Migne Reading Room

PG 32 · cols. 364–373 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:364Read from the page
ἐστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Ἔστι γὰρ ἡ πληγή μου ὀδυνηρά. Πόθεν ἰαθήσομαι;
is not possible to apply a poultice, nor oil, nor bandages. For my wound is painful. Whence shall I be healed?
2. Εἴ τις οὖν ἔτι ἐλπὶς ὑπολείπεταί σοι σωτηρίας, εἴ τις βραχεῖα μνήμη περὶ τὸν Θεὸν, εἴ τις πόθος τῶν μελλόντων ἀγαθῶν, εἴ τις φόβος τῶν τεθησαυρισμένων κολάσεων τοῖς ἀμετανοήτοις· ἀνάνηψον ταχέως· ἔπαρον τοὺς ὀφθαλμούς σου εἰς τὸν οὐρανὸν, ἐλθὲ εἰς συναίσθησιν, παῦσαι ἀπὸ τῆς πονηρίας σου, ἀπόσεισαι τὴν περιχυθεῖσάν σοι μέθην, ἐπανάστα τῷ καταβαλόντι σε. Ἴσχυσον ἐκ γῆς ἐπαναστῆναι. Μνήσθητι τοῦ ἀγαθοῦ ποιμένος, ὅτι καταδιώκων ἐξελεῖταί σε. Κἂν ᾖ δύο σκέλη, ἢ λοβὸς ὠτίου, ἀποπήδησον ἀπὸ τοῦ τραυματίσαντός σε. Μνήσθητι τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, ὅτι θεραπεύει ἐλαίῳ καὶ οἴνῳ. Μὴ ἀπελπίσης τὴν σωτηρίαν. Ἀνάλαβε τὴν μνήμην τῶν γεγραμμένων, ὅτι ὁ πίπτων ἀνίσταται, καὶ ὁ ἀποστρέφων ἐπιστρέφει· ὁ πεπληγὼς θεραπεύεται, ὁ θηριάλωτος περιγίνεται, ὁ ἐξομολογούμενος οὐκ ἀποβάλλεται. Οὐ θέλει γὰρ ὁ Κύριος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Μὴ ὡς εἰς βάθος κακῶν ἐμπεσὼν καταφρονήσῃς. Καιρὸς ἀνοχῆς ἐστι, καιρὸς μακροθυμίας, καιρὸς ἰάσεως, καιρὸς διορθώσεως. Ὠλίσθησας; ἐξεγείρου. Ἥμαρτες; ἡσύχασον. Μὴ στῇς ἐν ὁδῷ ἁμαρτωλῶν, ἀλλὰ ἀποπήδησον. Ὅταν γὰρ ἐπιστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Ἔστι γὰρ ἐκ πόνων ὑγεία, καὶ ἐξ ἱδρώτων σωτηρία. Ὅρα οὖν μήποπε, συνθήκας βουλόμενός τινων φυλάττειν, παραβῇς τὰς πρὸς τὸν Θεὸν συνθήκας, ἃς ὡμολόγησας ἐπὶ πολλῶν μαρτύρων. Μὴ οὖν διά τινας λογισμοὺς ἀνθρωπίνους ὀκνήσῃς ἐλθεῖν πρὸς μέ. Ἐγὼ γὰρ ἀναλαβὼν τὸν νεκρόν μου θρηνήσω, ἐγὼ θεραπεύσω, ἐγὼ πικρῶς κλαύσομαι ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. Πάντες σε δέχονται, πάντες σοι συμπονήσουσι. Μὴ ἀναπέσῃς· μνήσθητι ἡμερῶν ἀρχαίων. Ἔστι σωτηρία, ἔστι διόρθωσις. Θάρσει, μὴ ἀπελπίσῃς. Οὐκ ἔστι νόμος καταδικάζων τὸν χωρὶς οἰκτιρμῶν θάνατον, ἀλλὰ χάρις ὑπερτιθεμένη τὴν κόλασιν, ἐκδεχομένη τὴν διόρθωσιν. Οὔπω ἐκλείσθησαν αἱ θύραι· ἀκούει ὁ νυμφίος· οὐ κυριεύει ἁμαρτία. Ἀναπάλαισον πάλιν· μὴ κατοκνήσῃς, καὶ σεαυτὸν οἰκτείρησον, καὶ πάντας ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
2. If, therefore, any hope of salvation is still left to you, if any brief remembrance concerning God, if any longing for the good things to come, if any fear of the punishments treasured up for the impenitent, recover your senses quickly; lift up your eyes to heaven, come to awareness, cease from your wickedness, shake off the drunkenness poured round about you, rise up against him who cast you down. Be strong to rise up again from the earth. Remember the Good Shepherd, that pursuing He will rescue you. Even though it be two legs, or the lobe of an ear, leap away from him who wounded you. Remember the compassions of God, that He heals with oil and wine. Do not despair of salvation. Take up the remembrance of the things that are written, that he who falls rises up, and he who turns away returns; he who has been struck is healed, he who has been seized by wild beasts survives, he who confesses is not cast out. For the Lord does not will the death of the sinner, so much as that he should return and live. Do not, as having fallen into a depth of evils, despise it. It is a time of forbearance, a time of long-suffering, a time of healing, a time of amendment. Have you slipped? Rouse yourself. Have you sinned? Be still. Do not stand in the way of sinners, but leap away. For when, having turned back, you groan, then you shall be saved. For out of labours comes health, and out of sweats salvation. See to it, therefore, lest perchance, wishing to keep covenants with certain men, you transgress the covenants towards God, which you confessed before many witnesses. Do not, therefore, on account of any human reasonings hesitate to come to me. For I, taking up my dead, will mourn, I will heal, I will weep bitterly over the crushing of the daughter of my people. All receive you, all will share your labour with you. Do not lose heart; remember the days of old. There is salvation, there is amendment. Take courage, do not despair. It is not the law condemning to death without compassions, but grace deferring the punishment, awaiting the amendment. Not yet have the doors been shut; the Bridegroom hears; sin does not hold dominion. Wrestle again; do not hesitate, and have pity on yourself, and on all of us in Christ Jesus our Lord, to Whom be the glory and the might now and always unto the ages of the ages. Amen.
