Τοῖς ποθεινοτάτοις καὶ εὐλαβεστάτοις ἀδελφοῖς συμπρεσβυτέροις Ἀκακίῳ, Ἀετίῳ, Παύλῳ καὶ Σιλουάνῳ, καὶ Σιλουίνῳ, καὶ Λουκίῳ διακόνοις καὶ λοιποῖς μονάζουσιν ἀδελφοῖς, Βασίλειος ἐπίσκοπος.
To his most longed-for and most devout brothers, the fellow-presbyters Acacius, Aetius, Paul, and Silvanus, and to Silvinus and Lucius the deacons, and to the remaining monastic brothers, Basil the bishop.
Ἐγὼ, ἀκούσας τὸν βαρὺν ἐκεῖνον διωγμὸν ἐπαναστάντα ὑμῖν, καὶ ὅτι εὐθέως μετὰ τὸ Πάσχα οι εἰς κρίσεις καὶ μάχας νηστεύσαντες, ἐπελθόντες ὑμῶν ταῖς σκηναῖς, πυρὶ παρέδωκαν τοὺς πόνους ὑμῶν, ὑμῖν μὲν τὴν ἐν οὐρανοῖς οἰκίαν τὴν ἀχειροποίητον εὐτρεπίζοντες, ἑαυτοῖς δὲ τὸ πῦρ θησαυρίζοντες, ᾧ εἰς τὴν καθ' ὑμῶν ἐχρήσαντο βλάβην, ἐστέναξα μὲν ἐπὶ τῷ συμβάντι, οὐχ ὑμῖν συναλγῶν, ἀδελφοὶ, μὴ γένοιτο! ἀλλὰ τοῖς οὕτω καταβαπτισθεῖσιν ὑπὸ τῆς κακίας, ὥστε μέχρι τοσούτου τὴν ἑαυτῶν πονηρίαν ἐκτεῖναι· προσεδόκησα δὲ εὐθέως ἐφ' ἑτοίμην καταφυγὴν τὴν ἡμετέραν ταπείνωσιν πάντας ὑμᾶς δραμεῖσθαι· καὶ ἐν ἐλπίδι εἶχον, ὅτι δώσει μοι ὁ Κύριος ἀνάπνευσιν τῶν συνεχῶν ὀδυνῶν ἐκ τοῦ περιπτύξασθαι ὑμᾶς, καὶ τὸν καλὸν ἱδρῶτα, ὃν ὑπὲρ τῆς ἀληθείας στάζετε, τῷ ἀργῷ τούτῳ σώματι ὑποδεξάμενος, ἕξειν τινὰ κοινωνίαν τῶν ἀποκειμένων ὑμῖν ἄθλων παρὰ τοῦ κριτοῦ τῆς ἀληθείας. Ἀλλ' ἐπειδὴ τοῦτο μὲν οὐδ' εἰς ἔννοιαν ὑμῖν ἦλθεν, οὐδὲ προσεδοκήσατέ τινα ἀνάπαυσιν ἕξειν παρ' ἡμῶν, ἐπεθύμουν ὑποθέσεις γοῦν εὑρίσκειν συνεχεῖς τῶν πρὸς ὑμᾶς γραμμάτων, ἵν', ὥσπερ οἱ τοῖς ἀγωνιζομένοις ὑποφθεγγόμενοι, καὶ αὐτός τινα ὑμῖν διὰ γραμμάτων εἰς προτροπὴν τῆς ἀγαθῆς ὑμῶν ἀθλήσεως ἐνεβόησα. Ἐγένετο δὲ ἡμῖν οὐδὲ τοῦτο ῥᾴδιον διὰ δύο προφάσεις· μίαν μὲν, ὅτι οὐκ ᾔδειμεν ὅπου διάγετε· ἑτέραν δὲ, ὅτι οὐδὲ πολλοί εἰσιν οἱ παρ' ἡμῶν πρὸς ὑμᾶς ἀπαίροντες. Ἀλλὰ νῦν ὁ Κύριος ἤγαγεν ἡμῖν τὸν ποθεινότατον καὶ εὐλαβέστατον ἀδελφὸν Σαγκτίσσιμον τὸν συμπρεσβύτερον, δι' οὗ καὶ προσφθεγγόμεθα ὑμῶν τὴν ἀγάπην, καὶ παρακαλοῦμεν προσεύχεσθαι ὑμᾶς ὑπὲρ ἡμῶν, χαίροντας καὶ ἀγαλλιωμένους, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, καὶ ὡς ἔχοντας παρῥησίαν πρὸς τὸν Κύριον, μὴ ἀνεῖναι νυκτὸς καὶ ἡμέρας βοῶντας πρὸς αὐτὸν, ὑπὲρ τοῦ παύσασθαι μὲν τὸν σάλον τῶν Ἐκκλησιῶν τοῦτον, ἀποδοθῆναι δὲ τοῖς λαοῖς τοὺς ποιμένας, ἐπανελθεῖν δὲ τὴν Ἐκκλησίαν εἰς τὸ οἰκεῖον αὐτῆς ἀξίωμα. Πέ-
When I heard of that grievous persecution that rose up against you, and that immediately after Easter those who fasted for judgements and quarrels, coming upon your dwellings, gave your labours over to fire, preparing for you indeed the house in the heavens not made with hands, while treasuring up for themselves the fire which they used to your harm, I groaned at the event, not grieving for you, brothers, far be it! but for those so plunged under by wickedness as to stretch out their own malice to such a point; and I expected straightway that you all would run to our lowliness as to a ready refuge; and I held it in hope that the Lord would grant me a breathing-space from my continual pains through embracing you, and that receiving upon this idle body the noble sweat which you shed on behalf of the truth, I should have some share in the rewards laid up for you from the Judge of truth. Yet since this did not even come into your mind, nor did you expect to have any rest from us, I desired at least to find continual occasions for letters to you, so that, just like those who call out encouragement to contestants, I myself also might through letters cry out something to you to urge on your good contest. Yet not even this was easy for us for two reasons: one indeed, because we did not know where you are staying; and the other, because there are not even many setting out from us to you. But now the Lord has brought to us our most longed-for and most devout brother Sanctissimus the fellow-presbyter, through whom we both address your love, and exhort you to pray on our behalf, rejoicing and exulting because your reward is great in the heavens, and as having boldness towards the Lord, not to cease night and day crying out to Him, that this tossing of the Churches may cease, that the shepherds may be restored to the peoples, and that the Church may return to her own proper dignity. For I am per-