Migne Reading Room

PG 32 · cols. 376–385 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:376Read from the page
πρὸς Ἰησοῦν ἀνακουφίζων, καὶ τῷ φόβῳ τοῦ δεινοῦ πρὸς τὸ μὴ πεσεῖν ἐβοήθουν, λέγων· Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Καὶ δὴ καὶ τὴν ἐκ τῶν προσευχῶν μου προσετίθουν ἀσφάλειαν, εἴ πως ὁλόκληρόν σου τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. Ἀλλὰ γὰρ εἰκῆ ταῦτα πάντα κεκοπίακα εἰς σέ· καί μοι πικρὸν ἐξέβη τῶν γλυκέων ἐκείνων πόνων τὸ πέρας· καὶ στένειν ἀνάγκη πάλιν ἐφ' ᾗ ἔδει με χαίρειν. Ἰδοὺ γὰρ ἠπάτησαι μὲν ὑπὸ τοῦ ὄφεως τῆς Εὔας πικρότερον· ἔφθαρται δέ σοι οὐ τὰ νοήματα μόνον, ἀλλὰ γὰρ σὺν ἐκείνοις καὶ αὐτὸ τὸ σῶμα· καὶ τὸ φρικῶδες ἐκεῖνο, ὃ καὶ εἰπεῖν ὀκνῶ, καὶ σιωπᾷν οὐ δύναμαι (ἔστι γὰρ ὡς πῦρ καιόμενον καὶ φλεγόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν, καὶ οὐ δύναμαι φέρειν), ἄρασα τὰ μέλη τοῦ Χριστοῦ πεποίηκας μέλη πόρνης. Τοῦτο μόνον ἐν πᾶσι κακὸν ἀσύγκριτον· τοῦτο καινὸν ἐν βίῳ τὸ τόλμημα. Ὅτι, Διέλθετε, φησὶ, νήσους Χεττιεὶμ, καὶ ἴδετε· καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί· ἡ δὲ παρθένος ἠλλάξατο τὴν δόξαν αὐτῆς, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῆς. Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ ἐπὶ πλεῖον σφόδρα. Λέγει καὶ νῦν ὁ Κύριος, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ἡ παρθένος· ἐμὲ ἐγκατέλιπε τὸν ἀληθινὸν τὸν ἅγιον ψυχῶν ἁγίων νυμφίον, καὶ ἀπέδρα πρὸς ἀσεβῆ καὶ παράνομον ψυχῆς ὁμοῦ καὶ σώματος φθορέα. Ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτῆς, καὶ παρέστησε τὰ μέλη αὐτῆς δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ. Ἐμοῦ δὲ ἐπελάθετο, καὶ ὀπίσω τοῦ ἐραστοῦ αὐτῆς ἐπορεύετο, ἐξ οὗ οὐκ ὠφεληθήσεται.
lifting you up towards Jesus, and by the fear of the dread evil I helped you so that you might not fall, saying: If anyone destroys the temple of God, God will destroy him. And indeed I also added the security from my prayers, if by any means your body and soul and spirit might be kept whole without blame at the coming of our Lord Jesus Christ. Yet in vain have I laboured all these things for you; and bitter has the end of those sweet labours turned out for me; and I must needs groan again over her in whom I ought to have rejoiced. For behold, you have been deceived by the serpent more bitterly than Eve; and not your thoughts alone have been corrupted, but indeed along with them your very body as well; and that dreadful thing, which I both shrink from speaking and am unable to keep silent (for it is like a burning and blazing fire in my bones, and I am exhausted on every side, and am unable to bear it), taking the members of Christ you have made them members of a harlot. This alone among all evils is incomparable; this is a novel outrage in life. For, Pass over, He says, to the isles of Chettiim, and see; and send to Kedar, and consider exceedingly whether such things have happened, whether nations will change their gods, though they are not gods; yet the virgin has changed her glory, and her glory is in her shame. Heaven was amazed at this, and the earth shuddered exceedingly more. The Lord says even now, The virgin has done two evil things: she has forsaken Me, the true, the holy Bridegroom of holy souls, and has run away to an ungodly and lawless destroyer of soul and body alike. She has departed from God her Saviour, and has presented her members as slaves to uncleanness and to lawlessness. And Me she has forgotten, and she went after her lover, from whom she will receive no profit.
