PG 33:1344Read from the pageΤίς δ' ὅγε δ' εὐκλείης Βασιλεὺς ἄχραντος ἐτύχθη; Μοῦνος Ἄναξ σθενέων, ὅδε κύδεος ἄφθιτος Ἐσσήν.
And Who is this undefiled King of glory? He alone, the Lord of hosts, He is the imperishable King of glory.
Τέτρατον εἰκοστόν τε μέλος Δαυΐδος ἄεισε.
David sang the four-and-twentieth song.
Τοὶ περιθαρσείης, Βασιλεῦ, μεγαλίζομαι ἦτορ. Μηδ' ἐπιπιστεύσας τοι, ἐλεγχέα μῶμον ἑλοίμην, Μηδὲ γέλως ὀλοοῖσι παρ' ἀντιβίοισι γενοίμην. Ἀψεγέες γὰρ πάντες, ὅσοις Θεὸς ἐλπὶς ἐτύχθη. Μαψιδίων πρηκτῆρες ἐπαιχύνοιντο κακοῖσιν Ἀμφαδίην γνοίημι, Μακάρτατε, σεῖο κελεύθους· Καί με τρίβους ἀγαθάς τε θεοδμήτους τε διδάσκων, Σὴν μετ' ἀληθείην με πολύλλιτον ἡγεμονεύοις, Ὡς δ' ἀλκτὴρ ἀγαθός με ἐοικότα πάντα διδάσκοις. Λισσόμενός τε ἄληκτα πανημέριον δρόμον ἕλκω. Ἀλλὰ τεῆς ἐλεημοσύνης μεμνημένος εἴης, Ἐκ παλαιῆς μετὰ πᾶσι νέμοις οἰκτίρμονα θυμόν.
Unto Thee in great boldness, O King, I lift up my heart. And having trusted in Thee, may I not incur shameful reproach, nor become a laughing-stock among destructive adversaries. For blameless are all they for whom God hath been the hope. Let the doers of vain things be put to shame by ills. Openly may I know Thy ways, O Most Blessed One; and teaching me the paths both good and God-built, mayest Thou guide me after Thy much-implored truth, and as a good defender teach me all things that are fitting. And entreating Thee unceasingly I draw out my course all the day long. But be Thou mindful of Thy mercy, and from of old bestow among all a compassionate heart.
Μη μευ ἀτασθαλίην σφαλερῆς μεμνησαι ἥβης. Εὖ δὲ Θεὸς γεγαὼς, ἐλεητύος ἄξια ῥέζοις, Εἵνεκα τιμήεντος ἐνηείης Βασιλῆος. Πρηΰνοός τε καὶ ἰθύδικος Θεὸς αἰὲν ἐτύχθη Τοὔνεχ' ἁμαρτινόοις ὁσίην ὁδὸν ἔφρασε θυμῷ.
Remember not the recklessness of my slippery youth. But being a gracious God, do Thou work things worthy of pity, for the sake of the gentleness of the honoured King. Both gentle-minded and righteous in judgement hath God ever been; wherefore in His heart He declared a holy way unto the sin-minded.
Ἀνδρῶν εὐδικίης ἡγήσεται ἠπιοθύμων, Καὶ ἀτραποὺς σφετέρας ἀγανόφροσιν ἐξαναφαίνει. Ἀθανάτου πᾶσαι νημερτέες εἰσὶν ἀταρποὶ, Μαρτυρίην μεθέπουσι συνημοσύνην τε Θεοῖο. Εἵνεκεν ἀθανάτοιο μεγασθενέος Βασιλῆος, Ἀμπλακίαις πυκινῇσιν ἐμαῖς πέρι ἵλαος εἴης. Τίς τόσον Ἀθάνατον τρομέων ἄνθρωπος ἐτύχθη; Εἰς ἀρετὴν σπεύδων θεοτερπέα θεσμὸν ἀνύσσοι, Αἰὲν ἐπ' ὀλβίστοις κραδίην πολυγηθέα βόσκων, Καὶ χθόνα τιμήεσσαν ἑοὶ κτησαίατο παῖδες. Ἀθάνατον τρομέουσι πέλοι περιώσιος ἀλκή· Οὔνομα Ἀθανάτοιο φέρει τρομέουσιν ὄνειαρ, Συνθεσίην ἀρίδηλον ἑὴν σφίσιν ὄφρα φαείνῃ. Νωλεμέως ὀφθαλμὸν ἀπῃώρησα Θεοῖο, Οὕνεκά μευ δολεροῖο πάγης ἐξέσπασε πέζας. Οὐρανόθεν μοι, Ἄναξ, πανδερκέα τεῖνον ὀπωπὴν, Οὕνεκα μονογενής τις ἐγὼ καὶ πτωχὸς ἐτύχθην. Ψυχῆς ἡμετέρης πυκιναὶ βρίθουσιν ἀνίαι· Ἀλλά γε ῥιγεδανῆς ἀπολύσεται αὐτὸς ἀνάγκης. Ἀδρανίην καὶ μόχθον ἰδὼν ἐμὸν ἵλαος εἴης.
He shall lead gentle-hearted men in righteousness, and revealeth His paths unto the mild-minded. All the paths of the Immortal One are unerring, unto those who seek after the testimony and covenant of God. For the sake of the immortal, mighty King, be Thou propitious concerning my manifold transgressions. Who is the man that feareth the Immortal One so greatly? Hastening unto virtue he shall accomplish the God-pleasing ordinance, ever pasturing his much-rejoicing heart upon the most blessed things, and his children shall possess the precious land. Unto those who fear the Immortal One may there be abundant strength; the name of the Immortal One bringeth profit unto those who fear Him, that He may make His manifest covenant shine forth for them. Unceasingly have I suspended mine eye upon God, because He plucked my feet out of the deceitful snare. From heaven, O Lord, stretch forth Thine all-seeing countenance upon me, because I am one solitary and poor. The thick sorrows of our soul weigh heavily; yet He Himself will release me from dreadful necessity. Beholding my weakness and toil, be Thou propitious.
