Migne Reading Room

PG 32 · cols. 808–817 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:808Read from the page
ὑποπτώσει δὲ εὐξαμένους ἐν γʹ ἔτεσι, καὶ ἐν ἄλλοις γʹ συστάντας τοῖς πιστοῖς εἰς τὴν δέησιν, οὕτω δεκτοὺς εἶναι τῇ τοῦ ἀγαθοῦ κοινωνίᾳ.
kneeling penance to pray for 3 years, and for 3 others to stand with the faithful for supplication, and thus to be acceptable for the communion of the good.
ΠΒʹ. Καὶ περὶ τῶν ἐπιορκησάντων, ει μὲν ἐκ βίας καὶ ἀνάγκης παρέβησαν τοὺς ὅρκους, κουφοτέροις ὑπόκεινται ἐπιτιμίοις, ὥστε μετὰ ϛʹ ἔτη εἶναι αὐτοὺς δεκτούς· εἰ δὲ ἄνευ ἀνάγκης προδόντες τὴν ἑαυτῶν πίστιν, ἐν δυσὶν ἔτεσι προσκλαύσαντες, καὶ ἐν δυσὶν ἀκροασάμενοι, καὶ ἐν πέντε ἐν ὑποπτώσει εὐξάμενοι, καὶ ἐν δυσὶν ἄλλοις ἄνευ προσφορᾶς εἰς τὴν κοινωνίαν τῆς προσευχῆς παραδεχθέντες, οὕτω τελευταῖον ἀξιόλογον, δηλαδὴ, τὴν μετάνοιαν ἐπιδειξάμενοι, ἀποκαταστήσονται εἰς τὴν κοινωνίαν τοῦ σώματος τοῦ Χριστοῦ.
82. And concerning those who have committed perjury, if indeed out of force and compulsion they transgressed their oaths, they are subject to lighter penalties, so that after 6 years they are acceptable; but if without compulsion they betrayed their own faith, after weeping for two years, and hearing for two, and praying in kneeling penance for five, and for two others being admitted without oblation to the communion of prayer, thus finally having shown worthy repentance, they shall be restored to the communion of the body of Christ.
ΠΓʹ. Οἱ καταμαντευόμενοι, καὶ ταῖς συνηθείαις τῶν ἐθνῶν ἀκολουθοῦντες, ἢ εἰσάγοντές τινας εἰς τοὺς ἑαυτῶν οἴκους ἐπὶ ἀνευρέσει φαρμακειῶν, καὶ καθάρσει, ὑπὸ τὸν κανόνα πιπτέτωσαν τῆς ἑξαετίας. Ἐνιαυτὸν προσκλαύσαντες, καὶ ἐνιαυτὸν ἀκροασάμενοι, καὶ ἐν γʹ ἔτεσιν ὑποπίπτοντες, καὶ ἐνιαυτὸν συστάντες τοῖς πιστοῖς, οὕτω δεχθήτωσαν.
83. Those who practise divination, and follow the customs of the gentiles, or bring certain persons into their own houses for the discovery of sorceries, and for purification, let them fall under the canon of the six-year period. After weeping for a year, and hearing for a year, and kneeling in penance for 3 years, and standing with the faithful for a year, let them thus be received.
ΠΔʹ. Πάντα δὲ ταῦτα γράφομεν, ὥστε τοὺς καρποὺς δοκιμάζεσθαι τῆς μετανοίας. Οὐ γὰρ πάντως τῷ χρόνῳ κρίνομεν τὰ τοιαῦτα, ἀλλὰ τῷ τρόπῳ τῆς μετανοίας προσέχομεν. Ἐὰν δὲ δυσαποσπάστως ἔχωσι τῶν ἰδίων ἐθῶν, καὶ ταῖς ἡδοναῖς τῆς σαρκὸς μᾶλλον δουλεύειν θέλωσιν ἢ τῷ Κυρίῳ, καὶ τὴν κατὰ τὸ Εὐαγγέλιον ζωὴν μὴ καταδέχωνται, οὐδεὶς ἡμῖν πρὸς αὐτοὺς κοινὸς λόγος. Ἡμεῖς γὰρ ἐν λαῷ ἀπειθεῖ καὶ ἀντιλέγοντι δεδιδάγμεθα ἀκούειν, ὅτι Σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν. Μὴ τοίνυν καταδεξώμεθα συναπόλλυσθαι τοῖς τοιούτοις· ἀλλὰ φοβηθέντες τὸ βαρὺ κρῖμα, καὶ τὴν φοβερὰν ἡμέραν τῆς ἀνταποδόσεως τοῦ Κυρίου πρὸ τῶν ὀφθαλμῶν λαβόντες, μὴ θελήσωμεν ἁμαρτίαις ἀλλοτρίαις συναπόλλυσθαι. Εἰ γὰρ μὴ ἐπαίδευσεν ἡμᾶς τὰ φοβερὰ τοῦ Κυρίου, μηδὲ αἱ τηλικαῦται πληγαὶ εἰς αἴσθησιν ἡμᾶς ἤγαγον, ὅτι διὰ τὴν ἀνομίαν ἡμῶν ἐγκατέλιπεν ἡμᾶς ὁ Κύριος, καὶ παρέδωκεν εἰς χεῖρας βαρβάρων, καὶ ἀπήχθη αἰχμάλωτος εἰς τοὺς πολεμίους ὁ λαὸς, καὶ παρεδόθη τῇ διασπορᾷ, διότι ταῦτα ἐτόλμων οἱ τὸ ὄνομα τοῦ Χριστοῦ περιφέροντες· εἰ μὴ ἔγνωσαν, μηδὲ συνῆκαν, ὅτι διὰ ταῦτα ἦλθεν ἐφ' ἡμᾶς ἡ ὀργὴ τοῦ Θεοῦ· τίς ἡμῖν κοινὸς πρὸς τούτους λόγος; Ἀλλὰ διαμαρτύρεσθαι αὐτοῖς καὶ