4. Συνέφερεν αὐτῷ εἰ μύλος ὀνικὸς περιέκειτο περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπτο εἰς τὴν θάλασσαν, ἢ ὅτι ἐσκανδάλισε τὴν παρθένον Κυρίου τις. Δοῦλος αὐθάδης εἰς τοσοῦτον ἐμάνη, ὡς δεσποτικῇ κοίτῃ ἑαυτὸν ἐπιῤῥίψαι; ἢ ποῖος λῃστὴς ἐπὶ τοσοῦτον ἀπονοίας προήχθη, ὡς αὐτῶν ἐφάψασθαι τῶν τοῦ Θεοῦ ἀναθημάτων, οὐ σκευῶν ἀψύχων, ἀλλὰ σωμάτων ζώντων καὶ ψυχὴν ἔνοικον ἐχόντων κατ' εἰκόνα Θεοῦ πεποιημένην; Τίς ἀπ' αἰῶνος ἤκουσται ἐν μέσῃ πόλει καὶ σταθερᾷ μεσημβρίᾳ εἰκόνι βασιλικῇ χοίρων μορφὰς ἀκαθάρτων ἐπιγράψαι τολμήσας; Ἀθετήσας τις γάμον ἀνθρώπου, χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν, ἀποθνήσκει.
4. It were profitable for him if a millstone turned by an ass were hung about his neck, and he were cast into the sea, rather than that anyone should cause the virgin of the Lord to stumble. Has a presumptuous slave gone mad to such a degree as to cast himself upon his master's bed? Or what robber has been carried away to such a pitch of folly as to lay hands upon the very offerings dedicated to God, not inanimate vessels, but living bodies having an indwelling soul made according to the image of God? Who from of old has been heard of in the midst of a city and at high noon daring to paint the forms of unclean swine upon a royal image? Anyone who sets at naught a human marriage dies without compassions upon the testimony of two or three witnesses.
PG 32:377Read from the page
Πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὴν αὐτῷ καθομολογηθεῖσαν νύμφην νοθεύσας, καὶ τὸ πνεῦμα τῆς παρθενίας καθυβρίσας; Ἀλλ' ἐβούλετο, φησὶν, ἐκείνη· καὶ οὐκ ἄκουσαν ἐβιασάμην αὐτήν. Καὶ γὰρ ἡ δέσποινα ἡ ἄσωτος ἡ Αἰγυπτία αὐτὴ τῷ καλῷ Ἰωσὴφ ἐπεμάνη· ἀλλ' οὐκ ἐνίκησε τὴν ἀρετὴν τοῦ σώφρονος ἡ μανία τῆς ἀκολάστου, οὐδὲ, χερσὶν αὐτῆς βιαζομένης, πρὸς τὴν παρανομίαν ἐκεῖνος ἐβιάσθη. Ἀλλ' ἐκέκριτο ἐκείνῃ τοῦτο, φησὶ, καὶ οὐκέτι ἦν παρθένος· καὶ εἰ ἐγὼ μὴ ἐβουλόμην, πρὸς ἄλλον ἂν ἐφθάρη. Καὶ γὰρ τὸν Υἱὸν τοῦ ἀνθρώπου, φησὶν, ἔδει παραδοθῆναι, ἀλλ' οὐαὶ δι' οὗ παρεδόθη· καὶ τὰ σκάνδαλα ἐλθεῖν ἀνάγκη, ἀλλ' οὐαὶ δι' οὗ ἔρχεται.
Of how much worse punishment, do you think, will he be judged worthy, who has trampled under foot the Son of God, and corrupted the bride betrothed to Him, and insulted the spirit of virginity? But she wished it, he says, and not against her will did I force her. For indeed that profligate Egyptian mistress herself was madly infatuated with the fair Joseph; yet the madness of the licentious woman did not overcome the virtue of the temperate man, nor, when she forced him with her hands, was he forced to transgression. But this had been decided by her, he says, and she was no longer a virgin; and if I had not wished it, she would have been corrupted by another. For indeed the Son of Man, He says, had to be betrayed, yet woe to that man through whom He was betrayed; and it is necessary that offences come, yet woe to that man through whom the offence comes.