Notes, col. 364

On the reading

Printed μήποπε, for μήποτε.

PG 32:365Read from the page
ΕΠΙΣΤΟΛΗ ΜΕʹ.
Letter 45.
Πρὸς μονάζοντα ἐκπεσόντα.
To a fallen monk.
1. Διττός μοι φόβος ἐνέσκηψε τοῖς τῆς διανοίας κόλποις ἐκ τῆς περὶ σὲ ὑποθέσεως. Ἢ γάρ τις ἀσυμπαθὴς τρόπος προκαταρξάμενος εἰς μισανθρωπίας ἔγκλημά με ῥίπτει· ἢ αὖθις συμπαθεῖν ἐθέλοντα, καὶ πρὸς τὰ πάθη καταμαλακίζεσθαι, κακῶς μετατίθησι. Διόπερ καὶ διαχαράττειν μέλλων τουτί μου τὸ γράμμα, τὴν μὲν χεῖρα ναρκῶσαν τοῖς λογισμοῖς ἐνεύρωσα, τὸ δὲ πρόσωπον, ἠπορημένον ἐκ τῆς ἐπὶ σοὶ κατηφείας, ἀλλοιῶσαι οὐκ ἴσχυσα, τοσαύτης μοι ἐπὶ σοὶ κεχυμένης αἰσχύνης, ὡς καὶ τὴν τοῦ στόματος σύμπτυξιν παραχρῆμα πίπτειν, τῶν χειλέων μου εἰς κλαυθμὸν ἐκτρεπομένων. Οἴμοι, τί γράψω, ἢ τί λογίσομαι ἐν τριόδῳ ἀπειλημμένος; Ἐὰν ἔλθω εἰς μνήμην τῆς προτέρας σου ματαίας ἀναστροφῆς, ὅτε σε περιέῤῥει πλοῦτος, καὶ τὸ χαμερπὲς δοξάριον, φρίττω· ἡνίκα εἵπετό σοι κολάκων πλῆθος, καὶ τρυφῆς ἀπόλαυσις πρόσκαιρος μετὰ προφανοῦς κινδύνου καὶ ἀδίκων πόρων· καὶ πὴ μὲν ἀρχοντικοὶ φόβοι διεῤῥίπιζόν σου τὴν τῆς σωτηρίας ὑπόνοιαν, πὴ δὲ δημοσίων θόρυβοι διεσάλευόν σου τὴν ἑστίαν, ἥ τε συνοχὴ τῶν κακῶν ἀπεσφαίριζέ σου τὸν νοῦν πρὸς τὸν δυνάμενόν σοι βοηθεῖν· ἡνίκα κατὰ μικρὸν ἐμελέτας περιβλέπεσθαι τὸν Σωτῆρα, φέροντα μὲν πρὸς ὠφέλειαν τοὺς φόβους, ῥυόμενον δέ σε, καὶ σκέποντα, παίζοντα κατ' αὐτοῦ ἐν ταῖς ἀδείαις· ἡνίκα ἐγυμνάζου πρὸς μεταβολὴν σεμνοῦ τρόπου, σκυβαλίζων μέν σου τὴν πολυκίνδυνον περιουσίαν, οἴκου τε θεραπείαν καὶ συνοίκου ὁμιλίαν ἀπαρνούμενος. Ὅλος δὲ μετάρσιος, ὥσπερ ξένος καὶ ἀλήτης, ἀγροὺς καὶ πόλεις ἐξαμείβων, κατέδραμες ἐπὶ τὰ Ἱεροσόλυμα, ἔνθα σοι καὶ αὐτὸς συνδιατρίβων ἐμακάριζον τῶν ἀθλητικῶν πόνων, ὅτε ἑβδοματικοῖς κύκλοις νῆστις διατελῶν Θεῷ προσεφιλοσόφεις, ὁμοῦ καὶ τὰς τῶν ἀνθρώπων συντυχίας λόγῳ τροπῆς ὑποφεύγων, ἡσυχίαν δὲ καὶ μονοτροπίαν ἑαυτῷ ἐφαρμόσας, τοὺς πολιτικοὺς θορύβους ἐξέκλινας. Σάκκῳ δὲ τραχεῖ τὸ σῶμά σου διανύττων, καὶ ζώνῃ σκληρᾷ τὴν ὀσφύν σου περισφίγγων, καρτερικῶς τὰ ὀστᾶ σου διέθλιβες. Λαγόνας δὲ ταῖς ἐνδείαις κοιλαίνων μέχρι τῶν νωτιαίων μερῶν ὑπεχαύνωσας· καὶ φασκίας μὲν ἁπαλῆς τὴν χρῆσιν ἀπηρνήσω, ἔνδοθεν δὲ τὰς λαπάρας, σικύας δίκην ὑφελκύσας, τοῖς νεφριτικοῖς χωρίοις προσκολλᾶσθαι ἐβιάζου· ὅλην δὲ τὴν τῆς σαρκὸς πιμελὴν ἐκ-
1. A twofold fear has fallen upon the recesses of my mind from the matter concerning you. For either an unsympathetic manner, taking the lead, casts me into an accusation of misanthropy; or again, when I wish to sympathize and to be softened towards the passions, it turns me ill. Wherefore also, being about to trace out this my letter, I strengthened my hand that had grown numb with reasonings, yet my countenance, perplexed from dejection over you, I had not the strength to alter, so great a shame having been poured over me on your account that even the closure of my mouth immediately gave way, my lips turning aside to weeping. Alas, what shall I write, or what shall I reckon, caught at a three-way crossroads? If I come to the remembrance of your former