Migne Reading Room

PG 33 · cols. 1332–1341 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:1332Read from the page
Ὁππότε δυσμενέων μιν Ἄναξ ἀπελύσατο πάντων, Σαούλου τ' ὀλοοῖο λιλαιομένου μιν ὀλέσσαι, Ἕφθ' ἅμα καὶ δέκατον προσφθέγξατο πνεύματι κῶμον.
When the King delivered him from all his enemies, and from destructive Saul who longed to destroy him, he uttered in the Spirit the seventeenth hymn of praise.
Κάρτος ἐμόν· σὲ γὰρ οἶον ἀεὶ, Θεὸς, ἀμφαγαπάζω· Αὐτὸς ἔρεισμα καὶ ἄλκαρ ἐμὸν καὶ ἀρωγὸς ἐτύχθης. Ἐλπὶς ἐμὴ τελέθεις, καὶ ἐμῶν ἐπιτάῤῥοθος ἔργων, Ἄῤῥηκτον βιότοιο κέρας καὶ ὑπέρμαχος ἀλκή. Ὑμνείων σε λιταῖς, δηίων ἀπὸ χεῖρας ἀλύξω. Ὠδῖνες θανάτοιο περιστιχόωντο βαρεῖαι. Χείμαῤῥοί τ' ὀρόθυνον ἀμήχανοι ἀμπλακιάων. Ταρταρίων μ' ὠδῖνες ἐκυκλώσαντο βερέθρων
My strength: for Thee alone, O God, do I ever dearly love; Thou Thyself hast been my stay and my defence and my helper. Thou art my hope, and the succourer of my works, an unbreakable horn of life and a champion strength. Singing hymns unto Thee with prayers, I shall escape the hands of the foe. Grievous pangs of death surrounded me in ranks, and irresistible torrents of transgressions stirred me up. The pangs of Tartarean gulfs encompassed me,
Πλεκτὰ δέ με προὔπεμψε τανηλεγέος λίνα πότμου. Αὐτὰρ ἐγὼ κίκλησκον ἐπειγόμενος Θεὸν ἄτῃ, Οὐρανόθεν Βασιλῆος ἀρηγόνα χεῖρα βοήσας. Εὐαγέος καλέοντας ἐμὸν θρόον ἔκλυε νηοῦ· Φθόγγος ἐμὸς θύνειεν ἐς οὔατα πιστὰ Θεοῖο. Χθὼν βριαρὴ δεδόνητο, τρόμος δέ μιν εἵλετο πᾶσαν·
And the woven nets of long-woeful fate forestalled me. But I, hard pressed by ruin, called upon God, crying out for the helping hand of the King from heaven. From His pure temple He heard my cry when I called; let my voice speed unto the faithful ears of God. The mighty earth was shaken, and trembling seized hold of it all;
Ἔκποθεν ἠλιβάτων ὀρέων τετάρακτο θέμεθλα,
From beneath, the foundations of the steep mountains were troubled,
Θεσπέσιον τρομέοντα χόλον καὶ μῆνιν Ἄνακτος. Ἀθανάτου κοτέοντος ἀπείριτος ὄρνυτο καπνὸς Καὶ πυρὶ λαμπόμενον Μάκαρος σθένος ὦρτο προσώπου·
Trembling at the divine bile and wrath of the King. As the Immortal One was wroth, boundless smoke arose, and the might of the Blessed One's countenance rose up blazing with fire;
Ἄνθρακες ἐξ αὐτοῖο πυριφλεγέθοντες ἀνῆφθεν. Οὐρανόθεν κατέπαλτο, πόλον φλογοειδέα κλίνας· Ἀθανάτου πεφόρητο γνόφος παρὰ ποσσὶ Θεοῖο· Ἐμβεβαὼς ὀχέεσσιν ἑοῖς πεπότητο χερουβίμ· Ἵπτατο βυκτάων ἀνέμων πτερύγεσσιν ἀερθεὶς Κευθόμενος κνέφαϊ· τὸ γὰρ ἤθελεν ἄλκαρ ἑλέσθαι. Ἀμφί ἑ κυκλώουσαν ἀγακλέα θῆκε καλύπτρην,
Fiery-blazing coals were kindled from Him. He leaped down from heaven, bowing the flame-like vault; darkness was borne beside the feet of the immortal God; mounted upon His chariots He flew upon the cherubim; He flew lifted up upon the wings of the howling winds, hidden in darkness, for that He willed to take as His shelter. Around Himself He set an all-glorious encompassing veil,
Οἷάπερ αἰθερίης νεφέλης κεκρυμμένον ὕδωρ. Ὥρμηθεν νεφέλαι σφετέρων ὑπὸ μαρμαρυγάων· Ἄνθρακες ὀρνυμένοιο πυρὸς μίγνυντο χαλάζῃ. Τῆμος ἐβρόντησεν καὶ ἀπ' οὐρανόθεν Θεὸς αὐτός. Ἀθανάτῃ δ' Ὕψιστος ἀπ' αἰθέρος ἴαχεν αὐδῇ· Θεσπεσίοις ἐκέδασεν ἐπιτροχόωσιν ὀϊστοῖς. Πάντες ἅμ' ὠρίνθησαν ὑπ' ἀστεροπῇσι θαμειαῖς· Ὑδροτόκοι δ' ἀνέτελλον ἀκηράσιοι τότε πηγαὶ, Καὶ πάσης ἐρίβωλα θεμείλια φαίνετο γαίης, Ἄφθιτε· σὴν γὰρ ἅπαντα περιτοομέεσκεν ὁμοκλήν·
Like hidden water of an ethereal cloud. The clouds rushed forth beneath His gleamings; coals of rising fire were mingled with hail. Then God Himself also thundered from heaven, and the Most High shouted from the ether with an immortal voice; He scattered them with divine swiftly-running arrows. All together were confounded beneath thick-coming lightnings; and then water-bearing pure springs welled up, and the fertile foundations of all the earth appeared, O Incorruptible One; for all things trembled around at Thy rebuke;
Πνεύματος ἐπτοίηντο τεοῦ τόσον ἆσθμα καὶ ὀργήν. Οὐρανόθεν προέηκε, θοῶς δέ με ῥύσατ' ἀνάγκης· Ἐκ δὲ πολυσμαράγων με θοῶς προσέδεκτο ῥεέθρων Ῥύσεται ἐκ δηίων μ', οἷσιν περιώσιος ἀλκὴ,
The spirits were terrified at so great a blast and wrath of Thine. From heaven He sent forth, and swiftly rescued me from constraint; and from loud-roaring streams He swiftly received me. He will deliver me from the foes, who have exceeding strength,
Ἀνδρῶν τ' ἐχθομένων, ὅτι φέρτεροί εἰσιν ἐμεῖο. Ἠπεδανῷ προὔτυψαν ἐν ἤματι θωρηχθέντες, Καί μευ Ἄναξ προμάχιζεν, ἐπεστήριξε δ' ἐρωήν· Θαρσαλέον δ' ἔστησεν ἐπ' εὐρυχόροισιν ἀταρποῖς. Ῥύσεται ἐκ δηίων με, ἀτὰρ στυγέοντας ἐλέγξει, Μισθὸν ἐπ' εὐδικίῃ καὶ ἐπάξιον εὖχος ὀπάζοι·
And from hated men, because they are stronger than I. On an infirm day they pressed forward armed, and the King fought in front of me, and stayed my impulse; and He set me bold upon spacious paths. He will deliver me from the foes, and will convict those who hate me; may He bestow a reward for righteousness and a worthy glory;
Ἡμετέρων τόδε κέρδος ἀκηρασίης παλαμάων. Οὕνεκεν Ἀθανάτοιο φίλας ἐφύλαξα κελεύθους·
This is the gain of the purity of our hands, because I have kept the dear ways of the Immortal One;
Notes, col. 1332

