,
Ὥς κεν ἀμωμήτοισιν ἀεὶ λάμποιτε προσώποις. Ὧδε πτωχὸς ἄϋσε, Θεὸς δέ οἱ ἔκλυεν αὐδῆς.
so that you may ever shine with blameless countenances. Thus the poor man cried aloud, and God heard his voice,
Παντοίης δ' ἐφύλαξεν ἐλεγχέος ἔκτοθεν ἄτης. Ἄγγελος ἀμφιέπων Θεῷ ἵξεται ἔνθα καὶ ἔνθα, Κυκλόθεν εὐσεβέων ἀνδρῶν, σφέας ὄφρα σαώσῃ. Γευσάμενοι δέρκεσθε, Ἄναξ ὅτι μείλιχός ἐστιν. Ὄλβιος αἰὲν ἀνὴρ σφετέρῳ Βασιλῆϊ πεποιθώς. Εὐαγέες σύμπαντες, ἀεὶ περιδείδετ' Ἄνακτα. Εὐσεβέων οὐ γάρ τευ ἐφιμείρων τις ἐτύχθη. Δευομένους ἐδάμασσε πολυκτεάνους ποτὲ πείνη· Εὐσεβέων δ' ἀγαθοῖσι μέγα βρίθουσι γενέθλαι. Δεῦρ' ἴτε μοι, φίλα τέκνα, ἐμῶν δ' ἐπικέκλυτε μύθων Ὄφρα φόβον Βασιλῆος ἐνηέος ἄμμε διδάξω. Τίς ποθέει χαρίεντος ἰδεῖν βιότοιο γαλήνην, Ἰσχανόων πολύολβα διαμπερὲς ἤματα λεύσσειν; Γλῶσσαν σὴν ἀπόπαυσον ἐλεγχίστης κακότητος, Καὶ στυγερῶν ἀπάνευθε δόλων σέο χείλεα κεύθοις. Φεῦγε κακοῤῥαφίην, ἀγαθῶν δ' ἀναφαίνεο τέκτων, Εἰρήνης ἐρατεινὰ μετ' ἴχνια πάντοτε βαίνων. Ὀφθαλμοὶ Βασιλῆος ἐποπτεύουσι δικαίους, Καί σφεων εὐχωλῇσιν ἑτοιμότατον πόρεν οὖας. Ἄλγεα τεκταίνοντας Ἄναξ δοκέεσκεν ὀπωπαῖς, Ὄφρα κεν ἐξολέσῃ σφέτερον μνημήϊον αἴης. Εὐσεβέες βοάασκον, ἀτὰρ Θεὸν εὗρον ἀρωγὸν,
and kept him outside of every shameful calamity. An angel attending upon God shall come hither and thither round about devout men, that he may save them. Taste and behold that the Lord is gracious; blessed evermore is the man that trusts in his King. All you holy ones, ever stand in awe of the Lord; for none among the devout was ever found lacking aught. Hunger has at times subdued the wealthy when in want, whereas the generations of the devout teem greatly with good things. Come hither to me, dear children, and hearken unto my words, that I may teach us the fear of the gentle King. Who longs to see the calm of a gracious life, yearning to look continually upon richly blessed days? Stay thy tongue from most shameful wickedness, and hide thy lips far away from hateful deceits. Flee the contriving of evil, and show thyself a worker of good things, walking ever after the lovely footsteps of peace. The eyes of the King look upon the righteous, and unto their prayers He has granted a most ready ear. The Lord watches with His eyes those who contrive sorrows, that He may destroy their memorial from the earth. The devout cried aloud, and found God a helper,
Παντοίης δ' ἀπάνευθεν ἑῆς ἐφύλαχθεν ἀνίης. Οἷς κραδίη τέθραυσται, ἀεὶ Θεὸς οἶδεν ἀρήγειν·
and were kept far away from all their grief. Those whose heart is bruised, God ever knows how to aid;
Πνεύματι δὲ σφετέρῳ χθαμαλόφρονα φῶτα σαώσει. Πολλαὶ καὶ πυκιναὶ ὁσίων γεγάασιν ἀνῖαι, Καί σφεας ἐκ πασέων ἀπολύσεται ἄφθιτος Ἐσσήν. Αὐτὸς Ἄναξ κήδοιτο, καὶ ὀστέα πάντα φυλάξοι· Ἐκ δ' αὐτέων οὐκ ἄν τι καταφθείροιτο ἐαχθέν. Πότμος ἁμαρτινόων ὀλοὸς καὶ ἄποτμος ἐτύχθη·
and by His Spirit He will save the lowly-minded man. Many and thick are the griefs of the holy, and out of them all the immortal King will deliver them. May the Lord Himself care for them, and guard all their bones; and not one of them shall be broken and destroyed. The doom of the sinful-minded has proved destructive and ill-fated;
PG 33:1357Read from the page
Οἱ δ' ὅσιον στυγέοντες, ἀτάσθαλοι αἰὲν ἔσονται. Δμώων σφωϊτέρων κραδίας ἀπολύσεται ἄτης· Οὔ κεν ἀλιτραίνοιεν ἑῆς χατέοντες ἀρωγῆς.
and those who hate the holy man shall ever be reckless sinners. He will redeem the hearts of His servants from calamity; they shall not offend through lacking His help.
ΨΑΛΜΟΣ ΛΔʹ.
Psalm XXXIV.
Τόνδε τριηκοστον καὶ τέτρατον ἴαχεν ὕμνον Δαυΐδος, λιγυρῇ μελπόμενος κιθάρῃ.
This thirty-fourth hymn David sounded forth, making melody upon his clear-toned lyre.