5. Ἐπὶ τούτοις, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Διὰ τί ἀπέστρεψεν ἡ παρθένος ἀποστροφὴν ἀναιδῆ, καίτοιγε ἀκούσασα Χριστοῦ τοῦ νυμφίου διὰ Ἱερεμίου λέγοντος· Καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· Πρὸς μὲ ἀνάστρεψον· καὶ οὐκ ἀνέστρεψε. Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαάδ; ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; Διὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου; Ἢ καὶ πολλὰ μὲν ἂν εὕροις ἐν τῇ θείᾳ Γραφῇ τοῦ κακοῦ ἀλεξήματα, πολλὰ δὲ ἐξ ἀπωλείας εἰς σωτηρίαν φάρμακα· τὰ περὶ θανάτου καὶ ἀναστάσεως μυστήρια, τὰ περὶ κρίσεως φοβερᾶς καὶ αἰωνίου κολάσεως ῥήματα· τὰ περὶ μετανοίας καὶ ἀφέσεως ἁμαρτημάτων δόγματα· τὰ μυρία ἐκεῖνα τῆς ἐπιστροφῆς ὑποδείγματα· τὴν δραχμὴν, τὸ πρόβατον, τὸν υἱὸν τὸν καταφαγόντα τὸν βίον μετὰ τῶν πορνῶν, τὸν ἀπολωλότα καὶ εὑρεθέντα, τὸν νεκρὸν καὶ πάλιν ἀναζήσαντα. Τούτοις χρησώμεθα τοῦ κακοῦ ἀλεξήμασι, διὰ τούτων τὴν ψυχὴν ἑαυτῶν ἰασώμεθα. Λάβε δὲ εἰς ἔννοιαν τὴν ἐσχάτην ἡμέραν (οὐ γὰρ δὴ μόνη σὺ τὸν αἰῶνα βιώσεις), καὶ συνοχὴν, καὶ πνιγμὸν, καὶ θανάτου ὥραν, καὶ ἀπόφασιν Θεοῦ κατεπείγουσαν, καὶ ἀγγέλους ἐπισπεύδοντας, καὶ ψυχὴν ἐν τούτοις δεινῶς θορυβουμένην, καὶ ἁμαρτωλῷ συνειδότι πικρῶς μαστιγουμένην καὶ πρὸς τὰ τῇδε ἐλεεινῶς ἐπιστρέφουσαν, καὶ ἀπαραίτητον τῆς μακρᾶς ἐκείνης ἀποδημίας ἀνάγκην. Διάγραψόν μοι τῇ διανοίᾳ τὴν τελευταίαν τοῦ κοινοῦ βίου καταστροφὴν, ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ Θεοῦ ἐν τῇ δόξῃ αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. Ἥξει γὰρ, καὶ οὐ παρασιωπήσεται· ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκροὺς,
5. Beyond these things, Does he who falls not rise up? Or does he who turns away not return? Why has the virgin turned away with a shameless turning away, even though she heard Christ the Bridegroom saying through Jeremiah: And I said after she had committed all these fornications: Return to Me; and she did not return. Is there no balm in Gilead? Or is there no physician there? Why has the healing of the daughter of My people not come up? Truly you might find many remedies against evil in divine Scripture, and many medicines leading from destruction to salvation: the mysteries concerning death and resurrection, the words concerning the fearful judgement and eternal punishment; the teachings concerning repentance and forgiveness of sins; those ten thousand examples of return: the drachma, the sheep, the son who devoured his livelihood with harlots, who was lost and found, who was dead and lived again. Let us use these remedies against evil, through these let us heal our soul. And take into thought the last day (for surely you alone will not live for ever), and distress, and suffocation, and the hour of death, and the urgent sentence of God, and angels hastening, and a soul terribly troubled in these things, and bitterly scourged by a sinful conscience and pitifully turning back towards the things here, and the inexorable necessity of that long journey abroad. Depict for me in your mind the final conclusion of the common life, when the Son of God comes in His glory with His angels. For He will come, and will not keep silence; when He comes to judge the living and the dead,
PG 32:380Read from the page
καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ· ὅταν ἡ σάλπιγξ ἐκείνη, μέγα τι καὶ φοβερὸν ἠχήσασα, τοὺς ἀπ' αἰῶνος ἐξυπνίσῃ καθεύδοντας, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. Μνήσθητι τῆς τοῦ Δανιὴλ θεοπτίας, ὅπως ἡμῖν ὑπ' ὄψιν ἄγει τὴν κρίσιν. Ἐθεώρουν, φησὶν, ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθητο. Καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρὸν, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ· καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν· τὰ καλὰ, τὰ φαῦλα, τὰ φανερὰ, τὰ κεκρυμμένα, τὰ πράγματα, τὰ ῥήματα, τὰ ἐνθυμήματα, τὰ πάντα ἀθρόως εἰς ἐξάκουστον τοῖς πᾶσι καὶ ἀγγέλοις καὶ ἀνθρώποις σαφῶς ἀνακαλύπτουσαι. Πρὸς ταῦτα ποταποὺς εἶναι ἀνάγκη τοὺς κακῶς βεβιωκότας; Ποῦ ἄρα ἡ ψυχὴ ἐκείνη καταδύσεται, ἡ ἐν ὄψεσι τοσούτων θεατῶν ἐξαίφνης ὀφθεῖσα αἰσχύνης ἀνάπλεως; Ποίῳ δὲ σώματι τὰς ἀπεράντους ἐκείνας καὶ ἀνυποίστους ὑποστήσεται μάστιγας, ὅπου πῦρ ἄσβεστον, καὶ σκώληξ ἀθάνατα κολάζων, καὶ πυθμὴν ᾅδου σκοτεινὸς καὶ φρικώδης, καὶ οἰμωγαὶ πικραὶ, καὶ ὀλολυγμὸς ἐξαίσιος, καὶ κλαυθμὸς καὶ βρυγμὸς ὀδόντων, καὶ πέρας οὐκ ἔχει τὰ δεινά. Τούτων οὐκ ἔστιν ἀπαλλαγὴ μετὰ θάνατον, οὐδέ τις ἐπίνοια, οὐδὲ μηχανὴ τοῦ διεκδῦναι τὰ πικρὰ κολαστήρια.