vain manner of life, when wealth flowed round about you, and grovelling petty glory, I shudder; when a multitude of flatterers followed you, and the temporary enjoyment of luxury along with manifest danger and unjust gains; and partly fears of rulers scattered your thought of salvation, and partly tumults of public affairs shook your hearth, and the distress of evils drove your mind like a ball towards Him Who was able to help you; when little by little you practised looking around towards the Saviour, Who both brought fears for your benefit and delivered and sheltered you, who were sporting against Him in times of security; when you trained yourself towards the change of an honourable way of life, counting your perilous substance as dung, and renouncing both the service of a household and the company of a spouse. And wholly lifted up on high, like a stranger and a wanderer, passing by fields and cities, you ran down to Jerusalem, where I myself also, spending time with you, called you blessed for your athletic labours, when, continuing fasting in weekly cycles, you pursued philosophy towards God, at the same time also shunning encounters with men by way of flight, and having fitted quietness and solitary life to yourself, you turned aside from civic tumults. And pricking your body through with rough sackcloth, and binding your loins tightly with a hard girdle, with endurance you crushed your bones. And hollowing out your flanks through wants, you loosened them beneath as far as the parts of the back; and the use of a soft band you renounced, while from within, drawing up your flanks after the manner of a cupping-glass, you forced them to cleave to the regions of the kidneys; and having emptied out all the fatness of the flesh—
PG 32:368Read from the page
κενώσας, τοὺς τῶν ὑπογαστρίων ὀχετοὺς γενναίως ἐξήρανας, γαστέρα τε αὐτὴν ταῖς ἀσιτίαις συμπτύξας, τὰ πλευριτικὰ μέρη, ὥσπερ τινὰ στέγης ἐξοχὴν, τοῖς τοῦ ὀμφαλοῦ μέλεσιν ἐπεσκίαζες, καὶ συνεσταλμένῳ ὅλῳ τῷ ὀργάνῳ, κατὰ τὰς νυκτερινὰς ὥρας ἀνθομολογούμενος τῷ Θεῷ, τοῖς τῶν δακρύων ὀχετοῖς τὴν γενειάδα ἔμβροχον καθωμάλιζες. Καὶ τί με δεῖ καταλέγειν ἕκαστα; Μνήσθητι ὅσα ἁγίων στόματα φιλήματι κατησπάσω, ὅσα ἱερὰ σώματα περιεπτύξω, ὅσοι σου τὰς χεῖρας ὡς ἀχράντους περιέθαλπον· ὅσοι δοῦλοι Θεοῦ, ὥσπερ λατρεῖς, ὑπέδραμον τοῖς γόνασί σου περιπλεκόμενοι.
having emptied it out, you nobly dried up the channels of the lower belly, and folding together the belly itself by fastings, you overshadowed the parts of the ribs, like some projection of a roof, over the members of the navel, and with your whole frame drawn together, giving thanks to God during the hours of the night, with streams of tears you smoothed down your drenched beard. And what need is there for me to recount each detail? Remember how many mouths of saints you greeted with a kiss, how many sacred bodies you embraced, how many cherished your hands as undefiled; how many servants of God, as though worshippers, ran up clasping your knees.