Νωϊτέροις ὀλετῆρσιν, Ἄναξ ἄχραντε, δικάζοις, Νωϊτέροις δηΐοισιν ὑπερμενέως πολεμίζοις. Ἀσπίδα καὶ ξίφος ὀξὺ λαβὼν, ἐπιτάῤῥοθος εἴης. Φάσγανον ἄμφηκες δηΐων κατέναντι τιταίνοις. Ἔννεπέ μευ ψυχῇ· Σέθεν ἀσφαλὲς ἕρκος ἐτύχθην. Θυμὸν ἀνιχνεύοντας ἐμὸν διὰ μῶμος ἐλέγχοι. Κήδεά μοι ῥάπτοντας ἀποστρέψειας ὀπίσσω· Οἷα κόνις δνοφεροῖσιν ἐλαυνέσθωσαν ἀήταις· Καί σφεας Ἀθανάτοιο διάκτορος ὀξὺς ἀπείργοι. Οἶμος ὀλισθηρὴ ζοφερή θ' ἅμα τοῖσι γενέσθω, Καί σφεας Ἀθανάτοιο διάκτορος αἶψα διώκοι· Κρύβδην μαψιδίως ὅτι μοι λίνον ἐστήσαντο· Μαψιδίως ἐμὸν ἦτορ ὀνείδεσιν ἐστυφέλιξαν. Ἣν φρεσὶν οὐ δοκέουσι πάγην, σφέας ἀγρεύσειεν· Ἧς δὲ κατεκρύψαντο, γενοίατο κέρδεα θήρης, Ὀλλύμενοι δολόεντι λίνῳ, τόπερ ἔπλεκον αὐτοί. Αὐτὰρ ἐμὴ ψυχὴ κεχαρήσεται ἀμφὶ Ἄνακτι, Καί οἱ ἀλεξικάκῳ περὶ φέγγεϊ γηθήσειεν. Ὀστέα πάντ' ἐρέει· Τίς τοι, Μάκαρ, ἄλλος ὁμοῖος, Ῥυόμενος πτωχὸν κρατερῶν ἀπὸ λυμαντήρων, Πτωχόν τ' ἠδὲ πενιχρὸν ἀφ' ἁρπαλέων ὀλετήρων; Μάρτυρες ἀνστάντες μ' ὅσα μὴ μάθον ἐξερέεινον. Ἀντ' εὐεργεσίης κακοεργέα μισθὸν ἐδέγμην, Ἡμετέρην ἄσπερμον ἐπεσσυμένων φρένα θέσθαι. Αὐτὰρ ἐπειγόμενος βαλόμην πέρι πένθιμον εἷμα· Νηστείης δ' ἐδάμασσα πόνοις βαρυώδυνον ἦτορ· Εὐχωλὴ δ' ἐπὶ κόλπον ἐμὸν στρεφθεῖσα θοάσσοι. Ὡς φίλῳ, ὥς τε κασιγνήτῳ, τόσον ἥνδανον αἰεί· Ὡς δὲ κατηφιόων ἐδάμην, φρενὶ πένθος ἀέξων. Οἱ δ' ἐμέθεν κατέναντα γεγηθότες ἠγερέθοντο· Μάστιγες ξυνάγερθεν, ἐγὼ δ' οὐ πάμπαν ἀνέγνων.
Judge Thou our destroyers, O immaculate Lord; war Thou with surpassing might against our foes. Taking shield and sharp sword, mayest Thou be my helper; stretch forth a two-edged blade over against the foes. Say unto my soul: I am become thy sure bulwark. Let disgrace thoroughly convict those who track down my spirit; turn backward those who stitch sorrows for me; like dust let them be driven by darkling winds, and may the swift messenger of the Immortal One hem them in. Let their path become slippery and gloomy at once for them, and may the messenger of the Immortal One swiftly pursue them; because secretly without cause they set up a net for me, without cause they buffeted my heart with reproaches. May the snare which they expect not in their minds catch them, and may they become the spoils of the hunting which they hid, perishing in the treacherous net which they themselves plaited. But my soul shall rejoice in the Lord, and shall be glad in His evil-averting light. All my bones shall say: Who else is like unto Thee, O Blessed One, delivering the beggar from strong spoilers, both the beggar and the needy man from greedy destroyers? Witnesses rising up questioned me of things which I knew not. In return for well-doing I received an evil-working reward from men rushing on to make our mind childless. Yet when they were hard pressed I cast about me a garment of mourning, and subdued my heavy-sorrowing heart with the toils of fasting, and may my prayer, returning into my bosom, sit there. As to a friend, and as to a brother, so was I ever pleasing unto them; and as one cast down in dejection I was bowed low, increasing sorrow in my mind. Yet against me they gathered together rejoicing; scourges were assembled against me, and I knew it not at all.
Σπλάγχνα βίῃ ῥήγνυντο, καὶ οὐκ ἐνόησαν ἀνίην·
Their bowels were rent with violence, and they perceived not grief;
Καί μ' ἐπέμυξαν ἄδην, λώβῃ δ' ἀποπειρήσαντο,
and they jeered at me to the full, and made trial of me with outrage,
Ἀντιβίην κρυεροῖσιν ὀδὰξ ἐν χείλεσι φύντες. Εἰπὲ, Μάκαρ, πότε δή μευ ἴδοις δυσάλυκτον ἀνάγκην;
biting their chill lips with their teeth over against me. Say, O Blessed One, when wilt Thou look upon my hard-to-escape distress?
