Migne Reading Room

PG 32 · cols. 952–961 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:952Read from the page
τῶν Χριστιανῶν προσηγορίαν ἐμπολιτεύσασθαι. Καὶ τέτμηται μὲν ἡ αἵρεσις πρὸς τὴν ὀρθοδοξίαν· τέτμηται δὲ καὶ αὐτὴ πρὸς ἑαυτὴν ἡ ὀρθότης. Ἡμεῖς δὲ, ἐπειδὴ καὶ ὁ πρῶτος παρῥησιασάμενος ὑπὲρ τῆς ἀληθείας, καὶ τὸν καλὸν ἐκεῖνον διαθλήσας ἀγῶνα ἐπὶ τῶν καιρῶν Κωνσταντίου, ὁ αἰδεσιμώτατος Μελέτιός ἐστιν ὁ ἐπίσκοπος, καὶ ἔσχεν αὐτὸν ἡ ἐμὴ Ἐκκλησία κοινωνικὸν, ὑπεραγαπήσασα αὐτὸν διὰ τὴν καρτερὰν ἐκείνην καὶ ἀνένδοτον ἔνστασιν· ἔχομεν αὐτὸν κοινωνικὸν μέχρι τοῦ νῦν τῇ τοῦ Θεοῦ χάριτι, καὶ ἕξομέν γε, ἐὰν ὁ Θεὸς θέλῃ. Ἐπεὶ καὶ ὁ μακαριώτατος πάπας Ἀθανάσιος, ἐπιστὰς ἀπὸ Ἀλεξανδρείας, πάνυ ἐβούλετο αὐτῷ τὴν πρὸς αὐτὸν κοινωνίαν καταπραχθῆναι· ἀλλὰ κακίᾳ συμβούλων εἰς ἕτερον καιρὸν ὑπερετέθη αὐτῶν ἡ συνάφεια· ὡς οὐκ ὤφειλε! Τῶν δὲ τελευταῖον ἐπεισελθόντων οὐδενὸς οὐδέπω τὴν κοινωνίαν προσηκάμεθα· οὐκ ἐκείνους κρίνοντες ἀναξίους, ἀλλὰ μηδὲν ἔχοντες τούτου καταγινώσκειν. Καίτοι πολλὰ μὲν ἠκούσαμεν περὶ τῶν ἀδελφῶν, ἀλλ' οὐ προσηκάμεθα, διὰ τὸ μὴ ἀντικαταστῆναι τοῖς κατηγόροις τοὺς ἐγκαλουμένους κατὰ τὸ γεγραμμένον, ὅτι Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ πρῶτον αὐτοῦ ἀκούσῃ, καὶ γνῷ τί ποιεῖ. Ὥστε οὔπω δυνάμεθα αὐτοῖς ἐπιστέλλειν, τιμιώτατε ἀδελφὲ, οὔτε ἀναγκάζεσθαι εἰς τοῦτο ὀφείλομεν. Πρέπον δ' ἂν εἴη τῇ εἰρηνικῇ σου προθέσει μὴ τὸ μὲν συνάπτειν, τὸ δὲ διασπᾷν, ἀλλὰ τῇ προϋπαρχούσῃ ἑνώσει τὰ κεχωρισμένα προσάγειν. Ὥστε πρῶτον μὲν εὖξαι, ἔπειτα καὶ, ὅση δύναμις, παρακάλεσον, ῥίψαντας αὐτοὺς ἐκ τῶν ψυχῶν τὸ φιλότιμον, καὶ ὑπὲρ τοῦ ἀποδοῦναι τὴν ἰσχὺν τῇ Ἐκκλησίᾳ, καὶ καθελεῖν τὸ φρύαγμα τῶν ἐχθρῶν, συμβῆναι αὐτοὺς πρὸς ἀλλήλους. Ἱκανῶς δέ μου κἀκεῖνο τὴν ψυχὴν παρεκάλεσε, τὸ προστεθὲν παρὰ τῆς σῆς ἀκριβείας τοῖς λοιποῖς καλῶς καὶ ἀκριβῶς θεολογηθεῖσι· τὸ τρεῖς ἀναγκαῖον εἶναι τὰς ὑποστάσεις ὁμολογεῖν. Ὥστε τοῦτο καὶ οἱ κατὰ Ἀντιόχειαν ἀδελφοὶ διδασκέσθωσαν παρὰ σοῦ· πάντως δέ που καὶ ἐδιδάχθησαν. Οὐ γὰρ ἂν εἵλου δηλονότι τὴν πρὸς αὐτοὺς κοινωνίαν, μὴ τοῦτο αὐτῶν μάλιστα τὸ μέρος ἀσφαλισάμενος.