84. And all these things we write, so that the fruits of repentance may be tested. For we do not by any means judge such matters by time, but we attend to the manner of repentance. And if they are hard to tear away from their own habits, and wish rather to serve the pleasures of the flesh than the Lord, and do not accept the life according to the Gospel, we have no common word with them. For among a disobedient and gainsaying people we have been taught to hear: Saving, save your own soul. Let us not, therefore, consent to perish together with such persons; but fearing the heavy judgement, and setting the fearful day of the retribution of the Lord before our eyes, let us not wish to perish together with others' sins. For if the fearful things of the Lord have not instructed us, nor such great plagues brought us to perception, that on account of our lawlessness the Lord has forsaken us, and delivered us into the hands of barbarians, and the people was led away captive to the enemies, and delivered over to dispersion, because those who bear about the name of Christ dared these things; if they have not known, nor understood, that on account of these things the wrath of God came upon us; what common word have we with these? But we ought to testify solemnly to them both
Notes, col. 808

On the reading

Printed ει, for εἰ.

PG 32:809Read from the page
νυκτὸς καὶ ἡμέρας, καὶ δημοσίᾳ καὶ ἰδίᾳ ὀφείλομεν· συναπάγεσθαι δὲ αὐτῶν ταῖς πονηρίαις μὴ καταδεχώμεθα, προσευχόμενοι μάλιστα μὲν κερδῆσαι αὐτοὺς καὶ ἐξελέσθαι τῆς παγίδος τοῦ πονηροῦ· ἐὰν δὲ τοῦτο μὴ δυνηθῶμεν, σπουδάσωμεν τὰς γοῦν ἑαυτῶν ψυχὰς τῆς αἰωνίου κατακρίσεως περισώσασθαι.
by night and by day, both publicly and privately, we ought; yet let us not consent to be carried away together with their wickednesses, praying above all indeed to gain them and to rescue them from the snare of the evil one; but if we should not be able to do this, let us be zealous at least to save our own souls from eternal condemnation.
ΕΠΙΣΤΟΛΗ ΣΙΗʹ.
Epistle 218.
Ἀμφιλογίῳ, ἐπισκόπω Ἰκονίου.
To Amphilochius, bishop of Iconium.
Τὴν μὲν χρείαν, ἧς ἕνεκεν παρεγένετο ὁ ἀδελφὸς Αἰλιανὸς, κατώρθωσεν ἐφ' ἑαυτοῦ, οὐδεμιᾶς παρ' ἡμῶν συνεργίας προσδεηθείς· ἡμῖν δὲ διπλῆν ἔδωκε χάριν, κομίσας τε γράμματα τῆς σῆς θεοσεβείας, καὶ ἀφορμὴν τῶν πρὸς σὲ γραμμάτων ἡμῖν παρασχόμενος. Καὶ προσαγορεύομεν οὖν δι' αὐτοῦ τὴν ἀληθινήν σου καὶ ἀμίμητον ἀγάπην· καὶ παρακαλοῦμεν προσεύχεσθαι περὶ ἡμῶν, νῦν, εἴπερ ποτὲ, τῆς ἐκ τῶν προσευχῶν σου βοηθείας προσδεομένων. Τὸ γὰρ σῶμά μου, ἐκ τῆς ὁδοῦ τῆς ἐπὶ τὸν Πόντον συντριβὲν, ὑπὸ ἀῤῥωστίας συνέχεται οὐκ ἀνεκτῶς. Ἐκεῖνο δὲ καὶ πάλαι ἐβουλόμην γνώριμον ποιῆσαι τῇ σῇ συνέσει (οὐχ ὡς ὑπ' ἄλλης προηγουμένης αἰτίας διακρουσθεὶς ἐξελαθόμην)· νῦν δὲ ὑπομιμνήσκω, ἵνα