Ψυχὴν ἡμετέρην κακοεργέος ἔξελε φύτλης· Αὐτὰρ μουνογένειαν ἐμὴν ῥύσαιο λεόντων. Ἠγαθέῃ Βασιλῆα παρὰ κλισίῃ κελαδήσω, Πὰρ λαῷ μεγαλοσθενέτη τεὸν ὕμνον ἀείσω. Μὴ δή μοι κεχάροιντ' ἀθεμίστια δυσμενέοντες, Οἵ με μάτην στυγέουσιν, ἀτὰρ νεύουσιν ὀπωπαῖς. Οἵ ῥά μοι εἰρήνῃ προσεοικότα μυθίζοντο, Πικρὰ δέ μοι φρονέουσι δολοφροσύνῃ κοτέοντες. Θυμοδακὲς κατέναντα διὰ στόμα μηκύνοντες, Φάντο κακῶν χαίροντες ἐμῶν θηήτορες εἶναι.
Rescue our soul from the evil-working brood, and deliver mine only-begotten life from the lions. Beside the most holy tabernacle I will celebrate the King; among a mighty people I will sing Thy hymn. Let not those who bear lawless malice rejoice over me, who hate me in vain, and wink with their eyes. For they spoke unto me things resembling peace, yet in wrath they devise bitter things against me with deceitfulmindedness. Opening wide their heart-biting mouth over against me, they said, rejoicing, that they were eyewitnesses of my woes.
Εἰ θηήσαο τοῦτο, Μάκαρ, μη δή με παρέλθοις Μή μευ ἀποσταίης, πανεπίσκοπε δῶτορ ἐάων, Μηδὲ δίκην ἄγνωστον ἐμὴν παρελεύσεαι ὄσσοις. Σῇσιν ὑπ' εὐδικίῃσιν, Ἄναξ, μ' ἄχραντε δικάζοις,
If Thou hast beheld this, O Blessed One, pass me not by; stand not aloof from me, O all-overseeing Giver of good things, nor pass over my cause unacknowledged with Thine eyes. Under Thy righteous judgements judge me, O immaculate Lord,
Notes, col. 1357

On the reading

Printed τριηκοστον, for τριηκοστὸν.

Printed μεγαλοσθενέτη, for μεγαλοσθενέτῃ.

Printed μη, for μὴ.

PG 33:1360Read from the page
Σῇ μ' ἐλεημοσύνῃ κρίνοις, πανεπίσκοπε Ποιμὴν, Μηδ' ἐπιγηθήσειαν ἀνάρσιοι ἀνέρες ἡμῖν· Μηδὲ γέλως φρενὸς ἄλγος ἐμῆς ποτε διπλόον εἶεν,
judge me in Thy mercy, O all-overseeing Shepherd, and let not hostile men exult over us; nor let the grief of my mind ever become a double laughing-stock,
Μηδέ κε λαυκανίαις με καταβρώξειαν ἑῇσιν. Αἶσχος ἕλοι σύμπαντας ἐμῇ κεχαρηότας ἄτῃ· Ὅσσοι δὲ φρονέουσιν ὑπέρβια, μῶμον ἕλοιντο. Χάρμα καὶ εὐφροσύνη ὅσιον γένος ἀμφιπολεύοι· Πάντοτε μελπόντων μεγαλαυχέα δῶρα Θεοῖο, Εἰρήνην θεράποντος ἑοῦ ποθέοντες ἰδέσθαι. Γλῶσσα δικαιοσύνην ἐμέθεν σέο πυκνὰ λιγαίνοι, Σεῖο πολυκλήεντα πανημαδὸν αἶνον ἀείσοι.
nor let them swallow me down with their throats. May shame seize all who rejoice in my calamity, and may as many as think arrogantly take unto themselves disgrace. May joy and gladness attend the holy race, as they ever sing the glorious gifts of God, longing to behold the peace of His servant. May my tongue frequently proclaim aloud Thy righteousness, and all day long sing Thy much-renowned praise.
ΨΑΛΜΟΣ ΛΕʹ.
Psalm XXXV.
Ἄφθιτον Ἀθανάτου θεράπων Δαυΐδος ἀμύμων. Τοῦτο τριηκοστὸν μελέων καὶ πέμπτον ἔμελψεν.
The blameless servant of the Immortal One, David, sang this imperishable thirty-fifth of the songs.