Πληθὺν ἐμῶν δηίων ἐπιδέρκεο νηλεοθύμων, Οἵ μοι ὀδυσσάμενοι, ἀθεμίστιον ἔχθος ἔθεντο. Ψυχῆς ἡμετέρης περικήδεο, καί με φύλασσε· Μηδέ μ' ἕλοι ποθὲν αἶσχος, ἐπεὶ σύ μοι ἐλπὶς ἐτύχθης.
Look upon the multitude of my ruthless foes, who being wroth with me have set up a lawless hatred. Take great care of our soul, and guard me; and let not shame seize me from any quarter, since Thou hast been my hope.
Σεῦ ἕνεκ' ἰθυνόους καὶ ἐνηέας εὗρον ἑταίρους. Ἰσραήλου πᾶσαν ἀλεξήσειας ἀνάγκην.
For Thy sake I found upright-minded and gentle comrades. Mayest Thou ward off every distress of Israel.
Δαυΐδου πέμπτος τε καὶ εἰκοστὸς πέλει ὕμνος.
This is the five-and-twentieth hymn of David.
Ἡμετέρῳ δικάσειας, Ἄναξ, ἀγανόφρονι θυμῷ· Μή μ' ὀλιγηπελίη πίσυνον Βασιλῆι δαμάσσῃ. Εἰ δ' ἄγε, πείρησαι, καὶ ἐμὴν σκοπιάζεο βουλήν· Νεφροὺς καὶ κραδίην κρίνοις περιθαλπέϊ πυρσῷ.
Judge Thou for our mild-minded spirit, O Lord; let not faintness subdue me who trust in the King. Come then, prove me, and examine my counsel; test my reins and heart with fervent fire.
Notes, col. 1344
On the reading
Printed ἐπαιχύνοιντο, for ἐπαισχύνοιντο.
Printed μεμνησαι, for μέμνησαι.
PG 33:1345Read from the pageὈφθαλμῶν ἐλεητὺς ἐμῶν σέθεν ἀντίον ἐστὶ, Καί σευ ἀληθείῃ γενόμην καταθύμιος αἰεί. Οὔποτε μαψιδίοισι μολὼν ἐκάθισα θοώκοις, Οὐδ' ἐπαγειρομένοισι συνέμπορος ἦλθον ἀλείταις. Τέκτοσιν ἀμπλακίης ὀλοῆς ἤχθηρα παρεῖναι· Δυσσεβέων δ' ἀθέριξα κακὴν καὶ ὑπέρβιον ἕδρην.
Thy mercy is before mine eyes, and in Thy truth I have ever been well-pleasing. Never did I go and sit in vain seats, nor did I come as a fellow-traveller with gathering sinners. I hated to be present with the workers of destructive transgression; and I spurned the evil and overweening seat of the ungodly.
Ἀχράντοισιν ἐμὰς ἀπονίψομαι ὕδασι χεῖρας, Καὶ σέο βωμὸν, Ἄναξ, πανακήρατον ὑμνοπολεύσω Εἰσόκεν εὐφήμοιο βοῆς κλυτὸν αἶνον ἀείσω, Καὶ σέο θέσκελα ἔργα περιφραδέως ἀγορεύσω. Θεσπεσίων ἀρίδηλον ἕδος ἐπόθησα μελάθρων, Ὄλβιστον δ' ἀνάπαυμα τεῆς ἐρικυδέος ἀλκῆς. Μηδέ μευ θυμὸν, Ἄναξ, μετὰ δυσσεβέεσσιν ὀλέσσῃς, Μηδὲ μετ' ἀνδροφόνοισι βίου ποτὲ μοῖραν ὀπάσαῃς·
I shall wash my hands in undefiled waters, and hymn Thine all-unblemished altar, O Lord, until I sing the glorious praise of auspicious cry, and declare Thy wondrous works with understanding. I longed for the manifest abode of the divine halls, and the most blessed resting-place of Thy glorious might. Destroy not my soul, O Lord, with the ungodly, nor ever allot the portion of my life with men of blood;
Κείνων ὧν γεγάασιν ἀτασθαλίαι παλάμῃσι, Καί σφεων δεξιτεραὶ μογεροῖς βρίθουσ' ὑπὸ δώροις.
In whose hands are wickednesses, and their right hands are heavy beneath grievous bribes.
Αὐτὰρ ἐγὼ σπεύδων βίον ἤλασα μείλιχον αἰεί· Ῥυσάμενός μ' οἴκτειρον, ἐπεὶ σταθερὸν λάχον ἴχνος·
But I hastening on have ever led a gentle life; redeem me and have pity, since I have obtained a steadfast footstep;
Καί σε, Μάκαρ, μέλψαιμι παρακλήσεσσι λιγαίνων.
And may I sing of Thee, O Blessed One, lifting up a clear voice in exhortations.
Πρόσθεν ἀνακτορίης γεραρῆς Δαυΐδος ἀμύμων Ἕκτον ἐεικοστόν τε σοφὸν τεχνήσατο κῶμον.
Before his venerable sovereignty blameless David fashioned the wise six-and-twentieth ode.
