Migne Reading Room

PG 32 · cols. 832–841 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:832Read from the page
τοὺς μηδὲν ἀδικήσαντας· ἵνα μὴ εἴπω, ὅτι καὶ τοὺς εἰς τὴν ἄκραν αὐτοῖς φιλίαν συνδεδεμένους· καὶ ὅτι ἀπόδειξις τοῦ μὴ Πνεύματι ἄγεσθαι ἁγίῳ τὸ ψευδεῖς ἔχειν ἐν ἑαυτοῖς τὰς ὑπολήψεις. Πολλὰ γὰρ δεῖ μεριμνῆσαι καὶ πολλὰς ἀγρύπνους νύκτας διενεγκεῖν, καὶ μετὰ πολλῶν δακρύων ἐκζητῆσαι παρὰ Θεοῦ τὴν ἀλήθειαν, τὸν μέλλοντα φιλίας ἀδελφοῦ διατέμνεσθαι. Εἰ γὰρ οἱ τοῦ κόσμου τούτου ἄρχοντες, ὅταν τινὰ τῶν κακούργων θανάτῳ καταδικάζειν μέλλωσιν, ἀφέλκονται τὰ παραπετάσματα, καλοῦσι δὲ τοὺς ἐμπειροτάτους πρὸς τὴν ὑπὲρ τῶν προκειμένων σκέψιν, καὶ πολὺν ἐνσχολάζουσι χρόνον, νῦν μὲν τοῦ νόμου τὸ αὐστηρὸν ὁρῶντές, νῦν δὲ τὴν κοινωνίαν τῆς φύσεως δυσωπούμενοι, καὶ πολλὰ στενάξαντες καὶ τὴν ἀνάγκην ἀπολοφυρόμενοι, πάνδημοι πᾶσι γίνονται πρὸς ἀνάγκην ὑπηρετοῦντες τῷ νόμῳ, οὐ κατ' οἰκείαν ἡδονὴν ἐπάγοντες τὴν κατάκρισιν· πόσῳ χρὴ πλείονος σπουδῆς ἄξιον ἡγεῖσθαι καὶ μερίμνης καὶ τῆς μετὰ πλειόνων βουλῆς τὸν μέλλοντα φιλίας ἀδελφῶν ἀποῤῥήγνυσθαι, τῆς ἐν πολλῷ χρόνῳ βεβαιωθείσης; Ἀλλὰ μία ἐπιστολὴ, καὶ αὕτη ἀμφίβολος. Οὐδὲ γὰρ ἂν εἴποιεν ἐκ τῶν τῆς ὑπογραφῆς συμβόλων αὐτὴν ἐπεγνωκέναι, οἵ γε οὐχὶ τὴν πρώτως γραφεῖσαν, ἀλλὰ τὴν μεταγραφεῖσαν εἰς χεῖρας ἔλαβον.
those who have done no wrong—not to say those who were bound to them in the highest friendship—and because it is a proof of not being led by the Holy Spirit that they hold false suspicions within themselves. For he who is about to sever himself from the friendship of a brother must take much thought, and pass many sleepless nights, and seek out the truth from God with many tears. For if the rulers of this world, when they are about to condemn some malefactor to death, draw aside the curtains, and summon the most experienced men to the consideration of the matters before them, and spend much time over it, now looking at the austerity of the law, and now respecting the fellowship of nature, and having groaned much and bewailed the necessity, become manifest before the whole people to all as serving the law under necessity, not bringing on the condemnation according to their own pleasure; of how much greater earnestness and care and counsel with many ought he to deem the matter worthy who is about to break off from a friendship of brethren that has been confirmed over a long time? Yet there is a single letter, and that a doubtful one. For they could not even say that they had recognized it from the tokens of the signature, seeing that they received into their hands not the original copy, but a transcript.
Notes, col. 832

On the reading

Printed ὁρῶντές, for ὁρῶντες.

PG 32:833Read from the page
Ἐξ ἑνὸς τοίνυν γράμματος, καὶ τούτου παλαιοῦ. Εἴκοσι γὰρ ἔτη ἐστὶν εἰς τὸν νῦν χρόνον ἀφ' οὗ γέγραπταί τι πρὸς τὸν ἄνδρα ἐκεῖνον. Ἐν δὲ τῷ μεταξὺ τούτῳ χρόνῳ οὐδένα τοιοῦτον ἔχω μάρτυρα τῆς ἐμαυτοῦ προαιρέσεως καὶ τοῦ βίου, ὡς τοὺς νῦν ἐφεστῶτάς μοι κατηγόρους.