On the reading

Printed καλέοντας, for καλέοντος.

Printed περιτοομέεσκεν, for περιτρομέεσκεν.

PG 33:1333Read from the page
Οὐδὲ νόῳ φρασάμην ετερον Θεόν· οὐδὲ γὰρ ἦεν· Οὕνεκά οἱ ζωοὺς ὁρόω φρεσὶ πάντοτε θεσμούς· Οὐδέ οἱ ἀχράντων φυλακὴν λίπον εὐνομιάων· Καί οἱ ἀμωμήτοισι παρέσσομαι ἴχνεσιν αἰεί· Ἀμπλακίης ἀπάνευθε νόον Βασιλῆι φυλάξω. Μισθὸν ἐπ' εὐδικίῃ καὶ ἐπάξιον εὖχος ὀπάζοι·
Nor did I consider in my mind another God, for neither was there one; because in my heart I ever behold His living statutes; nor did I abandon the keeping of His spotless good laws; and I shall ever be present in His blameless footsteps; I will keep my mind far from transgression for the King. May He bestow a reward for righteousness and a worthy glory;
Ἡμετέρων δέρκοιτο ἀκηρασίην παλαμάων. Ἢν ὁσίων ξυνέριθος ἔῃ, ὅσιός κε γένοιο, Καί κε νόῳ ξυνέοντι μάθοις παρ' ἀθῶον ἀθώου·
May He behold the purity of our hands. If Thou art a fellow-worker with the holy, holy wilt Thou be, and with an understanding mind Thou wilt learn innocence from the innocent;
Ἐσθλῷ ἀνέρι πάντα μεμιγμένος, ἐσθλὰ ἀκούσαις· Οὐδὲ πάλιν στρεπτῷ παρεὼν βροτῷ εὔστροφος εἴης. Αὐτὸς λαὸν ἀεὶ χθαμαλόφρονα ῥύσεαι ἄτης· Ὀφθαλμὸν δ' ἀκόρητον ὑπερφιάλων ἀλαώσας. Αὐτὸς λύχνον ἐμὸν πολυφεγγέα πάντοτε τεύξοις· Ἄμμι διαστράψοι δνοφερὸν κνέφας ἐκ σέθεν αἴγλη. Νεύματι σῷ προφύγοιμι κακῶν πολυπήμονα πείρην. Πῦργον ὑπερβαίην πίσυνος Θεῷ αἰὲν ἐόντι. Ἀθανάτου Βασιλῆος ἀκήρατοί εἰσι κέλευθοι, Καὶ μῦθοι πυρόεντες ἀναζείουσιν Ἄνακτος. Τῶν δ' ὑπεραθλεύῃσιν, ὅσοις πέλει ἐλπὶς ἐπ' αὐτῷ. Τίς μάκαρ ἀθάνατος, πλὴν ἀθανάτου Βασιλῆος; Ἠὲ τίς ἡμετέροιο Θεοῦ Θεὸς ἐκτὸς ἐτύχθη; Ἀμφιβαλών μ' ἔζωσε Θεὸς περιώσιον ἀλκήν· Θήκατο δ' ἡμετέρην καθαρὴν καὶ ἄμωμον ἀταρπὸν, Τεύχων ὠκυπόδεσσι πόδας κεμάδεσσιν ὁμοίους, Αὐτὰρ ἐφ' ὑψίστοισιν ἐμὸν φίλον ἴχνος ἐρείδων, Χεῖρας ἐμὰς βριαράς τε μενεπτολέμους τε διδάσκων. Παγχάλκειον ἔτευξε βραχίονας ἠΰτε τόξον. Καί με πόρες μερόπεσσι φόως, ἀλκτῆρά τ' ἀνάγκης,
Mingled in all things with a good man, good things wilt Thou hear; nor again, being present with a twisted mortal, wilt Thou be easily turned. Thou Thyself wilt ever rescue a lowly-minded people from ruin, having blinded the insatiable eye of the arrogant. Mayest Thou Thyself ever make my lamp bright-shining; may radiance from Thee flash through the gloomy darkness for us. By Thy nod may I escape the much-woeful trial of evils. May I mount over a tower, trusting in the ever-living God. The ways of the immortal King are unstained, and the fiery words of the King boil up. And He contendeth in defence of those whose hope is in Him. Who is a