Ἄλκαρ ἐμὸν καὶ φέγγος, Ἄναξ· τίνα δειμαίνοιμι; Αὐτὸς ἐμεῦ βιότοιο πρόμος· τίς κέν με φοβοίη; Σαρκοφάγοι μεμαῶτες ἐμοῖς μελέεσσι πελάσσαι, Κάππεσον ἀδρανίῃ δήιοι καὶ ἀνάρσιοι ἄνδρες. Οὐκ ἀλέγω, οὐδ' εἴ μοι ἅπας στρατὸς ἀντίος ἔλθοι·
My defence and light is the Lord; whom should I fear? He Himself is the champion of my life; who could affright me? Flesh-devouring foes and hostile men, eager to draw nigh unto my limbs, fell down in weakness. I reck not, not even if an entire host should come against me;
Ἐλπὶς ἐμὴ Θεός ἐστι· τί μοι δέος ἔπλετο χάρμης; Ἓν λιτόμην θεόθεν, τὸ δέ μοι τριπόθητον ἐτύχθη, Ναιετάειν μεγάροισι διηνεκέως Βασιλῆος, Αἰεὶ θεσπεσίην σκοπιαζέμεν ὄμμασι τέρψιν, Αἰεὶ νηὸν Ἄνακτος ἀκήρατον ἀμφιπολεύειν. Ὥρῃ ἀναγκαίῃ κλισίῃσί με κεῦθεν ἑῇσιν, Ἀθανάτης καλύβης με παρ' ἐνδομύχοισι καλύπτων, Ἠλιβάτου περίπυστον ὑπὲρ πέτρης ἀναείρας. Νῦν δ' ἐμὸν ὧδ' ἀνάειρεν ἐπ' ἀντιβίοισι κάρηνον. Θείην ἀμφέῤῥεξα θύος, κλισίην ἀλαλάζων.
God is my hope; what fear of battle is there for me? One thing I entreated from God, and this was thrice-desired by me, to dwell continually in the halls of the King, ever to behold with mine eyes the divine delight, ever to tend the unblemished temple of the Lord. In the hour of necessity He hid me in His tabernacles, covering me in the innermost recesses of the immortal shelter, having lifted me up renowned above a lofty rock. And now thus hath He lifted up my head over mine adversaries. Going round the divine tabernacle I offered a sacrifice of shouting.
Ἀθάνατον ψαλμοῖσι καὶ εὐεπίῃσιν ἀείσω. Πρὸς σὲ, Μάκαρ, βοόωντος ἐμῆς ἐπικέκλυθι φωνῆς. Κέκλυθι, καί μ' ἐλέαιρε· νόος δέ τοι εἶπεν ἐμεῖο· Νωιτέρη μέμονε κραδίη τεὸν ὄμμα νοῆσαι. Σὸν φάος εὐάντητον ἀεὶ διζήμενος εἴην. Μή μευ σὴν χαρίεσσαν ἀποστρέψειας ὀπωπὴν, Μηδὲ παρακλίνειας ὀδυσσάμενος θεράποντι. Αὐτὸς, Ἄναξ, ἐπίκουρος ἔοις, καὶ μή με μεθείης, Μηδέ με καλλείψειας, ἐὼν Θεὸς αἰὲν ἀμύντωρ. Οὕνεκα δή με πατὴρ καὶ πότνια κάλλιπε μήτηρ,
I shall sing of the Immortal One with psalms and fair words. Hearken unto my voice as I cry unto Thee, O Blessed One. Hearken, and have pity upon me; and my mind said unto Thee: Our heart hath yearned to behold Thine eye. May I ever be seeking Thy gracious light. Turn not Thy lovely countenance away from me, nor turn aside in wrath from Thy servant. Be Thou Thyself my helper, O Lord, and forsake me not, nor abandon me, being God my defender for ever. Because my father and my venerable mother have left me,
Ἀθάνατος δ' ὑπέδεκτο καὶ ἐξεσάωσε φυλάσσων. Σῇσι, Μάκαρ, θέσπισον ἀεὶ βαίνειν με κελεύθοις· Εἵνεκα δυσμενέων ἀγαθῇ μ' ἴθυνον ἀταρπῷ. Μή με πόροις ψυχῇσιν ἑλώριον ἔμμεναι ἐχθρῶν· Οὕνεκά μευ κατέναντ' ἄδικοι ἐπιμάρτυροι ἔσταν·
Yet the Immortal One received me and saved me, guarding me. Ordain that I may ever walk in Thy ways, O Blessed One; because of mine enemies guide me in a good path. Give me not over to be a prey unto the souls of my foes; because unjust witnesses have stood up against me;
Notes, col. 1345
On the reading
Printed ὀπάσαῃς, for ὀπάσσῃς.
PG 33:1348Read from the pageΑὐτῇ δυσνομίη δ' ἀδίκοις ἐψεύσατο λώβαις. Ἐν γαίῃ μακάρων Θεὸν ὄψομαι ὄμμασιν ὄλβον. Ἐλπωρὴν βασιλῆι Θεῷ παρακάτθεο πᾶσαν· Θάρσει, καὶ σέο θυμὸς ἀεὶ κρατερώτατος ἔστω· Ἐλπωρὴν βασιλῆι Θεῷ παρακάτθεο πᾶσαν.
And iniquity lied unto itself with unjust outrages. In the land of the blessed I shall behold with mine eyes God the blessedness. Commit all thy hope unto God the King; take courage, and let thy spirit ever be most strong; commit all thy hope unto God the King.
Εἰκοστὸν ἕβδομόν τε Δαυΐδου μέλος.
The seven-and-twentieth song of David.
Πρὸς σὲ, Μάκαρ, βοόω, σιγῇ δέ γε μή με παρέλθοις,
Unto Thee, O Blessed One, I cry aloud; pass me not by in silence,
Μὴ, σέθεν ἠρεμέοντος ἐρυκομένου τε σιωπῇ, Πυθμένα νισσομένοις χθόνιον πανομοίιος εἴην. Εὐχωλῆς ἐπάκουσον ἐμῆς, Μάκαρ, ἀντομένοιο, Εὖτε πρὸς ἄχραντον παλάμας σέο ναὸν ἀείρω. Μή μευ ἁμαρτινόοις κραδίην ἅμα σύνδρομον ἕλκοις, Μηδὲ μετ' ἐργατίνῃσι κακοῤῥαφίης με δαμάσσῃς, Εἰρήνην σφετέροισιν ὅσοι λαλέουσιν ἑταίροις, Ἄλγεα δ' ἐν στέρνοισι κατακρύπτουσιν ἑοῖσιν. Οὐλομένων δέξοιντο πόνων ἀντάξιον ἄτην.