From a single letter, therefore, and that an ancient one. For it is twenty years up to the present time since something was written to that man. And in this intervening time I have no such witness of my own purpose and life as the accusers who now stand against me.
7. Ἀλλ' οὐ γὰρ ἡ ἐπιστολὴ τοῦ χωρισμοῦ αἰτία, ἑτέρα δέ ἐστι τῆς διαστάσεως ἡ ὑπόθεσις, ἣν ἐγὼ λέγειν αἰσχύνομαι, κἂν ἐσίγησα δὲ πάντα τὸν χρόνον, εἰ μὴ τὰ νῦν πεπραγμένα ἀναγκαίαν μοι καθίστη διὰ τὸ τῶν πολλῶν λυσιτελὲς τῆς ὅλης αὐτῶν προαιρέσεως τὴν φανέρωσιν. Ἐνόμισαν οἱ χρηστοὶ ἐμπόδιον αὐτοῖς εἶναι πρὸς τὴν τῆς δυναστείας ἀνάληψιν τὴν πρὸς ἡμᾶς κοινωνίαν. Καὶ ἐπειδὴ ὑπογραφῇ τινι πίστεως προελήφθησαν, ἣν ἡμεῖς αὐτοῖς προετείναμεν, οὐκ αὐτοὶ ἀπιστοῦντες αὐτῶν τῷ φρονήματι (ὁμολογῶ γὰρ), ἀλλὰ τὰς ἐπ' αὐτοῖς ὑπονοίας, ἃς οἱ πολλοὶ τῶν ὁμοψύχων ἡμῶν ἀδελφῶν εἶχον, θεραπεῦσαι βουλόμενοι, ἵνα μηδὲν ἐκ τῆς ὁμολογίας ἐκείνης δόξῃ αὐτοῖς ἐμπόδιον ἀπαντᾷν, πρὸς τὸ ὑπὸ τῶν νῦν κρατούντων παραδεχθῆναι, ἀπείπαντο τὴν πρὸς ἡμᾶς κοινωνίαν· καὶ ὑπόθεσις τῆς ἀποῤῥήξεως τὸ γράμμα τοῦτο ἐπενοήθη. Σημεῖον δὲ τῶν λεγομένων ἐναργέστατον, ὅτι, ἀποκηρύξαντες ἡμᾶς, καὶ συνθέντες τὰς μέμψεις ἃς ἠβούλοντο καθ' ἡμῶν, πρὶν ἡμῖν ἀποστεῖλαι, τὰ γράμματα περιέπεμπον πανταχοῦ. Ἑπτὰ γὰρ πρότερον ἡμέραις τοῦ εἰς τὰς ἐμὰς ἀφικέσθαι χεῖρας παρ' ἄλλοις ἐφάνη ἡ ἐπιστολή· οἳ, ἐξ ἑτέρων διαδεξάμενοι, ἑτέροις ἔμελλον παραπέμπειν. Οὕτω γὰρ ἐπενόησαν ἕνα ἑνὶ παραδιδόναι, ἵνα ταχεῖα αὐτοῖς κατὰ πᾶσαν τὴν χώραν γένηται ἡ διάδοσις. Καὶ ταῦτ' ἐλέγετο μὲν ἔτι τότε παρὰ τῶν σαφέστατα ἡμῖν τὰ ἐκείνων ἐξαγγελλόντων. Ἐκρίναμεν δὲ σιωπᾷν, ἕως ἂν ὁ ἀποκαλύπτων τὰ βαθέα σαφεστάτοις καὶ ἀναντιῤῥήτοις ἐλέγχοις δημοσιεύσῃ τὰ κατ' αὐτούς.
7. Yet the letter is not the cause of the separation, but another is the ground of the estrangement, which I am ashamed to speak of, and would have kept silent about the whole time, had not the things now done rendered the disclosure of their whole purpose necessary for me on account of the profit of the many. These worthy men supposed that communion with us was an obstacle to them towards the assumption of power. And since they had been forestalled by a certain subscription to the faith, which we had proposed to them—not because we ourselves distrusted their sentiment (for I confess it), but because we wished to heal the suspicions concerning them which many of our like-minded brethren held—in order that no obstacle might seem to meet them from that confession towards being received by those now in power, they renounced communion with us; and this letter was devised as the pretext for the breach. And the clearest token of the things said is that, having renounced us, and having put together the reproaches which they wished against us, before sending them to us, they sent the letters round everywhere. For seven days before it reached my hands, the letter appeared among others, who, having received it in succession from others, were about to pass it on to others. For thus they devised that one should hand it over to one, in order that its distribution throughout the whole country might be swift for them. And these things were indeed told even then by those who most clearly reported their affairs to us. Yet we judged it right to keep silent, until He Who reveals the deep things should make public the matters concerning them by the clearest and most irrefutable proofs.