Ἔννεπεν ὃν κατὰ θυμὸν ἀτασθαλίας ἀθέμιστος, Οὐ φορέων Βασιλῆος ἐπ' ὄμμασι δεῖμα Θεοῖο, Οὐλομένην δολεροῖσιν ἐπ' ἄλγεσι γλῶσσαν ἀέξων, Αἰεὶ δυσφροσύνην στυγερὴν διζήμενος εὑρεῖν. Ἀμπλακίῃ σφέτεροι δολερῇ μεμελήατο μῦθοι, Οὔποτε παντοίην ὁσίην ὁδὸν ἀμφαγαπάζειν. Ἀλλὰ καὶ ἐν λεχέεσσιν ἀτασθαλίῃσιν ἀλείτης, Οὐδ' ἀγαθὸν ῥέξαι βουλεύσατο, οὐδὲ νοῆσαι, Οὐδέ τ' ἀπεχθαίρει κακίης πολυπήμονος ἄλγος. Ἄφθιτε, τιμήεις ἔλεος τεὸν οὐρανὸς ἴσχει·
The lawless man spoke recklessness within his own heart, bearing not before his eyes the fear of God the King, exalting a baneful tongue upon deceitful sorrows, ever seeking to find hateful malice. His words have been busied with deceitful transgression, never to love every holy way. Nay, even upon his couch the sinner in his reckless ways neither counselled to do good nor to think thereon, nor does he abhor the pain of much-woeful wickedness. O Immortal One, the precious heaven holds Thy mercy,
Σεῖο δ' ἀληθείη καὶ ἐν νεφέλῃσι χορεύει· Σεῖο δικαιοσύνη πανομοίιος οὔρεσι θείοις· Ἴσας εὐδικίας φορέεις βυθίοισιν ἀβύσσοις. Τετραπόδων ἀγέλας μερόπων θ' ἅμα φῦλα σαώσοις,
and Thy truth dances even among the clouds; Thy righteousness is altogether like unto the divine mountains; Thou bearest righteous judgements equal to the deep abysses. Mayest Thou save the herds of four-footed beasts and the tribes of mortals together;
Ὧδε τεὴν ἐλεητὺν, Ἄναξ, πλήθουσαν ἀέξεις. Σῶν πτερύγων μερόπεσσιν ἀεὶ σκέπας ἔσσεται ἐλπίς·
thus, O Lord, dost Thou increase Thine abounding mercy. The shelter of Thy wings shall ever be hope for mortals;
Πιαλέοις ἀγαθοῖσι τεῶν βρίθουσι μελάθρων· Καί σφεας εὐφροσύνης ἀγανὸς χειμάῤῥοος ἄρδοι· Οὕνεκεν εὔζωος παρὰ σοὶ, Μάκαρ, ἔπλετο πηγή. Ἐν δὲ τεῷ θεοτερπὲς ἰδοίμεθα φέγγεϊ φέγγος. Σὴν ἐλεημοσύνην, Βασιλεῦ, ποθέουσι τανύσσοις, Καὶ σέθεν ἰθυνόοισι δικαιοσύνην ἀναφαίνοις. Μή μοι ἐλεγχῆεν καὶ ὑπέρβιον ἴχνος ἐπέλθοι· Μηδέ θ' ἁμαρτινόοιο, Μάκαρ, παλάμη με δονοίη. Κεῖσ' ἔπεσον σύμπαντες ἀτασθαλίης θεράποντες, Οὐδέ τ' ἀναστήσονται ἀκηδέες, ἔνθεν ἔλασθεν.
they teem with the rich good things of Thy halls, and may the gentle torrent of Thy gladness water them; because with Thee, O Blessed One, is the fountain of fair life, and in Thy light may we behold light pleasing unto God. Stretch forth Thy mercy, O King, unto those who long for Thee, and show forth Thy righteousness unto the upright in mind. Let not a shameful and arrogant footstep come upon me, nor let the hand of the sinful-minded shake me, O Blessed One. There have fallen all the servants of recklessness, and they shall not rise up again uncared for, whence they were driven out.
ΨΑΛΜΟΣ ΛϚʹ.
Psalm XXXVI.
Ἀμφ' ἕκτῳ χαρίεντι τριηκοστὸν λίγα μέλπων Ἔβραχε Δαυΐδος ἡδὺ μέλος κιθάρῃ.
Singing clearly the thirty-sixth in gracious strain, David sounded forth a sweet song upon the lyre.
Μήποτέ μοι φθονέσειας ἰδὼν κακοεργέα φῶτα, Μηδ' ἐπιθαμβήσειας ἐπ' ἐργατίναις κακότητος. Οἵδε γὰρ οἷά τε χόρτος ἄφαρ κατατερσαίνονται, Πίπτοντες χλοεροῖσι θοῶς λαχάνοισιν ὁμοῖοι. Ἐλπωρὴν ἀνάτειλε Θεῷ, καὶ μείλιχα ῥέζε· Καὶ χθόνα ναιετάοις, νεμέθοι δέ σε πλοῦτος ἀπείρων.
Be not ever envious, I pray, at seeing an evil-working man, nor marvel at the workers of wickedness; for these, even as grass, are straightway withered up, falling swiftly like green herbs. Raise up thy hope unto God, and do gentle deeds; and mayest thou inhabit the earth, and may boundless wealth pasture thee.