Lest, when Thou keepest still and refrainest in silence, I become altogether like unto those who go down into the subterranean pit. Hearken unto the prayer of me who entreat Thee, O Blessed One, when I lift up my hands towards Thine undefiled temple. Draw not my heart along in company with the sin-minded, nor subdue me together with the workers of malice, who speak peace unto their comrades, but hide griefs within their breasts. May they receive ruin worthy of their destructive toils.
Δός σφισιν, ὦ Βασιλεῦ, σφετέρων ἀντάξια ἔργων· Οἷά τε χερσὶν ἔρεξαν, ὁμῶς κομισαίατο δῶρα·
Give unto them, O King, things worthy of their deeds; and such things as they wrought with their hands, the like gifts may they receive;
Μισθὸν ἕλοιντο δίκῃ μεμελημένον ὧν δόσαν ἄλλοις·
May they receive in justice the due reward of what they gave unto others;
Ἀθανάτου ὅτι πάμπαν ἔσαν ἀμνήμονες ἔργων,
Because they were altogether unmindful of the works of the Immortal One,
Ἔργων δ' ἐξελάθοντο Θεοῦ μεγάλων παλαμάων. Αἰεί σφεας καθέλοις, καὶ μήποτε πάμπαν ἐγείροις. Ἀθάνατος πολύαινος ἐμῆς Θεὸς ἔκλυεν αὐδῆς.
And forgot the works of the great hands of God. Mayest Thou ever cast them down, and never raise them up at all. The much-praised Immortal God hath heard my voice.
Αὐτὸς Ἄναξ ἐπίκουρος ἐμὸς πρόμαχός τε τέτυκται· Οἶδα νόῳ, πόσον ἐλπὶς ἐφεύρατο κέρδος ἀρωγῆς. Ὑψικόμοις τ' ἀνέθηλεν ἐμὸν δέμας ἶσα πετήλοις. Καί οἱ ἑκὼν ἀγαθόν τε καὶ ἄσπετον αἶνον ἀείσω. Αἰὲν Ἄναξ λαοῖο βίη καὶ κάρτος ἐτύχθη, Σφωιτέρου χριστοῖο διηνεκέως προμαχίζων Λαὸν σὸν καὶ κλῆρον ἐϋκλήεντα σαώσοις, Καὶ σφέας ἠνεκέως ἀγαθοῖς ἀνάειρε νομεύων
The Lord Himself is my helper and my champion; I know in my mind how great a gain of help hope hath found. And my body hath bloomed afresh like lofty-foliaged leaves. And willingly shall I sing unto Him good and unspeakable praise. Ever hath the Lord been the strength and might of the people, continually fighting in defence of His anointed. Save Thy people and Thy glorious heritage, and shepherding them lift them up continually with good things.
Ὄγδοον εἰκοστόν τε μέλος κλισίηθεν ὁδεύων, Δαυΐδος κελάδησε σοφῇ φόρμιγγι λιγαίνων.
Going forth from the tabernacle, David sounded forth the eight-and-twentieth song, singing clear upon his skilful lyre.
Οἴσετε παμβασιλῆι Θεῷ, μεγαλαυχέες υἷες, Οἴσετε παμβασιλῆι Θεῷ ἁπαλόχροας ἄρνας· Οἴσετε τιμήεντι φερώνυμον εὖχος Ἄνακτι· Αὐλῇ ἐν ἀχράντῳ λιτανεύσατε Ποιμένα κόσμου. Ἀθανάτου βόμβησεν ἐφ' ὕδασιν ἄτρομος αὐδὴ, Ἀρχός τ' εὐκλείης ἀριδείκετος ἐβρόντησεν. Αὐτὸς Ἄναξ πολέεσσιν ἐφ' ὕδασιν ἀμφιβέβηκε. Φωνὴ Παμβασιλῆος ἑῇ περιώσιος ἀλκῇ, Φωνὴ Παμβασιλῆος ἀριπρεπέεσσιν ἐν ἔργοις, Φωνὴ θεσπεσίη περιμήκεας ἔθλασε κέδρους· Ἀθάνατος κέδρους βριαρὰς Λιβάνοιο κεάσσοι, Λεπταλέας τεύχων Λιβανήιον οἷά τε μόσχον, Μουνογενὴς δ' ἅπερ υἱὸς ὀρέστερος οἰοκερῆος. Θεσπεσίη τέμνουσα πυρὸς φλόγα Ποιμένος αὐδὴ, Θηροκόμου δονέουσα Θεοῦ διὰ γῆρυς ἐρήμου. Ἀγροτέρης πανέρημα Κάδης Θεὸς ἀμφελελίζοι. Ἀρχομένοις ἐλάφοισι δρόμου θρόος ἶσος Ἄνακτος,
Bring unto God the All-King, O ye sons of great renown, bring unto God the All-King tender-fleeced lambs; bring glory worthy of His name unto the honoured Lord; in the undefiled court supplicate the Shepherd of the world. The fearless voice of the Immortal One resounded upon the waters, and the illustrious Prince of glory thundered. The Lord Himself hath walked about upon many waters. The voice of the All-King is mighty in His strength, the voice of the All-King is in illustrious works, the divine voice shattered the lofty cedars; may the Immortal One cleave the sturdy cedars of Lebanon, making the Lebanese wood slender like a calf, and the Beloved is like a mountain-bred son of the unicorn. The divine voice of the Shepherd cleaveth the flame of fire, the voice of God shaketh the beast-nourishing wilderness throughout. May God make the utter waste of wild Kadesh tremble all around. Unto hinds beginning their course the sound of the Lord is equal,
PG 33:1349Read from the pageὍς κε λίην βόμβησεν ἀπὸ δρυμὰ μακρὰ καλύψων. Πᾶς δέ τις ἐν νηῷ μάκαρος Θεοῦ εὖχος ἀείσοι.