ΕΠΙΣΤΟΛΗ ΣΚΔʹ.
LETTER 224.
Γενεθλίῳ πρεσβυτέρῳ.
To Genethlius the presbyter.
1. Ἐδεξάμην τὰ γράμματα τῆς σῆς εὐλαβείας καὶ ἐπήνεσα τὴν προσηγορίαν ἣν εὐστόχως ὠνόμασας τὸ βιβλίον τὸ ὑπ' αὐτῶν συγγεγραμμένον, προσαγο-
1. I received the letters of your Reverence, and I praised the designation by which you aptly named the book composed by them, call-
PG 32:836Read from the page
ρεύσας βιβλίον ἀποστασίου. Ὅπερ οἱ συγγράψαντες (ἀπὸ τῆς ἀγάπης ἡμῶν ἀποστῆναι) τίνα ηὐτρέπισαν τὴν ἀπολογίαν ὑπὲρ αὐτοῦ ἐπὶ τοῦ ἀπαραλογίστου βήματος τοῦ Χριστοῦ, ἐννοεῖν οὐκ ἔχω. Προθέντες γὰρ ἡμετέραν κατηγορίαν, καὶ σφοδρῶς ἡμῶν καταδραμόντες, καὶ διηγησάμενοι ἃ ἐβούλοντο, οὐχ οἷα ἡ ἀλήθεια ἔχει, σχηματισάμενοι ἑαυτῶν πολλὴν ταπείνωσιν, καὶ ἡμῖν περιθέντες ὑπερηφανίας ὄγκον, ὡς μὴ δεξαμένοις τοὺς παρ' αὐτῶν ἀποσταλέντας, πάντα ψευδῆ, ἢ τά γε πλεῖστα αὐτῶν, ἵνα μὴ ἐπικινδύνως φθέγξωμαι, ὡς ἀνθρώπους πείθοντες, καὶ οὐχὶ Θεὸν, καὶ ζητοῦντες ἀνθρώποις ἀρέσαι, καὶ οὐχὶ Θεῷ, παρ' ᾧ οὐδέν ἐστιν ἀληθείας προτιμότερον, οὕτω συνέγραψαν. Εἶτα ἐκεῖνοι τοῖς καθ' ἡμῶν γράμμασιν ὑπέταξαν ῥήματα αἱρετικὰ, τὸν συγγραφέα τῆς ἀσεβείας ἀποκρυψάμενοι, ἵν' οἱ πολλοὶ καὶ ἁπλούστεροι ἐκ τῆς προτεταγμένης ἡμῶν κατηγορίας ἡμέτερα εἶναι νομίσωσι τὰ συνημμένα, διὰ τὸ παρὰ τῶν τεχνικῶς ἡμᾶς διαβαλλόντων σιωπηθῆναι μὲν τὸ ὄνομα τοῦ πατρὸς τῶν πονηρῶν δογμάτων, καταλειφθῆναι δὲ τῇ ὑπονοίᾳ τῶν ἀκεραιοτέρων τὸ ἡμᾶς εἶναι τοὺς ταῦτα ἢ ἐνθυμηθέντας ἢ γράψαντας. Ταῦτα οὖν γινώσκοντας ὑμᾶς παρακαλοῦμεν αὐτούς τε μὴ ταράσσεσθαι, καὶ τῶν σαλευομένων τοὺς θορύβους κατασιγάζειν· εἰ καὶ ὅτι οἴδαμεν δυσπαράδεκτον ἡμῶν οὖσαν τὴν ἀπολογίαν, διὰ τὸ ὑπὸ προσώπων ἀξιοπίστων προκατασχεθῆναι ἡμῶν τὰς πονηρὰς βλασφημίας.
ing it a bill of divorce. What defence those who composed it (so as to depart from our love) have prepared for it before the unerring tribunal of Christ, I am unable to conceive. For having set forth an accusation of us, and having vehemently inveighed against us, and having related what they wished, not as the truth stands, feigning great humility on their own part, and putting upon us the swelling of pride, as though we had not received those sent by them—all falsehoods, or at least the most part of them, that I may not speak hazardously—as persuading men and not God, and seeking to please men and not God, with Whom nothing is more precious than truth, so they wrote. Next they subjoined heretical words to the letters against us, concealing the author of the impiety, in order that the many and simpler folk, from the accusation of us prefixed, might suppose the annexed passages to be ours, because by those who artfully traduce us the name of the father of the wicked doctrines was kept silent, while it was left to the suspicion of the more guileless that we were the ones who had either devised or written these things. Knowing these things, therefore, we exhort you both not to be troubled yourselves, and to quiet the tumults of those who are shaken; although we know that our defence is hard to gain acceptance, because the wicked blasphemies against us have preoccupied men's ears through persons worthy of credit.