καταξιώσῃς ἄνδρα σπουδαῖον πέμψαι εἰς τὴν Λυκίαν, κατασκέψασθαι, τίνες εἰσὶν οἱ τῆς ὀρθῆς πίστεως. Δεῖ γὰρ τάχα μὴ παροφθῆναι αὐτοὺς, εἴπερ ἀληθῆ ἐστιν ἅ τις τῶν ἐκεῖθεν παραγενομένων πρὸς ἡμᾶς εὐλαβῶν διηγήσατο· ὅτι, πάντη πρὸς τὸ Ἀσιανὸν φρόνημα ἀπηλλοτριωμένοι, ἡμᾶς καταδέχονται ἐπιγράφεσθαι κοινωνούς. Εἰ δὲ μέλλει τις ἀπιέναι, ἐπιζητησάτω ἐν Κορυδάλοις Ἀλέξανδρον ἀπὸ μοναζόντων ἐπίσκοπον, καὶ ἐν Λιμύρᾳ Διάτιμον, καὶ ἐν Κύροις Τατιανὸν καὶ Πολέμωνα καὶ Μακάριον πρεσβυτέρους, ἐν Πατάροις ἐπίσκοπον Εὔδημον, ἐν Τελμεσῷ Ἱλάριον ἐπίσκοπον, ἐν Φέλῳ Λολλιανὸν ἐπίσκοπον. Τούτους καὶ ἔτι πλείους ἀνεγνώρισέ τις ἡμῖν, ὡς ὑγιαίνοντας περὶ τὴν πίστιν· καὶ πολλὴν ἔσχον χάριν τῷ Θεῷ, εἴ τινες ὅλως ἐν τῷ κλίματι τῷ Ἀσιανῷ ἔξω εἰσὶ τῆς βλάβης τῶν αἱρετικῶν·
The business indeed, on account of which our brother Aelianus came, he accomplished by himself, having needed no cooperation from us; yet to us he granted a twofold favour, both having brought letters from your reverence, and having afforded us an occasion for letters to you. And therefore we salute through him your true and inimitable love; and we exhort you to pray for us, who now, if ever at any time, stand in need of the help from your prayers. For my body, having been shattered from the journey to Pontus, is held fast by sickness unendurably. Moreover, that matter I even long ago wished to make known to your prudence (not as though having been put off by another preceding cause I forgot it); and now I remind you, that you may deign to send an earnest man into Lycia, to inspect who are those of the right faith. For perhaps they ought not to be overlooked, if indeed those things are true which a certain one of the devout men who came to us from there related: that, being altogether alienated towards the Asian mindset, they consent to be enrolled with us as communicants. And if anyone is about to go, let him seek out in Corydala Alexander, a bishop from among the monks, and in Limyra Diatimus, and in Cyra Tatianus and Polemon and Macarius, presbyters, in Patara the bishop Eudemus, in Telmessus Hilarius the bishop, in Phelus Lollianus the bishop. These and still more a certain person made known to us as being sound concerning the faith; and I had much gratitude to God, if any at all in the Asian region are outside the harm of the heretics;
Notes, col. 809

On the reading

Printed Ἀμφιλογίῳ, for Ἀμφιλοχίῳ.

Printed ἐπισκόπω, for ἐπισκόπῳ.

PG 32:812Read from the page
Ἐὰν μὲν οὖν ᾖ δυνατὸν, τέως ἄνευ γραμμάτων αὐτοὺς κατασκεψώμεθα· πεισθέντες δὲ, λοιπὸν καὶ ἀποστέλλομεν ἐπιστολὴν, καὶ σπουδάζομέν τινα ἐξ αὐτῶν προσκαλέσασθαι εἰς τὴν συντυχίαν ἡμῶν. Γένοιτο δὲ πάντα ἐν καιρῷ περὶ τὴν ποθεινοτάτην
If therefore it be possible, in the meantime let us examine them without letters; and once persuaded, thereafter we both send a letter, and are zealous to invite someone of them to a conference with us. And may all things come to pass in season concerning the most longed-for
ΕΠΙΣΤΟΛΗ ΣΙΘʹ.
Epistle 219.
Τῷ Σαμοσατέων κλήρῳ.
To the clergy of the Samosatans.