2. Καὶ τούτων τὸ τέλος τί; Μοιχικῆς φήμης διαβολὴ, βέλους ὀξύτερον διιπταμένη, τιτρώσκει ἡμῶν τὰς ἀκοὰς, ἀκμαιοτέρῳ κέντρῳ τὰ σπλάγχνα ἡμῶν διανύττουσα. Τίς ἡ τοῦ γόητος τοσαύτη ἔντεχνος ποικιλία εἰς τοσοῦτόν σε περιήγαγεν ὀλέθριον σκέλισμα; Ποία πολύπλοκα τοῦ διαβόλου δίκτυα, περισφίγξαντά σε, τὰς τῆς ἀρετῆς ἐνεργείας ἀκινήτους ἀπήλεγξε; Ποῦ μοι τὰ διηγήματα τῶν σῶν πόνων οἴχεται; Ἆρα γὰρ ἀπιστῆσαι ἄξιον; Καὶ πῶς οὐχὶ ἐκ τῶν ἐναργῶν καὶ τὰ τέως ἀφανῆ εἰς πίστιν δεξόμεθα; εἰ τὰς τῷ Θεῷ προσφυγούσας ψυχὰς φρικτοῖς ὅρκοις κατέκλεισας, ὁπότε παρατετηρημένως τοῦ ναὶ καὶ τοῦ οὒ τὸ περιττὸν τῷ διαβόλῳ προσνενέμηται. Ὁμοῦ τοίνυν καὶ παρορκίας ὀλεθρίου γέγονας ἔγγυος, καὶ φαυλίσας τῆς ἀσκήσεως τὸν χαρακτῆρα, μέχρι τῶν ἀποστόλων καὶ αὐτοῦ τοῦ Κυρίου ἀνέπεμψας τὸ αἶσχος. Κατήσχυνας τὸ τῆς ἁγνείας καύχημα, ἐμωμήσω τῆς σωφροσύνης τὸ ἐπάγγελμα· ἐγενόμεθα αἰχμαλώτων τραγῳδία· Ἰουδαίοις καὶ Ἕλλησι δραματουργεῖται τὰ ἡμέτερα. Διέτεμες φρόνημα μοναχῶν, τοὺς ἀκριβεστέρους εἰς φόβον καὶ δειλίαν ἤγαγες, θαυμάζοντας ἔτι τοῦ διαβόλου τὴν δύναμιν· τοὺς ἀδιαφόρους εἰς ἀκολασίας ζῆλον μετέθηκας. Ἔλυσας, ὅσον ἐπὶ σοὶ, τὸ τοῦ Χριστοῦ καύχημα, Θαρῥεῖτε, λέγοντος, ἐγὼ νενίκηκα τὸν κόσμον, καὶ τὸν τούτου ἄρχοντα. Ἐκέρασας τῇ πατρίδι κρατῆρα δυσφημίας· ὄντως εἰς ἔργον ἤγαγες τὸ τῆς Παροιμίας· Ὡς ἔλαφος τοξευθεὶς εἰς τὸ ἧπαρ. Ἀλλὰ τί νῦν; Οὐ πέπτωκεν ὁ τῆς ἰσχύος πύργος, ἀδελφέ· οὐκ ἐμωμήθη τὰ τῆς ἐπιστροφῆς φάρμακα· οὐκ ἀπεκλείσθη τοῦ καταφευκτηρίου ἡ πόλις. Μὴ τῷ βάθει τῶν κακῶν ἐναπομείνῃς· μὴ χρήσῃς σεαυτὸν τῷ ἀνθρωποκτόνῳ. Οἶδεν ἀνορθοῦν κατεῤῥαγμένους ὁ Κύριος. Φεῦγε μὴ μακρὰν, ἀλλὰ πρὸς ἡμᾶς ἀνάδραμε. Ἀνάλαβε πάλιν νεανικοὺς πόνους, δευτέροις κατορθώμασι διαλύων τὴν χαμαίζηλον καὶ γλοιώδη ἡδονήν. Ἀνάνευσον εἰς τὴν τοῦ τέλους ἡμέραν, οὕτω προσεγγίσασαν τῇ
2. And what is the end of these things? The slander of an adulterous rumour, flying more swiftly than an arrow, wounds our ears, piercing our inward parts with a sharper sting. What so artful subtlety of the sorcerer has brought you round to so destructive a fall? What tangled nets of the devil, binding you fast, have proved the energies of virtue motionless? Where have the narratives of your labours gone for me? For is it worthy of disbelief? And how shall we not from the things that are manifest receive into belief also the things hitherto unseen? Since you shut up souls that had fled for refuge to God with dreadful oaths, whereas expressly whatever is more than Yea and Nay has been assigned to the devil. At the same time, therefore, you have become surety of destructive perjury as well, and having cheapened the stamp of asceticism, you have sent up the disgrace as far as the apostles and the Lord Himself. You have put to shame the boast of chastity, you have blemished the profession of temperance; we have become a tragedy of captives; among Jews and Greeks our affairs are staged as a drama. You have cut in pieces the spirit of monks; the more exact you have brought into fear and cowardice, marvelling still at the power of the devil; the indifferent you have shifted into zeal for licentiousness. You have undone, so far as lies in you, the boast of Christ, Who says, Be of good cheer, I have overcome the world, and the ruler of it. You have mingled for your homeland a bowl of ill repute; truly you have brought into deed that of the Proverb: Like a stag shot with an arrow into the liver. But what now? The tower of strength has not fallen, brother; the medicines of return have not been blemished; the city of refuge has not been shut off. Do not remain behind in the depth of evils; do not lend yourself to the manslayer. The Lord knows how to set upright those who have been shattered. Flee not far away, but run back up to us. Take up again youthful labours, dissolving by second right actions the grovelling and filthy pleasure. Look up towards the day of the end, which has drawn so near to our
Notes, col. 368

On the reading

Printed Ποία, for Ποῖα.