2. Περὶ μὲν οὖν τοῦ, ὅτι οὐκ ἔστιν ἡμέτερα τὰ ὡς ἡμέτερα περιφερόμενα, νομίζω, εἰ καὶ πάνυ ὁ καθ' ἡμῶν θυμὸς ἐπισκοτεῖ τοῖς λογισμοῖς αὐτῶν πρὸς τὸ συνορᾷν τὸ συμφέρον, ὅμως ἐὰν ἐρωτηθῶσι παρ' ὑμῶν αὐτῶν, μὴ ἂν αὐτοὺς εἰς τοσοῦτον ἐλθεῖν σκληρότητος, ὥστε τολμῆσαι φθέγξασθαι τῷ ἰδίῳ στόματι τὸ ψεῦδος, καὶ εἰπεῖν, ὅτι ἐμά ἐστι τὰ συντάγματα. Εἰ δ' οὐκ ἐμὰ, διὰ τί κρίνομαι ὑπὲρ τῶν ἀλλοτρίων; Ἀλλ' ἐροῦσιν, ὅτι κοινωνὸς Ἀπολιναρίου ἐγὼ, καὶ τῶν τοιούτων δογμάτων τὴν διαστροφὴν ἔχων ἐν ἐμαυτῷ. Ἀπαιτηθήτωσαν τὰς ἀποδείξεις. Εἰ μὲν γὰρ καρδίαν ἀνθρώπου διερευνᾷν ἴσασι, τοῦτο ὁμολογησάτωσαν· καὶ γνωρίσατε αὐτῶν τὴν περὶ πάντα ἀλήθειαν· εἰ δὲ ἐκ τῶν φαινομένων καὶ πᾶσι προδήλων ἐλέγχουσί μου τὴν κοινωνίαν, δειξάτωσαν ἢ κανονικὰ γράμματα παρ' ἐμοῦ πρὸς αὐτὸν διαπεμπόμενα, ἢ παρ' ἐκείνου πρὸς
2. Concerning the fact, therefore, that the things carried about as ours are not ours, I suppose that, even if their wrath against us altogether darkens their reasonings as to perceiving what is expedient, nevertheless if they should be questioned by you yourselves, they would not come to such a pitch of obduracy as to dare to utter the falsehood with their own mouth, and to say that the treatises are mine. And if they are not mine, why am I judged for the things of others? But they will say that I am a partner of Apollinarius, and hold within myself the perversity of such doctrines. Let them be required to produce the proofs. For if they know how to search the heart of man, let them confess this, and recognize their truth in all things; but if they convict my communion from things visible and manifest to all, let them show either canonical letters dispatched by me to him, or by him to
PG 32:837Read from the page
ἐμέ· ἢ τῶν κληρικῶν τὰς πρὸς ἡμᾶς ἐπιμιξίας, ἢ εἴ τινα αὐτῶν εἰς κοινωνίαν εὐχῆς ἐδεξάμεθά ποτε. Εἰ δὲ ἐπιστολὴν προφέρουσι τὴν λοιπὸν πρὸ κεʹ ἐτῶν γραφεῖσαν αὐτῷ, παρὰ λαϊκοῦ πρὸς λαϊκόν· καὶ οὐδὲ ταύτην ὡς γέγραπται παρ' ἐμοῦ, ἀλλὰ μεταποιηθεῖσαν, ὑπὸ τίνων δὲ, ὁ Θεὸς οἶδε· γνωρίσατε αὐτόθεν τὴν ἀδικίαν, ὅτι οὐδεὶς ἐν ἐπισκοπῇ ὢν ἐγκαλεῖται, εἴ τι κατὰ ἀδιαφορίαν ἐν τῷ λαϊκῷ βίῳ ἀπαρατηρήτως ἔγραψε· καὶ τοῦτο μηδὲ περὶ πίστεως, ἀλλὰ ψιλὸν γράμμα φιλικὴν ἔχον προσηγορίαν. Τάχα δὲ κἀκεῖνοι φαίνονται καὶ Ἕλλησι καὶ Ἰουδαίοις γράψαντες, καὶ μὴ ἔχοντες ἔγκλημα. Μέχρι γὰρ σήμερον οὐδεὶς ἐκρίθη ἐπὶ τοιούτῳ πράγματι, ἐφ' ᾧ ἡμεῖς καταδικαζόμεθα παρὰ τῶν διυλιζόντων τοὺς κώνωπας. Ὅτι μὲν οὖν οὔτε ἐγράψαμεν ἐκεῖνα, οὔτε συντεθείμεθα αὐτοῖς, ἀλλὰ καὶ ἀναθεματίζομεν τοὺς ἔχοντας ἐκεῖνο τὸ πονηρὸν φρόνημα, τὸ τῆς συγχύσεως τῶν ὑποστάσεων, ἐν ᾧ ἡ ἀσεβεστάτη αἵρεσις τοῦ Σαβελλίου ἀνενεώθη· τοῦτο μὲν οὖν γνώριμον τῷ Θεῷ, τῷ τὰς καρδίας γινώσκοντι· γνώριμον δὲ καὶ πάσῃ τῇ ἀδελφότητι, τῇ εἰς πεῖραν ἐλθούσῃ τῆς ἡμετέρας ταπεινώσεως. Καὶ αὐτοὶ δὲ ἐκεῖνοι, οἱ νῦν σφοδροὶ κατήγοροι ἡμῶν, ἐρευνησάτωσαν τὸ ἴδιον συνειδὸς, καὶ γνώσονται, ὅτι ἐκ παιδὸς μακρὰν ἐγενόμεθα τῶν τοιούτων δογμάτων.