1. Ὁ πάντα μέτρῳ καὶ σταθμῷ ὁρίζων ἡμῖν Κύριος, καὶ τοὺς πειρασμοὺς ἐπάγων μὴ ὑπερβαίνοντας ἡμῶν τὴν δύναμιν, ἀλλὰ δοκιμάζων μὲν διὰ τῆς περιστάσεως τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας, οὐκ ἐῶν δὲ πειρασθῆναι ὑπὲρ ὃ δύνανται ὑπενεγκεῖν, καὶ ποτίζων δάκρυσιν ἐν μέτρῳ τοὺς ὀφείλοντας διδαχθῆναι, εἰ ἐν ταῖς θλίψεσι τὸ πρὸς τὸν Θεὸν εὐχάριστον διασώζουσι· μάλιστα ἐπὶ τῆς οἰκονομίας τῆς καθ' ὑμᾶς τὸ ἑαυτοῦ φιλάνθρωπον ἐφανέρωσε, μὴ συγχωρήσας ὑμῖν τὸν παρὰ τῶν ἐχθρῶν διωγμὸν τοιοῦτον ἐπενεχθῆναι, οἷον δύνασθαι περιτρέψαι τινὰς ἢ διασαλεῦσαι ἀπὸ τῆς εἰς Χριστὸν πίστεως. Κούφοις γὰρ καὶ εὐκαταγωνίστοις ἀντιπάλοις παραζεύξας ὑμᾶς, ἐν τῇ κατ' αὐτῶν νίκῃ τὸ βραβεῖον ὑμῖν τῆς ὑπομονῆς ηὐτρέπισεν. Ἀλλ' ὁ κοινὸς ἐχθρὸς τῆς ζωῆς ἡμῶν, ὁ ταῖς ἑαυτοῦ μεθοδείαις ἀντιμαχόμενος τοῦ Θεοῦ τῇ χρηστότητι, ἐπειδὴ εἶδεν ὑμᾶς ὡς τεῖχος κραταιὸν τῆς ἔξωθεν προσβολῆς καταφρονοῦντας, ἐν ὑμῖν αὐτοῖς, ὡς ἀκούω, ἐπενόησε γενέσθαι τινὰς λύπας πρὸς ἀλλήλους καὶ μικροψυχίας· αἳ παρὰ μὲν τὴν πρώτην μικραί εἰσι καὶ εὐθεράπευτοι, προϊόντος δὲ τοῦ χρόνου ὑπὸ φιλονεικίας αὐξανόμεναι, εἰς ἀνίατον παντελῶς ἐκπίπτειν πεφύκασι. Διὸ ὥρμησα πρὸς τὴν διὰ τοῦ γράμματος τοῦδε παράκλησιν. Εἰ μὲν ἦν δυνατὸν, αὐτὸς ἂν παρεγενόμην, καὶ δι' ἐμαυτοῦ ἱκέτευσα ὑμᾶς· ἐπειδὴ δὲ τοῦτο οἱ καιροὶ οὐκ ἐπιτρέπουσι, τὴν ἐπιστολὴν ταύτην ἀνθ' ἱκετηρίας ὑμῖν προτείνομεν· ἵνα, αἰδεσθέντες ἡμῶν τὰς παρακλήσεις, καταλύσητε πᾶσαν τὴν πρὸς ἀλλήλους φιλονεικίαν, καὶ ταχέως μοι
1. The Lord Who appoints all things for us by measure and weight, and brings on temptations not exceeding our strength, but proves indeed through adversity the combatants of godliness, yet does not suffer them to be tempted above what they are able to bear, and gives them tears to drink in measure who ought to be taught whether in afflictions they preserve thankfulness towards God; He has manifested His own loving-kindness above all in the dispensation concerning you, not having permitted the persecution from the enemies to be brought upon you such as to be able to overturn any or to shake them from the faith in Christ. For having yoked you beside light and easily vanquished opponents, in the victory against them He has prepared for you the prize of endurance. But the common enemy of our life, who by his own wiles fights against the goodness of God, since he saw you like a mighty wall despising the assault from without, contrived, as I hear, that among you yourselves certain griefs towards one another and faintheartednesses should arise; which at the first indeed are small and easily healed, but as time advances growing through contentiousness, are wont to degenerate into what is altogether incurable. Wherefore I hastened to the exhortation through this letter. If indeed it had been possible, I myself would have come, and by myself would have entreated you; but since the times do not permit this, we hold forth this letter to you instead of an olive-branch of supplication; that, having respected our exhortations, you may dissolve all contentiousness towards one another, and swiftly to me
PG 32:813Read from the page