PG 32:369Read from the page
ζωῇ ἡμῶν, καὶ γνῶθι πῶς λοιπὸν Ἰουδαίων καὶ Ἑλλήνων παῖδες συνελαύνονται πρὸς θεοσέβειαν, καὶ μὴ ἁπαξαπλῶς ἀπαρνήσῃ τὸν τοῦ κόσμου Σωτῆρα· μή σε ἡ φρικωδεστάτη ἐκείνη καταλάβῃ ἀπόφασις, ὅτι, Οὐκ οἶδα ὑμᾶς, τίνες ἐστέ.
life, and know how henceforth the children of Jews and Greeks are being driven together towards godliness, and do not altogether deny the Saviour of the world; lest that most dreadful sentence overtake you, I do not know you, who you are.
ΕΠΙΣΤΟΛΗ ΜϚʹ.
Letter 46.
Πρὸς παρθένον ἐκπεσοῦσαν.
To a fallen virgin.
1. Νῦν καιρὸς ἐκβοῆσαι τὸ προφητικὸν ἐκεῖνο, καὶ εἰπεῖν· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου; Εἰ γὰρ καὶ τούτους βαθεῖα περιέχει σιγὴ, καὶ κεῖνται ἅπαξ κεκαρωμένοι τῷ δεινῷ, καὶ τῷ καιρίῳ τῆς πληγῆς ἀφῃρημένοι καὶ αὐτὴν ἤδη τοῦ πάθους τὴν αἴσθησιν· ἀλλ' οὐχ ἡμᾶς γε παριέναι ἀδακρυτὶ τοσοῦτον πτῶμα χρή. Εἰ γὰρ Ἱερεμίας τοὺς ἐν πολέμῳ τὰ σώματα πεπληγότας μυρίων θρήνων ἀξίους ἔκρινε· τί ἄν τις εἴποι πρὸς τηλικαύτην ψυχῶν συμφοράν; Οἱ τραυματίαι σου, φησὶν, οὐ τραυματίαι ῥομφαίας, καὶ οἱ νεκροί σου οὐ νεκροὶ πολέμου. Ἀλλὰ τὸ κέντρον τοῦ ὄντως θανάτου, τὴν χαλεπὴν ἁμαρτίαν ὀδύρομαι, καὶ τὰ πεπυρωμένα τοῦ πονηροῦ βέλη, ψυχὰς ὁμοῦ μετὰ σωμάτων βαρβαρικῶς καταφλέξαντα. Ἦ μέγαλα ἂν στενάξειαν οἱ τοῦ Θεοῦ νόμοι, τηλικοῦτον ἄγος ἐπὶ γῆς ἐπιβλέποντες, οἵγε ἀπαγορεύοντες ἀεὶ καὶ βοῶντες, πάλαι μέν· Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου· διὰ δὲ τῶν ἁγίων Εὐαγγελίων, ὅτι Πᾶς ὁ ἐμβλέπων γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Νῦν δὲ ἐφορῶσιν αὐτὴν ἀδεῶς μοιχευομένην τοῦ Δεσπότου τὴν νύμφην, ἧς ἡ κεφαλὴ ὁ Χριστός. Στενάξειε δ' ἂν καὶ αὐτὰ τῶν ἁγίων τὰ πνεύματα· Φινεὲς μὲν ὁ ζηλωτὴς, ὅτι μὴ καὶ νῦν ἔξεστιν αὐτῷ, τὸν σειρομάστην μετὰ χεῖρας λαβόντι, σωματικῶς ἐκδικῆσαι τὸ μύσος· ὁ δὲ Βαπτιστὴς Ἰωάννης, ὅτι μὴ δύναται, καταλιπὼν τὰς ἄνω διατριβὰς, καθάπερ τότε τὴν ἔρημον, ἐπὶ τὸν ἔλεγχον τῆς παρανομίας δραμεῖν, καὶ εἰ παθεῖν τι δέοι, τὴν κεφαλὴν ἀποθέσθαι μᾶλλον ἢ τὴν παῤῥησίαν. Τάχα δὲ μᾶλλον εἴπερ καὶ ἡμῖν, κατὰ τὸν μακάριον Ἄβελ, καὶ αὐτὸς ἀποθανὼν ἔτι λαλεῖ, καὶ νῦν βοᾷ καὶ κέκραγε μεῖζον ὁ Ἰωάννης ἢ περὶ τῆς Ἡρωδιάδος τότε, Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. Καὶ γὰρ, εἰ τὸ σῶμα Ἰωάννου,
1. Now is the time to cry out that prophetic saying, and to say: Who will give water to my head, and a fountain of tears to my eyes, and I will weep for the wounded of the daughter of my people? For even though a deep silence encompasses these, and they lie once for all plunged in stupor by the dread evil, and deprived by the fatal nature of the blow even of the very perception of their suffering; yet we at least must not pass by so great a fall without tears. For if Jeremiah judged those struck in their bodies in war worthy of ten thousand lamentations, what might one say towards so great a calamity of souls? Your wounded, he says, are not wounded of the sword, and your dead are not dead of war. But I lament the sting of true death, grievous sin, and the fiery darts of the evil one, which have barbarously burned up souls together with bodies. Truly greatly would the laws of God groan, looking upon so great a pollution upon earth, they which ever forbid and cry aloud, of old indeed: You shall not covet