Χαίρων Ἀθανάτῳ καταθύμια πάντα κομίζοις. Ἀμφαδίην Βασιλῆϊ τεὰς ἀνάφαινε κελεύθους· Ἔλπεο, μηδ' ἀπόληγ'· ὁ δέ τοι σύμπαντα τελέσσει, Καὶ σέθεν ἐξοίσειε δικαιοσύνην, ἅτε φέγγος·
Rejoicing in the Immortal One, mayest thou receive all the desires of thy heart. Openly show forth thy ways unto the King; hope, and cease not, and He will accomplish all things for thee, and bring forth thy righteousness like the light,
PG 33:1361Read from the page
Εὐδικίην δὲ τεὴν πανομοίιον ἤματι μέσσῳ. Λίσσεό μοι, κρατερὸν μειλισσόμενος Βασιλῆα. Μήποτε ῥηΐστης βιοτῆς ζῆλός σε χαλέψῃ, Ἀνδρὸς δυσφροσύνῃ μεμελημένου, αἰὲν ἀθέσμου. Δεινὸν φεῦγε κότον, καὶ ἀμειδέα κάλλιπε θυμόν. Μήποτέ μοι φθονέσειας ἀλιτροσύνης ἀλεγεινῆς. Οἱ γὰρ ἀλιτραίνοντες ἀποφθινύθοιντο κακοῖσιν· Οἱ δὲ Θεὸν μίμνοντες, ὅλην κτησαίατο γαῖαν. Ἀλλ' ἔτι βαιὸν, ἄφαρ παρελεύσεται ἐλπὶς ἀλιτροῦ, Καί οἱ ἀνιχνεύσειας ἕδος, τὸ δ' ἄφαντον ἐτύχθη. Ἄνδρες δ' ἠπιόθυμοι ὅλην κτησαίατο γαῖαν, Εἰρήνης ἀγαθοῖσιν ἀγαλλόμενοι πυκινοῖσιν. Εὐδικίης θεράποντα φυλάξεται αἰὲν ἀλιτρὸς, Καί οἱ λυσσητῆρας ἐπιβρύξειεν ὀδόντας. Αὐτὰρ ὅ μιν λεύσσων Πανυπέρτατος ἡδὺ γελάσσει, Γινώσκων, ὅ οἱ ἦμαρ ὀλέθριον εἶσιν ἑτοῖμον. Φάσγανον ἄμφηκες κακοεργέες ἐσπάσσαντο, Νευρὴν ἐξετάνυσαν ἀμαιμακέτῳ περὶ τόξῳ, Πτωχὸν ἑλεῖν σπεύδοντες ἀποφθῖσαί τε πένητα, Ἰθυνόους ξιφέεσσι κατασφάξαι μεμαῶτες. Ἀλλὰ σφέων ξίφος ὀξὺ διὰ στέρνοιο περήσοι, Καὶ τόξα στονόεντα, Μάκαρ, διὰ λεπτὰ κεάσσοις. Φέρτερόν ἐστ' ὀλίγιστον ἀγακλήεντι δικαίῳ, Ἀμπλακίης ἢ πλοῦτον ἀπειρέσιον ξυναγείρειν. Λεπταλέοι τρίβοιντο βραχίονες ἀφρονεόντων. Ἀθάνατος κλυτὸν ἴχνος ὑποστήσειε δικαίων. Αὐτὸς Ἄναξ ἄχραντος ὁδοὺς δεδάηκεν ἀμύμων· Αἶσ' ἀγαθῶν καὶ κλῆρος ἀεὶ σταθερώτερος ἔσται. Οὔ κεν ἐπαισχύνοιντο δυσηχέα καιρὸν ἀνάγκης· Λιμῷ δ' ἐν κρυόεντι κόρῳ βρίθοιεν ἁπάντων. Ἀμπλακίης θεράποντες ἄδην ἀπολοίατο πάντη, Ἀντιβίων δ' ὅτε κῦδος ὑπερτέλλοι Βασιλῆος, Καπνῷ ἀποφθινύθοντι ὁμῶς πανομοίιοι ἔσκον. Χρησάμενος κακοεργὸς ἀνὴρ οὐκ οἶδ' ἀποδοῦναι· Οἰκτείρει δὲ δίκαιος ἀεὶ καὶ πᾶσιν ὀπάζει.
and thy righteous judgement altogether like unto the midday. Entreat thou, I pray, propitiating the mighty King; lest ever envy of the easiest life provoke thee, the life of a man busied with malice, ever lawless. Flee dread wrath, and forsake unsmiling anger; be not ever envious, I pray, of grievous sinfulness. For those who sin shall waste away in evil things, whereas those who await God shall possess the whole earth. Yet a little while, and straightway the hope of the sinner shall pass away, and shouldst thou track out his seat, it has become unseen. But gentle-hearted men shall possess the whole earth, exulting in the manifold good things of peace. The sinner will ever watch the servant of righteous judgement, and gnash his raging teeth against him; but the Supreme One, beholding him, will laugh sweetly, knowing that his destructive day comes ready for him. Evil-doers have drawn a two-edged blade, they have stretched the string upon an irresistible bow, hastening to seize the beggar and to destroy the poor man, eager to slaughter the upright-minded with swords. Yet may their sharp sword pass through their own breast, and mayest Thou cleave their grievous bows into small splinters, O Blessed One. Better is a very little for the glorious righteous man than to gather boundless wealth of transgression. May the puny arms of the foolish be crushed, and may the Immortal One uphold the glorious footstep of the righteous. The immaculate Lord Himself knows the ways of the blameless; the portion and inheritance of the good shall ever be more steadfast. They shall not be put to shame in the ill-sounding season of need, and in chill famine they shall teem with abundance of all things. May the servants of transgression perish utterly on every side; and when the glory of the adversaries of the King rises high, they have proved altogether like unto vanishing smoke. The evil-working man, having borrowed, knows not how to repay; whereas the righteous man ever pities and bestows upon all.