appellation of Christians become naturalized among them. And heresy indeed has been split off over against orthodoxy; and rightness itself has also been split against itself. Yet as for us, since the one who first spoke out boldly on behalf of the truth, and contended through that noble contest in the times of Constantius, is the most venerable Bishop Meletius, and my Church held him in communion, having loved him exceedingly on account of that steadfast and unyielding firmness; we hold him in communion up to the present by the grace of God, and we shall indeed hold him so, if God wills. Since even the most blessed Pope Athanasius, when he arrived from Alexandria, very much wished that communion with him should be brought about for himself; yet through the malice of advisers their union was put off to another season; would that it had not been so! Of those who entered in afterwards last of all, we have not yet accepted the communion of any one; not judging those men unworthy, but having nothing for which to condemn this man. And yet we heard many things concerning the brothers, but we did not accept them, because the accused did not stand face to face with their accusers in accordance with what is written, Does our law judge a man, unless it first hear from him and know what he does? (John 7:51). So we are not yet able to write to them, most honoured brother, nor ought we to be compelled to this. Rather, it would be fitting for your peaceful purpose not to join one part together while tearing another apart, but to bring the separated parts to the union that existed before. Therefore first indeed pray, and next also exhort with all your strength, that casting ambition out of their souls, both in order to restore strength to the Church and to bring down the arrogance of the enemies, they may come to terms with one another. And that point also sufficiently comforted my soul, which was added by your exactness to the other matters nobly and accurately treated in theology: that it is necessary to confess three hypostases. Let the brothers at Antioch also, therefore, be taught this by you; though doubtless they have indeed been taught it. For plainly you would not have chosen communion with them had you not secured this point above all from them.
4. Τὸ δὲ τῶν Μαγουσαίων ἔθνος (ὅπερ διὰ τῆς ἑτέρας ἐπιστολῆς σημῆναι ἡμῖν κατηξίωσας) πολύ ἐστι παρ' ἡμῖν κατὰ πᾶσαν σχεδὸν τὴν χώραν διεσπαρμένον, ἀποίκων τὸ παλαιὸν ἐκ τῆς Βαβυλωνίας ἡμῖν ἐπεισαχθέντων. Οἳ ἔθεσιν ἰδιάζουσι κέχρηνται, ἄμικτοι ὄντες πρὸς τοὺς ἄλλους ἀνθρώπους· λόγῳ δὲ πρὸς αὐτοὺς κεχρῆσθαι, καθό
4. As for the nation of the Magusaeans (which you deigned to point out to us through your other letter), it is numerous among us, scattered throughout almost the whole country, settlers having been brought in among us in ancient times from Babylonia. These follow customs peculiar to themselves, not mingling with other men; and to use reason with them, inasmuch as
PG 32:953Read from the page
εἰσιν ἐζωγρημένοι ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα, παντελῶς ἐστιν ἀδύνατον. Οὔτε γὰρ βιβλία ἔστι παρ' αὐτοῖς, οὔτε διδάσκαλοι δογμάτων, ἀλλὰ ἔθει ἀλόγῳ συντρέφονται, παῖς παρὰ πατρὸς διαδεχόμενοι τὴν ἀσέβειαν. Ἐκτὸς δὴ τούτων, ἃ ὑπὸ πάντων ὁρᾶται, τὴν ζωοθυσίαν παραιτοῦνται ὡς μίασμα, δι' ἀλλοτρίων χειρῶν τὰ πρὸς τὴν χρείαν ζῶα κατασφάττοντες· γάμοις ἐπιμαίνονται παρανόμοις· καὶ τὸ πῦρ ἡγοῦνται θεόν· καὶ εἴ τι τοιοῦτο. Τὰς δὲ ἐκ τοῦ Ἀβραὰμ γενεαλογίας οὐδεὶς ἡμῖν μέχρι τοῦ παρόντος τῶν μάγων ἐμυθολόγησεν· ἀλλὰ Ζαρνοῦάν τινα ἑαυτοῖς ἀρχηγὸν τοῦ γένους ἐπιφημίζουσι. Διόπερ οὐδὲν ἔχω πλέον ἐπιστέλλειν ὑπὲρ αὐτῶν τῇ τιμιότητί σου.
they have been taken captive by the devil to do his will, is altogether impossible. For neither are there books among them, nor teachers of doctrines, but they are reared up in an irrational custom, child receiving ungodliness in succession from father. Apart indeed from these things, which are seen by all, they shun the sacrificing of animals as a pollution, slaughtering the animals needed for use by other men's hands; they rave after unlawful marriages; and they reckon fire to be a god; and whatever else is of such a kind. And up to the present none of the Magi has told us fables of genealogies from Abraham; rather, they ascribe to themselves a certain Zarnuas as founder of their race. Wherefore I have nothing further to write concerning them to your honour.
ΕΠΙΣΤΟΛΗ ΣΝΘʹ.
Letter 259.
Παλλαδίῳ καὶ Ἰννοκεντίῳ μονάζουσιν.
To the Monks Palladius and Innocent.
