Migne Reading Room

PG 32 · cols. 820–829 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:820Read from the page
Κυρίῳ, οἱ μὲν καθηγούμενοι πρὸς τὸ ἀγαθὸν, οἱ δὲ ἐφεπόμενοι μετὰ συμπνοίας. Διὸ καὶ κρείττους ἐστὲ τῆς τῶν ἀντιπάλων ἐπιχειρήσεως, οὐδεμίαν παρέχοντες ἀπ' οὐδενὸς μέλους λαβὴν τοῖς ἀνταγωνιζομένοις. Τούτου χάριν εὐχόμεθα νυκτὸς καὶ ἡμέρας τῷ Βασιλεῖ τῶν αἰώνων φυλάξαι μὲν τὸν λαὸν ἐν τῇ ὁλοκληρίᾳ τῆς πίστεως, φυλάξαι δὲ αὐτῷ τὸν κλῆρον, ὥσπερ κεφαλὴν ἀκέραιον ἐπὶ τοῦ ὕψους κειμένην, καὶ τὴν ἀφ' ἑαυτῆς προμήθειαν τοῖς ὑποκειμένοις τοῦ σώματος μέλεσι παρεχομένην. Ὀφθαλμῶν γὰρ τὰ καθ' ἑαυτοὺς ἐνεργούντων, ἔντεχνοι μὲν τῶν χειρῶν αἱ ἐργασίαι, ἀπρόσκοποι δὲ τῶν ποδῶν αἱ κινήσεις, οὐδὲν δὲ μέρος τοῦ σώματος τῆς προσηκούσης προνοίας ἀποστερεῖται. Ὥστε παρακαλοῦμεν ὑμᾶς, ὃ ποιεῖτε καὶ ποιήσετε, ἀντέχεσθαι ἀλλήλων, καὶ ὑμᾶς μὲν τοὺς τὴν τῶν ψυχῶν ἐπιμέλειαν πεπιστευμένους συνέχειν τοὺς καθ' ἕκαστον, καὶ θάλπειν ὡς τέκνα ἀγαπητά· τὸν δὲ λαὸν τὴν πατράσιν ὀφειλομένην αἰδὼ καὶ τιμὴν ὑμῖν ἀποσώζειν, ἵνα ἐν τῇ εὐσχημοσύνῃ τῆς Ἐκκλησίας σώζηται μὲν ὑμῶν ἡ ἰσχὺς, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως, δοξάζηται δὲ τὸ ὄνομα τοῦ Θεοῦ, πλεονάζῃ δὲ καὶ πληθύνῃ τὸ τῆς ἀγάπης καλόν. Ἀκούοντες δὲ ἡμεῖς εὐφραινώμεθα ἐπὶ τῇ προκοπῇ ὑμῶν τῇ κατὰ Θεόν· καὶ εἰ μὲν ἔτι διὰ σαρκὸς ἐπιδημεῖν τῷ κόσμῳ τούτῳ κελευόμεθα, καὶ ἴδοιμέν ποτε ὑμᾶς ἐν τῇ εἰρήνῃ τοῦ Θεοῦ· ἐὰν δὲ κε-
the Lord, some indeed leading the way towards the good, and others following after with unanimity. Wherefore also you are superior to the assault of the opponents, affording from no member any grip to those who contend against you. For the sake of this we pray by night and by day to the King of the ages to guard indeed the people in the integrity of the faith, and to guard for it the clergy, like an unharmed head set on high, and supplying from itself forethought to the underlying members of the body. For when the eyes perform their own functions, skilful indeed are the works of the hands, and unhalting are the movements of the feet, and no part of the body is deprived of its fitting forethought. Wherefore we exhort you, what you both do and will do, to cleave to one another, and that you indeed who have been entrusted with the care of souls hold together each individual, and cherish them as beloved children; and that the people preserve for you the reverence and honour owed to fathers, in order that in the comeliness of the Church your strength may indeed be preserved, and the steadfastness of the faith in Christ, and the name of God may be glorified, and the good of love may abound and multiply. And hearing of it may we rejoice over your progress according to God; and if indeed we are bidden still to sojourn in the flesh in this world, may we also one day see you in the peace of God; but if we be bid-
ΕΠΙΣΤΟΛΗ ΣΚΓʹ.
Epistle 223.
Πρὸς Εὐστάθιον τὸν Σεβαστηνόν.
To Eustathius of Sebasteia.