me, or the intercourse of his clergy with us, or whether we ever received any one of them into communion of prayer. But if they bring forward a letter written to him now twenty-five years ago, from a layman to a layman—and not even this as it was written by me, but altered, and by whom, God knows—recognize straightway the injustice, that no one who is in the episcopate is accused if by way of indifference in the lay life he wrote something unguardedly; and that not even concerning faith, but a bare letter containing a friendly greeting. Perhaps they too may be found to have written both to Greeks and to Jews, and yet to have no charge against them. For until today no one has been judged for such a matter, for which we are condemned by those who strain out gnats. That we therefore neither wrote those things, nor have consented to them, but even anathematize those who hold that wicked sentiment, that of the confusion of the hypostases, wherein the most impious heresy of Sabellius has been renewed—this, then, is known to God, Who knows the hearts; and it is known also to the whole brotherhood that has come into experience of our lowliness. And let those very men themselves, who are now our vehement accusers, search their own conscience, and they will know that from childhood we have been far removed from such doctrines.
3. Τί δέ ἐστι τὸ ἡμέτερον φρόνημα, εἴ τις ἐπιζητεῖ, γνώσεται ἀπ' αὐτοῦ τοῦ γραμματίου, ἐν ᾧ ἡ ὑπογραφὴ αὐτοῦ ἐστιν ἰδιόχειρος, ἣν ἐκεῖνοι βουλόμενοι ἀθετῆσαι, τὴν ἑαυτῶν μεταβολὴν κρύπτουσιν ἐν τῇ ἡμετέρᾳ συκοφαντίᾳ. Οὐ γὰρ ὁμολογοῦσιν, ὅτι μετεμελήθησαν τῷ παρ' ἡμῶν ἐπιδοθέντι αὐτοῖς βιβλίῳ ὑπογράφοντες· ἀλλ' ἡμῖν ἐπιφέρουσιν ἐγκλήματα ἀσεβείας, νομίζοντες ἀγνοεῖσθαι, ὅτι πρόσχημα μὲν αὐτοῖς ἐστιν ἡ ἀφ' ἡμῶν ἀναχώρησις· τῇ δὲ ἀληθείᾳ τῆς πίστεως ἀνακεχωρήκασιν, ἣν πολλάκις ἐπὶ πολλῶν ἐγγράφως ὁμολογήσαντες, τὸ τελευταῖον καὶ παρ' ἡμῶν ἐπιδοθεῖσαν ἐδέξαντο, καὶ ὑπέγραψαν, ἃ πᾶσιν ἔξεστιν ἀναγινώσκειν, καὶ παρ' αὐτῶν τῶν γραμμάτων διδάσκεσθαι τὴν ἀλήθειαν. Γνωρίμη δὲ αὐτῶν ἔσται ἡ προαίρεσις, ἐάν τις μετὰ τὴν ὑπογραφὴν, ἣν ἡμῖν ἐπέδωκαν, ἀναγνῷ τὴν πίστιν, ἣν Γελασίῳ ἐπέδωκαν, καὶ γνῷ πόσον τὸ διάφορον ἐκείνης τῆς ὁμολογίας πρὸς ταύτην. Οἱ τοίνυν οὕτως εὐκόλως πρὸς τὰ ἐναντία μετατρεπόμενοι μὴ τὰ ἀλλότρια κάρφη διερευνάτωσαν· ἀλλὰ τὴν δοκὸν τὴν ἐν τῷ οἰκείῳ ὀφθαλμῷ ἐκβαλλέτωσαν. Ἐντελέστερον δὲ δι' ἄλλης ἐπιστολῆς περὶ πάντων καὶ ἀπολογούμεθα καὶ διδάσκομεν, ἥτις πληροφορήσει τοὺς τὸ πλέον ἐπιζητοῦντας. Ὑμεῖς δὲ ἐν τῷ παρόντι ταῦτα ἡμῶν