Ἐγὼ πόσον μὲν ὑμᾶς ἀγαπῶ, εἰκάζειν ὀφείλετε ἐξ ὧν ἡμᾶς αὐτοὶ ἀγαπᾶτε. Καὶ εἰρήνης μὲν ἐπεθύμησα ἀεὶ γενέσθαι βραβευτὴς, ἀποτυγχάνων δὲ λυποῦμαι μέν. Πῶς γὰρ οὔ; Οὐ μὴν ἐχθραίνειν δύναμαί τισι τούτου γε ἕνεκεν, εἰδὼς, ὅτι πάλαι ἀφ' ἡμῶν ἤρθη τὸ τῆς εἰρήνης καλόν. Εἰ δὲ παρ' ἄλλοις ἡ αἰτία τῆς διαστάσεως, παράσχοι Κύριος παύσασθαι τοὺς τὰς διχοστασίας ποιοῦντας. Οὐ μέντοι οὐδὲ ἐπιζητῶ συνεχῆ ὑμῶν τὴν ἐπιδημίαν· ὥστε τούτου ἕνεκεν μηδὲ ἀπολογεῖσθαί μοι. Οἶδα γὰρ, ὅτι ἄνδρες τὸν πεπονημένον προελόμενοι βίον, καὶ ἀεὶ διὰ τῶν χειρῶν ἑαυτοῖς τὰ ἀναγκαῖα συμποριζόμενοι, πολὺν ἀποδημεῖν χρόνον τῶν ἰδίων οὐ δύνανται. Ἀλλ' ὅπουπερ ἂν ἦτε, μέμνησθε ἡμῶν· καὶ προσεύχεσθε ὑπὲρ ἡμῶν, ἵνα αὐτοὶ γοῦν πρὸς ἑαυτοὺς εἰρήνην ἔχωμεν καὶ πρὸς τὸν Θεὸν, μηδεμιᾶς τοῖς λογισμοῖς ἡμῶν ταραχῆς ἐνοικούσης.
How much I love you, you ought to infer from how much you yourselves love us. And I have always desired to become an arbiter of peace, and in failing of it I am indeed grieved. For how could I not be? Yet I cannot bear enmity towards anyone on this account at least, knowing that the good of peace was taken away from us long ago. And if the cause of the division lies with others, may the Lord grant that those who make dissensions may cease. Nor indeed do I require continual visits from you; so do not even make excuses to me on this account. For I know that men who have chosen the life of toil, and who always provide necessities for themselves by their own hands, are not able to be away from their own places for a long time. But wherever you may be, remember us; and pray on our behalf, so that we ourselves at least may have peace with ourselves and with God, with no disturbance dwelling within our thoughts.
ΕΠΙΣΤΟΛΗ ΣΞʹ.
Letter 260.
Ὀπτίμῳ ἐπισκόπῳ.
To Bishop Optimus.
1. Καὶ ἄλλως μὲν ἡδέως ὁρῶν τοὺς ἀγαθοὺς
1. Even otherwise taking pleasure in seeing good
PG 32:956Read from the page
παῖδας διά τε τὸ ὑπὲρ τὴν ἡλικίαν τῶν ἠθῶν εὐσταθὲς καὶ διὰ τὸ πρὸς τὴν σὴν εὐλάβειαν οἰκεῖον, ἀφ' οὗ τι καὶ μέγα προσδοκᾷν ἔστιν ἐπ' αὐτοῖς· ἐπειδὴ καὶ μετὰ γραμμάτων σῶν εἶδον αὐτοὺς προσιόντας μοι, ἐδιπλασίασα τὸ ἐπ' αὐτοῖς φίλτρον. Ὅτε δὲ ἀνέγνων τὴν ἐπιστολὴν, καὶ εἶδον ἐν αὐτῇ ὁμοῦ μὲν τὸ περὶ τὰς Ἐκκλησίας προνοητικὸν τῆς σῆς διαθέσεως, ὁμοῦ δὲ τὸ περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐπιμελὲς, ηὐχαρίστησα τῷ Κυρίῳ, καὶ ἐπηυξάμην τὰ ἀγαθὰ τοῖς τὰ τοιαῦτα ἡμῖν διακομίζουσι γράμματα, καὶ πρό γε αὐτῶν αὐτῷ τῷ γράψαντι ἡμῖν.
children, both on account of the steadiness of their manners beyond their age and on account of their kinship to your reverence, from which one may also expect something great in them; when I saw them coming to me with your letters as well, I doubled my affection for them. And when I read the letter, and saw in it at once the provident care of your disposition concerning the Churches, and at once your diligence in the reading of the divine Scriptures, I gave thanks to the Lord, and prayed for good things upon those who brought such letters to us, and before them upon the very one who wrote to us.