1. Καιρὸς, φησὶ, τοῦ σιγᾷν, καὶ καιρὸς τοῦ λαλεῖν, ὁ τοῦ Ἐκκλησιαστοῦ λόγος. Οὐκοῦν καὶ νῦν, ἐπειδὴ αὐτάρκης ὁ τῆς σιωπῆς ἐγένετο χρόνος, εὔκαιρον λοιπὸν ἀνοῖξαι τὸ στόμα εἰς φανέρωσιν τῆς ἀληθείας τῶν ἀγνοουμένων. Ἐπεὶ καὶ ὁ μέγας Ἰὼβ πολὺν μὲν χρόνον σιωπῇ τὰς συμφορὰς ἤνεγκεν, αὐτῷ τούτῳ τὴν ἀνδρείαν ἐπιδεικνύμενος, τῷ ἐγκαρ-
1. There is a time, says the word of Ecclesiastes, to keep silence, and a time to speak. Therefore now also, since the time of silence has been sufficient, it is seasonable for the rest to open the mouth unto the manifestation of the truth of the things that are unknown. Since even the great Job for a long time indeed bore his calamities in silence, displaying his courage by this very thing, by endur-
PG 32:821Read from the page
τερεῖν τοῖς δυσφορωτατοις πάθεσιν· ὅτε δὲ ἱκανῶς ἐν τῇ σιωπῇ διήθλησε, καὶ διέμεινεν ἐν τῷ βάθει τῆς καρδίας ἀποστέγων τὴν ἀλγηδόνα, τότε ἀνοίξας τὸ στόμα, ἀπεφθέγξατο ἐκεῖνα ἃ πάντες ἴσασι. Καὶ ἡμῖν τοίνυν τρίτον τοῦτο ἔτος τῆς σιωπῆς ζηλωτὸν ἐγένετο τοῦ Προφήτου τὸ καύχημα λέγοντος· Ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Διὸ ἐναπεκλείσαμεν τῷ βάθει τῆς καρδίας ἡμῶν τὴν ἐκ τῆς συκοφαντίας ἡμῖν ἐγγινομένην ὀδύνην. Τῷ ὄντι γὰρ συκοφαντία ἄνδρα ταπεινοῖ, καὶ συκοφαντία περιφέρει πτωχόν. Εἰ οὖν τοσοῦτον τὸ ἐκ τῆς συκοφαντίας κακὸν, ὥστε καὶ τὸν τέλειον ἤδη (τοῦτο γὰρ διὰ τῆς προσηγορίας τοῦ ἀνδρὸς ὁ λόγος αἰνίσσεται) κατάγειν ἀπὸ τοῦ ὕψους, καὶ τὸν πτωχὸν, τουτέστι τὸν ἐνδεῶς ἔχοντα τῶν μεγάλων δογμάτων (καθὼς καὶ τῷ προφήτῃ δοκεῖ λέγοντι· Ἴσως πτωχοί εἰσι· διὰ τοῦτο οὐκ ἀκούσονται· πορεύσομαι πρὸς τοὺς ἁδρούς· πτωχοὺς τοὺς περὶ τὴν σύνεσιν ἐνδεεῖς λέγων· καὶ ἐνταῦθα, δηλονότι, τοὺς οὔπω κατηρτισμένους τὸν ἔσω ἄνθρωπον, οὐδὲ εἰς τὸ τέλειον ἐφθακότας τῆς ἡλικίας μέτρον, τούτους περιφέρεσθαι καὶ σαλεύεσθαι ἡ παροιμία φησίν)· ἀλλ' ὅμως ᾤμην χρῆναι σιωπῇ φέρειν τὰ λυπηρὰ, ἐκδεχόμενός τινα δι' αὐτῶν τῶν ἔργων ἐπανόρθωσιν. Οὐδὲ γὰρ κακίᾳ τινὶ, ἀλλ' ἀγνοίᾳ τῆς ἀληθείας ἡγούμην ἐκεῖνα καθ' ἡμῶν εἰρῆσθαι. Ἐπειδὴ δὲ ὁρῶ τῷ χρόνῳ συμπροϊοῦσαν τὴν ἔχθραν, καὶ μὴ μεταμελομένους ἐπὶ τοῖς ἐξ ἀρχῆς λαληθεῖσι, μηδ' ὅπως τὰ παρελθόντα ἐξιάσοιντο ποιουμένους τινὰ φροντίδα, ἀλλ' ἐπεξεργαζομένους, καὶ πρὸς τὸν ἐξ ἀρχῆς σκοπὸν συντεταγμένους, ὃν ἐνεστήσαντο, κακῶσαι ἡμῶν τὴν ζωὴν, καὶ χρᾶναι τὴν ὑπόληψιν παρὰ τοῖς ἀδελφοῖς μηχανώμενοι, οὐκέτι μοι τὸ τῆς σιωπῆς ἀσφαλὲς καταφαίνεται. Ἀλλ' εἰσῆλθέ με τὸ τοῦ Ἠσαΐου λέγοντος· Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; Ἐκαρτέρησα ὡς ἡ τίκτουσα. Γένοιτο δὲ καὶ ἡμᾶς καὶ τὸν ἐπὶ τῇ σιωπῇ μισθὸν δέξασθαι, καὶ λαβεῖν τινα ἐπὶ τοῖς ἐλέγχοις δύναμιν· ὥστε ἐλέγξαντας ἡμᾶς ξηρᾶναι τὸν πικρὸν τοῦτον τῆς
ing the most grievous sufferings; and when he had contended sufficiently in silence, and had remained keeping back the pain in the depth of his heart, then having opened his mouth, he uttered those things which all know. And for us therefore this third year of silence made enviable the boast of the Prophet saying: I became as a man not hearing, and not having reproofs in his mouth. Wherefore we shut up in the depth of our heart the pain arising in us from calumny. For in truth calumny humbles a man, and calumny carries round a poor man. If therefore so great is the evil from calumny, as both to bring down from the height him who is already perfect (for this the word hints at through the appellation of man), and the poor man, that is, him who is in need of the great doctrines (just as it seems also to the prophet when he says: Perhaps they are poor; therefore they will not hear; I will go unto the great ones; calling poor those who are in need as regards understanding; and here, plainly, those who have