Migne Reading Room

PG 32 · cols. 244–253 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:244Read from the page
γενόμενον διορθούμεθα, καὶ ἑαυτοὺς προσαπόλλυμεν. Μὴ κατηγορήσωμεν τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. Ἀμαθεῖς ἐσμεν, ὥστε τὰ ἄῤῥητα αὐτοῦ κρίματα δοκιμάζειν. Νῦν σου λαμβάνει τὴν δοκιμὴν ὁ Κύριος τῆς πρὸς αὐτὸν ἀγάπης. Νῦν σοι πάρεστι καιρὸς διὰ τῆς ὑπομονῆς τὴν μερίδα τῶν μαρτύρων λαβεῖν. Ἡ τῶν Μακκαβαίων μήτηρ ἑπτὰ παίδων εἶδε θάνατον, καὶ οὐκ ἐστέναξεν, οὐδὲ ἀφῆκεν ἀγεννὲς δάκρυον· ἀλλ' εὐχαριστοῦσα τῷ Θεῷ, ὅτι ἔβλεπεν αὐτοὺς πυρὶ καὶ σιδήρῳ, καὶ ταῖς χαλεπωτάταις αἰκίαις, τῶν δεσμῶν τῆς σαρκὸς λυομένους, εὐδόκιμος μὲν παρὰ Θεῷ, ἀοίδιμος δὲ παρὰ ἀνθρώποις ἐκρίθη. Μέγα τὸ πάθος, φημὶ κἀγώ· ἀλλὰ μεγάλοι καὶ οἱ παρὰ τοῦ Κυρίου μισθοὶ τοῖς ὑπομένουσιν ἀποκείμενοι. Ὅτε ἐγένου μήτηρ, καὶ εἶδες τὸν παῖδα, καὶ ηὐχαρίστησας τῷ Θεῷ, ᾔδεις πάντως, ὅτι θνητὴ οὖσα θνητὸν ἐγέννησας. Τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός; Ἀλλὰ λυπεῖ ἡμᾶς τὸ παρὰ καιρόν. Ἄδηλον, εἰ μὴ εὔκαιρον τοῦτο· ἐπειδὴ ἡμεῖς ἐκλέγεσθαι τὰ συμφέροντα ταῖς ψυχαῖς, καὶ ὁρίζειν προθεσμίας ἀνθρωπίνῃ ζωῇ οὐκ ἐπιστάμεθα. Περίβλεψαι τὸν κόσμον ἅπαντα, ἐν ᾧ κατοικεῖς· καὶ ἐννόησον, ὅτι πάντα θνητὰ τὰ ὁρώμενα, καὶ πάντα φθορᾷ ὑποκείμενα. Ἀνάβλεψον πρὸς τὸν οὐρανόν· καὶ οὗτός ποτε λυθήσεται· πρὸς τὸν ἥλιον· οὐδὲ οὗτος διαμενεῖ. Οἱ ἀστέρες σύμπαντες, ζῶα χερσαῖα καὶ ἔνυδρα, τὰ περὶ γῆν κάλλη, αὐτὴ ἡ γῆ, πάντα φθαρτὰ, πάντα μικρὸν ὕστερον οὐκ ἐσόμενα. Ἡ τούτων ἔννοια παραμυθία ἔστω τοῦ συμβεβηκότος. Μὴ καθ' ἑαυτὸ μέτρει τὸ πάθος· ἀφόρητον γὰρ οὕτω φανεῖταί σοι· ἀλλὰ τοῖς ἀνθρωπίνοις πᾶσι συγκρίνουσα, ἐντεῦθεν εὑρήσεις αὐτοῦ τὴν παραμυθίαν. Ἐπὶ πᾶσι δὲ ἐκεῖνο εἰπεῖν ἰσχυρὸν ἔχω, φεῖσαι τοῦ ὁμοζύγου· ἀλλήλοις γένεσθε παραμυθία· μὴ ποιήσῃς αὐτῷ χαλεπωτέραν τὴν συμφορὰν, τῷ πάθει ἑαυτὴν καταναλίσκουσα. Ὅλως δὲ οὐκ οἶμαι λόγον ἐξαρκεῖν εἰς παράκλησιν, ἀλλ' εὐχῆς ἡγοῦμαι χρείαν εἶναι πρὸς τὰ παρόντα. Εὔχομαι οὖν αὐτὸν τὸν Κύριον, τῇ ἀφάτῳ αὐτοῦ δυνάμει ἐφαψάμενόν σου τῆς καρδίας, ἐμποιῆσαι φῶς τῇ ψυχῇ σου διὰ τῶν ἀγαθῶν λογισμῶν, ἵν' οἴκοθεν ἔχῃς τῆς παραμυθίας τὰς ἀφορμάς.