and to render to each according to his deed; when that trumpet, sounding something great and fearful, shall awaken those sleeping from the age, and those who have done good things shall go forth unto the resurrection of life, and those who have practised evil things unto the resurrection of judgement. Remember the vision of God of Daniel, how he brings the judgement before our sight. I was beholding, he says, until thrones were set, and the Ancient of Days sat. And His garment was white as snow, and the hair of His head as pure wool, His wheels a flaming fire. A river of fire drew onward before Him. A thousand thousands ministered to Him; and ten thousand ten thousands stood beside Him. The court sat, and books were opened: the good things, the evil things, the manifest things, the hidden things, the deeds, the words, the thoughts, clearly uncovering them all together into the hearing of all, both angels and men. Towards these things, of what sort must those be who have lived wickedly? Where then shall that soul sink down, which in the sight of so many spectators is suddenly seen full of shame? And with what body shall it undergo those endless and unbearable scourges, where there is unquenchable fire, and a worm punishing immortally, and a dark and horrible depth of Hades, and bitter wailings, and extraordinary howling, and weeping and gnashing of teeth, and the terrible things have no end. From these things there is no deliverance after death, nor any device, nor contrivance for escaping through the bitter places of punishment.
6. Ταῦτα φεύγειν ἔξεστι νῦν. Ἕως ἔξεστιν, ἑαυτοὺς ἀπὸ τοῦ πτώματος ἀναλάβωμεν, μηδὲ ἀπελπίσωμεν ἑαυτῶν, ἐὰν ἀναλύσωμεν ἀπὸ τῶν κακῶν. Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ. Ἡμᾶς ἐπὶ μετάνοιαν καλῶν ὁ Λόγος βοᾷ καὶ κέκραγε· Δεῦτε πρός μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἔστιν οὖν ὁδὸς σωτηρίας, ἐὰν θέλωμεν. Κατέπιεν ὁ θάνατος ἰσχύσας, ἀλλ' εὖ ἴσθι, ὅτι πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου τῶν μετανοούντων. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. Οὐ ψεύδεται εἰπών· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. Ἕτοιμός ἐστιν ὁ μέγας τῶν ψυχῶν ἰατρὸς ἰάσασθαί σου τὸ πάθος, ὃς οὐδὲ μονωτάτης, ἀλλὰ πάντων τῶν δεδουλωμένων τῇ ἁμαρτίᾳ ἐστὶν ἕτοιμος ἐλευθερωτής. Ἐκείνου ῥήματά ἐστιν· ἐκεῖνο τὸ γλυκὺ καὶ σωτήριον στόμα εἶπεν· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
6. These things it is permitted to flee now. While it is permitted, let us recover ourselves from the fall, and let us not despair of ourselves, if we depart from evil things. Jesus Christ came into the world to save sinners. Come, let us worship and fall down before Him, and weep before Him. Calling us to repentance, the Word cries aloud and has proclaimed: Come to Me, all you who labour and are burdened, and I will give you rest. There is therefore a way of salvation, if we are willing. Death, having prevailed, swallowed up; but know well that God has again wiped away every tear from every face of those who repent. The Lord is faithful in all His words. He does not lie when He says: Though your sins be as scarlet, I will whiten them as snow; and though they be as crimson, I will whiten them as wool. The great Physician of souls is ready to heal your affliction, Who is a ready Deliverer not of you alone, but of all who have been enslaved to sin. They are His words; that sweet and saving mouth said: Those who are strong have no need of a physician, but those who are ill. I came not to call the righteous, but sinners to repentance.
Notes, col. 380

On the reading

Printed μὲ, for με.