blessed immortal, save the immortal King? Or what God is there beside our God? Encompassing me, God hath girded me with exceeding strength; and He hath made our path pure and blameless, making my feet like unto swift-footed deer, and setting my dear footstep upon high places, teaching my hands to be strong and steadfast in war. He hath made mine arms like an all-brazen bow. And Thou hast given me as a light unto mortals, and a warder-off of constraint,
Καὶ σέο δεξιτερὴ πρόμος ἔπλετο πάντοτ' ἐμεῖο. Σεῖο, Μάκαρ, σοφίῃ κραδίην ἰθύνομαι αἰεί· Πάντοτε κυδιάνειρα τεὴ σοφίη με διδάσκει. Ἔμπεδον ἴχνος ἔχω, σὺ δ' ἐμὰς εὔρυνας ἀταρπούς. Οὔτις ἐλαυνόμενόν με δρόμῳ παρελεύσεται ἐχθρῶν. Οὐδὲ βίης λήξαιμι, πάρος λήξουσι δαμέντες· Οὐδὲ πιεζομένοις σταθερὸν σφίσιν ἴσχεται ἴχνος· Ἀλλὰ ποσὶ δμηθέντες ὑφ' ἡμετέροισι πέσοιεν. Ἠνορέῃ με κόρυσσας ἀριστοπόνῳ κατὰ δῆριν· Ἀντιβίους ξυνέδησας ἐμῶν ὑπένερθε πεδίλων. Δυσμενέες πεφόβηντο φυγῇ μετὰ νῶτα βαλόντες· Αὐτὰρ ἀπεχθαίροντας ἀδευκέϊ πέφνες ὀλέθρῳ. Αὐτοὶ μὲν βοάασκον, ὁ δ' οὔ σφισιν ἦεν ἀμύντωρ·
And Thy right hand hath ever been my champion. By Thy wisdom, O Blessed One, I am ever directed in heart; ever doth Thy glory-bringing wisdom teach me. I have a firm footstep, and Thou hast broadened my paths. None of mine enemies shall outstrip me as I speed on my course. Nor may I cease from might before they cease, being subdued; nor, when they are hard pressed, is a firm footstep held by them; but subdued beneath our feet may they fall. Thou hast armed me with nobly-toiling valour in battle; Thou hast bound mine adversaries beneath my sandals. The foes were put to fear, turning their backs in flight; and those who hated me Thou didst slay with bitter destruction. They indeed cried out, but there was no defender for them;
Ἀθάνατον καλέεσκον, ὁ δ' οὐκ ἄϊεσκε λιτάων·
They called upon the Immortal One, but He hearkened not unto their prayers;
Τοὺς διαλικμήσαιμι ἅτε χνόον ὄντα θυέλλης, Πηλὸν ὅπως πεζῇσιν ἐπιστίψαιμι κελεύθοις. Δημοτέρων ἔριδός με διχοστασίης τε σαώσεις, Καί με καταστήσειας, Ἄναξ, κοσμήτορα λαῶν. Λαὸς ὃν ἀγνώσσω, θέτο μευ ζυγῷ αὐχένα δοῦλον·
May I winnow them like dust of a tempest, may I trample them like mire on the trodden ways. Thou wilt save me from the strife and sedition of the common folk, and mayest Thou establish me, O King, as ruler of peoples. A people whom I know not hath set a servile neck under my yoke;
Οὔασιν ἡμετέρην ταχυπειθεσι δέξατο φωνήν. Ἀλλοδαποὶ γεγαῶτες ἐπεψεύσαντό με παῖδες,
With swiftly-obeying ears it received our voice. Being foreign sons, they lied unto me,
Notes, col. 1333