2. Ἐπεζήτησας τὸ πολυθρύλλητον ἐκεῖνο, καὶ παρὰ πᾶσιν ἄνω καὶ κάτω περιφερόμενον ῥητὸν, τίνα τὴν λύσιν ἔχει· τὸ, Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. Διὰ τούτου δὲ τέως μὲν αὐτὸς σεαυτὸν συνέστησας, τὸ τοῦ Τιμοθέου, ὃ παρέδωκεν αὐτῷ Παῦλος, ἀκριβῶς φυλάττοντα (δῆλος γὰρ εἶ προσέχων τῇ ἀναγνώσει)· ἔπειτα καὶ ἡμᾶς τοὺς γέροντας, καὶ νεναρκηκότας ἤδη καὶ τῷ χρόνῳ καὶ τῇ ἀσθενείᾳ τοῦ σώματος, καὶ τῷ πλήθει τῶν θλίψεων, αἳ πολλαὶ νῦν περὶ ἡμᾶς κινηθεῖσαι ἐβάρησαν ἡμῶν τὴν ζωὴν, ὅμως διανέστησας, καὶ ζέων τῷ πνεύματι κατεψυγμένους ἡμᾶς, ὡς τὰ φωλεύοντα τῶν ζώων, εἰς ἐγρήγορσιν μετρίαν καὶ ζωτικὴν ἐνέργειαν ἐπανάγεις. Ἔστι δ' οὖν τὸ ῥητὸν καὶ ἁπλῶς οὕτω νοηθῆναι δυνάμενον, καὶ ποικίλον ἐπιδέξασθαι λόγον. Ἡ μὲν οὖν ἁπλουστέρα καὶ παντὶ δυναμένη ἐκ τοῦ προχείρου παραστῆναι διάνοια αὕτη ἐστίν· ὅτι δεῖ τὸν Κάϊν ἑπταπλασίονα ἀποδοῦναι τὴν τιμωρίαν ὑπὲρ ὧν ἥμαρτεν. Οὐ γάρ ἐστι δικαίου κριτοῦ ἴσας πρὸς ἴσας ὁρίζειν τὰς ἀντιδόσεις· ἀλλ' ἀνάγκη, τὸν κατάρξαντα κακοῦ μετὰ προσθήκης ἀποτίσαι τὰ ὀφειλόμενα, εἰ μέλλοι αὐτός τε βελτίων ταῖς τιμωρίαις γενήσεσθαι, καὶ τοὺς λοιποὺς σωφρονεστέρους ποιήσειν τῷ ὑποδείγματι. Οὐκοῦν, ἐπειδὴ τέτακται ἑπτάκις ἀποπληρῶσαι τὴν δίκην τῶν ἡμαρτημένων τὸν Κάϊν, παραλύσει, φησὶ, τοῦτο τὸ ὑπὸ τῆς θείας κρίσεως ἐπ' αὐτῷ δεδογμένον, ὁ ἀποκτείνας αὐτόν. Οὗτός ἐστιν ὁ νοῦς ὁ ἐντεῦθεν ἀπὸ τῆς πρώτης ἀναγνώσεως ἡμῖν προσπίπτων.
2. You inquired what solution that much-talked-of saying has, which is carried about up and down among all: Every one that slays Cain shall loose seven vengeances (Gen. 4:15). Through this inquiry you have in the meantime commended yourself as one keeping accurately the precept of Timothy which Paul delivered to him (for you are plainly giving heed to reading (1 Tim. 4:13)); and next, even us who are old men, and have already grown numb both with time and with bodily weakness, and with the multitude of afflictions, which having been stirred up in great number around us now have weighed down our life, you have nevertheless roused up, and being fervent in spirit you bring us back, chilled as we are like animals that lurk in dens, to moderate wakefulness and vital activity. Now the saying is able both to be understood simply as it stands, and to admit of a manifold explanation. The simpler meaning, then, which can readily occur to anyone offhand, is this: that Cain must pay back a sevenfold punishment for the sins he committed. For it does not belong to a righteous judge to appoint equal requitals for equal deeds; rather, it is necessary that the one who began an evil should pay what is owed with an addition, if both he himself is to become better through the punishments, and is to make the rest more prudent by the example. Therefore, since it has been ordained that Cain should fulfil seven times the penalty for his sins, he who slays him will loose, it says, this decree passed upon him by the divine judgement. This is the sense that strikes us directly from the first reading.