not yet been perfected in the inner man, nor have arrived at the perfect measure of maturity, these the proverb says are carried round and shaken); yet nevertheless I thought it necessary to bear the painful things in silence, waiting for some amendment through the deeds themselves. For I supposed that those things had been spoken against us not through any malice, but through ignorance of the truth. But since I see the enmity advancing together with time, and them not repenting over the things spoken from the beginning, nor taking any care how they might heal the past things, but working them out further, and arrayed together towards the aim from the beginning which they took in hand, contriving to harm our life and to stain our reputation among the brethren, no longer does the safety of silence appear to me sure. But there came into my mind the word of Isaiah saying: I kept silence, shall I also always keep silence and endure? I have been patient like a woman in travail. And may it be granted to us both to receive the reward for silence, and to obtain some power in reproofs; so that having reproved them we may dry up this bitter
Notes, col. 821

On the reading

Printed δυσφορωτατοις, for δυσφορωτάτοις.

PG 32:824Read from the page
καθ' ἡμῶν ῥυείσης ψευδολογίας χείμαῤῥον· ὥστς ἂν εἰπεῖν καὶ ἡμᾶς ὅτι, Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· καὶ τὸ, Εἰ μὴ Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς.
torrent of false speaking that has flowed against us; so that we also might say, Our soul has passed through a torrent; and that word, If the Lord had not been among us, when men rose up against us, then they would have swallowed us up alive, then the water would have overwhelmed us.
2. Ἐγὼ, πολὺν χρόνον προσαναλώσας τῇ ματαιότητι, καὶ πᾶσαν σχεδὸν τὴν ἐμαυτοῦ νεότητα ἐναφανίσας τῇ ματαιοπονίᾳ, ἣν εἶχον προσδιατρίβων τῇ ἀναλήψει τῶν μαθημάτων τῆς παρὰ τοῦ Θεοῦ μωρανθείσης σοφίας, ἐπειδή ποτε, ὥσπερ ἐξ ὕπνου βαθέος διαναστὰς, ἀπέβλεψα μὲν πρὸς τὸ θαυμαστὸν φῶς τῆς ἀληθείας τοῦ Εὐαγγελίου, κατεῖδον δὲ τὸ ἄχρηστον τῆς σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, πολλὰ τὴν ἐλεεινήν μου ζωὴν ἀποκλαύσας, ηὐχόμην δοθῆναί μοι χειραγωγίαν πρὸς τὴν εἰσαγωγὴν τῶν δογμάτων τῆς εὐσεβείας. Καὶ πρό γε πάντων ἐπιμελὲς ἦν μοι διόρθωσίν τινα τοῦ ἤθους ποιήσασθαι, πολὺν χρόνον ἐκ τῆς πρὸς τοὺς φαύλους ὁμιλίας διαστραφέντος. Καὶ τοίνυν ἀναγνοὺς τὸ Εὐαγγέλιον, καὶ θεασάμενος ἐκεῖ μεγίστην ἀφορμὴν εἰς τελείωσιν τὴν διάπρασιν τῶν ὑπαρχόντων, καὶ τὴν πρὸς τοὺς ἐνδεεῖς τῶν ἀδελφῶν κοινωνίαν, καὶ ὅλως τὸ ἀφροντίστως ἔχειν τοῦ βίου τούτου, καὶ ὑπὸ μηδεμιᾶς συμπαθείας πρὸς τὰ ὧδε τὴν ψυχὴν ἐπιστρέφεσθαι, ηὐχόμην εὑρεῖν τινα τῶν ἀδελφῶν ταύτην ἑλόμενον τὴν ὁδὸν τοῦ βίου, ὥστε αὐτῷ συγδιαπεραιωθῆναι τὸν βραχὺν τοῦτον τοῦ βίου κλύδωνα. Καὶ δὴ πολλοὺς μὲν εὗρον κατὰ τὴν Ἀλεξάνδρειαν, πολλοὺς δὲ κατὰ τὴν λοιπὴν Αἴγυπτον, καὶ ἐπὶ τῆς Παλαιστίνης ἑτέρους, καὶ τῆς κοίλης Συρίας καὶ τῆς Μεσοποταμίας· ὧν ἐθαύμαζον μὲν τὸ περὶ δίαιταν ἐγκρατὲς, ἐθαύμαζον δὲ τὸ καρτερικὸν ἐν πόνοις, ἐξεπλάγην τὴν ἐν προσευχαῖς εὐτονίαν, ὅπως ὕπνου κατεκράτουν, ὑπ' οὐδεμιᾶς φυσικῆς ἀνάγκης κατακαμπτόμενοι, ὑψηλὸν ἀεὶ καὶ ἀδούλωταν τῆς ψυχῆς τὸ φρόνημα διασώζοντες, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, μὴ ἐπιστρεφόμενοι πρὸς τὸ σῶμα, μηδὲ καταδεχόμενοι αὐτῷ προσαναλῶσαί τινα φροντίδα, ἀλλ' ὡς ἐν ἀλλοτρίᾳ τῇ σαρκὶ διάγοντες, ἔργῳ ἐδείκνυσαν, τί τὸ παροικεῖν τοῖς ὧδε, καὶ τί τὸ πολίτευμα ἔχειν ἐν οὐρανῷ. Ἐκεῖνα θαυμάσας, καὶ μακαρίσας τῶν ἀνδρῶν τὴν ζωὴν, ὅτι ἔργῳ δεικνύουσι τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ηὐχόμην καὶ αὐτὸς, καθόσον ἐμοὶ ἐφικτὸν, ζηλωτὴς εἶναι τῶν ἀνδρῶν ἐκείνων.