3. And what our sentiment is, if anyone seeks to know, he will learn from that document itself in which is his own handwritten subscription, which they, wishing to set aside, hide their own change in the calumny against us. For they do not confess that they repented of subscribing to the document delivered to them by us; but they bring charges of impiety against us, supposing it to be unknown that withdrawal from us is a pretext for them, whereas in truth they have withdrawn from the faith which, having many times confessed in writing before many, they finally also received when delivered by us, and subscribed to things which all may read, learning the truth from the letters themselves. And their purpose will be known if, after the subscription which they gave to us, anyone reads the creed which they gave to Gelasius, and learns how great is the difference between that confession and this one. Let not those, therefore, who so easily turn round to the contrary pry into the splinters of others, but let them cast out the beam that is in their own eye. More fully, however, through another letter we both make our defence and teach concerning all things, which will satisfy those who seek something further. But do you at the present receiving these letters of ours
PG 32:840Read from the page
δεξάμενοι τὰ γράμματα, πᾶσαν ἄφετε λύπην, καὶ κυρώσατε τὴν εἰς ἡμᾶς ἀγάπην, δι' ἣν σφοδρῶς ἀντέχομαι τῆς πρὸς ὑμᾶς ἑνώσεως. Καὶ μεγίστη ἡμῖν ἐστι λύπη, καὶ ἀπαραμύθητος ὀδύνη τῇ καρδίᾳ ἡμῶν, ἐὰν τοσοῦτον κατισχύσωσιν ὑμῶν αἱ καθ' ἡμῶν διαβολαὶ, ὥστε ψῦξαι τὴν ἀγάπην, καὶ ἀπαλλοτριῶσαι ἡμᾶς ἀπ' ἀλλήλων. Ἔῤῥωσθε.
cast off all grief, and confirm your love towards us, on account of which I cleave vehemently to union with you. And it is the greatest grief to us, and inconsolable sorrow to our heart, if the calumnies against us should prevail so much over you as to chill love and alienate us from one another. Farewell.
ΕΠΙΣΤΟΛΗ ΣΚΕʹ.
LETTER 225.
Δημοσθένει, ὡς ἀπὸ τοῦ κοινοῦ.
To Demosthenes, as if from the common body.
Πολλὴν χάριν ἔχομεν ἀεὶ τῷ Θεῷ, καὶ βασιλεῦσι τοῖς ἐπιμελομένοις ἡμῶν, ὅταν ποτὲ ἴδωμεν τῆς πατρίδος ἡμῶν τὴν ἀρχὴν ἀνδρὶ πιστευθεῖσαν πρῶτον μὲν Χριστιανῷ, ἔπειτα ὀρθῷ τὸν τρόπον, καὶ ἀκριβεῖ τῶν νόμων φύλακι, καθ' οὓς πολιτευόμεθα τὰ ἀνθρώπινα. Διαφερόντως δὲ ἐπὶ τῆς σῆς ἐπιδημίας ταύτην τὴν χάριν ὡμολογήσαμεν τῷ Θεῷ καὶ τῷ θεοφιλεῖ βασιλεῖ. Αἰσθόμενοι δὲ, ὅτι τινὲς τῶν ἐχθρῶν τῆς εἰρήνης ἔμελλον τὰ σεμνά σου δικαστήρια καθ' ἡμῶν διοχλεῖν, ἐξεδεχόμεθα κληθήσεσθαι παρὰ τῆς μεγαλονοίας σου, ὥστε διδαχθῆναι παρ' ἡμῶν τὴν ἀλήθειαν· εἴπερ ἄρα κατεδέχετό σου ἡ μεγάλη φρόνησις τῶν ἐκκλησιαστικῶν πραγμάτων οἰκειοῦσθαι τὰς ἐξετάσεις. Ἐπειδὴ δὲ ἡμᾶς μὲν παρεῖδε τὸ δικαστήριον, τὸν δὲ ἀδελφὸν ἡμῶν καὶ συλλειτουργὸν Γρηγόριον κινηθεῖσά σου ἡ ἐξουσία ἐπὶ ταῖς Φιλοχάρους λοιδορίαις ἀναρπαγῆναι προσέταξεν, ὁ δὲ ὑπήκουσε μὲν τῷ προστάγματι, (πῶς γὰρ οὐκ ἔμελλεν;) ὑπὸ δὲ πλευριτικοῦ πάθους κατασχεθεὶς, καὶ ἅμα ἐκ τῆς προσγενομένης αὐτῷ ψύξεως, τῆς τῶν νεφρῶν ἀῤῥωστίας συνήθως ἐπαναστάσης, ἠναγκάσθη, ἀπαραιτήτως ὑπὸ τῶν στρατιωτῶν κατεχόμενος, ἐπιμελείας ἕνεκεν τοῦ σώματος καὶ παραμυθίας τῶν ἀφορήτων ὀδυνῶν, πρός τι χωρίον ἡσυχίαν ἔχον μετατεθῆναι· τούτου χάριν πάντες ἤλθομεν ἐπὶ τὸ ἱκετεῦσαι τὸ μέγεθός σου, μηδὲν ἀγανακτῆσαι τῇ ἀναβολῇ τῆς ἀπαντήσεως. Καὶ γὰρ οὔτε τι τῶν δημοσίων χεῖρον ἔσχεν ἐκ τῆς ἡμετέρας ὑπερθέσεως, οὔτε τι τῶν ἐκκλησιαστικῶν τούτου ἕνεκεν παρεβλάβη. Ἀλλ' εἰ μὲν περὶ χρη-