On the reading

Printed ετερον, for ἕτερον.

Printed ταχυπειθεσι, for ταχυπειθέσι.

PG 33:1336Read from the page
Μαψιδίως μετὰ γῆρας ἔβαν ἀλλότριοι υἷες, Πάντοτε χωλεύοντες ἑῶν ἀπάνευθε κελεύθων. Ζώει ἐμοὶ Βασιλεὺς, καὶ ἀεὶ πολύαινος ἐτύχθη. Ἡμετέρου βιότοιο Θεὸς πανυπέρτατος εἴη. Ἔκδικος αἰὲν ὁμῶς γεγαὼς δηίους κεραΐζοι, Ἡμετέρῳ δαμάσας θεοτερπέϊ κάρτεϊ λαόν. Χωομένων κακότητος ὑπ' ἀντιβίων με φυλάσσοι· Ἀλλ' ἐπαειρομένων, Βασιλεῦ, πολὺ φέρτερος εἴην· Ἀνέρος ἐξ ὀλοοῖο κακοῤῥαφίης με σαώσοις. Τοὔνεκα σὴν ἀναφανδὰ διίξομαι ἔθνεσιν οἴμην· Οὔνομα δ' ὕψιστον κιθάρῃ σέθεν ὑμνοπολεύσω· Οὕνεκα φέγγος ἄειρας ἀλεξίκακον Βασιλῆος, Ἀθανάτην δ' ἐλεημοσύνην τεκτήναο χριστῷ Δαυΐδῳ, καὶ τοῖο διηνεκέεσσι γενέθλαις.
In vain have the strange sons gone into old age, ever limping far away from their paths. The King liveth for me, and hath ever been much-praised. May the God of our life be most high. Being ever alike an avenger, may He ravage the foes, subduing the people by our God-pleasing strength. May He guard me from the wickedness of angry adversaries; and over those who rise up against me, O King, may I be much mightier; save me from the evil-plotting of the destructive man. Wherefore I will openly declare Thy way among the nations, and with the harp I will celebrate Thy most high name; because Thou hast lifted up the evil-averting light of the King, and hast wrought immortal mercy for Thine anointed David, and for his continual generations.
ΨΑΛΜΟΣ ΙΗʹ.
Psalm 18.
Ὀκτωκαιδέκατος Δαυΐδου ψαλμὸς ἐτύχθη.
The eighteenth is a psalm of David.
Οὐρανοὶ ἄφθιτον εὖχος ἀπαγγέλλουσι Θεοῖο, Χειρῶν δ' ἀθανάτων ἕδος οὐρανοῦ ἔργα λιγαίνει. Ἤματι τιμήεντα λόγον προσερεύξατο ἦμαρ, Καὶ νὺξ ἀμβροσίην σοφίην ὑπεθήκατο νυκτί. Οὐ θρόος ἀλλόγλωσσος ἔην πολὺς, οὐδέ τι μῦθοι, Ὧν αὐδῆς λελάθοντο, καὶ οὐκ ἄϊοιεν ἁπάντων.
The heavens declare the incorruptible glory of God, and the seat of heaven singeth clearly the works of immortal hands. Day unto day uttereth a precious word, and night unto night imparteth ambrosial wisdom. There was no loud strange-tongued clamour, nor any words, whose voice they might forget, and not hear among all.
Σφωίτερος μὲν φθόγγος ὅλην μετενίσσετο γαῖαν, Καὶ μῦθοι πεπότηντο διὰ κλυτὰ πείρατα γαίης. Σκηνὴν ἠελίῳ παρεθήκατο τιμήεσσαν· Λαμπόμενος δ' αὐτὸς θαλάμων ἅτε νυμφίος ὦρτο.
Their sound indeed hath gone abroad through all the earth, and their words have flown through the glorious ends of the earth. In the sun He hath set a precious tabernacle; and shining Himself like a bridegroom He hath risen from His chambers.
Εἴκελα γηθήσειε δρόμον τελέοντι γίγαντι. Οὐρανίης ἑτέρωθεν ἰὼν προελεύσεται ἄκρης· Οὐδ' ἔσθ' ὅς κε φύγῃ φλογερὴν ἀκτῖνα φανεῖσαν. Θεσμὸς ἀκηράσιος ψυχοστρόφος ἐστὶν Ἄναλτος, Πιστὴ μαρτυρίη σοφίην βρεφέεσσι φυτεύει. Εὐφροσύνην κραδίῃσι δίκαι τεύχουσι Θεοῖο. Ἐννεσίη στίλβουσα καὶ ὄμμασι φέγγος ἀέξει· Θεῖον ἀεὶ καθαρόν τε καὶ ἔμπεδον ἔπλετο δεῖμα· Ἔγνων εὐδικίας παναληθέας αἰὲν Ἄνακτος, Χρυσοῦ καὶ ψηφῖδος ἀρειοτέρας ἐριτίμου, Καὶ πολὺ τερπνοτέρας μελικηρίδος ἱμεροέσσης. Ταῦτα τεὸς θεράπων κεχαρημένος οἶδε φυλάσσειν, Μισθὸν ἔχων φυλακῆς ἀγαθῶν περιώσιον ἔργων.
He will rejoice like a giant accomplishing his course. Going forth from one end of heaven He will advance; nor is there any who shall escape His fiery ray when it hath appeared. The unstained law of the King is soul-converting; the faithful testimony planteth wisdom in babes. The judgements of God work gladness in hearts. The shining command also increaseth light unto the eyes; the divine fear is ever pure and steadfast; it knoweth the ever all-true righteous judgements of the King, better than gold and precious stone, and much more delightful than the lovely honeycomb. These things Thy servant gladly knoweth how to keep, having an exceeding reward for the keeping of good works.
Τίς κεν ἀναγνοίη πληθὺν βροτὸς ἀμπλακιάων; Αἰὲν, Ἄναξ, κρυφίων με κακῶν ἀπάνευθεν ἐρύκοις· Μηδέ μοι ἀλλοτρίων κτεάνων φρεσὶ ἵμερος εἴη.
What mortal can discern the multitude of his transgressions? Ever, O King, keep me far away from hidden evils; and let there be in my heart no desire for the possessions of strangers.
Εἰ μή μευ κρατέοιεν, ἀμώμητός κε γενοίμην, Νιψάμενος κακότητος, ἀτασθαλίης τ' ἀλεγεινῆς. Μῦθοι δ' εὐδοκίῃ μεμελημένοι ἰθύνοιντο, Καί σευ ἐμῆς κραδίης μελέτη κατεναντίον ὄσσων·
If they have not dominion over me, then shall I be blameless, having washed myself from wickedness and grievous presumption. And may my words, cared for in good pleasure, be directed aright, and the meditation of my heart before Thine eyes;
Αἰὲν ἀλεξητὴρ καὶ ἐπίῤῥοθος ἔπλευ ἐμεῖο.
Ever hast Thou been my defender and helper.
ΨΑΛΜΟΣ ΙΘʹ.
Psalm 19.
Ἐννεακαιδέκατος Δαυΐδου ψαλμὸς ἐτύχθη.
The nineteenth is a psalm of David.
Εὐξαμένῳ Θεὸς ἦμαρ ἀλεξήσειεν ἀνάγκης, Καί σευ Ἰακώβου πρόμαχος Θεὸς ἄφθιτος εἴη. Ἐξ ἁγίου χατέοντι φίλην ὀπάσειεν ἀρωγήν,
As thou prayest, may God ward off the day of constraint, and may the incorruptible God of Jacob be thy champion. From His sanctuary may He bestow dear succour upon thee in thy need,
Notes, col. 1336

On the reading

Printed Ἄναλτος, for Ἄνακτος.