2. Having spent much time upon vanity, and having consumed almost all my youth in the vain toil which I had while tarrying over the acquisition of the lessons of the wisdom made foolish by God, when at length, as though having risen up from a deep sleep, I looked away indeed towards the marvellous light of the truth of the Gospel, and perceived the uselessness of the wisdom of the rulers of this age who are being brought to naught, having bewept much my pitiable life, I prayed that guidance by the hand might be given to me towards the introduction to the doctrines of godliness. And before all things it was my care to make some correction of my character, which for a long time had been perverted from intercourse with bad men. And accordingly, having read the Gospel, and having beheld there that the greatest means unto perfection is the selling of one's possessions, and fellowship with the needy among the brethren, and altogether the being without care for this life, and having the soul turned back by no sympathy towards the things here, I prayed to find someone of the brethren who had chosen this way of life, so as with him to cross over together this brief billow of life. And indeed I found many throughout Alexandria, and many throughout the rest of Egypt, and others in Palestine, and Coele-Syria and Mesopotamia; whose self-control in diet I admired indeed, and I admired their endurance in toils, I was struck with wonder at their vigour in prayers, how they mastered sleep, being bowed down by no natural necessity, preserving ever high and unenslaved the mindset of their soul, in hunger and thirst, in cold and nakedness, not turning towards the body, nor consenting to spend any care upon it, but as living in flesh not their own, they showed in deed what it is to sojourn among the things here, and what it is to have one's citizenship in heaven. Having admired those things, and having counted blessed the life of the men, because they show in deed that they bear about in the body the dying of Jesus, I prayed that I myself also, so far as was attainable for me, might be an emulator of those men.
3. Τούτου γοῦν ἕνεκεν θεασάμενός τινας ἐπὶ τῆς πατρίδος ζηλοῦν τὰ ἐκείνων ἐπιχειροῦντας, ἐνόμισά τινα βοήθειαν εὑρηκέναι πρὸς τὴν ἐμαυτοῦ σωτη-
3. On this account at any rate, having beheld certain persons in my native land attempting to emulate the ways of those men, I supposed that I had found some help towards my own salva-
Notes, col. 824

On the reading

Printed ὥστς, for ὥστε.

Printed ἀδούλωταν, for ἀδούλωτον.

PG 32:825Read from the page
ρίαν, καὶ ἀπόδειξιν ἐποιούμην τῶν ἀφανῶν τὰ ὁρώμενα. Ἐπεὶ οὖν ἄδηλα ἑκάστου ἡμῶν τὰ ἐν τῷ κρυπτῷ, ἡγούμην αὐτάρκη μηνύματα εἶναι τῆς ταπεινοφροσύνης τὸ ταπεινὸν τοῦ ἐνδύματος, καὶ ἤρκει μοι πρὸς πληροφορίαν τὸ παχὺ ἱμάτιον, καὶ ἡ ζώνη, καὶ τῆς ἀδεψήτου βύρσης τὰ ὑποδήματα. Καὶ πολλῶν ἀπαγόντων με τῆς πρὸς αὐτοὺς συν⟨η⟩θείας, οὐκ ἠνειχόμην, ὁρῶν αὐτοὺς τοῦ ἀπολαυστικοῦ βίου τὸν καρτερικὸν προτιμῶντας· καὶ διὰ τὸ παρηλλαγμένον τῆς πολιτείας ζηλοτύπως εἶχον πρὸς αὐτούς. Ὅθεν οὐδὲ τὰς περὶ τῶν δογμάτων διαβολὰς προσιέμην· καίτοι πολλῶν διαβεβαιουμένων μὴ ὀρθὰς ἔχειν περὶ Θεοῦ τὰς ὑπολήψεις, ἀλλὰ τῷ προστάτῃ τῆς νῦν αἱρέσεως μαθητευθέντας, τὰ ἐκείνου λάθρα κατασπείρειν διδάγματα· ὧν ἐπειδὴ οὐδέποτε αὐτήκοος ἐγενόμην, συκοφάντας ἡγούμην τοὺς ἀπαγγέλλοντας. Ἐπεὶ δὲ λοιπὸν ἐκλήθημεν εἰς τὴν προστασίαν τῆς Ἐκκλησίας, τοὺς μὲν παραδοθέντας ἡμῖν φύλακας καὶ σκοπευτὰς τοῦ βίου ἐν προσποιήσει δὴ βοηθείας καὶ κοινωνίας ἀγαπητικῆς σιωπῶ, ἵνα μὴ δόξω ἢ ἄπιστα λέγων ἐμαυτὸν διαβάλλειν, ἢ πιστευόμενος μισανθρωπίας ἀφορμὴν τοῖς πιστεύουσιν ἐμποιεῖν. Ὃ καὶ ἐμοὶ μικροῦ συνέβη, εἰ μή με ταχὺ προκατελάβοντο οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ. Μικροῦ γὰρ εἰς τὴν κατὰ πάντων ἐξέπεσον ὑποψίαν, οὐδὲν