We always have great gratitude to God, and to the emperors who take care of us, whenever we see the government of our homeland entrusted to a man who is, first, a Christian, next upright in character, and an exact guardian of the laws according to which we conduct human affairs. And especially upon your arrival have we acknowledged this gratitude to God and to the emperor beloved of God. And having perceived that certain of the enemies of peace were about to trouble your august tribunals against us, we waited to be summoned by your Magnanimity, so that you might be taught the truth by us, if indeed your great prudence consented to take to itself the examinations of ecclesiastical affairs. But since the tribunal overlooked us, and your authority, moved at the revilings of Philocharis, ordered our brother and fellow minister Gregory to be carried off, and he indeed obeyed the command (for how was he not going to?), yet being seized by a pleuritic affliction, and at the same time, from the chill that befell him, his kidney ailment having risen up as usual, he was compelled, while held inexorably by the soldiers, for the sake of care of his body and relief of his unbearable pains, to be removed to a certain quiet place; for this reason we have all come to supplicate your Greatness not to be at all indignant at the delay of his appearance. For neither has any public interest fared worse from our postponement, nor has any ecclesiastical interest been harmed on this account. But if the matter is about mon-
PG 32:841Read from the page
μάτων ἐστὶν ὁ λόγος, ὡς διαφορηθέντων, αυτου εἰσιν οἱ ταμίαι τῶν ἱερῶν χρημάτων ἕτοιμοι δοῦναι λόγον τῷ βουλομένῳ, καὶ δεῖξαι τὴν συκοφαντίαν τῶν κατατολμησάντων τῆς ἀκριβοῦς ἀκοῆς σου· ῥᾴδιον γὰρ αὐτοῖς ἀπ' αὐτῶν τῶν γραμμάτων τοῦ μακαρίου ἐπισκόπου φανερὰν τὴν ἀλήθειαν τοῖς ἐπιζητοῦσι ποιῆσαι· εἰ δέ τι ἕτερόν ἐστι κανονικὸν ἐξετάσεως δεόμενον, καὶ τούτου καταδέχεται ὑποδέξασθαι τὴν ἀκρόασιν καὶ τὴν κρίσιν ἡ μεγαλόνοιά σου· πάντων ἡμῶν χρεία, ὅτι, εἴπερ τι ἐλλέλειπται τῶν κανονικῶν, οἱ χειροτονήσαντες αἴτιοι, οὐχ ὁ κατὰ πᾶσαν ἀνάγκην ὑποδέξασθαι τὴν λειτουργίαν ἐκβιασθείς. Ὥστε ἱκετεύομέν σε φυλάξαι ἡμῖν τὴν ἀκρόασιν ἐπὶ τῆς πατρίδος, καὶ μὴ ἕλκειν εἰς τὴν ὑπερορίαν, μηδὲ εἰς ἀνάγκην ἄγειν συντυχίας ἐπισκόπων, πρὸς οὓς οὔπω τὰ περὶ τῶν ἐκκλησιαστικῶν ζητημάτων ἀπελυσάμεθα. Ὁμοῦ δὲ καὶ φείσασθαι τοῦ γήρως ἡμῶν καὶ τῆς ἀσθενείας δεόμεθα. Γνώσῃ γὰρ αὐτῇ τῇ πείρᾳ, τοῦ Θεοῦ βουλομένου, ὡς οὔτε μικρὸν οὔτε μεῖζον παρεῖταί τι τῶν κανονικῶν ἐν τῇ καταστάσει τοῦ ἐπισκόπου. Εὐχόμεθα οὖν ἐπὶ τῆς σῆς ἀρχῆς καὶ τὴν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν ὁμόνοιαν καὶ εἰρήνην καταπραχθῆναι· ἧς μήπω γενομένης, βαρὺ ἡμῖν ἐστι καὶ τὸ τῆς συντυχίας, διὰ τὸ πολλοὺς τῶν ἁπλουστέρων βλάπτεσθ⟨αι.⟩