Οἵ μιν ἐπαινήσοντες ὅλην κτησαίατο γαῖαν· Οἱ δὲ κακῆς βάλλοντες ἀρῆς ἀπολοίατο πάντη. Νεύμασι θεσπεσίοις ἰθύνεται ἴχνια φωτός· Καὶ σφετέρων Θεὸς αἰὲν ἐφιμείροιτο κελεύθων. Οὐδ' ὀλοοῖς θραύοιτο πεσὼν περὶ ῥήγμασι γαίης, Οὕνεκά οἱ παλάμην Βασιλεὺς ἐπίκουρος ἐρείδει. Πρόσθε νέος γενόμην, νῦν αὖτέ με γῆρας ἱκάνει,
Those who praise Him shall possess the whole earth, whereas those who cast an evil curse shall perish utterly. By divine nods the footsteps of a man are directed, and may God ever delight in his ways. Nor when he falls shall he be shattered upon the destructive clefts of the earth, because the King as helper stays his hand. Aforetime I was young, and now in turn old age comes upon me,
Οὐδ' ἐπιδευόμενον θεοτερπέα πάμπαν ἀνέγνων, Οὐδέ οἱ ἐλδομένην γενεὴν ζωαρκέος ἄρτου. Οἰκτείρειν δεδάηκε, πανημέριός τε δανείζειν, Καί οἱ καλλιπέτηλος ἐπ' εὐλογίῃ σπόρος ἔσται. Φεῦγε κακοῤῥαφίην, ἀγαθῶν δ' ἐμπάζεο ἔργων, Καὶ χθόνα ναιετάοις· ὅτ' Ἄναξ θέμιν ἀμφαγαπάζει, Οὐδὲ σφωϊτέρους ὑπερόψεται ἀθλητῆρας· Ἀθανάτου φρουροῖντο διηνεκέεσσιν ἀρωγαῖς. Αὐτὰρ ἀθεσμοσύνῃ μεμελημένοι ἐξελάοιντο, Φῦλά τε δυσσεβέων ἀπολοίατο νηλεοθύμων. Εὐδικίης θεράποντες ὅλην κτησαίατο γαῖαν, Καί μιν ναιετάοιεν ἀτερμάντοισι χρόνοισι. Θείην εὐσεβέος σοφίην στόμα πάντοτε μέλψει·
and never at all have I known a man pleasing to God to be in want, nor his offspring longing for life-sustaining bread. He has learned to show pity and to lend all day long, and his seed shall be fair-leaved in blessing. Flee the contriving of evil, and take heed of good works, and mayest thou inhabit the earth; because the Lord loves justice, and will not overlook His champions: may they be guarded by the continual helps of the Immortal One. But may those who care for lawlessness be driven out, and may the tribes of the ruthless ungodly perish. May the servants of righteous judgement possess the whole earth, and inhabit it for endless times. The mouth of the devout man will ever sing divine wisdom,
PG 33:1364Read from the page
Γλώσσῃ δ' εὐδικίην βασιλήϊον ἐξαγορεύσει. Θεσπεσίου φορέει κραδίην ἐγκύμωνα θεσμοῦ. Οὐδέ οἱ ἴχνια πάγχυ παραβλάπτοιτο πεσόντι. Εὐδικίης θεράποντα λίην ποτιδέρκετ' ἀλείτης, Καί μιν ὑπερμενέως ἐπιμαίεται ἐξεναρίζειν· Ἀλλ' οὐχ οἱ παλάμῃσι Θεὸς λείψει μιν ἐέλδωρ,
and with his tongue he will declare royal justice. He bears a heart pregnant with divine law, nor shall his footsteps be harmed at all when he falls. The sinner gazes hard upon the servant of righteous judgement, and furiously seeks to slay him; yet God will not leave him as a desire in his hands,
Οὐδὲ δικαζόμενον νίκης χατέοντα μεθήσει. Τέτλαθι Παμβασιλῆα, φύλασσε δὲ τοῖο κελεύθους, Καί σε μεταχρόνιον κλήρου χθονίοιο τελέσσει· Φῦλα καταφθιμένων ἀλιτήμονα θηήσαιο. Εἶδον ἐφ' ὑψίστων ἀναειρόμενον κακοεργὸν, Πολλὸν ὑπὲρ Λιβάνοιο θυώδεος ὑψόθι κέδρων, Δύσμορον ἀλλά μιν οὐκέτ' ἐπεφρασάμην παροδεύων, Οὐδέ μοι αὐτό οἱ οὖδας ἐφαίνετο μαστεύοντι. Μειλιχίην φρούρησον, ἵν' εὐθέα πάντα νοήσῃς. Ὡς ἀγάθ' εἰρήνης ὑποφήτορι λείψανα μίμνει· Πανσυδίῃ δ' ἀθέμιστος ἀποφθείροιτο γενέθλη. Δυσσεβέων φθινύθοιεν ἀδευκέϊ λείψαν' ὀλέθρῳ. Ἀλκῆεν δ' ὁσίοισι φάος Βασιλῆος ἐτύχθη, Καί σφισι τειρομένοις ταχὺς ἵξεται ἀσπιδιώτης, Ἀθανάτην ἐπίκουρον ἀεί σφισι χεῖρα τιταίνων·
nor abandon him lacking victory when he is judged. Endure patiently for the All-King, and keep His ways, and He will exalt thee on high to inherit the earth; thou shalt behold the sinful tribes of the perished. I saw an evil-doer lifted up on the heights, high above the cedars of fragrant Lebanon; yet as I passed by I perceived the ill-fated man no more, nor did his very floor appear to me when I searched for him. Guard gentleness, that thou mayest perceive all upright things; for goodly remnants abide for the minister of peace, whereas may the lawless generation perish utterly, and may the remnants of the ungodly waste away in bitter destruction. But the mighty light of the King has become the portion of the holy, and when they are afflicted He will come swiftly as a shield-bearing warrior, ever stretching forth for them His immortal helping hand;
Δευομένους τ' ἀδίκοιο βίης ἀπολύσετ' ἀλιτρῶν, Ἐκ δὲ κακῶν σώζοιντο μεμηλότες ἐλπίδι θείῃ.
and when they are in need He will deliver them from the unjust violence of sinners, and may those who care for divine hope be saved out of evils.
ΨΑΛΜΟΣ ΛΖʹ.
Psalm XXXVII.
Μιμνήσκων παθέων βροτέων Δαυΐδος ἀμύμων Ὧν πάθε, καὶ παθέων πανυπέρτερος ἔσκε πεπονθὼς, Ἀμφὶ τριηκοστὸν μέλος ἕβδομον ἴαχε μέλπων.
Calling to remembrance the mortal sufferings which he suffered, when having suffered he proved superior to his sufferings, blameless David sounded forth in song the thirty-seventh strain.