ἡγούμενος εἶναι παρ' οὐδενὶ πιστὸν, ἐκ τῶν δολερῶν τραυμάτων τὴν ψυχὴν πεπληγμένος. Ἀλλ' ὅμως ἐδόκει τέως εἶναί τι ἡμῖν σχῆμα τῆς πρὸς αὐτοὺς συνηθείας. Καὶ προσβολαὶ μὲν ἐγένοντο ἡμῖν περὶ δογμάτων καὶ ἅπαξ καὶ δίς· καὶ ἐδόξαμεν μὴ διακρίνεσθαι συμφωνήσαντες. Ὡς δὲ ηὕρισκον μὲν ἡμᾶς τὰς αὐτὰς ἀφιέντας φωνὰς περὶ τῆς εἰς Θεὸν πίστεως, ἃς παρὰ πάντα τὸν χρόνον ἤκουσαν παρ' ἡμῶν. Εἰ γὰρ καὶ τἄλλα ἡμῶν στεναγμῶν ἄξια, ἀλλ' οὖν ἕν γε τοῦτο τολμῶ καυχᾶσθαι ἐν Κυρίῳ, ὅτι οὐδέποτε πεπλανημένας ἔσχον τὰς περὶ Θεοῦ ὑπολήψεις, ἢ ἑτέρως φρονῶν μετέμαθον ὕστερον. Ἀλλ' ἣν ἐκ παιδὸς ἔλαβον ἔννοιαν περὶ Θεοῦ παρὰ τῆς μακαρίας μητρός μου καὶ τῆς μάμμης Μακρίνης, ταύτην αὐξηθεῖσαν ἔσχον ἐν ἐμαυτῷ· οὐ γὰρ ἄλλα ἐξ ἄλλων μετέλαβον ἐν τῇ τοῦ λόγου συμπληρώσει, ἀλλὰ τὰς παραδοθείσας μοι παρ' αὐτῶν ἀρχὰς ἐτελείωσα. Ὥσπερ γὰρ τὸ σπέρμα αὐξανόμενον, μεῖζον μὲν ἀπὸ μικροῦ γίνεται, ταυτὸν δέ
tion, and I made the things seen a proof of the things unseen. Since therefore the things in secret of each of us are unclear, I supposed that the lowliness of attire was sufficient tokens of humility of mind, and there sufficed for me unto full assurance the thick cloak, and the girdle, and the sandals of untanned hide. And when many were drawing me away from familiarity with them, I would not endure it, seeing them preferring the life of endurance to the life of enjoyment; and on account of the extraordinary character of their way of life I was earnestly attached towards them. Whence I did not even admit the calumnies concerning their doctrines; although many affirmed strongly that they did not hold right conceptions concerning God, but having been made disciples to the champion of the present heresy, secretly sowed his teachings; of which things since I never became an ear-witness myself, I considered those who reported them to be calumniators. And when thereafter we were called unto the presidency of the Church, the guards and spies of our life who were handed over to us under pretence forsooth of help and affectionate fellowship I pass over in silence, lest I should seem either by speaking incredible things to discredit myself, or by being believed to produce an occasion of misanthropy in those who believe. Which very thing almost happened to me also, had not the mercies of God swiftly forestalled me. For I almost fell into suspicion against all men, supposing nothing to be trustworthy in anyone, having been smitten in soul from the treacherous wounds. Yet nevertheless there seemed hitherto to be for us some semblance of familiarity with them. And discussions indeed took place between us concerning doctrines both once and twice; and we seemed not to be divided, having agreed together. But when they found us indeed uttering the same voices concerning the faith in God which they had heard from us throughout all the time. For even if our other things are worthy of groanings, yet in this one thing at least I dare to boast in the Lord, that I never held erring conceptions concerning God, or thinking otherwise unlearned them afterwards. But the notion concerning God which I received from childhood from my blessed mother and my grandmother Macrina, this grown greater I held within myself; for I did not receive some things after others in the maturing of reason, but I perfected the principles handed down to me from them. For just as the seed when growing becomes greater indeed from small, yet the same
PG 32:828Read from the page
ἐστιν ἐν ἑαυτῷ, οὐ κατὰ γένος μεταβαλλόμενον, ἀλλὰ κατ' αὔξησιν τελειούμενον· οὕτω λογίζομαι καὶ ἐμοὶ τὸν αὐτὸν λόγον διὰ τῆς προκοπῆς ηὐξῆσθαι, οὐχὶ δὲ ἀντὶ τοῦ ἐξ ἀρχῆς ὄντος τὸν νῦν ὑπάρχοντα γεγενῆσθαι. Ὥστε ἐρευνάτωσαν μὲν τὸ ἑαυτῶν συνειδὸς, ἐνθυμείσθωσαν δὲ τὸ τοῦ Χριστοῦ δικαστήριον, εἴ ποτε ἄλλο τι ἤκουσαν παρ' ἡμῶν, παρ' ὃ νῦν λέγομεν, οἱ νῦν ἡμᾶς διαθρυλλήσαντες ἐπὶ κακοδοξίᾳ, καὶ ταῖς στηλιτευτικαῖς ἐπιστολαῖς, ἃς συνέγραψαν καθ' ἡμῶν, πᾶσαν περικτυπήσαντες ἀκοήν· ὅθεν καὶ ἡμεῖς πρὸς τὴν ἀνάγκην ἤλθομεν τῆς ἀπολογίας ταύτης.