Who resounded exceedingly, stripping bare the tall thickets. And in the temple of the blessed God let everyone sing glory.
Ναιετάει Βασιλεὺς ἀρετὰς κρουνηδὸν ἰούσας. Ἀθάνατος καὶ ἄπαυστος Ἄναξ θώκοισι θοάσσοι· Αὐτὸς ἑοῖσι βίην ἄῤῥηκτον ὀπάζοι· Αὐτὸς ἐν εἰρήνῃ ζωαρκέϊ λαὸν ἀέξοι.
The King inhabiteth virtues flowing like a spring. May the immortal and unceasing Lord sit upon His thrones; may He Himself bestow unbreakable strength upon His own; may He Himself increase the people in life-sustaining peace.
Εἰκοστὸν κελάδησε καὶ εἵνατον ἱερὸν ᾆσμα Δαυΐδος πινυτὸς δωμησάμενος νέον οἶκον.
Prudent David sounded forth the nine-and-twentieth sacred song when building the new house.
Σὸν κράτος ὑψώσαιμ', ὅτι με προσεδέξαο, Ποιμὴν,
May I exalt Thy power, because Thou hast received me, O Shepherd,
Οὐδέ μ' ἐπευχομένοις δηίοις δωρήσαο χάρμα. Ἠμάτιος βοάασκον, ἐμὴν δ' ἰήσαο νοῦσον. Ψυχὴν δ' ἐξ ἀΐδαο παλίσσυτον ἦγες ἐμεῖο,
Nor hast Thou granted me as a joy unto foes exulting over me. By day I cried aloud, and Thou didst heal my sickness. And Thou didst lead my soul back again out of Hades,
Καί με κατερχομένων ὑπὸ πυθμένα ῥύσαο γαίης. Εὐαγέες, μελέεσσι Θεὸν φορμίξατε θείοις, Καί οἱ ἀκηράσιον μνημήιον αἰνετὸν ἔστω· Οὕνεκα μηνίσαντι Θεῷ κότος ἐστὶ βαρύφρων, Καὶ μεταμηνίσαντι φάος πραπίδεσσι βιώνης. Ἑσπέριον κλαυθμὸν τέρψις μεταμείψεθ' ἑῴη· Εὔθυμος δ' εἶπον, σάλος ὅττι μοι οὔποθεν εἴη.
And didst deliver me from those who go down beneath the pit of the earth. O ye holy ones, praise God upon the lyre with divine songs, and let His unblemished memorial be praised; because when God is wroth there is heavy indignation, and when He turneth from wrath there is the light of life for the heart. Morning delight shall replace evening weeping; and cheerfully I said that tossing would never come upon me from any quarter.
Κάλλεϊ νωιτέρῳ σθένος ἄφθιτον ἐκ σέθεν ἔστω. Ὄμμα σέθεν τρέψαντος, ἐμὰ κλόνος εἵλετο γυῖα.
Unto our beauty let there be imperishable strength from Thee. When Thou didst turn Thine eye away, turmoil seized my limbs.
Πρὸς σὲ, Μάκαρ, βοάων, λίτομαι Θεὸν αἰὲν ἐόντα.
Crying aloud unto Thee, O Blessed One, I supplicate the ever-existing God.
Τί πλέον εἰ πόρον αἷμα, καὶ εἰς ἀΐδαο κατῆλθον;
What profit is there if I shed my blood, and go down into Hades?
Μή σε κόνις μέλψειεν, ἀληθείην δ' ἀγορεύσει; Εἰσαΐων μ' ἐλέησεν Ἄναξ, καὶ ἐπίῤῥοθος ἔστη· Θρῆνον ἐμὸν μετέθηκε, γόου δ' ἠλλάξατο χάρμα.
Shall the dust sing of Thee, or declare Thy truth? Hearing me, the Lord had pity on me, and stood forth as my helper; He changed my lamentation, and gave joy in exchange for mourning.
Εὐφροσύνην ἔζωσεν, ἔρυξε δὲ πένθιμον ἦμαρ. Φορμίζειν σ' ἐμὸς ὄλβος, ὅλον δέ με καίνυται οἴμη.
He girded me with gladness, and stayed the mournful day. To praise Thee on the lyre is my bliss, and song overcometh me wholly.
Ἄφθιτε Παμβασιλεῦ, σὲ διηνεκέως ἀναμέλψω.
O Imperishable All-King, Thee shall I celebrate in song continually.
Τήνδε τριηκοστὴν ἱερὴν πεφορημένος οἴμην Πνεύματι Δαυΐδος θεσπεσίῳ βοάει.
Borne along by the divine Spirit, David crieth aloud this thirtieth sacred lay.