eys, as having been plundered, the treasurers of the sacred moneys are right there ready to render an account to anyone who wishes, and to show the calumny of those who have presumed against your exact hearing; for it is easy for them from the very records of the blessed bishop to make the truth manifest to those who seek it; and if there is some other canonical matter needing examination, and your Magnanimity consents to undertake the hearing and judgement of this also, there is need of us all, because, if indeed any canonical requirement has been omitted, those who ordained him are responsible, not he who was forced under all necessity to undertake the ministry. Wherefore we supplicate you to preserve the hearing for us in our homeland, and not to drag us into foreign parts, nor to bring us into the necessity of meeting with bishops with whom we have not yet settled the matters concerning ecclesiastical questions. And at the same time we beg you also to spare our old age and infirmity. For you will know by experience itself, God willing, that neither a small nor a greater canonical requirement has been neglected in the appointment of the bishop. We pray therefore that during your rule concord and peace also towards our brethren may be achieved; before which has come to pass, even the matter of meeting together is burdensome to us, because many of the simpler folk are harmed.
ΕΠΙΣΤΟΛΗ ΣΚϚʹ.
LETTER 226.
Τοῖς ὑφ' ἑαυτὸν ἀσκηταῖς.
To the ascetics under him.
1. Δυνατὸς μὲν ὁ ἅγιος Θεὸς καὶ τὴν διὰ της συντυχίας εὐφροσύνην ἡμῖν χαρίσασθαι τοῖς ἐπιθυμοῦσι καὶ βλέπειν ὑμᾶς ἀεὶ καὶ ἀκούειν τὰ περὶ ὑμῶν· διότι ἐν οὐδενὶ ἑτέρῳ ἔχομεν τὴν ἀνάπαυσιν τῶν ψυχῶν ἢ ἐν τῇ προκοπῇ τῇ ὑμετέρᾳ καὶ τῇ διὰ τῶν ἐντολῶν τοῦ Χριστοῦ τελειώσει· ἕως δὲ τοῦθ' ἡμῖν οὐχ ὑπάρχει, ἀναγκαῖον τιθέμεθα διὰ τῶν γνησιωτάτων καὶ φοβουμένων τὸν Κύριον ἀδελφῶν ἐπισκέπτεσθαι ὑμᾶς, καὶ γράμμασι προσομιλεῖν τῇ ἀγάπῃ ὑμῶν. Αὐτοῦ οὖν τούτου ἕνεκεν ἀπεστείλαμεν τὸν εὐλαβέστατον καὶ γνησιώτατον ἀδελφὸν ἡμῶν καὶ συνεργὸν τοῦ Εὐαγγελίου Μελέτιον
1. The holy God is indeed able to grant us also the gladness of meeting together, who desire both to see you always and to hear the things concerning you; because in nothing else do we have the rest of our souls than in your progress and perfection through the commandments of Christ; but so long as this is not ours, we deem it necessary through the most genuine brethren who fear the Lord to visit you, and by letters to converse with your love. For this very reason, therefore, we have sent our most reverend and genuine brother and fellow worker in the Gospel, Meletius,
Notes, col. 841

On the reading

Printed αυτου, for αὐτοῦ.

Printed της, for τῆς.