PG 33:1337Read from the page
Ἐκ δ' ἐρατῆς Σιῶνος ἀλεξίκακος πέλας ἔλθοι. Αὐτὸς παντοίης σευ ἐπιμνήσαιτο θυηλῆς, Καὶ σέο καρφομένην θυσίαν πλήσειεν ἀλοιφῆς.
And out of lovely Sion may He draw nigh as an averter of evil. May He Himself remember all thy sacrifice, and fill thy parched offering with fatness.
Πάντα τοι Ἀθάνατος κραδίῃ μεμελημένα ῥέζοι, Πᾶσαν ἀναπλήσειε τεὴν θεοτερπέα βουλήν. Σεῖο φερεζώῳ κραδίην κεχαρησόμεθ' ἀλκῇ· Ἀθανάτῳ πίσυνοι μεγαλαυχέες ἐσσόμεθ' αἰεί. Πάντα τεῶν πλήσειεν ἐναίσιμα δῶρα λιτάων· Νῦν ἐδάην ὡς χριστὸν ἑὸν Θεὸς ἐξεσάωσε·
May the Immortal One perform for thee all the things cared for in thy heart, and fulfil all thy God-pleasing counsel. We will rejoice in heart at Thy life-bringing strength; trusting in the Immortal One, we shall ever glory greatly. May He fulfil all the fitting gifts of thy prayers; now have I known that God hath saved His anointed;
Καί οἱ ἀπ' οὐρανόθεν μεμαὼς καλέοντος ἀκούσει. Κλεινὸν δεξιτερῆς σφετέρης περὶ κάρτεϊ φέγγος. Οἵδε μὲν οὖν ἵπποισι καὶ ἅρμασιν ἐμβεβαῶτες, Ἡμεῖς δ' Ἀθανάτῳ πίσυνοι μεγαλιζόμεθ' αἰεί. Οἵδε πόδας πεπέδηντο, λάθον δ' ἔκπαγλα πεσόντες,
And from heaven He will eagerly hear him when he calleth. Glorious is the light around the might of His right hand. These indeed are mounted upon horses and chariots, but we, trusting in the Immortal One, are ever magnified. These have had their feet fettered, and have fallen terribly unawares,
Ἡμῖν δ' ἐγρομένοις ἰθύνετο πάντα κατ' αἶσαν. Ἄφθιτε, καρτερόθυμον ἀεὶ βασιλῆα σαώσοις. Εἰσαΐοις δ' ὅτε δή σε λιταζόμενοι καλέσαιμεν.
But for us, having arisen, all things have been directed aright according to measure. O Incorruptible One, ever save the stout-hearted king, and hearken whenever we call upon Thee in supplication.
ΨΑΛΜΟΣ Κʹ.
Psalm 20.
Δαυΐδου κλυτὸς οὗτος ἐεικοστὸς πελει ὕμνος.
This glorious twentieth hymn is of David.
Αἰὲν ἄναξ, Ἄχραντε, τεῷ περὶ κάρτεϊ χαίροι, Καὶ σέο γηθήσειεν ἀεὶ κατὰ θυμὸν ἀρωγῇ. Οὕνεκά οἱ ψυχῆς κεχαρισμένον ἦδος ἔδωκας, Εὐχωλὴν δ' ἐτέλεσσας, ἅλις δ' ἕλε χείλεσι καρπόν.
Ever may the king rejoice, O Spotless One, in Thy strength, and ever be glad in soul at Thy succour. Because Thou hast given him the pleasing delight of his soul, and hast fulfilled his vow, and abundantly hath he taken fruit with his lips.
Μειλιχίης προὔτυψας ἐπ' εὐλογίης μιν ἰαίνων· Στέμμα λίθων γεραρῶν κεφαλὴν ἐστέψαο τοῖο· Ῥηΐστην βιοτὴν διζημένῳ ἐγγυάλιξας, Ἤμασι μηκεδανοῖσι διηνεκέως βίον ἕλκειν. Κῦδος ἔχει περίπυστον ἀλεξικάκῳ σέθεν ἀλκῇ· Καί οἱ ὑπερτερίην, καί τι πλέον εὖχος ὀρέξοις. Πάντοτ' ἀτέρμαντον καὶ ἀγήραον ὄλβον ὀπάζοις. Χάρματι δ' εὐφραίνοιτο τεῷ, Μάκαρ, ἀμφὶ προσώπῳ. Ἐλπωρὴν ἀνέθηκε Θεῷ γεραρώτερος ἐσσήν, Ὑψίστου δ' ἐλέῳ πολυθαρσέας ἤρισε πέζας.
Thou didst forestall him with gentle blessings, gladdening him; with a crown of precious stones Thou didst crown his head; when he sought an easy life Thou didst grant it into his hand, to draw out life continually for long days. He hath renowned glory through Thine evil-averting strength; and mayest Thou proffer unto him superiority and yet greater glory. Ever mayest Thou bestow endless and unageing blessedness. And may he be gladdened with joy, O Blessed One, around Thy countenance. The most honoured king hath set his hope in God, and by the mercy of the Most High he hath planted his feet most boldly.
Ἀντιβίοις ἅμα πᾶσι τεὴν ἐπὶ χεῖρα κορύσσοις, Δεξιτερὴ σέο πάντας ἀπεχθαίροντας ἐφεύροι. Σεῖο καταφλεχθεῖεν ὑπ' ὄμμασιν ἶσα καμίνῳ. Ἐν δέ γε τῷ πυρόεντι κότῳ σύμπαντας ἀτύζοις, Καί σφεας ὀλλυμένους δηλήσεται ἀκαμάτη φλόξ. Πάντα μάλ' ἐξολέσειας ἑῆς ἀπὸ καρπὸν ἀρούρης, Καὶ σπόρον αἰνοτόκον μεροπηΐδος ἔκτοθι φύτλης Οὕνεκά σοι βρίσαντες ἐπ' ἄλγεα μυρία θέντο·
Against all Thine adversaries together mayest Thou arm Thy hand, may Thy right hand find out all those who hate Thee. Beneath Thine eyes may they be burned up like a furnace. And in Thy fiery wrath mayest Thou confound them all, and tireless flame shall consume them as they perish. Utterly destroy all their fruit from off their tilth, and their dread-born seed from outside the mortal stock, because pressing heavily against Thee they have laid ten thousand woes upon Thee;
Ἀσταθὲς ἐν στέρνοισιν ἐπεφράσαντο νόημα. Ἀντιβίων τρέψειας ἐλεγχέα νῶτον ἀκωκῆς· Εἴκελον ὧν μεθέηκας ἑὴν τελέσειας ὀπωπήν. Ἀλλ' ἐπιθαρσήσας σθένεϊ μεγαλίζεο, Ποιμήν. Αὐτὰρ ἐγὼ σέο κάρτος ἀοίδιμον ὑμνοπολεύσω.
In their breasts they have devised an unstable counsel. Mayest Thou turn the shameful back of the adversaries with Thy point; like unto those whom Thou hast let go mayest Thou make their countenance. But taking courage in Thy might, be Thou magnified, O Shepherd; and I will celebrate Thy song-renowned strength in hymns.
ΨΑΛΜΟΣ ΚΑʹ.
Psalm 21.
Πρῶτον Δαυΐδος καὶ ἐεικοστον μελος· ᾞσεν δ' ἑῴας ἀντιλήψεως ὕπερ.
The first and twentieth melody of David; and he sang it concerning the morning help.
Δέρκεο, τίπτε, Μάκαρ, μὲ, Μάκαρ, κατὰ πάμπαν ἔλειπες; Τῆλέ μευ ἀμπλακίης ἔπεα ζωῆς ἀπερύκοις.
Look upon me; why, O Blessed One, hast Thou altogether forsaken me, O Blessed One? Far from my transgression mayest Thou keep the words of life.
Notes, col. 1337

