3. Τὸ δὲ ἐπ' αὐτὴν λέγειν τὴν θεότητα τὰ τοῦ ἀνθρώπου διαβαίνειν πάθη οὐδαμῶς σωζόντων ἐστὶ τὸ ἐν διανοίαις ἀκόλουθον, οὔτε εἰδότων, ὅτι ἄλλα σαρκὸς πάθη, καὶ ἄλλα σαρκὸς ἐμψύχου, καὶ ἄλλα ψυχῆς σώματι κεχρημένης. Σαρκὸς μὲν οὖν ἴδιον τὸ τέμνεσθαι, καὶ μειοῦσθαι, καὶ διαλύεσθαι· καὶ πάλιν σαρκὸς ἐμψύχου τὸ κοποῦσθαι, καὶ ὀδυνᾶσθαι, καὶ πεινᾷν, καὶ διψᾷν, καὶ ὕπνῳ κρατεῖσθαι· ψυχῆς δὲ σώματι κεχρημένης λύπαι, καὶ ἀδημονίαι, καὶ φροντίδες, καὶ ὅσα τοιαῦτα. Ὧν τὰ μὲν φυσικὰ καὶ ἀναγκαῖα τῷ ζώῳ, τὰ δὲ ἐκ προαιρέσεως μοχθηρᾶς, διὰ τὸ ἀνάγωγον τοῦ βίου καὶ πρὸς ἀρετὴν ἀγύμναστον ἐπεισαγόμενα. Ὅθεν φαίνεται ὁ Κύριος τὰ μὲν φυσικὰ πάθη παραδεξάμενος εἰς βεβαίωσιν τῆς ἀληθινῆς, καὶ οὐ κατὰ φαντασίαν ἐνανθρωπήσεως, τὰ δὲ ἀπὸ κακίας πάθη, ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν ἐπιῤῥυπαίνει, ταῦτα ὡς ἀνάξια τῆς ἀχράντου θεότητος ἀπωσάμενος. Διὰ τοῦτο εἴρηται ἐν ὁμοιώματι γεγενῆσθαι σαρκὸς ἁμαρτίας. Οὐ γὰρ ἐν ὁμοιώματι σαρκὸς, ὡς τούτοις δοκεῖ, ἀλλ' ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας. Ὥστε σάρκα μὲν τὴν ἡμετέραν ἀνέλαβε μετὰ τῶν φυσικῶν αὐτῆς παθῶν, ἁμαρτίαν δὲ οὐκ ἐποίησεν. Ἀλλ' ὥσπερ ὁ θάνατος, ὁ ἐν τῇ σαρκὶ, διὰ τοῦ Ἀδὰμ εἰς ἡμᾶς παραπεμφθεὶς, κατεπόθη ὑπὸ τῆς θεότητος, οὕτω καὶ ἡ ἁμαρτία ἐξανηλώθη ὑπὸ τῆς δικαιοσύνης τῆς ἐν Χριστῷ Ἰησοῦ· ὥστε ἡμᾶς ἐν τῇ ἀναστάσει ἀπολαβεῖν τὴν σάρκα, μήτε ὑπόδικον θανάτῳ, μήτε ὑπεύθυνον ἁμαρτίᾳ. Ταῦτά ἐστιν, ἀδελφοὶ, τὰ τῆς Ἐκκλησίας μυστήρια, αὗται τῶν Πατέρων αἱ παραδόσεις. Διαμαρτυρόμεθα παντὶ ἀνθρώπῳ φοβουμένῳ τὸν Κύριον, καὶ κρίσιν Θεοῦ ἀναμένοντι, διδαχαῖς ποικίλαις μὴ παραφέρεσθαι. Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τῆς πίστεως, ἀλλὰ παρωθούμενος τὰ τοῦ Πνεύματος λόγια, τὴν οἰκείαν διδασκαλίαν κυριωτέραν ποιεῖται τῶν εὐαγγελικῶν διδαγμάτων, φυλάσσεσθε τὸν τοιοῦτον. Παράσχοι δὲ ὁ Κύριος καὶ εἰς ταυτὸν ἡμᾶς ἀλλήλοις συνελθεῖν ποτε· ὥστε ὅσα τὸν λόγον ἡμῶν διέφυγε, ταῦτα διὰ τῆς κατ' ὀφθαλμοὺς συντυχίας ἀναπληρῶσαι. Καὶ γὰρ ὀλίγα ἐκ πολλῶν ὑμῖν ἐπεστείλαμεν, οὐ βουλόμενοι ἔξω γενέσθαι τοῦ μέτρου τῆς ἐπιστολῆς· καὶ ἅμα πεπεισμένοι, ὅτι τοῖς φοβουμένοις τὸν Κύριον ἐξαρκεῖ καὶ ἡ δι' ὀλίγων ὑπόμνησις.
3. Moreover, to say that the passions of man pass over unto the Godhead itself belongs to men who in no way preserve logical consistency in their thoughts, nor know that the passions of flesh are one thing, and those of animate flesh another, and those of a soul using a body another. Of flesh, then, it is proper to be cut, and diminished, and dissolved; and again, of animate flesh, to grow weary, and suffer pain, and hunger, and thirst, and be overcome by sleep; and of a soul using a body, griefs, and distresses, and cares, and all such things. Of which some are natural and necessary to the living creature, while others come from a wicked choice, being brought in through an undisciplined life and one unexercised towards virtue. Whence the Lord appears to have accepted the natural passions in confirmation of the true, and not phantom, incarnation, whereas the passions arising from wickedness, as many as defile the purity of our life, these He thrust away as unworthy of the undefiled Godhead. On this account He is said to have been made in the likeness of the flesh of sin. For not in the likeness of flesh, as seems good to these men, but in the likeness of the flesh of sin. So that He assumed our flesh with its natural passions, yet did not commit sin. But just as death, which was in the flesh, transmitted to us through Adam, was swallowed up by the Godhead, so also sin was consumed by the righteousness which is in Christ Jesus; so that in the resurrection we receive back the flesh, neither liable to death, nor subject to sin. These, brethren, are the mysteries of the Church; these are the traditions of the Fathers. We solemnly charge every man who fears the Lord, and awaits the judgement of God, not to be carried away by divers teachings. If any man teaches a different doctrine, and does not assent to wholesome words of the faith, but thrusting aside the oracles of the Spirit, makes his own teaching more authoritative than the evangelical doctrines, beware of such a one. And may the Lord grant that we may also come together into the same place with one another at some time, so that whatever things have escaped our discourse, we may supply through face-to-face converse. For indeed we have sent you a few things out of many, not wishing to go beyond the measure of a letter, and at the same time persuaded that to those who fear the Lord even a brief reminder suffices.