Μή με τεὸς βαρύμηνις, Ἀκήρατε, θυμὸς ἐλέγξῃ, Μηδέ με παιδεύσειε τεὴ πολυώδυνος ὀργή· Οὕνεκ' ἐμοῖς μελέεσσι τεοὶ κατέπηχθεν ὀϊστοὶ, Καί σευ ὅπως δηΐην μοι ἐπεστήριξας χεῖρα. Τίς κ' ἐμὸν ἐξακέσαιτο δέμας σέο μηνίσαντος; Ἢ πόθεν ὀστείοισιν ἐμοῖς ἀνάπαυμα φανείη, Πάντοθεν ἀμπλακίῃσιν ἐλαυνομένῳ στυγερῇσι; Δυσφροσύναι καθύπερθεν ἐμεῦ βεβάασι καρήνου· Φόρτῳ ἐπαυχενίῳ καὶ ἐπαχθέϊ εἰσὶν ὁμοῖαι. Ἀφροσύνῃ μώλωπες ὀδωδότες ἀμφί μ' ἔσηφθεν. Δείλαιος γενόμην, κατὰ δ' αὐχένα πάντοτ' ἐκάμφθην.
Let not Thy heavy-wrathful displeasure convict me, O Undefiled One, nor let Thy much-grievous anger chasten me; because Thine arrows have been fixed deep in my limbs, and Thou hast pressed Thy hand heavily upon me as though hostile. Who could heal my body when Thou art wroth? Or whence should rest appear for my bones, driven as I am on every side by hateful transgressions? Sorrows have gone up above my head; they are like unto a burden upon the neck and grievous to bear. Through my folly noisome wales have festered around me; I am become wretched, and have been bowed down continually in my neck.
Ἀσχάλλων κακότητι, πανημαδὸν ἤνυον οἶμον· Οὕνεκά μευ κατέρυκεν ἀπείριτα παίγνια θυμόν.
Grieving in misery, all day long I wended my way, because boundless mockeries held back my spirit.
Οὔ μευ παυσωλὴν ὀδύνης δέμας οἶδεν ἑλέσθαι· Εἰμὶ λίην χθαμαλὸς βεβολημένος ἄλγεσι νούσου. Νωϊτέρης κραδίης ὠρυόμενος στοναχῇσιν. Ἄφθιτε, ἀλλ' ἐμὸν αὐτὸς ἐποπτεύσειας ἐέλδωρ· Οὐδέ σε νωϊτέρη στοναχὴ λάθεν εἰδότα πάντα. Ὠρίνθην κραδίην, μελέων δ' ἀπεχάζετο κίκυς·
My body knows not how to take rest from pain; I am brought exceedingly low, smitten with the pangs of sickness, roaring with the groanings of our heart. Yet do Thou Thyself, O Immortal One, look upon my desire; nor has our groaning escaped Thee, Who knowest all things. I am troubled in heart, and strength has departed from my limbs;
Ὀφθαλμῶν δ' ἐρατεινὸν ἐμῶν ἐξέφθιτο φέγγος. Ἄντα φίλοι πεφόβηντο, πόδας δ' ἔστησαν ἑταῖροι. Οἱ δέ μευ ἆσσον ἰόντες, ἀπόπροθι νοσφίζοντο. Ἆ! με τόσον βιόωντο, φίλον διζήμενοι ἦτορ!
and the lovely light of mine eyes has perished. Over against me my friends were afraid, and my companions halted their feet; and those who came near me stood aloof far away. Ah, how sorely did they use violence against me, seeking my dear life!
Ἆ! πῶς μαψιδίως λάλεον, κακὰ μαστεύοντες, Θήγοντες δολεροῖσι πανημαδὸν αἴσχεσι γλώσσας!
Ah, how vainly did they prate, searching out evils, whetting their tongues all day long with deceitful reproaches!
PG 33:1365Read from the page
Αὐτὰρ ἐγὼ γενόμην ὡς οὐκ ἀΐοντι ἐοικὼς, Οἷά τε παντοίων ἐπέων ἀδάητος ἐών τις,
But I became like unto one that hears not, and as someone unacquainted with all manner of words,
Παντοίης ἀκοῆς ἀδαήμονι φωτὶ ἐοικως, Ὅς τε διὰ γλώσσης προφέρειν οὐκ οἶδεν ἐλέγχους. Ἐλπὶς ἐμὴ, λίτομαι· σὺ δέ μευ καλέοντος ἀκούσαις. Εἶπα γάρ· Ἀντιβίοισιν ἐγὼ μὴ χάρμα γενοίμην. Κινήσαντί μοι ἴχνος ἐπέχραον ὑβριστῆρες. Ἡμέτερον κρυεροῖσι δέμας μάστιξιν ἑτοῖμον· Οὐδέ μευ ὀφθαλμῶν ἀπολείψεται αἰὲν ἀνίη· Δυσνομίην ἐρέων οὐ λήσομαι ἀμπλακιάων. Δυσμενέες θαλέθοντες ἐμεῦ κρατερώτεροί εἰσι· Καί με περιπλήθουσιν ἐπεχθαίροντες ἀθέσμως, Οἵ τ' ἐμοὶ ἀντ' ἀγαθῶν κακοεργέα μισθὸν ἔδωκαν,
like unto a man ignorant of all hearing, who knows not how to utter refutations with his tongue. O my Hope, I entreat Thee: do Thou hear me when I call. For I said: May I not become a joy unto mine adversaries. When I moved my footstep, insolent men assaulted me. Our body is ready for chill scourges, nor does grief ever depart from mine eyes; declaring my lawlessness, I will not be forgetful of my transgressions. Mine enemies, flourishing, are mightier than I, and those who hate me lawlessly multiply around me, who in return for good things have given me an evil-working reward,
Καί με δίκης συνέριθον ἐπεσβολίῃσιν ἔβαλλον. Μή μευ ἀποσταίης, Πανεπίσκοπε, μηδὲ μεθείης. Πέμπε μοι, Ἄφθιτε, πέμπε τεὴν ἐπίκουρον ὀπωπήν.
and pelted me with railings because I was a fellow-worker with justice. Stand not aloof from me, O All-Overseer, nor abandon me; send unto me, O Immortal One, send Thy helping countenance.