On the reading

Printed πελει, for πέλει.

Printed ἐεικοστον, for ἐεικοστὸν.

Printed μελος, for μέλος.

PG 33:1340Read from the page
Πρὸς σὲ, Μάκαρ, βοαασκον, ἐμὴν δ' οὐκ εἴσεαι αὐδὴν· Οὐδὲ μάλ' ἠγνοίησα τεὸν νόον ἐν φρεσὶ νυκτός.
Unto Thee, O Blessed One, I cried aloud, yet Thou wilt not hearken unto my voice; nor was I altogether ignorant of Thy mind within my heart by night.
Ἐν δ' ἁγίῳ ναιεις, κλέος ἄσπετον Ἰσραήλου. Ἡμετέρων πατέρων ἀριδείκετος ἐλπὶς ἐτύχθης, Καί σφεας ἐλπομένους στυγερῶν ἐῤῥύσαο μόχθων. Πρὸς σὲ, Μάκαρ, βοάασκον, ἑῆς δὲ σάωθεν ἀνάγκης,
Yet Thou dwellest in the holy place, the unspeakable glory of Israel. Thou wast the illustrious hope of our fathers, and when they hoped in Thee Thou didst deliver them from hateful toils. Unto Thee, O Blessed One, they cried aloud, and were saved from their distress,
Οὐδέ σευ ἀθανάτης ἀντ' ἐλπίδος αἶσχος ἐφεῦρον. Αὐτὰρ ἐγὼ σκώληξ τε καὶ οὐκ ἄνθρωπος ἐτύχθην, Μῶμος ἐν ἀνθρώποισι, λαῷ δ' ἀποφώλιος ὕβρις.
Nor did they find shame in exchange for Thine immortal hope. But I was made a worm and not a man, a reproach among men, and a vain object of insolence unto the people.
Πανσυδίῃ μ' ἐπέμυξαν, ὅσοι πάρος ἔδρακον ὄσσοις, Χείλεσιν ἐφθέγξαντο, κάρη δ' ὑπέροπλον ἔσεισαν. Εἰς Θεὸν ἐλπωρὴν ἔλαχεν, ῥύσαιτό μιν ἄτης· Ἁρπάζοι κακότητος, εἴ οἱ καταθύμιός ἐστι. Τεκνογόνου κευθμῶνος, Ἄναξ, σύ με λύσαο γαστρός· Ἐλπίδα κικλήσκω σε καὶ ἐν μαζοῖσι τεκούσης· Σοὶ πίσυνος γενόμην μυχὰ νηδύος εἰσέτι ναίων. Αὐτὸς ἐμὸς Θεός ἐσσι φίλης ἐν γαστέρι μητρός. Μή μευ ἀποσταίης, ὅτι μοι πέλας ἦμαρ ἀνάγκης,
With all their might they sneered at me, all who before beheld me with their eyes; they spoke with their lips, and shook their haughty head: He hath obtained hope in God, let Him deliver him from ruin; let Him snatch him out of misery, if he is pleasing unto Him. Out of the child-bearing hollow of the womb, O Lord, Thou didst loose me; I call Thee my hope even upon the breasts of her who bore me; trusting in Thee I came to be while yet dwelling in the recesses of the womb. Thou Thyself art my God in the womb of my dear mother. Depart not from me, because the day of necessity is near unto me,
Οὐδ' ἐπιδευομένῳ μοι ἐπίῤῥοθος ἄλλος ἐτύχθη. Πολλοὶ μὲν κερόεντες ἐκυκλώσαντό με μόσχοι, Ζατρεφέες δ' ἐπὶ τοῖσι περιστιχόωντό με ταῦροι, Ἀμφί μοι ὡρμήθησαν ἑὸν στόμα δεινὰ χανόντες, Οἷα λέων ὀλοὸς βρυχώμενος ἅρπαγι θυμῷ. Ὡς δ' ὕδωρ προχυθὲν κεχέδαστό μευ ὀστέα πάντα· Κηρὸς ὅπως, κραδίη κατετήκετο γαστέρι μέσσῃ Τέρσετο ἠπεδανῷ πανομοίιος ὀστράκῳ ἀλκή. Λαλὶς ἐμεῖο λάρυγγι ἐμεῦ νυ κεκόλληται, Ἐσσήν· Ἐς δὲ τέλος θανάτου με καθελκύσαντες ἔθεντο· Ἑσμὸς ἀπειρέσιός με κυνῶν κυκλώσατο ὄσσοις, Καί με περίστιξε κλισίη κακοεργὸς ἀλιτρῶν. Ἡμετέρους ὤρυξαν ὁμοῦ χεῖράς τε πόδας τε· Ὀστέα δ' ὀφθαλμοῖσιν ἀπηρίθμησαν ἅπαντα.