your neighbour's wife; and through the holy Gospels, that Everyone who looks upon a woman to lust after her has already committed adultery with her in his heart. Yet now they behold her shamelessly committing adultery, the bride of the Master, whose head is Christ. And the very spirits of the saints would groan as well: Phinehas the zealous, because it is not lawful for him now also, taking the lance in his hands, to avenge the abomination bodily; and John the Baptist, because he cannot, leaving his dwellings above, just as then the desert, run to the reproof of the transgression, and if he had to suffer anything, lay down his head rather than his boldness of speech. Yet perhaps rather, if indeed to us also, like the blessed Abel, he too having died still speaks, even now John cries aloud and shouts more mightily than concerning Herodias then, It is not lawful for you to have her. For indeed, even if the body of John,
Notes, col. 369

On the reading

Printed μέγαλα, for μεγάλα.

PG 32:372Read from the page
κατὰ τὸ ἀναγκαῖον τῇ φύσει, τὸν θεῖον ὅρον ἐδέξατο, καὶ ἡ γλῶσσα σιγᾷ· Ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Ὁ γὰρ, ἐπειδὴ συνδούλου γάμος ἠθετεῖτο, μέχρι θανάτου τὴν παῤῥησίαν προαγαγὼν, τί ἂν πάθοι τηλικαύτην ἐφορῶν ὕβριν περὶ τὸν ἅγιον τοῦ Κυρίου νυμφῶνα;
in accordance with what is necessary for nature, received the divine decree, and the tongue is silent: Yet the word of God is not bound. For he who, when the marriage of a fellow servant was set at naught, carried forward his boldness of speech even unto death, what would he suffer beholding so great an outrage against the holy bridal chamber of the Lord?
2. Ἀλλὰ σὺ, τῆς θείας ἐκείνης συναφείας τὸν ζυγὸν ἀποῤῥίψασα, καὶ τὸν μὲν ἄχραντον τοῦ ἀληθινοῦ βασιλέως ἀποδρᾶσα νυμφῶνα, πρὸς δὲ τὴν ἄτιμον ταύτην καὶ ἀσεβῆ φθορὰν αἰσχρῶς πεσοῦσα, ἐπεὶ οὐκ ἔχεις πῶς τὴν πικρὰν ταύτην κατηγορίαν ἐκφύγῃς, οὐδέ τίς ἐστί σοι τρόπος οὐδὲ μηχανὴ τὸ δεινὸν τοῦτο συγκαλύψαι, ὁμόσε τῇ τόλμῃ χωρεῖς. Καὶ ἐπειδήπερ ἀσεβὴς, ἐμπεσὼν εἰς βάθος κακῶν, λοιπὸν καταφρονεῖ, αὐτὰς ἀπαρνῇ τὰς πρὸς τὸν ἀληθινὸν νυμφίον συνθήκας, οὔτε εἶναι παρθένος, οὔτε ὑποσχέσθαι ποτὲ βοῶσα, ἡ πολλὰ μὲν ἐδέξω, πολλὰ δὲ ἐπεδείξω παρθενίας συνθήματα. Μνήσθητι τῆς καλῆς ὁμολογίας, ἣν ὡμολόγησας ἐνώπιον Θεοῦ καὶ ἀγγέλων καὶ ἀνθρώπων. Μνήσθητι τῆς σεμνῆς συνοδίας καὶ ἱεροῦ παρθένων χοροῦ, καὶ συναγωγῆς Κυρίου, καὶ Ἐκκλησίας ὁσίων· καὶ γηραλέας ἐν Χριστῷ μάμμης νεαζούσης ἔτι καὶ ἀκμαζούσης τὴν ἀρετὴν, καὶ μητρὸς ἐν Κυρίῳ πρὸς ἐκείνην ἁμιλλωμένης, καὶ ξένοις τισὶ καὶ ἀήθεσι πόνοις καταλύειν φιλονεικούσης τὰ τῆς συνηθείας, καὶ ἀδελφῆς ὁμοίως τὰ μὲν ἐκείνας μιμουμένης, τὰ δὲ καὶ ὑπερβαίνειν φιλοτιμουμένης, καὶ τοῖς παρθενικοῖς πλεονεκτήμασιν ὑπερακοντιζούσης τὰ προγονικὰ κατορθώματα, καὶ σὲ τὴν ἀδελφὴν, ὡς ᾤετο, πρὸς τὴν τῶν ἴσων ἅμιλλαν καὶ λόγῳ καὶ βίῳ φιλοπόνως ἐκκαλουμένης. Μνήσθητι τούτων, καὶ ἀγγελικῆς περὶ τὸν Θεὸν μετ' ἐκείνων χορείας, καὶ πνευματικῆς ἐν σαρκὶ ζωῆς, καὶ οὐρανίου ἐπὶ γῆς πολιτεύματος. Μνήσθητι ἡμερῶν ἀθορύβων, καὶ νυκτῶν πεφωτισμένων, καὶ ᾠδῶν πνευματικῶν, καὶ ψαλμῳδίας εὐήχου, καὶ προσευχῶν ἁγίων, καὶ ἁγνῆς καὶ ἀμιάντου κοίτης, καὶ παρθενικῆς προόδου, καὶ ἐγκρατοῦς τραπέζης, καὶ καλῶς εὐχομένης τὴν παρθενίαν σοι ἄφθορον τηρηθῆναι. Ποῦ δέ σοι τὸ σεμνὸν ἐκεῖνο σχῆμα, ποῦ δὲ τὸ κόσμιον ἦθος, καὶ ἐσθὴς λιτὴ, παρθένῳ πρέπουσα, καὶ καλὸν μὲν τὸ ἐξ αἰδοῦς ἐρύθημα, εὐπρεπὴς δὲ ἡ ἐξ ἐγκρατείας καὶ ἀγρυπνίας ἐπανθοῦσα ὠχρότης, καὶ πάσης εὐχροίας χαριέστερον ἐπιλάμπουσα; Ποσάκις ἐν προσευχαῖς, ὑπὲρ τοῦ τηρῆσαι τὴν παρθενίαν ἄσπιλον, ἴσως ἐξέχεας δάκρυα; Πόσα δὲ γράμματα πρὸς τοὺς