2. Ἐκεῖνο γὰρ εἰδέναι βούλομαι τὴν σύνεσιν ὑμῶν, ὅτι ἐκεῖνος μέγας παρὰ Θεῷ, ὁ ταπεινοφρόνως ὑποκατακλιθεὶς τῷ πλησίον, καὶ ἀνεπαισχύντως ἐφ' ἑαυτὸν ἀναδεξάμενος τὰ ἐγκλήματα, κἂν μὴ ἀληθῆ ᾖ, ὑπὲρ τοῦ τὸ μέγα ὄφελος τὴν εἰρήνην χαρίσασθαι τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ. Γενέσθω οὖν ἐν ὑμῖν ἅμιλλα ἀγαθὴ, τίς πρῶτος καταξιωθῇ υἱὸς Θεοῦ κληθῆναι, διὰ τῆς εἰρηνοποιίας ἑαυτῷ τὸ ἀξίωμα τοῦτο περιποιησάμενος. Ἐπέστειλε δὲ καὶ ὁ θεοφιλέστατος ἐπίσκοπος ὑμῖν τὰ πρέποντα, καὶ ἐπιστελεῖ πάλιν τὰ ἐπιβάλλοντα αὐτῷ. Πλὴν ἀλλὰ καὶ ἡμεῖς, διὰ τὸ ἔτι συγκεχωρῆσθαι ἐγγύτεροι ὑμῶν εἶναι, ἀμελεῖν τῶν καθ' ὑμᾶς οὐ δυνάμεθα. Ὅθεν καὶ παραγενομένου τοῦ εὐλαβεστάτου ἀδελφοῦ Θεοδώρου τοῦ ὑποδιακόνου, καὶ εἰπόντος τὴν Ἐκκλησίαν ἐν λύπῃ εἶναι καὶ ταραχῇ, σφοδρῶς συντριβέντες καὶ βαθείᾳ ὀδύνῃ τὴν καρδίαν πληγέντες, ἡσυχάσαι οὐκ ἠνειχόμεθα· ἀλλὰ παρεκαλέσαμεν ὑμᾶς, πᾶσαν δικαιολογίαν τὴν πρὸς ἀλλήλους ῥίψαντας, καταπράξασθαι τὴν εἰρήνην, ἵνα μήτε ἡδονὴν τοῖς ἐναντίοις παράσχησθε, μήτε τὸ καύχημα τῆς Ἐκκλησίας προδῶτε, ὃ νῦν εἰς πᾶσαν τὴν οἰκουμένην διαβεβόηται, ὅτι οἱ πάντες, ὡς ὑπὸ μιᾶς ψυχῆς καὶ καρδίας οἰκονομούμενοι, ἐν ἑνὶ σώματι οὕτω διάγετε. Πάντα τὸν λαὸν τοῦ Θεοῦ, τούς τε ἐν ἀξιώμασι καὶ δυναστείαις πολιτικαῖς, καὶ τοῦ παντὸς κλήρου τὸ πλήρωμα διὰ τῆς ὑμετέρας εὐλαβείας κατασπαζόμεθα, καὶ παρακαλοῦμεν ὁμοίους ἑαυτοῖς διαμεῖναι. Οὐδεμίαν γὰρ προσθήκην ἐπιζητοῦμεν, διὰ τὸ πᾶσαν ὑπερβολὴν προλαβόντας αὐτοὺς διὰ τῆς τῶν ἀγαθῶν ἔργων ἐπιδείξεως ἀποκλεῖσαι.
2. For I wish your prudence to know that thing, that he is great before God who humbly yields to his neighbour, and without shame takes upon himself the accusations, even though they be not true, for the sake of granting that great benefit, peace, to the Church of God. Let there be therefore among you a good rivalry, who first may be counted worthy to be called a son of God, having procured for himself this dignity through peacemaking. Moreover, the bishop most beloved of God has also written to you the things that are fitting, and will write again the things that belong to him. Nevertheless, we also, because it has still been granted to us to be nearer to you, are not able to neglect the affairs concerning you. Whence also, when the most devout brother Theodorus the subdeacon arrived, and said that the Church is in grief and trouble, having been vehemently crushed and smitten in heart with deep pain, we could not endure to keep silence; but we exhorted you, having cast away every plea of self-justification towards one another, to accomplish peace, lest you should either afford pleasure to the adversaries, or betray the boast of the Church, which now has been proclaimed unto all the inhabited world, that you all, as being governed by one soul and heart, so pass your life in one body. All the people of God, both those in civic dignities and authorities, and the fullness of the whole clergy we embrace through your reverence, and we exhort them to remain like unto themselves. For we seek no addition, because they have anticipated and shut out all surpassing through the demonstration of good works.
ΕΠΙΣΤΟΛΗ ΣΚʹ.
Epistle 220.