is the same in itself, not being changed according to kind, but being perfected by growth; so I reckon that for me too the same doctrine has grown through progress, and not that what now exists has come into being in place of what existed from the beginning. Therefore let them search their own conscience, and let them ponder the tribunal of Christ, whether they ever heard anything else from us beside what we now say, they who have now decried us everywhere for heterodoxy, and with the defamatory letters which they composed against us have dinningly filled every ear; whence we also have come to the necessity of this defence.
4. Ἐγκαλούμεθα γὰρ τὴν εἰς Θεὸν βλασφημίαν, οὔτε ἀπὸ συγγραφῆς, ἣν αὐτοὶ προκατεβαλόμεθα περὶ πίστεως, ἐλεγχθῆναι δυνάμενοι, οὔτε ἀπὸ ῥημάτων, ὅσα ἀγράφως ἀπὸ στόματος ἀεὶ ἐν τῷ φανερῷ ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ διελέχθημεν. Ἀλλ' οὐδὲ μάρτυς εὑρέθη ὁ λέγων παρ' ἡμῶν ἀκηκοέναι τι τῶν ἀσεβῶν ἐν παραβύστῳ φθεγξαμένων. Πόθεν οὖν κρινόμεθα, εἰ μήτε συγγράφομεν ἀσεβῶς, μήτε δημηγοροῦμεν ἐπιβλαβῶς, μήτε ἐν ταῖς κατ' οἶκον ὁμιλίαις τοὺς ἐντυγχάνοντας διαστρέφομεν; Ὢ τοῦ καινοῦ δράματος! Ὁ δεῖνα, φησὶν, ἐπὶ τῆς Συρίας ἔγραψέ τινα ὡς οὐκ εὐσεβῶς· σὺ δὲ ἐπέστειλας αὐτῷ πρὸ εἴκοσιν ἐτῶν καὶ πλειόνων. Κοινωνὸς ἄρα σὺ τοῦ ἀνθρώπου, καὶ τὰ ἐκείνου κατηγορήματα καὶ σὰ γινέσθω. Ἀλλ', ὦ φίλε τῆς ἀληθείας ἄνθρωπε, ὁ τὸ ψεῦδος γέννημα εἶναι τοῦ διαβόλου δεδιδαγμένος, πῶς ἐπείσθης ἐμὴν εἶναι τὴν ἐπιστολὴν ἐκείνην; Οὐ γὰρ ἀπέστειλας, οὐδ' ἠρώτησας, οὐδὲ, παρ' ἐμοῦ, τοῦ δυναμένου σοι τἀληθὲς εἰπεῖν, ἐδιδάχθης. Εἰ δὲ καὶ ἐμὸν τὸ γράμμα, πόθεν δῆλον, ὅτι τοῦτο τὸ νῦν σοι ἐμπεσὸν σύνταγμα σύγχρονον τοῖς ἐμοῖς γράμμασι; τίς σοι ὁ εἰπὼν, ὅτι εἴκοσίν ἐστιν ἐτῶν ἡ συγγραφὴ αὕτη; πόθεν δὲ δῆλον, ὅτι ἐκείνου ἐστὶ τοῦ ἀνθρώπου τὸ σύνταγμα, πρὸς ὃν καὶ ἡ παρ' ἐμοῦ ἐπιστολὴ διεπέμφθη; Εἰ δὲ κἀκεῖνος ὁ συγγραφεὺς, κἀγὼ ἐκείνῳ ἐπέστειλα, καὶ χρόνος εἷς τῶν τ' ἐμῶν γραμμάτων καὶ τοῦ συγγράμματος, ὅτι παρεδεξάμην αὐτὸ τῇ διανοίᾳ, καὶ ἔχω ἐν ἐμαυτῷ ἐκεῖνο τὸ φρόνημα, τίς ἡ ἀπόδειξις;
4. For we are accused of blasphemy against God, though we cannot be convicted either from a treatise which we ourselves previously put forth concerning faith, or from words such as we have always spoken unwritten by word of mouth openly in the Churches of God. Nay, neither has a witness been found who says that he has heard from us anything impious uttered in secret. Whence then are we judged, if we neither write impiously, nor address the people harmfully, nor in private conversations pervert those who meet with us? O the strange drama! So-and-so, says he, in Syria wrote certain things not piously; and you wrote a letter to him twenty years ago and more. Therefore you are a partner of the man, and let the charges against him become yours also. But, O man that art a friend of the truth, who hast been taught that falsehood is the offspring of the devil, how were you persuaded that that letter was mine? For you did not send, nor did you inquire, nor were you taught by me, who was able to tell you the truth. And even if the letter is mine, whence is it clear that this treatise which has now fallen into your hands is contemporaneous with my letters? Who is it that told you that this writing is twenty years old? And whence is it clear that the treatise belongs to that man to whom the letter from me was also dispatched? And even if he is the author, and I wrote to him, and there is one and the same time for both my letters and the treatise, what is the proof that I accepted it in my mind, and hold that sentiment within myself?