2. But you, having cast off the yoke of that divine union, and having fled away from the undefiled bridal chamber of the true King, and having fallen shamefully into this dishonourable and ungodly corruption, since you have no way to escape this bitter accusation, nor is there any means or device for you to cover up this dreadful thing, rush headlong into audacity. And since an ungodly man, having fallen into a depth of evils, henceforth despises, you deny the very covenants towards the true Bridegroom, crying aloud that you neither are a virgin nor ever promised to be, you who both received many tokens of virginity and displayed many. Remember the good confession which you confessed before God and angels and men. Remember the reverend company and sacred choir of virgins, and the assembly of the Lord, and the Church of the holy ones; and an aged grandmother in Christ, still youthful and flourishing in virtue, and a mother in the Lord contending in rivalry with her, and striving with certain strange and unaccustomed labours to break down the things of habit, and a sister likewise partly imitating them, and partly aspiring even to surpass them, and excelling ancestral achievements by the advantages of virginity, and industriously calling forth you, her sister, as she supposed, to the rivalry of equal deeds both in word and in life. Remember these things, and the angelic dance around God with them, and the spiritual life in the flesh, and the heavenly citizenship upon earth. Remember untroubled days, and illumined nights, and spiritual songs, and melodious psalmody, and holy prayers, and a pure and undefiled bed, and virgin progress, and a temperate table, and prayer nobly offered that your virginity might be kept uncorrupted. Where now is that reverend deportment of yours, and where your orderly character, and simple attire, befitting a virgin, and the fair blush from modesty, and the comely paleness blooming from temperance and vigils, and shining forth more gracefully than any fair complexion? How many times in prayers, for the sake of keeping your virginity spotless, did you perhaps pour forth tears? And how many letters to the
PG 32:373Read from the page
ἁγίους ἐχάραξας, δι' ὧν ἠξίους ὑπερεύχεσθαί σου, οὐχ ἵνα γάμου ἀνθρωπίνου, μᾶλλον δὲ τῆς ἀτίμου ταύτης φθορᾶς ἐπιτύχῃς, ἀλλ' ἵνα τοῦ Κυρίου Ἰησοῦ μὴ ἐκπέσῃς; Ποσάκις δὲ δῶρα τοῦ νυμφίου ἐδέξω; Τί δεῖ καὶ λέγειν τὰς δι' ἐκεῖνον παρὰ τῶν ἐκείνου τιμάς; τὰς μετὰ παρθένων συμβιώσεις; τὰς σὺν ἐκείναις προόδους; τὰς παρὰ παρθένων δεξιώσεις; τὰ ἐπὶ παρθενίᾳ ἐγκώμια; τὰς παρθενικὰς εὐλογίας; τὰ ὡς πρὸς παρθένον γράμματα; Ἀλλὰ νῦν, ὀλίγην αὔραν δεξαμένη τοῦ ἀερίου πνεύματος, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, πάντων ἐκείνων ἔξαρνος γέγονας· καὶ τὸ τίμιον ἐκεῖνο καὶ περιμάχητον κτῆμα βραχείας ἡδονῆς ἀντικατηλλάξω, ἣ πρὸς καιρὸν μὲν λιπαίνει σὸν φάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις.