Πρὸς τοὺς ἐν Βεροίᾳ
To those in Beroea
Μεγάλην ὁ Κύριος ἔδωκε παραμυθίαν τοῖς ἀπολιμπανομένοις τῆς κατ' ὀφθαλμοὺς συντυχίας, τὴν διὰ τοῦ γράμματος ὁμιλίαν, ἐξ ἧς ἔστι μανθάνειν οὐ τὸν σωματικὸν χαρακτῆρα, ἀλλ' αὐτῆς τῆς ψυχῆς τὴν διάθεσιν. Ὅθεν καὶ νῦν, δεξάμενοι τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν, ὁμοῦ τε ἐγνωρίσαμεν ὑμᾶς, καὶ τὴν περὶ ὑμᾶς ἀγάπην ταῖς καρδίαις ἡμῶν ἀνελάβομεν, οὐ δεηθέντες χρόνου μακροῦ συνήθειαν ἐμποιοῦντος ἡμῖν. Ἐξ αὐτῆς γὰρ τῆς ἐναποκειμένης τοῖς γράμμασι διανοίας εἰς τὸ φίλτρον τοῦ κάλλους τῆς ψυχῆς ὑμῶν ἐξεκαύθημεν. Καὶ γὰρ πρὸς τοῖς ἐπεσταλμένοις, τοιούτοις οὖσιν, ἔτι καὶ ἡ τῶν μεσιτευόντων ἀδελφῶν ἐπιτηδειότης ἐναργέστερον ἡμῖν ἐδείκνυ τὰ καθ' ὑμᾶς. Ὁ γὰρ ποθεινότατος καὶ εὐλαβέστατος συμπρεσβύτερος ἡμῶν Ἀκάκιος, πλείονα τῶν ἐπεσταλμένων διηγούμενος, καὶ ὑπ' ὄψιν
A great consolation has the Lord given to those who are deprived of face-to-face meeting, namely intercourse by letter, from which it is possible to learn not the bodily features, but the disposition of the very soul. Whence even now, having received the letters of your reverence, we both at once came to know you, and took up love concerning you into our hearts, not having needed a long time producing familiarity for us. For from the very thought laid up within the letters we were kindled unto affection for the beauty of your soul. For besides the things sent in writing, being such as they are, still further the fitness of the mediating brethren showed us more clearly the affairs concerning you. For our most longed-for and most devout fellow-presbyter Acacius, relating more than the things sent in writing, and before our view
PG 32:816Read from the page
ἄγων τὴν καθημερινὴν ὑμῶν ἄθλησιν, καὶ τὴν εὔτονον ὑπὲρ τῆς εὐσεβείας ἔνστασιν, τοσοῦτον ἡμῖν ἐνεποίησε τὸ θαῦμα, καὶ τοσοῦτον ἤγειρε τὸν πόθον τῆς ἀπολαύσεως τῶν ἐν ὑμῖν καλῶν, ὥστε προσεύχεσθαι ἡμᾶς τῷ Κυρίῳ γενέσθαι ποτὲ καιρὸν καὶ διὰ τῆς οἰκείας πείρας γνωρίσαι τὰ καθ' ὑμᾶς. Καὶ γὰρ ἀπήγγειλεν ἡμῖν οὐ μόνον ὑμῶν τῶν τὴν λειτουργίαν τοῦ θυσιαστηρίου πεπιστευμένων τὴν ἀκρίβειαν, ἀλλὰ καὶ τοῦ δήμου παντὸς τὴν συμφωνίαν, καὶ τῶν καθηγουμένων τῆς πόλεως καὶ προπολιτευομένων αὐτῆς τὸ μεγαλοφυὲς τῶν τρόπων, καὶ τὸ γνήσιον τῆς περὶ Θεὸν διαθέσεως, ὥστε μακαρίσαι ἡμᾶς τὴν ἐκ τῶν τοιούτων συμπληρουμένην Ἐκκλησίαν, καὶ εὔχεσθαι νῦν πλέον δοθῆναι ὑμῖν τὴν πνευματικὴν γαλήνην· ἵνα ἃ νῦν ἐν τῷ καιρῷ τῆς ἀθλήσεως ἐπεδείξασθε, τούτων ἐν τῷ τῆς ἀνέσεως χρόνῳ κομίσησθε τὴν ἀπόλαυσιν. Πέφυκε γάρ πως τὰ δυσχερῆ κατὰ τὴν πεῖραν ἡδονὴν φέρειν τοῖς ὑπομιμνησκομένοις. Τὸ δὲ νῦν ἔχον παρακαλοῦμεν ὑμᾶς μὴ ἐκκακεῖν, μηδὲ ἀπαγορεύειν πρὸς τὴν συνέχειαν τῶν κακώσεων. Ἐγγὺς γὰρ οἱ στέφανοι, καὶ ἐγγὺς ἡ ἀντίληψις τοῦ Κυρίου. Μὴ ἐκχέητε τὰ προπεπονημένα ὑμῖν· μὴ ἀχρειώσητε τὸν κόπον τὸν διὰ πάσης τῆς οἰκουμένης βεβοημένον. Ὀλιγοχρόνιοι τῶν ἀνθρωπίνων πραγμάτων αἱ καταστάσεις· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. Τῆς διαμενούσης ἐντολῆς ἀντεχόμενοι, τῆς παρερχομένης φαντασίας καταφρονήσωμεν. Πολλὰς Ἐκκλησίας ἀνώρθωσε τὸ καθ' ὑμᾶς ὑπόδειγμα.