Μή με καταισχύνῃς γε, ἐπεὶ σύ μευ ἐλπὶς ἐτύχθης· Σῇ, Μάκαρ, εὐδικίῃ περικήδεο, καί με φύλασσε. Ὠκύτερόν με σάω, κλίνας ἀριήκοον οὖας. Νωίτερος Θεός ἐσσι κατὰ χρέος ἀσπιδιώτης, Οἴκῳ ἀοσσητῆρι πανείκελος ὥς με σαώσῃς· Αὐτὸς ἐμὸν πολύχαλκον ἕδος καὶ εὐσταθὲς ἄλκαρ. Ἡμετέρου γεγαὼς βιότου τροφὸς ἡγεμονεύοις. Ῥηιδίως, Ἄχραντε, πάγης κρυφίης με σαώσοις, Οὕνεκα νωιτέρου βιότου πρόμος ἔπλεο μοῦνος. Πνεῦμα φίλον σέο χερσὶ φερεζώοις παραθείην. Ἀρχὸς ἀληθείης τελέθων ἀπελύσαο μόχθων. Ἀπρήκτου ματίης ὠδύσσαο πάντοτε φρουρόν. Αὐτὰρ ἐγὼν ἐλέῳ πίσυνος τεῷ ἐλπίδι χαίρω· Σῇ φρένα τερψάμενος ἐλεημοσύνῃ κεχαροίμην· Ὅττι μευ ἀδρανίην ἀγανόφροσιν εἶδες ὀπωπαῖς,
Put me not to shame, since Thou hast been my hope; in Thy righteousness, O Blessed One, take great care of me, and guard me. Save me right speedily, inclining Thy readily-hearing ear. Thou art our warrior God according to need, altogether like unto a house of succour that Thou mayest save me; Thou Thyself art my brass-fortified bulwark and steadfast defence. Being the nurturer of our life, mayest Thou guide me. Easily, O Undefiled One, mayest Thou save me from the hidden snare, because Thou alone hast been the champion of our life. Into Thy life-bringing hands may I commend my dear spirit. Being the Prince of truth, Thou hast loosed me from toils. Thou hast ever hated him who keepeth vain folly. But I, trusting in Thy mercy, rejoice in hope; delighting my mind in Thy loving-kindness, may I rejoice; because Thou hast beheld my weakness with mild-minded eyes,
Ψυχὴν ἡμετέρην ὀλοῆς ἐσάωσας ἀνάγκης,
Thou hast saved our soul from destructive necessity,
PG 33:1352Read from the pageΟὐδέ με δυσμενέος παλάμῃ ξυνέεργες ἀνιγρῇ. Ἴχνιά μευ στήριξας ἐπ' εὐρυχόροιο κελεύθου. Τειρόμενόν μ' ἐλέησον, ἐπεὶ περικήδομαι αἰνῶς Μῆνις ἐπιβρίσασα ἐμὴν κλονέεσκεν ὀπωπὴν, Γαστέρα θ' ἡμετέρην καὶ ἐμὸν πολυώδυνον ἦτορ. Ἀμφ' ὀδύνῃς πυκινῇσι μαραινόμενον βίον ἕλκω, Ἐν στοναχαῖς τ' ἐνιαυτοὶ παραλήγουσι βιώνης. Κάρτος ὀϊζυροῖς πενίης ἐξέφθιτο μόχθοις, Καί μευ φρικαλέη ταραχὴ λάβεν ὀστέα πάντα. Αἶσχος ὑπὲρ πάντας γενόμην περιώσιον ἐχθρούς.
Nor didst Thou shut me up in the grievous hand of the enemy. Thou hast established my footsteps upon a spacious way. Have pity on me who am afflicted, since I am sore troubled; wrath weighing heavily hath confounded my countenance, and our belly and my much-sorrowing heart. Beset with thick pains I drag out a withering life, and the years of my life pass away in groanings. My strength hath wasted away through the miserable toils of poverty, and shuddering turmoil hath seized all my bones. Beyond all mine enemies I have become an exceeding reproach.
Μωμητὸς γνωστοῖσι, φίλοισι δὲ δεῖμα θυραίοις, Οἵ με πάρος λεύσσοντες, ἔβαν μάλα νόσφι φυγόντες·
A thing of blame unto mine acquaintances, and a terror unto friends abroad, who, beholding me before, went fleeing far away;
Νεκρὸς ὅπως ἄπρηκτος ἀπὸ κραδίης ἐπελήσθην. Τεύχει ἀπολλυμένῳ πανομοίιος ἐξεφαάνθην, Μῶμον ἐλεγχήεντα περικτιόνων ἐπακούσας, Οἵ θ' ἅμ' ἀγειρόμενοί μευ ἐναντίοι ἠερέθοντο, Στήθεσιν ὁρμαίνοντες ἐμεῦ ἀπὸ θυμὸν ἑλέσθαι. Αὐτὰρ ἐγὼ κάλεόν σε Θεόν· σὺ γὰρ ἐλπὶς ἐμοῖο, Σῇσι, Μάκαρ, μετὰ χερσὶν ἐμοὶ κλῆροι γεγάασι. Ῥύεο δυσμενέων με καὶ ἀντιβίων παλαμάων. Ἀθάνατον προὔφαινε τεῷ θεράποντι πρόσωπον. Εἵνεκα σῆς ἀγαθῆς ἐλεημοσύνης με σαώσοις, Μήποθεν αἶσχος ἕλοι με· σὲ γὰρ καλέεσκον ἀρωγόν.
Like a useless dead man I have been forgotten out of heart. I appeared altogether like unto a perishing vessel, having heard the shameful reproach of the neighbours around, and they gathering together against me hovered about, pondering in their breasts to take away my life from me. But I called upon Thee, O God; for Thou art my hope, in Thy hands, O Blessed One, are my lots. Deliver me from mine enemies and from the hands of adversaries. Cause Thine immortal face to shine forth upon Thy servant. For the sake of Thy good mercy mayest Thou save me, lest shame seize me from any quarter; for I called upon Thee as my helper.
Εἰς ἀΐδην κατάγοιντο καταισχυνθέντες ἀλεῖται. Ἄφθογγα δολόεντα γενοίατο χείλεα φώτων, Ὅσσα κατεφθέγξαντο κακοῤῥαφίην ὁσίοιο, Πολλὸν ἀγηνορίῃσιν ὀνοσσάμενα στυγερῇσι. Σῆς ἀγανοφροσύνης ἀπερείσιος ἑσμὸς ἐτύχθη, Ἣν κρύψας μάλα δή σε περιτρομέουσι φυλάσσων,
Let the sinners be put to shame and brought down into Hades. Speechless be the deceitful lips of the men, which spoke malice against the holy one, scorning him greatly in hateful arrogance. Boundless is the store of Thy gentleness, which Thou hast hidden, keeping it exceedingly for those who tremble before Thee,
Σῆς ἐπιδευομένοις ειργάσαο πάντοτ' ἀρωγῆς, Ἀνδρομέης κατέναντα πολυτλήτοιο γενέθλης. Ἔκτοσθε βροτέης ταραχῆς σφέας ἀμφικαλύπτοις. Νείκεος ἐν κλισίῃσι τεῆς ἀπάνευθε πυκάζοις. Αἰνετὸς ὡς ἐλεητὺν ἐν ἄστει θῆκεν ἀγητήν.