holy ones did you inscribe, through which you asked that prayers be offered on your behalf, not that you might obtain human marriage, or rather this dishonourable corruption, but that you might not fall away from the Lord Jesus? And how many times did you receive gifts of the Bridegroom? What need is there even to speak of the honours on His account from those who are His? the lives shared with virgins? the processions with them? the greetings of welcome from virgins? the praises over virginity? the virgin blessings? the letters as to a virgin? But now, having received a slight breeze of the spirit of the air, which now works in the sons of disobedience, you have become a denier of all those things; and that precious and much-prized possession you have exchanged for a brief pleasure, which for a season indeed oils your throat, but afterwards you will find more bitter than gall.
3. Ἐπὶ τούτοις τίς οὐκ ἂν πενθήσας εἴποι, Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών; Πῶς δὲ οὐκ ἂν αὐτὸς ὁ Κύριος ἀποφθέγξαιτο πρός τινα τῶν νῦν ἐν πνεύματι Ἱερεμίου περιπατούντων, Εἶδες ἃ ἐποίησέ μοι ἡ παρθένος τοῦ Ἰσραήλ; Ἐγὼ ἐμνηστευσάμην αὐτὴν ἐμαυτῷ ἐν πίστει καὶ ἀφθαρσίᾳ, ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, καὶ ἐν ἐλέει καὶ οἰκτιρμοῖς, καθὼς καὶ διὰ Ὡσηὲ τοῦ προφήτου αὐτῇ ἐπηγγειλάμην. Αὐτὴ δὲ ἠγαπήκει ἀλλοτρίους, καὶ ζῶντος ἐμοῦ τοῦ ἀνδρὸς, μοιχαλὶς χρηματίζει, καὶ οὐ φοβεῖται γενομένη ἀνδρὶ ἑτέρῳ. Τί δὲ ἄρα ὁ νυμφαγωγὸς, ὁ θεῖος καὶ μακάριος Παῦλος, ὅ τε ἀρχαῖος ἐκεῖνος, καὶ ὁ νέος οὗτος, ὑφ' ᾧ μεσίτῃ καὶ διδασκάλῳ, τὴν πατρῷον οἶκον καταλιποῦσα, τῷ Κυρίῳ συνήφθης; Ἆρα οὐκ ἂν εἴποι τῷ τοσούτῳ κακῷ περιπαθήσας ἑκάτερος· Φόβος γὰρ ὃν ἐφοβούμην, ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέ μοι. Ἐγὼ μὲν γάρ σε ἡρμοσάμην ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ, καὶ ἐφοβούμην ἀεὶ μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ ποτὲ τὰ νοήματά σου. Διά τοι τοῦτο μυρίαις μὲν ἐπῳδαῖς ἐπειρώμην ἀεὶ καταστέλλειν τῶν παθῶν τὸν τάραχον, μυρίαις δὲ φυλακαῖς συντηρεῖν τοῦ Κυρίου τὴν νύμφην καὶ τὸν βίον ἀεὶ τῆς ἀγάμου διεξῄειν, ὅτι δὴ μόνη ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵν' ᾖ ἁγία τῷ σώματι καὶ τῷ πνεύματι· καὶ τὸ ἀξίωμα τῆς παρθενίας ὑφηγούμην, καὶ ναόν σε Θεοῦ προσαγορεύων, οἱονεὶ πτερὸν ἐδίδουν τῇ προθυμίᾳ
3. Over these things who would not mourn and say, How has the faithful city Sion become a harlot? And how would not the Lord Himself utter to one of those who now walk in the spirit of Jeremiah, Have you seen what the virgin of Israel has done to Me? I betrothed her to Myself in faith and incorruption, in righteousness, and in judgement, and in mercy and compassions, just as I also promised her through Hosea the prophet. Yet she loved strangers, and while I her Husband am living, she is called an adulteress, and is not afraid in becoming another man's. And what then of the leader of the bride, the divine and blessed Paul, both that ancient one and this new one, under whom as mediator and teacher, leaving your father's house, you were joined to the Lord? Would not each of the two, deeply grieved by so great an evil, say: For the fear which I feared has come upon me, and that which I dreaded has met me. For I espoused you to one Husband, to present you as a pure virgin to Christ, and I was always afraid lest by any means, as the serpent deceived Eve in his craftiness, so your thoughts should at some time be corrupted. On this account, therefore, with ten thousand charms I always tried to quell the tumult of the passions, and with ten thousand guards to preserve the bride of the Lord, and I always recounted the life of the unmarried woman, how the unmarried woman alone cares for the things of the Lord, that she may be holy both in body and in spirit; and I set forth the dignity of virginity, and addressing you as a temple of God, I as it were gave wing to your zeal,
Notes, col. 373

On the reading

Printed τὴν, for τὸν.