bringing your daily contest, and your vigorous stand on behalf of godliness, produced in us so great an admiration, and aroused so great a longing for the enjoyment of the good things among you, that we pray to the Lord that a time may one day come to learn even through our own experience the affairs concerning you. For indeed he reported to us not only the exactness of you who have been entrusted with the ministry of the altar, but also the harmony of the whole people, and the nobility of manners of those who lead the city and are its chief citizens, and the genuineness of their disposition towards God, so that we counted happy the Church that is filled up out of such persons, and pray now all the more that spiritual calm be given to you; in order that what things you have now displayed in the time of contest, of these you may receive the enjoyment in the time of relief. For things hard to bear in experience are somehow naturally wont to bring pleasure to those who remember them. And for the present we exhort you not to lose heart, nor to renounce in face of the continuance of ill-treatments. For near are the crowns, and near is the succour of the Lord. Do not pour out the things previously laboured for by you; do not render useless the toil celebrated throughout all the inhabited world. Short-lived are the conditions of human affairs: All flesh is grass, and all the glory of man as the flower of grass. The grass withered, and the flower fell away; but the word of the Lord abides for ever. Cleaving to the abiding commandment, let us despise the passing show. Many Churches has the example among you set upright.
ΕΠΙΣΤΟΛΗ ΣΚΑʹ.
Epistle 221.
Πρὸς τοὺς ἐν Βεροίᾳ.
To those in Beroea.
Ἔγνωμεν ὑμᾶς προλαβόντες, ποθεινότατοι, ἐκ τῆς ἐκβεβοημένης ὑμῶν εὐλαβείας, καὶ τοῦ στεφάνου τῆς κατὰ Χριστὸν ὁμολογίας. Καὶ ἴσως ἄν τις ὑμῶν φαίη· Καὶ τίς ὁ εἰς τὴν μακρὰν ταῦτα διαπορθμεύσας; Κύριος αὐτὸς, ὃς τοὺς εὐσεβοῦντας εἰς αὐτὸν τρόπῳ λύχνου τιθεὶς ἐπὶ τὴν λυχνίαν, φαίνειν ποιεῖ καθ' ὅλης τῆς οἰκουμένης. Ἢ οὐχὶ τοὺς ἀριστέας τῶν ἀγωνιστῶν ἀνακηρύττειν εἴωθε τὸ τῆς νίκης βραβεῖον, καὶ τοὺς μηχανικοὺς ⟨ἡ⟩ τοῦ ἔργου ἐπίνοια; Εἰ δὲ ἐπὶ τούτοις καὶ τοῖς τοιούτοις ἄληστος ἡ μνήμη διαμένει, τοὺς κατὰ Χριστὸν εὐσεβοῦντας, περὶ ὧν αὐτός φησιν ὁ Κύριος, Τοὺς
We knew you beforehand, most longed-for brethren, from your proclaimed devoutness, and from the crown of the confession according to Christ. And perhaps someone of you might say: And who is he that ferried these things over into a distant land? The Lord Himself, Who setting on the lampstand after the manner of a lamp those who are godly towards Him, makes them shine throughout the whole inhabited world. Or is not the prize of victory wont to proclaim the champions among combatants, and the ingenuity of the work the engineers? And if upon these and such things an unforgettable memory abides, those who live godly according to Christ, concerning whom the Lord Himself says, Those who
PG 32:817Read from the page
δοξάζοντάς με δοξάσω, πῶς οὐχὶ γνωρίμους καὶ διαφανεῖς τοῖς πᾶσι καταστήσει, ταῖς ἀκτῖσι τοῦ ἡλίου συνεφαπλῶν τῆς ἐξαστραπτούσης αὐτῶν λαμπηδόνος τὸ φαιδρόν; Μείζονα δὲ αὖθις ἡμῖν τὸν περὶ ὑμᾶς πόθον ἐνεθήκατε γραμμάτων ἡμᾶς ἀξιώσαντες, καὶ γραμμάτων τοιούτων, ἐν οἷς πρὸς τοῖς προλαβοῦσιν ὑπὲρ τῆς εὐσεβείας παλαίσμασι πλουσίαν καὶ ἀκμαιοτέραν τὴν ὑπὲρ τῆς ἀληθοῦς πίστεως καρτεροψυχίαν ἐπεδαψιλεύσασθε. Ἐφ' οἷς συνηδόμεθα ὑμῖν, καὶ συνευχόμεθα, ὅπως ὁ τῶν ὅλων Θεὸς, οὗ ὁ ἀγὼν, καὶ οὗ τὸ σκάμμα, καὶ δι' οὗ οἱ στέφανοι, προθυμίαν ἐμποιήσῃ, ῥῶσιν ψυχῆς παράσχῃ, καὶ εἰς τελείαν εὐδοκίμησιν τὴν παρ' αὐτῷ τὸ ἔργον ὑμῶν ἀγάγῃ.
glorify Me I will glorify, how shall He not render them known and conspicuous to all, spreading out together with the rays of the sun the brightness of their flashing splendour? And once again you have implanted in us a greater longing concerning you by having counted us worthy of letters, and of letters such as these, in which besides your previous wrestlings on behalf of godliness you have lavished a rich and more vigorous fortitude of soul on behalf of the true faith. Over which things we rejoice together with you, and pray together with you, that the God of all, Whose is the contest, and Whose is the arena, and through Whom are the crowns, may implant eagerness, grant strength of soul, and lead your work unto perfect approval before Him.