And when I was in need there was no other helper for me. Many horned calves encircled me, and besides them well-fed bulls ranged themselves around me; they rushed about me gaping terribly with their mouth, like a destructive lion roaring with rapacious spirit. And like water poured forth all my bones were scattered; like wax, my heart melted away in the midst of my belly; my strength dried up altogether like a feeble potsherd. My tongue is now cleaved unto my throat, O King; and dragging me down they have laid me in the dust of death; a boundless swarm of dogs encircled me with their eyes, and an evil-working company of sinners surrounded me. They pierced both my hands and my feet together; and they counted all my bones with their eyes.
Καί με διοπτεύσαντες ἀκηδέα κάλλιπον αὔτως· Ἄπλετα λυσσώοντες ἐμοὺς δάσσαντο χιτῶνας, Καὶ κλήροις πεπάλαχθεν, ὅτις κ' ἐμὰ πέπλα κομίσσοι. Ἀλλ' ἐμέθεν μὴ νόσφιν ἀποπλάγξειας ἀρωγήν. Ἡμέτερον ξίφεος τανυήκεος ἅρπασον ἦτορ· Ῥύσεο μουνογένειαν ἐμὴν κυνὸς ὑβριστῆρος· Εὖ με σάω, Βασιλεῦ, στόματος βλοσυροῖο λέοντος. Ἐξ ὀλοῶν κεράων ῥύσαιό με μουνοκερήων. Σοῦ ὄνομ' ἀγγείλαιμι κασιγνήτοισιν ἐμοῖσι, Καί σε μέσον κλισίης θεοτερπέος ὑμνοπολεύσω. Αἶνον ἀεισάντων ὁπόσοι φρίσσουσιν Ἄνακτα· Σπέρμα δ' Ἰακώβοιο Θεὸν βασιλῆα γεραίροι, Καί μιν ὑποδδείσειεν ἅπας σπόρος Ἰσραήλου. Οὐ γὰρ ὀνοσσάμενος πτωχοῦ πάρος ἔστυγεν εὐχὴν, Οὐδ' ἀπ' ἐμεῦ ἔστρεψεν ἑὴν χαρίεσσαν ὀπωπήν· Ἀλλά ἑ κικλήσκοντος ἐμῶν ἐπάκουσε λιτάων. Ἐκ σέθεν αἶνος ἐμὸς μεγάλην μεθ' ὁμήγυριν ἀνδρῶν· Εὐσεβέων κατέναντι φίλας τίσαιμι θυηλάς. Δαισάμενοι χατέοντες ἑὸν πλησαίατο θυμόν· Ποιμένα δ' αἰνήσουσι θεουδέες ἄφθιτον ἄνδρες· Αὐτῶν θυμὸς ὄναιτο διηνεκέως βιότοιο.
And having stared upon me they left me thus uncared for; raging immensely they divided my tunics, and cast lots as to who should carry off my robes. But turn not Thy help far away from me. Snatch my heart from the long-edged sword; deliver my solitaire soul from the insolent dog; save me well, O King, from the mouth of the grim lion. Rescue me from the destructive horns of the unicorns. May I declare Thy name unto my brethren, and hymn Thee in the midst of the God-delighting assembly. Let all who tremble before the Lord sing praise; and let the seed of Jacob honour God the King, and let all the offspring of Israel stand in awe of Him. For He did not despise nor abhor the prayer of the poor man heretofore, nor did He turn His gracious countenance away from me; but when I called upon Him He hearkened unto my supplications. From Thee is my praise among the great assembly of men; before the godly may I pay my dear vows. Having feasted, may the needy fill their soul; and God-fearing men shall praise the imperishable Shepherd; may their soul have profit of life continually.
Notes, col. 1340