Thou hast wrought it always for those who stand in need of Thy help, before the much-enduring race of men. Outside of mortal tumult mayest Thou shelter them round about. Far away from strife mayest Thou screen them in Thy tabernacles. Praised be He, in that He hath set His wondrous mercy in a city.
Θαμβήσας ἐφάμην· Ὦσμαι σέο νόσφιν ὀπωπῆς. Ἔνθεν Ἄναξ βοόωντος ἐμῶν ἐπάκουσε λιτάων. Ἀμφαγαπαζέσθων ὅσιοι σύμπαντες Ἄνακτα, Οὕνεκ' ἀληθείης Βασιλεὺς ἐμπάζεται αἰεὶ, Μισθὸν ὑπερφιάλοις ἀντάξιον ἐγγυαλίζων. Θαρσεῖτε· κραδίη δὲ μάλ' ὑμέων ἔμπεδος ἔστω, Ὅσσοι ἐπ' οὐρανίοιο Θεοῦ ἐλπίζετ' ἀρωγήν.
Being astonished I said: I am cast away far from Thy sight. Thence the Lord hearkened unto my supplications when I cried aloud. Let all the holy ones love the Lord round about, because the King ever careth for truth, rendering a fitting reward unto the overweening. Take courage; and let your heart be right steadfast, all ye who hope for the help of the heavenly God.
Τοῦτο τριηκοστὸν τελέθει καὶ πρῶτον ἄεισμα Δαυΐδου πινυτοῦ καλὰ μελιζομένου.
This is the one-and-thirtieth song of prudent David making fair melody.
Ὄλβιοι ὅσσ' ἀνέδειχθεν ἐλεύθεροι ἀμπλακιάων, Οἷσί τ' ἀτασθαλίαι μεμελημέναι οὐκέτ' ἔασιν. Ὄλβιος οὗ Θεὸς ἔργα παρέδραμεν ἀμπλακιάων, Γλῶσσαν ἔχων δολερῶν ἀδαήμονα δυσφροσυνάων. Ὀστέα γηράσκοντα δυσαλθέϊ πύθετο σιγῇ, Νωλεμέως καὶ ἄπαυστα πανημέριον βοόωντος. Πάντοτε γὰρ, μεῦ Ἄναξ, ἐπ' ἐμοὶ σέο χειρὶ βαρείῃ Δείλαιος γενόμην, ὅτι μοι χροῒ πῆχθεν ἄκανθαι. Ἀμπλακίην ἀνέφηνα, νόου δ' οὐκ ἔσκεπον ἄτην. Εἶπα· Θεῷ πρῆξίν μευ ἀτάσθαλον ἐξαγορεύσω·
Blessed are all they who have been declared free of transgressions, and whose iniquities are no longer remembered. Blessed is he whose deeds of transgressions God hath passed over, having a tongue ignorant of deceitful anxieties. Mine ageing bones rotted away through hard-healing silence, while I cried aloud unceasingly and without pause all the day long. For always, O my Lord, with Thy hand heavy upon me I became wretched, because thorns were fixed in my flesh. I declared my transgression, and did not hide the sin of my mind. I said: Unto God I will confess my reckless deed;
Notes, col. 1352
On the reading
Printed ειργάσαο, for εἰργάσαο.
PG 33:1353Read from the pageΑὐτὸς δ' ἡμετέρης κραδίης παρελήλυθας ἄτην. Τῆσδ' ἕνεκ' ἔσθ' ὁσίοισι λιτὴ μετ' ἐναίσιμον ὥρην.
And Thou Thyself hast passed over the sin of our heart. For this cause shall there be supplication for the holy ones in a seasonable hour.
Οὐδ' ἐπιχευομένων ὑδάτων τρεπεῖεν ἀνάγκην. Σὺ ξυνεργούσης με πελέσκεο πύργος ἀνίης· Χάρμα φίλον, σύ με τεῦξον ἐλεύθερον ἀμφιβαλόντων.
Nor shall they flee before the distress of rushing waters. Thou hast been my tower against besetting grief; O dear joy, make Thou me free from those who encompass me.
Γνοίης ἐξ ἐμέθεν ποίην χρέος οἶμον ὁδεύειν. Εἰς σὲ, Μάκαρ, στήριξα διαμπερὲς ὄμματ' ἐμεῖο, Ὀφθαλμῶν ἀμαρυγὰς ἐμῶν σέο νέρθεν ἐρείσω. Παύσασθ' ἡμιόνοισι πανείκελοι ἠδὲ καὶ ἵπποις Γινόμενοι· σοφίης γὰρ ἀγακλέος ἄμμοροί εἰσι. Γαμφηλὰς ξυνέαξον ὀρειχάλκοισι χαλινοῖς, Οἳ σέθεν οὐ μεμάασι γεγηθότες ἆσσον ἱκέσθαι. Παντοδαπαὶ μάστιγες ἀεὶ γεγάασιν ἀλιτροῦ· Ὧι δὲ Θεὸς μεμέλητ', ἔλεος περικυκλώσειε. Χάρμα καὶ εὐφροσύνη θεοτερπέας ἄνδρας ἐρύκοι, Καὶ κλέος ἀμφιβόητον ἐν ἰθυνόοισι μελέσθω.