PG 32:381Read from the page
Τίς οὖν ἐστί σοι πρόφασις, ἤ τινι ἄλλῳ, ταῦτα αὐτοῦ βοῶντος; Βούλεται Κύριος καθαρίσαι σε ἀπὸ τοῦ πόνου τῆς πληγῆς, καὶ δεῖξαί σοι φῶς ἀπὸ σκότους. Σὲ ζητεῖ ὁ ποιμὴν ὁ καλὸς, ὁ καταλιπὼν τὰ μὴ πεπλανημένα. Ἐὰν ἐπιδῷς σεαυτὴν, οὐκ ὀκνήσει, οὐδ' ἀπαξιώσει σε ὁ φιλάνθρωπος ἐπὶ τῶν ὤμων βαστάσαι τῶν ἰδίων, χαίρων, ὅτι εὗρεν αὐτοῦ τὸ πρόβατον τὸ ἀπολωλός. Ἕστηκεν ὁ πατὴρ, καὶ ἀναμένει τὴν σὴν ἀπὸ τῆς πλάνης ἐπάνοδον. Μόνον ἀνάλυσον, καὶ ἔτι σου μακρὰν οὔσης, προσδραμὼν ἐπιπεσεῖται ἐπὶ τὸν τράχηλόν σου, καὶ φιλικοῖς ἀσπασμοῖς περιπτύξεται τὴν ὑπὸ τῆς μετανοίας ἤδη κεκαθαρμένην. Καὶ στολὴν ἐνδύσει, τὴν πρώτην, ψυχὴν ἀπεκδυσαμένην τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς αὐτοῦ πράξεσι· καὶ περιθήσει δακτύλιον χερσὶν ἀποπλυναμέναις τοῦ θανάτου τὸ αἷμα, καὶ ὑποδήσει πόδας ἀποστρέψαντας ἀπὸ ὁδοῦ κακῆς πρὸς τὸν δρόμον τοῦ εὐαγγελίου τῆς εἰρήνης. Καὶ εὐφροσύνης καὶ χαρᾶς ἡμέραν καταγγελεῖ τοῖς ἰδίοις καὶ ἀγγέλοις καὶ ἀνθρώποις, καὶ παντὶ τρόπῳ τὴν σὴν ἑορτάσει σωτηρίαν. Ἀμὴν γὰρ λέγω, φησὶν, ὑμῖν, ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ ἐνώπιον τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμ⟨αρ⟩τωλῷ μετανοοῦντι. Κἂν ἐγκαλέσῃ τις τῶν ἑστά⟨να⟩ι δοκούντων, ὅτι ταχὺ προσελήφθης· αὐτὸς ὁ ἀ⟨γα⟩θὸς πατὴρ ὑπὲρ σοῦ ἀπολογήσεται λέγων, Εὐφρανθῆναι δεῖ καὶ χαρῆναι, ὅτι αὕτη ἡ θυγάτηρ μου νεκρὰ ἦν, καὶ ἀνέζησε, καὶ ἀπολωλυῖα, καὶ εὑρέθη.
What pretext, then, do you have, or anyone else, when He cries out these things? The Lord wills to cleanse you from the pain of your wound, and to show you light out of darkness. The Good Shepherd seeks you, He Who left behind those that had not gone astray. If you give yourself up, the Lover of mankind will not hesitate, nor disdain to carry you upon His own shoulders, rejoicing that He has found His lost sheep. The father stands and awaits your return from wandering. Only turn back, and while you are still far off, He will run up and fall upon your neck, and with loving embraces will clasp her who has already been cleansed by repentance. And He will clothe with a robe, the first one, the soul that has stripped off the old man with his deeds; and He will put a ring on hands that have washed away the blood of death, and will bind sandals on feet that have turned away from an evil way towards the course of the Gospel of peace. And He will proclaim a day of gladness and joy to His own, both angels and men, and in every way will celebrate your salvation. For amen I say to you, He says, there is joy in heaven before God over one sinner who repents (Luke 15:7). And even if one of those who seem to stand should bring an accusation that you were received quickly, the good father himself will make defence on your behalf, saying, It is fitting to be merry and to rejoice, because this my daughter was dead, and has come to life again, and was lost, and has been found (Luke 15:32).
CLASSIS SECUNDA
SECOND CLASS
Epistolae quas S. Basilius episcopus scripsit ab anno 370 ad annum 378.
Letters which Saint Basil wrote as bishop from the year 370 to the year 378.
ΕΠΙΣΤΟΛΗ ΜΖʹ.
LETTER 47.
Gregorius Theologi pater Eusebium Samosatensem, misso Eustathio diacono, invitat ad electionem episcopi Caesariensis ut eo adjuvante Basilius eligi possit.