3. Ἐπειδὴ δὲ ἐρευνᾷν πέφυκε τὰ βάθη τῶν φιλοπονωτέρων ἡ διάνοια, ἐπιζητεῖ, τὸ δίκαιον πῶς ἐν τῷ ἑπτάκις ἀποπληροῦται, καὶ τί τὰ ἐκδικούμενα, πότερον τὰ ἁμαρτηθέντα ἑπτά ἐστιν, ἢ ἓν μὲν τὸ ἁμάρτημα, ἑπτὰ δὲ ἐπὶ τῷ ἑνὶ αἱ κολάσεις; Ἀεὶ μὲν οὖν ἡ Γραφὴ τὸν τῆς ἀφέσεως τῶν ἁμαρτημάτων ἀριθμὸν ἐν τοῖς ἑπτὰ περιορίζει. Ποσάκις, φησὶν, ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ
3. Yet since the mind of the more industrious is by nature wont to search the depths, it seeks out how justice is fulfilled in the seven times, and what the things avenged are, whether the sins committed are seven, or whether the sin is one, while the punishments upon the one sin are seven? Now Scripture always bounds the number of the forgiveness of sins within seven. How many times, he says, shall my brother sin against me, and
PG 32:957Read from the page
ἀφήσω αὐτῷ; (Ὁ Πέτρος ἐστὶ λέγων τῷ Κυρίῳ.) Ἕως ἑπτάκις; Εἶτα ἀπόκρισις τοῦ Κυρίου· Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά. Οὐ γὰρ ἐπ' ἄλλον ἀριθμὸν μετέβη ὁ Κύριος, ἀλλὰ τὸν ἑπτὰ πολυπλασιάσας, ἐν αὐτῷ τὸν ὅρον ἔθετο τῆς ἀφέσεως. Καὶ δι' ἑπτὰ μὲν ἐτῶν ὁ Ἑβραῖος ἀπελύετο τῆς δουλείας· ἑπτὰ δὲ ἑβδομάδες ἐτῶν τὸν ὀνομαστὸν ιωβηλαῖον ἐποίουν ἐν τοῖς πάλαι, ἐν ᾧ ἐσαββάτιζε μὲν ἡ γῆ, χρεῶν δὲ ἦσαν ἀποκοπαὶ, δουλείας ἀπαλλαγὴ, καὶ οἱονεὶ νέος ἄνωθεν καθίστατο βίος, ἐν τῷ ἑβδοματικῷ ἀριθμῷ τοῦ παλαιοῦ τρόπον τινὰ τὴν συντέλειαν δεχομένου. Ταῦτα δὲ τύποι τοῦ αἰῶνος τούτου, ὃς διὰ τῶν ἑπτὰ ἡμερῶν ἀνακυκλούμενος ἡμᾶς παρατρέχει· ἐν ᾧ γίνονται αἱ τῶν μετριωτέρων ἁμαρτημάτων ἐκτίσεις, κατὰ τὴν φιλάνθρωπον ἐπιμέλειαν τοῦ ἀγαθοῦ Δεσπότου, ὡς μὴ τῷ ἀπεράντῳ αἰῶνι παραδοθῆναι ἡμᾶς εἰς κόλασιν. Τὸ μὲν οὖν ἑπτάκις διὰ τὴν πρὸς τὸν κόσμον τοῦτον συγγένειαν, ὡς τῶν φιλοκόσμων ἀνθρώπων ἀπ' αὐτῶν ὀφειλόντων μάλιστα ζημιοῦσθαι, ὧν ἕνεκεν εἵλοντο πονηρεύεσθαι. Ἐκδικούμενα δὲ, εἴτε τὰ παρὰ τοῦ Κάϊν ἡμαρτημένα λέγοις, εὑρήσεις ἑπτά· εἴτε τὰ παρὰ τοῦ κριτοῦ ἐπ' αὐτῷ ἐπαχθέντα, καὶ οὕτως οὐκ ἀποτεύξῃ τῆς ἐννοίας. Ἐν μὲν οὖν τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμήσει τοῦ Ἄβελ· δεύτερον δόλος, μεθ' οὗ διελέχθη τῷ ἀδελφῷ, εἰπών· Διέλθωμεν εἰς τὸ πεδίον· τρίτον φόνος, προσθήκη τοῦ κακοῦ· τέταρτον, ὅτι καὶ ἀδελφοῦ φόνος, μείζων ἡ ἐπίτασις· πέμπτον, ὅτι καὶ πρῶτος φονεὺς ὁ Κάϊν, πονηρὸν ὑπόδειγμα τῷ βίῳ καταλιπών· ἕκτον ἀδίκημα, ὅτι γονεῦσι πένθος ἐποίησεν· ἕβδομον, ὅτι Θεῷ ἐψεύσατο· ἐρωτηθεὶς γὰρ, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; εἶπεν, Οὐκ οἶδα. Ἑπτὰ οὖν τὰ ἐκδικούμενα παρελύετο ἐν τῷ ἀναιρεθῆναι τὸν Κάϊν. Ἐπειδὴ γὰρ εἶπεν ὁ Κύριος, ὅτι Ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου· καὶ, Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· ὁ Κάϊν φησίν· Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς· καὶ πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. Πρὸς δὲ τοῦτο ὁ Κύριός φησιν· Οὐχ οὕτω· πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. Ἐπειδὴ γὰρ ἐνόμισεν εὐάλωτος εἶναι παντὶ ὁ Κάϊν, διὰ τὸ τὴν ἐπὶ τῆς γῆς ἀσφάλειαν μὴ ἔχειν (ἐπικατάρατος γὰρ ἡ γῆ ἀπ' αὐτοῦ), καὶ τῆς ἀπὸ Θεοῦ βοηθείας ἠρημῶσθαι, ὀργισθέντος
shall I forgive him? (It is Peter speaking to the Lord.) Until seven times? Then comes the answer of the Lord: I say not to you until seven times, but until seventy times seven (Matt. 18:21-22). For the Lord did not pass over to another number, but multiplying seven, He set within it the limit of forgiveness. And after seven years the Hebrew was released from servitude (Deut. 15:12); and seven weeks of years made the renowned jubilee among the ancients, in which the land kept sabbath, and there were cancellations of debts, release from servitude, and life was established anew as it were from the beginning, the old life receiving in a manner its consummation in the hebdomadic number (Lev. 25:4-15). And these things are types of this age, which revolving through the seven days runs past us; in which the penalties