On the reading

Printed βοαασκον, for βοάασκον.

Printed ναιεις, for ναίεις.

PG 33:1341Read from the page
Ἀθανάτου μνήσαιντο παλινορομα πείρατα γαίης, Καί μιν γουνάσσονται ἐνωπαδὸν ἔθνεα πάντα. Θείη κοιρανίη, καὶ ἄναξ Θεὸς ἔπλετο δήμων. Δαισάμενοι λιτάνευσαν ἀριπρεπέες χθονὸς ἄνδρες· Ἄντα ἑ γουνάσσονται ὅσοι χθονὸς ἔρχατ' ἔνερθεν. Ζῇ δ' οἱ θυμὸς ἐμὸς, φῦλον δέ μευ αὐτῷ ἔριθον.
May the ends of the earth remember the Immortal One and return, and all nations shall supplicate Him openly before His face. Divine is the sovereignty, and God is King of the peoples. Having feasted, the illustrious men of the earth made supplication; before Him shall all who go down beneath the earth bow the knee. And my soul liveth unto Him, and my race shall serve Him.
Ὀψιγόνων τάδε φῦλα Θεῷ φρασάτω βασιλῆι. Οὐρανοὶ εὐδικίην ἀγαθὴν ἐρέουσι Θεοῖο Λαῷ ἀεξομένῳ, τὸν ἀγήραος ἔκτισεν Ἐσσήν.
Let the tribes of posterity declare these things unto God the King. The heavens shall tell forth the good righteousness of God unto a people that shall be born, whom the ageless King hath created.
ΨΑΛΜΟΣ ΚΒʹ.
Psalm 22.
Εἰκοστὸν ἡδὺ δεύτερόν τε μέλπεται, Τῷ καλλινίκῳ τοῦτο Δαυΐδῳ μέλος.
The sweet two-and-twentieth song is sung, this melody unto the gloriously triumphant David.
Οὔ τινος Ἀθάνατός μ' ἐπιδευέα πάγχυ νομεύων, Εὖ γε παρὰ χλοάοντι κατεστηρίξατο χώρῳ· Θυμὸν ὑπ' ὀλβίστοις ἀμπαύματος ὕδασι φέρβεν. Ἐξ ὀλιγηπελίης παλινάγρετον ἦτορ ἔγειρε· Πρὸς δὲ δικαιοσύνης ἱερὰς ἴθυνεν ἀταρποὺς, Εἵνεκεν ἀθανάτοιο μεγασθενέος Βασιλῆος. Εἰ γάρ κεν θανάτοιο μέσον σκιόεντος ὁδεύσω, Οὔ κεν ὑποδδείσαιμι τεῇ περιθάρσυνος ἀλκῇ. Σκῆπτρόν σευ ῥοπαλόν τε παραιφασίην φρενὸς ἔσχον.
The Immortal One shepherding me altogether in want of nothing, hath established me well beside a verdant place; He nourished my soul beside the most blessed waters of rest. Out of faintness He raised up my restored heart; and He guided me unto the sacred paths of righteousness, for the sake of the immortal, mighty King. For even if I journey through the midst of shadowy death, I shall not fear, being exceedingly bold in Thy strength. Thy rod and Thy staff I had as the consolation of my mind.
Ἀθανάτην μοι, Ἄναξ, παρεθήκαο σεῖο τράπεζαν, Ῥιγεδανῶν βρίθουσαν ἐμῶν κατ' ἐναντίον ἐχθρῶν. Νωιτέρην ἀγαθῷ κεφαλὴν πίηνας ἐλαίῳ· Οἷάπερ εὐφροσύνης σέο μοι δέπας ἔμπεδον ἔστω. Σεῖο διηνεκέως ἐλεημοσύνη με διώκοι, Ἤμασι μηκεδανοῖσι Θεοῦ ναίοντα μέλαθρα.
Thou hast set before me, O Lord, Thine immortal table, laden abundantly over against my dreadful foes. Thou hast fattened our head with good oil; and as it were let Thy cup of gladness be steadfast for me. May Thy mercy pursue me continually, dwelling in the halls of God for long days.
ΨΑΛΜΟΣ ΚΓʹ.
Psalm 23.
Πρὸς κλεινὸν ἦμαρ Σαββάτου πρῶτον, μέλος Δαυΐδος ἠλάλαξεν εἰκοστὸν τρίτον.
For the glorious first day of the week, David raised the shout of the three-and-twentieth song.
Χθὼν Βασιλῆος ἔφυ, καὶ ὅσος χθονὸς ἔπλετο κόσμος, Ἄστεα, καὶ ξύμπαντες ὅσοι περιναιετάουσιν. Αὐτός μιν κατένασσεν ἐπ' ἀτρυγέτοιο θαλάσσης, Καὶ ποταμῶν καθύπερθεν ἑῇ τεχνήσατο βουλῇ. Τίς βροτέης γενεῆς ἐπιβήσεται οὔρεϊ θείῳ;
The earth is the King's, and all the adornment of the earth that is, the cities, and all who dwell around. He Himself settled it upon the barren sea, and fashioned it above the rivers by His counsel. Who of mortal race shall ascend unto the divine mountain?
Ἢ τίς ἐπ' εὐαγέος δαπέδου φίλον ἴχνος ἐρείσει; Ὅς καθαρὰς παλάμας κραδίην τ' ἄχραντον ἔχῃσιν, Οὔποτε μαψιδίοισιν ἑὸν θυμὸν ἠπεροπεύσας, Οὐδ' ὅρκον δολόεντα φίλῳ παρὰ μοῖραν ὀμόσσας·
Or who shall plant his dear footstep upon the holy floor? He who hath clean hands and an undefiled heart, having never deceived his own soul with vanities, nor sworn a deceitful oath unto his friend contrary to what is right;
Οὗτος ὑπ' ἀθανάτοιο κομίσσεται αἶνον Ἄνακτος· Θεσπεσίην δ' ἐλεητὴν ἄφαρ Σωτῆρος ἐφεύροι.
This man shall receive praise from the immortal Lord; and straightway may he find divine mercy from the Saviour.
Ἥδε Θεὸν βασιλῆα βροτῶν ποθέουσα γενέθλη, Ἐλδομένη Θεὸν αὐτὸν Ἰακώβοιο νοῆσαι. Ὑμέων αἶψα πύλας ἀναείρατε, ἡγεμονῆες, Εὖ δ' ἀναπεπτάσθων πυλέων ἄῤῥηκτοι ὀχῆες· Ὥς κέν γ' εὐκλείης βεβαὼς παρελεύσεται Ἐσσήν. Τίς ὅδε δ' εὐκλείης Βασιλεὺς ἄχραντος ἐτύχθη; Ἀθάνατος σθεναρός τε, καὶ ἀπροτίοπτος ἐρωῇ, Ἀθάνατος, μενέχαρμος, ἀεὶ περὶ κάρτεϊ γαίων· Ὑμέων αἶψα πύλας ἀναείρατε, ἡγεμονῆες, Εὖ δ' ἀναπεπτάσθων πυλέων ἄῤῥηκτοι ὀχῆες· Ὥς κέν γ' εὐκλείης μεμαὼς παρελεύσεται Ἐσσήν,
This is the generation of mortals that yearneth for God the King, longing to behold the very God of Jacob. Lift up your gates straightway, O ye princes, and let the unbreakable bars of the gates be flung wide open; that so the King of glory may stride in and pass through. And Who is this undefiled King of glory? The Immortal One, both strong and irresistible in onset, the Immortal One, steadfast in battle, ever exulting in might; lift up your gates straightway, O ye princes, and let the unbreakable bars of the gates be flung wide open; that so the King of glory may eagerly pass through,
Notes, col. 1341

On the reading

Printed παλινορομα, for παλίνορμα.