5. Ἐρώτησον σεαυτόν· ποσάκις ἡμᾶς ἐπεσκέψω ἐπὶ τῆς μονῆς τῆς ἐπὶ τῷ Ἴριδι ποταμῷ, ὅτε δὲ συμπαρῆν μοι ὁ θεοφιλέστατος ἀδελφὸς Γρηγόριος, τὸν αὐτόν μοι τοῦ βίου σκοπὸν διανύων; Εἰ ἤκουσάς τι τοιοῦτον; ἢ ἔλαβες ἔμφασιν μικρὰν ἢ μείζονα; Πόσας δὲ ἡμέρας ἐπὶ τῆς ἀντιπέραν κώμης, παρὰ τῇ μητρί μου, ἔνθα ὡς φίλοι μετ' ἀλλήλων διάγοντες, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ λόγων
5. Question yourself: how many times did you visit us at the monastery on the River Iris, when the brother most beloved of God, Gregory, was also present with me, pursuing the same aim of life as I? Did you hear any such thing? Or did you receive any hint, small or great? And how many days at the village on the opposite bank, at my mother's house, where living together with one another as friends, both by night and by day, words
PG 32:829Read from the page
κινουμένων ἡμῖν; Εἰ εὑρέθημέν τι συγγενὲς ἔχοντες ἐν τῇ διανοίᾳ; Ὅτε δὲ τὸν μακάριον Σιλουανὸν κατὰ ταυτὸν ἐπεσκεπτόμεθα, οὐχ ἡ ὁδὸς ἡμῖν τοὺς περὶ τούτων εἶχε λόγους; Ἐπὶ δὲ τῆς Εὐσινόης, ὅτε μετὰ πλειόνων ἐπισκόπων μέλλοντες ὁρμᾷν ἐπὶ Λάμψακον, προσεκαλέσασθέ με, οὐ περὶ πίστεως ἦσαν οἱ λόγοι; Οὐχὶ δὲ πάντα τὸν χρόνον οἱ σοὶ ταχυγράφοι παρῆσαν ἐμοὶ ὑπαγορεύοντι τὰ πρὸς τὴν αἵρεσιν; οὐ τῶν σῶν μαθητῶν οἱ γνησιώτατοι πάντα μοι τὸν χρόνον παρῆσαν; Οὐ τὰς ἀδελφότητας ἐπισκεπτόμενος, καὶ συνδιανυκτερεύων αὐταῖς ἐν ταῖς προσευχαῖς, λέγων καὶ ἀκούων ἀεὶ τὰ περὶ Θεοῦ ἀφιλονείκως, οὐκ ἀκριβεῖς παρεῖχον τῆς ἐννοίας ἐμαυτοῦ τὰς ἀποδείξεις; Πῶς οὖν ἡ ἐν τοσούτῳ χρόνῳ πεῖρα ἐλάττων ἐφάνη τῆς οὕτω σαθρᾶς καὶ ἀδρανοῦς ὑπονοίας; Τίνα δὲ ἔδει πρὸ σοῦ μάρτυρα εἶναι τῆς ἐμῆς διαθέσεως; Τὰ ἐπὶ Χαλκηδόνος λαληθέντα ἡμῖν περὶ πίστεως, τὰ ἐν Ἡρακλείᾳ πολλάκις, τὰ πρότερον ἐπὶ τῆς Καισαρείας ἐν τῷ προαστείῳ, εἰ μὴ πάντα σύμφωνα παρ' ἡμῶν; εἰ μὴ πάντα ἀλλήλοις συμβαίνοντα; ἐκτὸς τοῦ, ὅπερ εἶπον, ἐκ προκοπῆς τινα αὔξησιν ἐπιθεωρεῖσθαι τοῖς λεγομένοις, ὅπερ οὐχὶ μεταβολή ἐστιν ἐκ τοῦ χείρονος πρὸς τὸ βέλτιον, ἀλλὰ συμπλήρωσις τοῦ λείποντος κατὰ τὴν προσθήκην τῆς γνώσεως. Πῶς δὲ κἀκεῖνο οὐκ ἐνθυμῇ, ὅτι πατὴρ οὐ λήψεται ἁμαρτίαν παιδὸς, οὐδὲ υἱὸς λήψεται ἁμαρτίαν πατρὸς, ἕκαστος δὲ ἐν τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται; Ἐμοὶ δὲ οὔτε πατὴρ ὁ παρὰ σοὶ διαβαλλόμενος, οὔθ' υἱός. Οὔτε γὰρ διδάσκαλός μου γέγονεν, οὔτε μαθητής. Εἰ δὲ δεῖ τὰς τῶν γεννησάντων ἁμαρτίας ἐγκλήματα τοῖς τέκνοις γίνεσθαι, πολὺ δικαιότερον τὰ Ἀρείου κατὰ τῶν μαθητῶν αὐτοῦ γίνεσθαι· καὶ εἴ τις Ἀέτιον ἐγέννησε τὸν αἱρετικὸν, ἐπὶ τὴν κεφαλὴν τοῦ πατρὸς ἀναβαίνειν τοῦ παιδὸς τὰ ἐγκλήματα. Εἰ δ' οὐ δίκαιον ἐπ' ἐκείνοις ἐγκαλεῖσθαί τινα, πολλῷ δήπου δικαιότερον ἡμᾶς ἐπὶ τοῖς μηδὲν ἡμῖν προσήκουσι μὴ ὑπέχειν εὐθύνας, εἴ γε καὶ ἥμαρτον ὅλως, εἴ τι καὶ γέγραπται αὐτοῖς ἄξιον κατακρίσεως. Συγγνώμη γάρ μοι ἀπιστοῦντι τοῖς κατ' αὐτῶν λεγομένοις, ἐπειδὴ ἡ κατ' ἐμοῦ πεῖρα τὸ πρὸς συκοφαντίαν εὔκολον τῶν κατηγορούντων συνίστησι.