of more moderate sins are paid off, according to the loving care of the good Master, so that we may not be handed over for punishment to the endless age. The seven times, then, is on account of kinship with this world, inasmuch as world-loving men ought to be penalized most of all from those very things for the sake of which they chose to act wickedly. And as for the things avenged, whether you should call them the sins committed by Cain, you will find seven; or whether the penalties brought upon him by the Judge, even so you will not miss the meaning. Among the deeds dared by Cain, then, the first sin is envy at the preference shown to Abel; the second is guile, wherewith he conversed with his brother, saying: Let us go out into the plain (Gen. 4:8); the third is murder, an addition to the evil; the fourth, that it was also the murder of a brother, a greater intensification; the fifth, that Cain was also the first murderer, leaving a wicked example behind to life; the sixth wrong, that he caused mourning to his parents; the seventh, that he lied to God; for when he was asked, Where is Abel your brother? he said, I do not know (Gen. 4:9). Seven things avenged, therefore, would have been loosed in the slaying of Cain. For since the Lord said, Cursed is the earth, which opened its mouth to receive the blood of your brother; and, Groaning and trembling shall you be upon the earth (Gen. 4:11-12); Cain says: If Thou castest me out today from the earth, from Thy face also shall I be hidden, and I shall be groaning and trembling upon the earth; and every one that finds me will slay me (Gen. 4:14). And to this the Lord says: Not so; every one that slays Cain shall loose seven vengeances (Gen. 4:15). For since Cain supposed that he was easy prey for anyone, both because he did not have safety upon the earth (for the earth was cursed away from him), and because he was bereft of help from God, Who was angered
Notes, col. 957

On the reading

Printed ιωβηλαῖον, for ἰωβηλαῖον.

PG 32:960Read from the page
αὐτῷ ἐπὶ τῷ φόνῳ, ὡς οὔτε ἀπὸ γῆς, οὔτε ἀπ' οὐρανοῦ ἀντιλήψεως αὐτῷ λειπομένης· Ἔσται, φησὶ, πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με· ἐλέγχει αὐτοῦ τὸ σφάλμα ὁ λόγος λέγων, Οὐχ οὕτω, τουτέστιν, οὐκ ἀναιρεθήσῃ. Κέρδος γὰρ τοῖς κολαζομένοις ὁ θάνατος, ἀπαλλαγὴν φέρων τῶν λυπηρῶν. Ἀλλὰ παραταθήσῃ τῷ βίῳ, ἵνα κατ' ἀξίαν τῶν ἡμαρτημένων ἀντιμετρηθῇ σοι τὰ κολαστήρια. Ἐπειδὴ δὲ τὸ ἐκδικούμενον διχῶς νοεῖται, τό τε ἁμαρ-
with him over the murder, so that no help was left to him either from earth or from heaven: Every one that findeth me, he says, shall slay me; the word refutes his error, saying, Not so, that is, you shall not be slain. For death is a gain to those who are punished, bringing a release from sorrows. But you shall be prolonged in life, so that punishments may be measured back to you according to the desert of your sins. And since that which is avenged is understood in two ways, both the sin
4. Τὰ μὲν οὖν ἑπτὰ ἁμαρτήματα τοῦ Κάϊν ἐν τοῖς κατόπιν ὁ λόγος ἀπηριθμήσατο. Νῦν δὲ ζητοῦμεν εἰ ἑπτά ἐστι τὰ εἰς κόλασιν αὐτῷ ἐπαγόμενα, καὶ φαμεν οὕτως. Μετὰ τὴν πεῦσιν τοῦ Κυρίου, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ἣν οὐχὶ μαθεῖν βουλόμενος, ἀλλὰ μετανοίας αὐτῷ ἀφορμὴν παρεχόμενος, ὁ φιλάνθρωπος Δεσπότης προσήγαγεν, ὡς δηλοῖ αὐτὰ τὰ ῥήματα. Ἀρνησαμένου γὰρ αὐτοῦ, ταχὺν ποιεῖται τὸν ἔλεγχον, εἰπών· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μέ. Ὥστε τὸ, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ἐκείνῳ ἀφορμὴν ἐδίδου τῆς συναισθήσεως τοῦ ἡμαρτημένου, οὐ τῷ Θεῷ ἐγίνετο διδασκαλίας πρόξενον. Εἰ γὰρ μὴ ἔτυχεν ἐπισκοπῆς Θεοῦ, εἶχεν ἂν πρόφασιν ὡς ἐγκαταλελειμμένος, καὶ οὐδεμίαν λαβὼν ἀφορμὴν εἰς μετάνοιαν. Νῦν δὲ ἐπεφάνη αὐτῷ ὁ ἰατρὸς, ἵνα προσφύγῃ αὐτῷ ὁ ἀσθενῶν. Ὁ δὲ οὐ μόνον οὐ κρύπτει τὸ ἕλκος, ἀλλὰ καὶ ἕτερον προσεξεργάζεται, τῷ φόνῳ τὸ ψεῦδος ἐπισυνάπτων, Οὐκ οἶδα. Μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; Ἐντεῦθεν λοιπὸν ἀρίθμει τὰς τιμωρίας. Ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ. Μία κόλασις. Ἐργᾷ τὴν γῆν. Δευτέρα αὕτη. Ἀνάγκη γάρ τις ἄῤῥητος αὐτῷ συνέζευκτο, πρὸς τὸ ἔργον τῆς γῆς αὐτὸν κατεπείγουσα· ὥστε μηδὲ βουλομένῳ αὐτῷ ἐξεῖναι ἀναπαύεσθαι, ἀλλ' ἀεὶ αὐτὸν προσταλαιπωρεῖσθαι τῇ ἐχθρᾷ αὐτοῦ γῇ, ἣν ἐπικατάρατον αὐτὸς ἑαυτῷ ἐποίησε, μιάνας αὐτὴν ἀδελφικῷ αἵματι. Ἐργᾷ οὖν τὴν γῆν. Δεινὴ τιμωρία, ἡ μετὰ τῶν μισούντων διαγωγὴ, σύνοικον ἔχειν πολέμιον, ἄπαυστον ἐχθρόν. Ἐργᾷ τὴν γῆν· τουτέστι, κατατεινόμενος τοῖς ἔργοις τοῖς γεηπονικοῖς, οὐδένα χρόνον ἀνήσεις, οὔτε νυκτὸς οὔτε ἡμέρας ἐκλυόμενος ἐκ τῶν πόνων, ἀλλὰ δεσπότου τινὸς πικροῦ χαλεπωτέραν ἔχων τὴν ἄῤῥητον ἀνάγκην, ἐπὶ τὰ ἔργα σε διεγείρουσαν. Καὶ οὐ προσθήσει δοῦναι τὴν ἰσχὺν αὐτῆς. Καίτοι εἰ καὶ τὸ τῆς ἐργα-
4. The seven sins of Cain, then, the discourse has enumerated in what precedes. Now we inquire whether the things brought upon him for punishment are seven, and we speak thus. After the question of the Lord, Where is Abel thy brother? which the philanthropic Master put forward not as wishing to learn, but as affording him an occasion of repentance, as the words themselves show. For when he denied, He swiftly makes the refutation, saying: The voice of thy brother's blood crieth unto Me. So that the question, Where is Abel thy brother? gave to him an occasion of perceiving his sin, and did not become a means of instruction to God. For if he had not met with the visitation of God, he would have had an excuse as having been forsaken, and having received no occasion for repentance. But now the Physician appeared to him, so that the sick man might flee to Him for refuge. Yet he not only does not uncover the wound, but even works out another thing besides, joining falsehood to murder: I know not. Am I my brother's keeper? From this point on, then, count the punishments. Cursed is the earth from thee. One punishment. Thou shalt till the earth. This is the second. For a certain unspeakable necessity was yoked to him, urging him on towards the work of the earth, so that not even if he wished was it permitted him to rest, but he was always to be worn down in misery at his hostile earth, which he himself made accursed to himself, having defiled it with fraternal blood. Thou shalt therefore till the earth. A dreadful punishment, living together with those who hate, having a foe as housemate, an unceasing enemy. Thou shalt till the earth; that is, being stretched to the uttermost in agricultural labours, you shall relax for no time at all, being released from toils neither by night nor by day, but having that unspeakable necessity, harsher than any bitter master, rousing you to the works. And it shall not henceforth yield unto thee its strength. Yet even if the work of til-
PG 32:961Read from the page
σίας ἄπαυστον εἶχέ τινα καρπὸν, αὐτὸς ὁ πόνος οὐ μετρία βάσανος ἦν τῷ ἀεὶ κατατεινομένῳ καὶ κοπιῶντι. Ἐπειδὴ δὲ καὶ ἐργασία ἄπαυστος, καὶ ἄκαρπος ἡ περὶ γῆν ταλαιπωρία (οὐ γὰρ ἐδίδου τὴν ἰσχύν)· τρίτη αὕτη ἐστὶ τιμωρία ἡ ἀκαρπία τῶν πόνων. Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Δύο προσέθηκεν ἄλλαις ταῖς τρισί· στεναγμὸν διηνεκῆ, καὶ τρόμον τοῦ σώματος, τὸν ἐκ τῆς ἰσχύος στηριγμὸν τῶν μελῶν οὐκ ἐχόντων. Ἐπειδὴ γὰρ κακῶς ἐχρήσατο τῇ δυνάμει τοῦ σώματος, ὑφῃρέθη αὐτοῦ ὁ τόνος, ὥστε κλονεῖσθαι αὐτὸν καὶ κατασείεσθαι, οὔτε ἄρτον ῥᾳδίως προσφέρειν δυνάμενον τῷ στόματι, οὔτε ποτὸν προσκομίζειν· τῆς πονηρᾶς χειρὸς μετὰ τὴν ἀνοσίαν πρᾶξιν οὐδὲ ταῖς ἰδίαις καὶ ἀναγκαίαις χρείαις τοῦ σώματος λοιπὸν ὑπηρετεῖσθαι συγχωρουμένης. Ἄλλη τιμωρία, ἣν αὐτὸς ἀπεκάλυψεν ὁ Κάϊν, εἰπών· Εἰ ἐκβάλλεις με νῦν ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. Τί ἐστι τὸ, Εἰ ἐκβάλλεις με ἀπὸ τῆς γῆς; Τουτέστιν, εἰ χωρίζεις με τῆς ἀπ' αὐτῆς ὠφελείας. Οὐ γὰρ μετετίθετο ἐφ' ἕτερον τόπον, ἀλλ' ἠλλοτριοῦτο