Gregory, the father of the Theologian, having sent the deacon Eustathius, invites Eusebius of Samosata to the election of the Bishop of Caesarea, so that with his assistance Basil may be elected.
Γρηγορίῳ ἑταίρῳ.
To Gregory his companion.
Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς; ἢ πῶς ἀνακαινισθῇ μου τὸ γῆρας, ὥστε με δυνηθῆναι διαβῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ τόν τε πόθον ὃν ἔχω ἐφ' ὑμῖν ἀναπαῦσαι, καὶ τὰ λυπηρὰ τῆς ψυχῆς διηγήσασθαι, καὶ δι' ὑμῶν εὑρέσθαι τινὰ παραμυθίαν τῶν θλίψεων; Ἐπὶ γὰρ τῇ κοιμήσει τοῦ μακαρίου Εὐσεβίου τοῦ ἐπισκόπου φόβος ἡμᾶς κατ-
Who will give me wings like a dove's (Ps. 54:7)? Or how may my old age be renewed, so that I might be able to cross over to your charity, and both rest the longing that I have for you, and recount the sorrows of my soul, and through you find some consolation for my afflictions? For upon the falling asleep of the blessed Bishop Eusebius, fear has seized us-
PG 32:384Read from the page
ἔλαβεν οὐ μικρὸς, μήποτε οἱ ποτὲ ἐφεδρεύοντες τῇ ἐκκλησίᾳ τῆς μητροπόλεως ἡμῶν, καὶ βουλόμενοι αὐτὴν αἱρετικῶν ζιζανίων πληρῶσαι, καιροῦ νῦν λαβόμενοι, τὴν πολλῷ καμάτῳ κατασπαρεῖσαν ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων εὐσέβειαν ταῖς παρ' ἑαυτῶν πονηραῖς διδασκαλίαις ἐκριζώσωσι, καὶ ταύτης τὴν ἑνότητα κατατέμωσιν· ὅπερ καὶ ἐπὶ πολλῶν Ἐκκλησιῶν πεποιήκασιν. Ἐπειδὴ δὲ καὶ γράμματα πρὸς ἡμᾶς ἀφίκετο τοῦ κλήρου, παρακαλοῦντα μὴ παροφθῆναι ἐν καιρῷ τοιούτῳ, περιβλεψάμενος ἐν κύκλῳ ἐμνήσθην τῆς ὑμετέρας ἀγάπης, καὶ τῆς ὀρθῆς πίστεως, καὶ τοῦ ζήλου ὃν ἔχετε ἀεὶ ὑπὲρ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ. Καὶ τούτου ἕνεκεν ἀπέστειλα τὸν ἀγαπητὸν Εὐστάθιον τὸν συνδιάκονον, παρακαλέσαι ὑμῶν τὴν σεμνοπρέπειαν, καὶ δυσωπῆσαι πᾶσι τοῖς ὑπὲρ τῶν Ἐκκλησιῶν καμάτοις καὶ τὸν παρόντα ἐπιθεῖναι· κἀμοῦ τε τὸ γῆρας τῇ συντυχίᾳ ἀναπαῦσαι· καὶ τῇ ὀρθῇ Ἐκκλησίᾳ τὴν περιβόητον εὐσέβειαν διορθώσασθαι, δόντας αὐτῇ μεθ' ἡμῶν (εἰ ἄρα καταξιωθείημεν συναντιλαβέσθαι ὑμῖν τοῦ ἀγαθοῦ ἔργου) ποιμένα κατὰ τὸ βούλημα τοῦ Κυρίου, δυνάμενον διευθῦναι τὸν λαὸν αὐτοῦ. Ἔχομεν γὰρ πρὸ ὀφθαλμῶν ἄνδρα ὃν οὐδὲ αὐτοὶ ἀγνοεῖτε· οὗ εἰ καταξιωθείημεν ἐπιτυχεῖν, οἶδα ὅτι μεγάλην παῤῥησίαν πρὸς τὸν Θεὸν κτησόμεθα, καὶ τῷ ἐπικαλεσαμένῳ ἡμᾶς λαῷ μεγίστην εὐεργεσίαν καταθησόμεθα. Ἀλλὰ παρακαλῶ καὶ πάλιν καὶ πολλάκις, πάντα ὄκνον ὑπερθεμένους ἀπαντῆσαι καὶ προλαβεῖν τὰ ἐκ τοῦ χειμῶνος δυσχερῆ.