Thou shalt know from me what path it behoveth thee to travel. Upon Thee, O Blessed One, have I fixed mine eyes continually; I will fasten the gleamings of mine eyes upon thee. Cease ye from becoming altogether like unto mules and horses; for they are without share in glorious wisdom. Bind tight with bits of brass the jaws of those who are not eager to draw nigh unto Thee with joy. Manifold scourges ever belong unto the sinner; but him who careth for God, may mercy compass round about. May joy and gladness hold fast God-pleasing men, and let far-famed glory be a care among the upright-minded.
Τόνδε τριηκοστὸν καὶ δεύτερον ἴαχεν ὕμνον Δαυΐδος κιθάρῃ μείλιχα τερπόμενος.
Sweetly delighting in his cithara, David shouted forth this two-and-thirtieth hymn.
Χαίρετέ μοι Βασιλῆι, δίκης ὑποφήτορες ἄνδρες. Ἀνδράσιν ἰθυνόοισι μεταπρέπει ἄσπετος αἶνος· Μέλψατέ μοι ζώοντα Θεὸν φόρμιγγι λιγείῃ, Μέλψατέ οἱ δεκάδεσσι μέλος νευρῇσιν ἱέντες, Ἐκ πραπίδων νέον ὕμνον ἀείσατε Παμβασιλῆι. Εὖ δ' ἀναμελπέσθω γε δίκης ἐπιήρανος αἶνος· Οὕνεκεν ἀθανάτοιο Θεοῦ λόγος ἰθὺς ἐτύχθη. Πάντα δέ οἱ μάλα πιστὰ πέλει βασιλήια ἔργα· Εὐδικίην φιλέει λαθικηδέα καὶ θέμιν Ἐσσήν. Πᾶσα Θεοῦ βέβριθεν ἄδην ἐλεητύος αἶα. Οὐρανοὶ ἐῤῥίζωθεν ἐφημοσύνῃ Βασιλῆος, Καὶ πᾶσ' ἀθανάτου στόματος σφέων πνεύματος ἀλκή. Ἀσκὸν ὅπως, πόντοιο ῥόον πολυηχέ' ἀγείρων, Τέχνῃ κατθέμενος κρυφίοις ταμίαισιν ἀβύσσου. Δειμαίνει βασιλῆα Θεὸν κλυτὰ πείρατα γαίης· Ἐκ δ' αὐτοῦ δονέοινθ' ὁπόσοι χθόνα ναιετάουσιν.
Rejoice for me in the King, O ye men who are interpreters of justice. Unto upright-minded men unspeakable praise is fitting; sing for me unto the living God with a clear-toned lyre, sing unto Him sending forth a melody upon ten strings, from your hearts sing a new hymn unto the All-King. And let the pleasing praise of justice be well sung aloud; because the word of the immortal God is upright. And all His royal works are right faithful; the King loveth care-dispelling righteousness and right. The whole earth is laden abundantly with the mercy of God. The heavens were rooted by the command of the King, and all the might of their spirit by His immortal mouth. Gathering together as in a wineskin the resounding stream of the sea, skilfully laying it up in the hidden storehouses of the abyss. The glorious ends of the earth fear God the King; and before Him let all who inhabit the earth tremble.
Οὕνεκεν αὐτὸς ἔειπε, καὶ ἐκτετέλεσθεν ἅπαντα. Αὐτὸς Ἄναξ ἐκέλευσε, τὰ δ' ἐβλάστησεν ὁμαρτῇ. Ἀθάνατος σκεδάσειεν ἀπείριτα δήνεα δήμων, Καὶ λαῶν ὀνόσαιτο πολυστρεφέας μελεδῶνας· Δήνεά θ' ὑψινόων παραμείψεται ἡγητήρων. Βουλὴ δ' Ἀθανάτοιο διηνεκέως ἐπιμίμνει, Μέρμερα δὲ κραδίης γενεῆς ἄπο μέχρι γενέθλης.
Because He Himself spoke, and all things were accomplished. The Lord Himself commanded, and they sprang forth all together. May the Immortal One scatter the boundless counsels of the peoples, and spurn the much-turning cares of the nations; and He shall set aside the counsels of high-minded rulers. But the counsel of the Immortal One abideth continually, and the thoughts of His heart from generation unto generation.
Φῦλον ἀεὶ μακαριστὸν ἑῷ Βασιλῆι πεποιθὸς, Λαὸς, ὃν ἐκ πάντων ἐπελέξατο κλῆρον ἑλέσθαι.
Ever blessed is the tribe that trusteth in its King, the people whom He chose out of all to take for an heritage.
Οὐρανόθεν Βασιλεὺς πανδερκέα τεῖνεν ὀπωπήν· Ἀνδρομέην σφετέρης ἐκ παστάδος εἶδε γενέθλην· Ὄμμασιν ἐνναετῆρας ὅλης θηήσατο γαίης, Ὅς θνητῶν κραδίην παλάμῃ τεκτήνατο μοῦνος, Ὅς σφεων ἐν πραπίδεσσι διαμπερὲς ἔργα δοκεύει. Οὐ σθένος οἶδεν Ἄνακτα μεγακλήεντα σαῶσαι, Οὐδὲ γίγας κακότητα φύγοι περιθάρσυνος ἀλκῇ· Ἵππος ἐνὶ πτολέμοις ἀχρήιος ἄνδρα σαῶσαι, Οὐδέ κεν αὐτὸς ἄλυξε περὶ σθένεϊ βλεμεαίνων. Ὀφθαλμοὶ ἐτάνυσθεν ἐπὶ τρομέοντας Ἄνακτος,
From heaven the King stretched forth His all-seeing countenance; out of His chamber He beheld the race of men; with His eyes He gazed upon the inhabitants of the whole earth, Who alone fashioned the heart of mortals with His hand, Who continually watcheth their works within their minds. Strength knoweth not how to save a glorious king, nor could a giant escape misery through being exceedingly bold in might; a horse is useless in battles to save a man, nor could it escape itself though exulting exceedingly in strength. The eyes of the Lord are stretched out upon those who fear Him,