were stirred up between us? Were we found holding anything akin to this in our mind? And when we were visiting the blessed Silvanus together, did not our journey have discourses concerning these things? And at Eusinoe, when, being about to set out with several bishops for Lampsacus, you summoned me, were not the discourses concerning faith? And were not your shorthand writers present with me the whole time as I dictated the arguments against the heresy? Were not the most genuine of your disciples present with me the whole time? And in visiting the brotherhoods, and passing the night with them in prayers, always speaking and hearing the things concerning God without contentiousness, did I not furnish exact proofs of my own mind? How then did the experience of so long a time appear inferior to so unsound and feeble a suspicion? And whom ought there to have been before you as a witness of my disposition? The things spoken by us at Chalcedon concerning faith, those many times at Heraclea, those formerly at Caesarea in the suburb, were they not all harmonious on our part? Were they not all consistent with one another, except that, as I said, from progress a certain growth is observed in the things said, which is not a change from the worse towards the better, but a completion of what was lacking according to the addition of knowledge? And how do you not consider that also, that a father shall not bear the sin of his child, nor shall a son bear the sin of his father, but each shall die in his own sin? Yet to me he who is traduced among you is neither father nor son. For he has been neither my teacher nor my disciple. And if the sins of parents must become charges against their children, it is much more just that the things of Arius should fall against his disciples; and if anyone begot Aetius the heretic, that the charges against the child should mount up upon the head of the father. But if it is not just that anyone should be accused on those grounds, it is surely much more just that we should not be held accountable for those who have nothing to do with us, even if they sinned at all, even if anything worthy of condemnation has been written by them. For pardon is due to me when I distrust the things said against them, since the experience of what has been done against me establishes the readiness for calumny of the accusers.
6. Καὶ γὰρ εἰ μὲν ἀπατηθέντες, καὶ νομίσαντες ἐμὲ κοινωνὸν εἶναι τῆς γνώμης τῶν συγγραψάντων ἐκεῖνα τὰ Σαβελλίου ῥήματα, ἅπερ αὐτοὶ περιφέρουσιν, ἐπὶ τὴν κατ' ἐμοῦ διαβολὴν ἦλθον, οὐδ' οὕτω μὲν ἦσαν συγγνώμης ἄξιοι, πρὸ ἐναργῶν ἀποδείξεων εὐθὺς ταῖς βλασφημίαις βάλλοντες καὶ τιτρώσκοντες
6. For even if, having been deceived and having supposed me to be a partner in the opinion of those who composed those words of Sabellius which they themselves carry about, they came to the slander against me, not even so were they worthy of pardon, before clear proofs immediately pelting with blasphemies and wounding