no small [fear] seized [me], lest those who once lay in wait against the church of our metropolis, and wished to fill it with heretical tares, having now seized an opportunity, should uproot by their own wicked teachings the piety sown with much toil in the souls of men, and cut in pieces its unity; which very thing they have also done in the case of many Churches. And since letters also arrived for us from the clergy, exhorting that they not be overlooked in such a season, looking around in a circle I remembered your charity, and right faith, and the zeal which you always have on behalf of the Churches of God. And on this account I have sent the beloved Eustathius our fellow deacon, to exhort your reverence, and to entreat you to add this present toil also to all your toils on behalf of the Churches; and both to refresh my old age by our meeting, and to restore the celebrated piety to the right Church, giving to it with us (if indeed we should be counted worthy to take part with you in the good work) a shepherd according to the will of the Lord, able to direct His people. For we have before our eyes a man whom not even you yourselves are ignorant of; whom if we should be counted worthy to obtain, I know that we shall acquire great boldness towards God, and shall lay up the greatest benefaction for the people who have called upon us. But I exhort you both again and many times, setting aside all hesitation, to come to meet us and anticipate the difficulties arising from the winter.
ΕΠΙΣΤΟΛΗ ΜΗ.
Epistle 48.
Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων.
To Eusebius, bishop of Samosata.
Μόλις ἡμῖν ὑπῆρξεν ἐπιτυχεῖν διακόνου γραμμάτων πρὸς τὴν σὴν θεοσέβειαν· ἐπεὶ οἵγε παρ' ἡμῖν οὕτω κατέπτηξαν τὸν χειμῶνα, ὡς μηδὲ τὸ μικρότατον προκύπτειν τῶν δωματίων ἀνέχεσθαι. Καὶ γὰρ τοσούτῳ πλήθει χιόνων κατενίφημεν, ὡς αὐτοῖς οἴκοις καταχωσθέντες δύο μῆνας ἤδη ταῖς κατα-
Scarcely was it possible for us to light upon a carrier of letters to your godliness; since those with us cowered so before the winter as not even to endure peering out of their chambers in the slightest. For indeed we have been snowed under by such a multitude of snows that, buried together with the houses themselves, for two months already in the
Notes, col. 384

On the reading

Printed ΕΠΙΣΤΟΛΗ ΜΗ., for ΕΠΙΣΤΟΛΗ ΜΗʹ..

PG 32:385Read from the page
δύσεσιν ἐμφωλεύειν. Συγγνώσῃ οὖν πάντως ἡμῖν, τό τε ἄτολμον τῶν Καππαδοκικῶν ἠθῶν, καὶ τὸ τῶν σωμάτων δυσκίνητον ἐπιστάμενος, εἰ μὴ θᾶττον ἐπεστείλαμεν, μηδ' εἰς γνῶσιν ἠγάγομεν τῇ τιμιότητί σου τὰ ἀπὸ τῆς Ἀντιοχείας, ἃ πάντως μὲν γνωρίζειν σοι ἕωλόν ἐστι καὶ ψυχρὸν, πάλαι μεμαθηκότι, ὡς τὸ εἰκός· πλὴν ἀλλ' οὐδὲν ἡγούμενοι πρᾶγμα καὶ τὰ ἐγνωσμένα σημαίνειν, ἀπεστείλαμεν τὰς διὰ τοῦ ἀναγνώστου κομισθείσας ἐπιστολάς. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἡ δὲ Κωνσταντινούπολις ἔχει τὸν Δημόφιλον πολὺν ἤδη χρόνον, ὡς καὶ αὐτοὶ οὗτοι ἀπαγγελοῦσι, καὶ προκεκήρυκται πάντως τῇ ὁσιότητί σου. Καί τι περὶ αὐτὸν πλάσμα ὀρθότητος καὶ εὐλαβείας παρὰ πάντων συμφώνως τῶν ἀφικνουμένων θρυλλεῖται, ὡς καὶ τὰ διεστῶτα τῆς πόλεως μέρη εἰς ταυτὸν συνελθεῖν, καὶ τῶν πλησιοχώρων τινὰς ἐπισκόπων τὴν ἕνωσιν καταδέξασθαι. Οἱ δὲ ἡμέτεροι οὐδὲν ἀμείνους ἐφάνησαν τῶν ἐλπίδων. Ἐπιστάντες γὰρ εὐθὺς κατὰ πόδας τῆς ὑμετέρας ἐξόδου, πολλὰ μὲν εἶπον λυπηρὰ, πολλὰ δὲ ἐποίησαν, καὶ τέλος ἀνεχώρησαν, βεβαιώσαντες ἡμῖν τὸ σχίσμα. Εἰ μὲν οὖν τι γενήσεται βέλτιον, καὶ εἰ παύσονται τῆς κακίας, ἄδηλον παντὶ πλὴν ἢ τῷ Θεῷ. Τὰ μὲν οὖν παρόντα τοιαῦτα. Ἡ δὲ λοιπὴ Ἐκκλησία εὐσταθεῖ τῇ τοῦ Θεοῦ χάριτι, καὶ εὔχεται ὁμοῦ τῷ ἦρι ἰδεῖν σε πάλιν ἐπὶ τῆς ἡμετέρας, καὶ ἀνανεωθῆναι διὰ τῆς ἀγαθῆς σου διδασκαλίας. Κἀμοὶ δὲ τὸ σῶμα οὐδὲν ἄμεινον τῆς συνηθείας ἔχει.
