ἀποκαλύψεις παροιμιακῶν αἰνιγμάτων, λύσεις ἀποστολικῶν διδαγμάτων, εὐαγγελικῶν νοημάτων ἔκθεσις, θεολογίας ἀκρόασις, ἀδελφῶν πνευματικῶν συντυχίαι, μεγάλην τοῖς ἐντυγχάνουσιν ἐκ τῆς θέας τοῦ προσώπου τὴν ὠφέλειαν παρεχόντων. Σὺ δὲ, τοσούτων ἀγαθῶν ἀλλότριον σεαυτὸν καταστήσας, κάθησαι ἐνθάδε ἐξηγριωμένος ἴσως τοῖς θηρσίν. Ὁρᾷς γὰρ ἐνταῦθα ἐρημίαν πολλὴν, ἀπανθρωπίαν οὐκ ὀλίγην, ἀπορίαν διδασκαλίας, ἀδελφῶν ἀλλοτρίωσιν, καὶ τὸ πνεῦμα περὶ τὴν ἐντολὴν τοῦ Θεοῦ ἀργίαν ἔχον πολλήν. Ὅταν οὖν τοιαύταις καὶ τοσαύταις εὐλογοφανέσι προφάσεσιν ἐπαναστᾶσα ἡ πονηρὰ ἔννοια καταῤῥῆξαί σε θέλῃ, ἀντιπαράθες αὐτῇ διὰ τοῦ εὐσεβοῦς λογισμοῦ τὴν πεῖραν τοῦ πράγματος, λέγων· Ἐπειδὴ σὺ λέγεις μοι καλὰ τὰ ἐν τῷ κόσμῳ εἶναι, διὰ τοῦτο ἐγὼ ἐνταῦθα μετῴκησα, ἀνάξιον ἐμαυτὸν κρίνας τῶν τοῦ κόσμου καλῶν. Παραμέμικται γὰρ τοῖς τοῦ κόσμου καλοῖς τὰ κακὰ, καὶ μᾶλλον ὑπεραίρει τὰ κακά. Παραγενόμενος γάρ ποτε ἐν ταῖς πνευματικαῖς πανηγύρεσιν, ἑνὶ μὲν ἀδελφῷ μόλις ποτὲ περιέτυχον, τὸ μὲν δοκεῖν φοβουμένῳ τὸν Κύριον, κρατουμένῳ δὲ ὑπὸ τοῦ διαβόλου, καὶ ἤκουσα παρ' αὐτοῦ λόγους κομψοὺς, καὶ μύθους πεπλασμένους εἰς ἀπάτην τῶν ἐντυγχανόντων. Πολλοῖς δὲ μετ' αὐτὸν συνέτυχον κλέπταις, ἅρπαξι, τυράννοις. Εἶδον μεθυόντων σχῆμα ἄσχημον, τὰ αἵματα τῶν καταπονουμένων. Εἶδον δὲ καὶ κάλλος γυναικῶν, βασανίζον μου τὴν σωφροσύνην. Καὶ τὸ μὲν τῆς πορνείας ἔργον διέφυγον· τὴν δὲ ἐμαυτοῦ παρθενίαν ἐμόλυνα κατὰ διάνοιαν καρδίας. Καὶ πολλῶν μὲν ἀκήκοα λόγων ψυχωφελῶν· πλὴν παρ' οὐδενὶ τῶν διδασκάλων εὗρον ἀξίαν τῶν λόγων τὴν ἀρετήν. Μετὰ δὲ τοῦτο πάλιν μυρίων ἤκουσα τραγῳδημάτων, μέλεσι τεθρυμμένοις ἐνδεδυμένων. Πάλιν ἀκήκοα κιθάρας ἡδὺ ἠχούσης, τῶν κρότων τῶν ἁλλομένων, τῆς φωνῆς τῶν γελοιαστῶν, μωρίας πολλῆς καὶ εὐτραπελίας, ὄχλου ἀμυθήτου βοήν. Εἶδον τὰ δάκρυα τῶν συληθέντων, τὰς ὀδύνας τῶν ἀπαγομένων ὑπὸ τῆς τυραννίδος, τὴν οἰμωγὴν τῶν βασανιζομένων. Καὶ εἶδον, καὶ ἰδοὺ οὐκ ἦν πανήγυρις πνευματικὴ, ἀλλὰ θάλασσα ἀνεμιζομένη καὶ ταραττομένη, πάντας ὁμοῦ τοῖς αὐτῆς κύμασι καλύψαι σπουδάζουσα. Λέγε μοι, ὦ κακὴ ἔννοια, καὶ ὁ τῆς προσκαίρου ἡδυπαθείας τε καὶ κενοδοξίας δαίμων, τί μοι
are disclosures of proverbial riddles, solutions of apostolic teachings, exposition of evangelical meanings, hearing of theology, meetings with spiritual brethren who provide great benefit to those who meet them from the sight of their countenance. Whereas you, having rendered yourself a stranger to so many goods, sit here grown wild equally with the beasts. For you see here great desolation, no small inhumanity, lack of teaching, estrangement from brethren, and the spirit having much idleness concerning the commandment of God. Whenever therefore with such and so many plausible pretexts the evil notion, rising up against you, wishes to break you down, set in opposition to it through pious reasoning the experience of the matter, saying: Since you tell me that the things in the world are good, on this account I migrated hither, judging myself unworthy of the good things of the world. For bad things are intermingled with the good things of the world, and the bad things rather prevail. For having arrived once at the spiritual assemblies, I scarcely ever met with one brother, in appearance indeed fearing the Lord, yet held fast by the devil, and I heard from him clever words, and fables fabricated for the deceit of those who met with him. And after him I met with many thieves, robbers, tyrants. I saw the unseemly form of drunkards, the blood of those who were oppressed. And I saw also the beauty of women, torturing my sobriety. And the deed of fornication indeed I escaped; yet my own virginity I defiled in the thought of my heart. And I have heard indeed many soul-profiting words; yet with none of the teachers did I find virtue worthy of the words. And after this again I heard countless tragic songs, clothed in effeminate melodies. Again I have heard a lyre sounding sweetly, the clappings of those leaping, the voice of buffoons, the shouting of an unspeakable crowd of much folly and ribaldry. I saw the tears of the despoiled, the pains of those led away by tyranny, the wailing of those being tortured. And I saw, and behold, it was not a spiritual assembly, but a sea wind-tossed and troubled, eager to cover all together with its waves. Tell me, O evil notion, and demon of temporal sensual pleasure and vainglory, what to me