ΨΑΛΜΟΣ ΛΗʹ.
Psalm XXXVIII.
Δαυΐδου κλυτὸς ὕμνος, ὅτ' Ἰδιθοῦμος ἄειδεν Ἀμφὶ τριηκοστὸν ὄγδοον ἡδὺ μέλος.
A glorious hymn of David, when Idithumus sang the thirty-eighth sweet strain.
Ἡμετέρην ἀπάνευθε κακῶν ὁδὸν, εἶπα, φυλάξω, Γλῶσσαν ἀτασθαλίη μευ ἐπὴν πολύμυθον ὀρίνῃ.
I will keep our way far from evils, I said, when recklessness stirs up my wordy tongue.
Ἡμετέροις φυλακὴν εὐερκέα χείλεσι θῆκα, Θωρηχθεὶς ὅτε δή μοι ἀτάσθαλος ἀντιφερίζῃ. Κωφὸς ὅπως χθαμαλός τ' ἀγαθοῖς σίγησα μεμηλώς· Εὐνασθὲν δέ μοι ἄλγος ἀνέγρετο δεύτερον αὖθις. Ἔνδοθι θυμὸς ἐμὸς φλογερῷ θερμαίνετο πυρσῷ, Ἐν δ' ἄρ' ἐμῇ μελέτῃ καυθήσεται ἀκάματον πῦρ.
I set a well-fenced guard upon our lips, armed whensoever the reckless man contends against me. Like one deaf and lowly I kept silent, caring for good things; yet my lulled pain awoke a second time again. Within me my heart grew hot with a fiery brand, and in my meditation a tireless fire shall burn.
Εἶπα, Μάκαρ, βιότοιο φίλην φράσον ἄμμι τελευτήν. Ἔννεπέ μοι ζωῆς ὁπόσον θέσπισας ἀριθμὸν, Ὄφρα διαγνοίην τί νύ μοι περιλείπεται ἄλλο. Ἤματα δή μοι πάντα παλαίτατα θήκαο, Ποιμὴν, Καὶ μάλα ῥίζαν ἐμῆς βιοτῆς ἀχρήϊον ἔγνως· Πάντων μαψιδίως μερόπων ζώουσι γενέθλαι,
I said: O Blessed One, declare unto us the dear end of life; tell me what number of life Thou hast decreed, that I may know what else now remains for me. Behold, Thou hast made all my days very aged, O Shepherd, and hast known the root of my life to be altogether unprofitable; in vain do the generations of all mortals live,
Ἔμπα γε μὴν ἄνθρωπος ὁμῶς δαιδάλματι βαίνει, Μαψιδίως κατὰ θυμὸν ὀρινόμενος πεφόρηται· Ἀγνώσσει τίνι πάγχυ πολὺν βίοτον ξυναγείρει. Ἄρ' οὐκ ἐλπὶς ἐμὴ Βασιλεὺς καὶ πύργος ἐτύχθη; Πὰρ δ' αὐτοῦ βιότοιο λάχον φυσίζοον ἕρμα. Πασάων, Βασιλεῦ, μ' ἀπολύσεαι ἀμπλακιάων. Ἀνδράσι μ' ἀφραίνουσιν ἐλεγχέα μῶμον ἔδωκεν.
nevertheless man walks like unto an image, and in vain is he borne along, troubled in spirit; he knows not at all for whom he gathers much livelihood. Has not the King become my hope and tower? And from Him I have obtained the life-giving prop of my life. From all transgressions, O King, Thou wilt deliver me; He has made me a shameful reproach unto foolish men.
Ἔτλην κωφὸς, ἄναυδος· ἐπεὶ σύ με τοῖον ἔτευξας.
I endured deaf, speechless, since Thou didst fashion me such.
Σεῖο, Μάκαρ, μάστιγας ἐμεῦ ἀπὸ πάμπαν ἐλάσσαις· Σεῖο γὰρ εὐσθενέος παλάμης ὕπο θυμὸν ἀχεύω. Ἄνδρ' ὑπὲρ ἀμπλακίης ὀλοῆς παίδευσας ἐλέγχων, Καί οἱ θυμὸν ἔτηξας ἀμήχανον ἶσον ἀράχνῃ.
Drive Thy scourges altogether away from me, O Blessed One; for beneath Thy strong hand I grieve in spirit. Rebuking a man for destructive transgression Thou hast chastened him, and hast melted away his helpless spirit like a spider's web.
Ζωὴ μαψιδίη μεροπηΐδος ἐστὶ γενέθλης. Εὐχωλῆς ἐπάκουσον ἐμῆς, ἐπικέκλυθι δ' ἀρῆς, Μηδέ με δακρυχέοντα, Μάκαρ, σιγῇ παρελάσσῃς·
Vain is the life of the mortal race. Hearken unto my prayer, and give ear unto my supplication, and pass me not by in silence as I shed tears, O Blessed One;
Notes, col. 1365

On the reading

Printed ἐοικως, for ἐοικὼς.

Printed Ἄρ', for Ἆρ'.