ΕΠΙΣΤΟΛΗ ΣΚΒʹ.
Epistle 222.
Πρὸς Χαλκιδέας.
To the Chalcidians.
Τὸ γράμμα τῆς εὐλαβείας ὑμῶν τοιοῦτον γέγονεν ἡμῖν ἐν καιρῷ θλίψεως ἐπιφανὲν, ὁποῖον γίνεται πολλάκις ἀγωνισταῖς ἵπποις, ἐν μεσημβρίᾳ σταθερᾷ λάβρῳ τῷ ἄσθματι κόνιν σπωμένοις ἐν μέσῳ τῷ σταδίῳ, ὕδωρ τοῖς στόμασι προσχυθέν. Ἀνεπνεύσαμεν γὰρ ἐκ τῆς συνεχείας τῶν πειρασμῶν, καὶ ὁμοῦ τε τοῖς ῥήμασιν ὑμῶν ἐπεῤῥώσθημεν, καὶ τῇ μνήμῃ τῶν καθ' ὑμᾶς ἀγωνισμάτων εὐτονώτεροι γεγόναμεν πρὸς τὸ ἀνενδότως ὑπενεγκεῖν τὸν προκείμενον ὑμῖν ἀγῶνα. Ὁ γὰρ ἐμπρησμὸς, ὁ τὰ πολλὰ τῆς Ἀνατολῆς ἐπινειμάμενος, ὑφέρπει ἤδη καὶ τὴν ἡμετέραν, καὶ τὰ κύκλῳ πάντα περιφλέξας, ἅπτεσθαι φιλονεικεῖ καὶ τῶν ἐν Καππαδοκίᾳ Ἐκκλησιῶν, ἃς τέως ἐκίνει πρὸς δάκρυον ὁ ἐκ γειτόνων καπνός. Ἅπτεσθαι δ' οὖν λοιπὸν καὶ ἡμῶν ἐπείγεται, ὃν ὁ Κύριος ἀποστρέψειε τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ διακόψειε τὴν φλόγα τοῦ πονηροῦ τούτου πυρός! Τίς γὰρ οὕτω δειλὸς καὶ ἄνανδρος, ἢ πρὸς πόνους ἀθλητικοὺς ἀμελέτητος, ὡς μὴ τοῖς ὑμετέροις ὑποφωνήμασιν ἐπιῤῥωσθῆναι πρὸς τὸν ἀγῶνα, καὶ εὔχεσθαι μεθ' ὑμῶν στεφανίτης ἀναῤῥηθῆναι; Προλαβόντες γὰρ ἐναπεδύσασθε τῷ τῆς εὐσεβείας σταδίῳ, καὶ πολλὰς μὲν ἀπεκρούσασθε πείρας αἱρετικῶν παλαισμάτων, πολὺν δὲ τὸν καύσωνα τῶν πειρασμῶν ὑπηνέγκατε, οἵ τε κορυφαῖοι τῆς Ἐκκλησίας ὑμεῖς, οἷς ἡ θεραπεία τοῦ θυσιαστηρίου πεπίστευται, καὶ οἱ καθ' ἕνα τοῦ λαοῦ, οἱ δυνατώτεροι. Τοῦτο γὰρ καὶ μάλιστα θαυμαστὸν ὑμῶν καὶ πάσης ἀποδοχῆς ἄξιον, ὅτι πάντες εἷς ἐστε ἐν
The letter of your reverence has been such to us, appearing in a time of affliction, as water poured upon their mouths often is to contesting horses, drawing in dust with vehement panting at high noon in the midst of the racecourse. For we took breath from the continuance of temptations, and both at once were strengthened by your words, and by the remembrance of the contests among you have become more vigorous towards bearing unyieldingly the contest set before you. For the conflagration, which has devoured most parts of the East, is already creeping stealthily even into our own country, and having scorched all the parts round about, strives to lay hold also of the Churches in Cappadocia, which hitherto the smoke from the neighbours moved to tears. And so for the rest it hastens to lay hold of us also, which may the Lord turn away by the spirit of His mouth, and cut through the flame of this evil fire! For who is so cowardly and unmanly, or unpractised for athletic toils, as not to be strengthened for the contest by your cheering calls, and to pray to be proclaimed a crowned victor together with you? For having gone before you stripped for the racecourse of godliness, and beat back many attempts of heretical wrestlings, and endured much burning heat of temptations, both you the leaders of the Church, to whom the service of the altar has been entrusted, and each one of the people, the more powerful. For this is even above all admirable in you and worthy of all acceptance, that you are all one in
Notes, col. 817

On the reading

Printed ὑμῖν, for ἡμῖν.