burrows we lurk. You will therefore altogether pardon us, knowing both the timidity of Cappadocian manners and the sluggishness of their bodies, if we did not write sooner, nor bring to the knowledge of your honour the things from Antioch, which indeed to make known to you is altogether stale and cold, since you have learned them long ago, as is likely; nevertheless, deeming it no trouble to signify even things already known, we have sent the letters brought by the reader. And so much for these things. But Constantinople has had Demophilus for a long time already, as these men themselves also will report, and it has altogether been proclaimed beforehand to your holiness. And a certain fabrication of orthodoxy and reverence concerning him is rumoured with one accord by all who arrive, so that even the divided parts of the city have come together into the same, and some of the neighbouring bishops have accepted the union. But our people have appeared no better than our expectations. For having come up immediately upon the heels of your departure, they both said many grievous things and did many, and finally withdrew, having confirmed the schism for us. Whether therefore anything better will come to pass, and whether they will cease from their malice, is uncertain to everyone except to God. Such, then, are the present affairs. But the rest of the Church stands firm by the grace of God, and prays together with the spring to see you again in our [country], and to be renewed through your good teaching. And as for me, my body is no better than usual.
ΚΗΙΣΤΟΛΗ ΜΘʹ.
Epistle 49.
Ἀρκαδίῳ ἐπισκόπῳ.
To Arcadius, bishop.
Ηὐχαρίστησα τῷ ἁγίῳ Θεῷ, γράμμασιν ἐντυχὼν τῆς εὐλαβείας ὑμῶν, καὶ εὔχομαι αὐτός τε τῆς ἐλπίδος, ἣν ἔχετε ἐφ' ἡμῖν, ἄξιος εἶναι, καὶ ὑμᾶς τὸν ἐπὶ τῇ τιμῇ ἡμῶν, ἣν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ τιμᾶτε ἡμᾶς, μισθὸν τέλειον κομίσασθαι. Ὑπερήσθημεν δὲ, ὅτι καὶ, μέριμναν πρέπουσαν Χριστιανῷ ἀναλαβόντες, εἰς δόξαν τοῦ ὀνόματος τοῦ Χριστοῦ οἶκον ἠγείρατε, καὶ ἠγαπήσατε τῷ ὄντι, κατὰ τὸ γεγραμμένον, εὐπρέπειαν οἴκου Κυρίου, εὐτρεπίσαντες ἑαυτοῖς τὴν οὐράνιον μονὴν τὴν ἡτοιμασμένην ἐν τῇ ἀναπαύσει τοῖς ἀγαπῶσι τὸ ὄνομα τοῦ Χριστοῦ. Ἐὰν δὲ δυνηθῶμεν περινοῆσαι λείψανα μαρτύρων, εὐχόμεθα καὶ αὐτοὶ συμβαλέσθαι ὑμῶν τῇ σπουδῇ. Εἰ γὰρ εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, κοινωνοὶ ἐσόμεθα, δηλονότι τῆς ἀγαθῆς μνήμης τῆς δοθησομένης ὑμῖν παρὰ τοῦ ἁγίου.
I gave thanks to the holy God, having met with the letters of your reverence, and I pray both that I myself may be worthy of the hope which you have in us, and that you may receive a perfect reward for the honour towards us wherewith you honour us in the name of the Lord Jesus Christ. And we were exceedingly glad that, having also taken up a care befitting a Christian, you have raised a house to the glory of the name of Christ, and have truly loved, according as it is written, the beauty of the house of the Lord, having prepared for yourselves the heavenly mansion which is prepared in rest for those who love the name of Christ. And if we are able to find out relics of martyrs, we pray that we ourselves also may contribute to your zeal. For if the righteous man shall be in everlasting remembrance, we shall be partakers, plainly, of the good remembrance which will be given to you from the holy one.
Notes, col. 385

On the reading

Printed παντως, for πάντως.

Printed ΚΗΙΣΤΟΛΗ, for ΕΠΙΣΤΟΛΗ.

Printed συμβαλεσθαι, for συμβαλέσθαι.