τῶν ἀπ' αὐτῆς καλῶν. Καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. Ἡ βαρυτάτη κόλασις τοῖς εὐφρονοῦσιν ὁ ἀπὸ Θεοῦ χωρισμός. Καὶ ἔσται, φησὶ, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. Εἰκάζει ἐκ τοῦ ἀκολούθου τῶν προαγόντων. Εἰ ἀπὸ τῆς γῆς ἐκβέβλημαι, εἰ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, λείπεται ἀπὸ παντὸς ἀναιρεῖσθαι. Τί οὖν ὁ Κύριος; Οὐχ οὕτως. Ἀλλ' ἔθετο σημεῖον ἐπ' αὐτόν. Ἑβδόμη αὕτη τιμωρία, τὸ μηδὲ κρύπτεσθαι τὴν τιμωρίαν, ἀλλὰ σημείῳ προδήλῳ πᾶσι προκεκηρύχθαι, ὅτι οὗτός ἐστιν ὁ τῶν ἀνοσίων ἔργων δημιουργός. Καὶ γὰρ τῷ ὀρθῶς λογιζομένῳ βαρυτάτη κολάσεων ἡ αἰσχύνη· ἣν καὶ περὶ τῆς κρίσεως μεμαθήκαμεν, ὅτι οὗτ⟨…⟩ εἰς αἰσχύνην καὶ ὀνειδισμὸν αἰώνιον.
lage had had some unceasing fruit, the toil itself would have been no moderate torment to one always stretched on the rack and labouring. But since both the labour was unceasing, and the misery about the earth was fruitless (for it did not yield its strength), this third punishment is the fruitlessness of his toils. Groaning and trembling shalt thou be upon the earth. He added two to the other three: continual groaning, and trembling of the body, since the limbs did not have the support that comes from strength. For since he had used the power of his body wickedly, his vigour was taken away, so that he staggered and shook, being able neither easily to bring bread to his mouth, nor to convey drink to it, his wicked hand after the unholy deed not being permitted henceforth to minister even to the own and necessary needs of the body. Another punishment, which Cain himself disclosed, saying: If Thou castest me out now from the earth, and from Thy face shall I be hidden. What is this, If Thou castest me out from the earth? That is, if Thou separatest me from the benefit derived from it. For he was not being transferred to another place, but was being alienated from the good things coming from it. And from Thy face shall I be hidden. The heaviest punishment to the right-minded is separation from God. And it shall be, he says, that every one that findeth me shall slay me. He conjectures from the sequence of what preceded. If I have been cast out from the earth, if I shall be hidden from Thy face, it remains to be slain by every one. What then says the Lord? Not so. But He set a sign upon him. This is the seventh punishment, that the punishment is not even hidden, but is proclaimed beforehand to all by a manifest sign, that this is the perpetrator of unholy deeds. For indeed to one who reckons rightly, the heaviest of punishments is shame; which we have also learned concerning the judgement, that ⟨…⟩ unto shame and eternal reproach.
5. Ἀκολουθεῖ τούτῳ ζήτημα συγγενὲς, τὸ παρὰ τοῦ Λάμεχ ταῖς γυναιξὶν εἰρημένον, ὅτι Ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπά μοι· ὅτι εἰ ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. Καὶ νομίζουσί τινες ὑπὸ τοῦ Λάμεχ ἀνῃρῆσθαι τὸν Κάϊν· ὡς μέχρι τῆς γενεᾶς ἐκείνης διαρκέσαντος αὐτοῦ, ἐπὶ τῷ μακροτέραν δοῦναι τὴν τιμωρίαν. Ἔστι δὲ οὐκ ἀληθές. Δύο γὰρ φαίνεται φόνους πεποιηκὼς, ἐξ ὧν αὐτὸς διηγεῖται· Ἄνδρα ἀπέκτεινα καὶ νεανίσκον· τὸν ἄνδρα εἰς τραῦμα, καὶ νεανίσκον εἰς μώλωπα. Ἄλλο οὖν τραῦμα, καὶ ἄλλο μώλωψ· καὶ ἄλλο ἀνὴρ, καὶ
5. There follows upon this a kindred question, that which was spoken by Lamech to his wives, I have slain a man to my wound, and a young man to my bruise; because if vengeance has been taken sevenfold on Cain, yet on Lamech seventy times sevenfold. And some suppose that Cain was slain by Lamech, as though he had lasted until that generation in order to pay a longer punishment. But this is not true. For he appears to have committed two murders, from what he himself relates: I have slain a man and a young man; the man to a wound, and a young man to a bruise. Therefore a wound is one thing, and a bruise another; and a man is one thing, and