set right what has happened, and we destroy ourselves besides. Let us not accuse the righteous judgement of God. We are too unlearned to test His ineffable judgements. Now the Lord is taking proof of your love towards Him. Now the time is present for you through patience to receive the portion of the martyrs. The mother of the Maccabees beheld the death of seven sons, and neither groaned nor shed an ignoble tear; but giving thanks to God that she saw them loosed from the bonds of the flesh by fire and sword and the most grievous tortures, she was judged approved before God and celebrated among men. Great is the calamity, I too say; but great also are the rewards from the Lord laid up for those who endure. When you became a mother, and beheld the boy, and gave thanks to God, you knew altogether that, being mortal, you had given birth to one mortal. What wonder is it, then, if the mortal has died? Yet its being untimely grieves us. It is uncertain whether this was not timely, since we do not know how to choose the things profitable for souls and to fix appointed limits for human life. Look around at the whole world in which you dwell, and reflect that all things seen are mortal, and all things subject to corruption. Look up towards the heaven: it too will one day be dissolved; towards the sun: neither will it endure. All the stars together, land and water animals, the beauties upon earth, the earth itself—all are perishable, all a little later will exist no more. Let the thought of these things be a consolation for what has befallen. Do not measure the calamity by itself, for thus it will appear unbearable to you; but comparing it with all human affairs, from this you will find consolation for it. And above all I have this urgent word to say: spare your consort; become a consolation to one another; do not make the misfortune more grievous for him by consuming yourself with grief. On the whole, I do not think speech suffices for consolation, but I consider that there is need of prayer for the present circumstances. I pray, therefore, the Lord Himself, touching your heart by His ineffable power, to put light into your soul through good thoughts, so that you may have from within yourself the occasions of consolation.
ΕΠΙΣΤΟΛΗ Ζʹ.
Letter VII.
Γρηγορίῳ ἑταίρῳ.
To Gregory his companion.
Οὐδὲ τότε ἠγνόουν, ὅτε ἐπέστελλον τῇ λογιό-
Not even then was I unaware, when I wrote to your Elo-
PG 32:245Read from the page
τητί σου, ὅτι πᾶσα θεολογικὴ φωνὴ ἐλάττων μέν ἐστι τῆς διαναίας τοῦ λέγοντος, ἐλάττων δὲ τῆς τοῦ ἐπιζητοῦντος ἐπιθυμίας· διότι ὁ λόγος ἀσθενέστερόν πως πέφυκε διακονεῖσθαι τοῖς νοουμένοις. Εἰ οὖν ἀσθενὴς ἡμῶν ἡ διάνοια, ἐλάττων δὲ ταύτης ἡ γλῶσσα, τί ἐχρῆν προσδοκᾷν ἡμᾶς ἐπὶ τοῖς εἰρημένοις, καὶ οὐχὶ πενίαν ἐγκληθήσεσθαι λόγων; Οὐ μὴν τούτου γε ἕνεκεν δυνατὸν ἦν σιωπῇ παρελθεῖν τὸ ἐπιζητούμενον. Κίνδυνος γὰρ προδοσίας, ἐν τῷ μὴ προχείρως ἀποδιδόναι τὰς περὶ Θεοῦ ἀποκρίσεις τοῖς ἀγαπῶσι τὸν Κύριον. Ἐκεῖνα μὲν οὖν, εἴτε ἀρκούντως ἔχειν δοκεῖ, εἴτε καὶ ἀκριβεστέρας τινὸς προσθήκης δεῖται, καιροῦ ἰδίου πρὸς διόρθωσιν χρήζει. Τὸ δὲ νῦν ἔχον, παρακαλοῦμέν σε, ὃ καὶ παρεκαλέσαμεν ἤδη, χρῆσαι σεαυτὸν ὁλοκλήρως τῇ συνηγορίᾳ τῆς ἀληθείας, καὶ ταῖς παρὰ τοῦ Θεοῦ ἐγγινομέναις τῇ διανοίᾳ σου ὁρμαῖς πρὸς τὴν τοῦ ἀγαθοῦ σύστασιν, ταύταις ἀρκούμενον καὶ παρ' ἡμῶν μηδὲν ἐπιζητοῦντα πλέον· οἳ, πολλῷ ἐλάττους ὄντες τῆς ὑπονοίας, βλάπτομεν μᾶλλον τῇ παρ' ἑαυτῶν ἀσθενείᾳ τὸν λόγον, ἤ τινα ἰσχὺν διὰ τῆς συνηγορίας τῇ ἀληθείᾳ προστίθεμεν.
quence, that every theological utterance is less than the thought of the speaker, and less than the desire of the inquirer, because speech is by nature somewhat too weak to minister to the things conceived by the mind. If, then, our thought is weak, and our tongue is inferior to it, what ought we to have expected over the things that had been said, other than to be accused of poverty of words? Yet it was not possible on that account to pass over the subject of inquiry in silence. For there is danger of betrayal in not readily rendering answers concerning God to those who love the Lord. Those matters, therefore, whether they seem to be sufficient or stand in need of some more exact addition, require an appropriate season for correction. But for the present, we exhort you, as indeed we have already exhorted you, to lend yourself wholly to the advocacy of the truth, and to be content with the impulses towards the establishment of the good that arise in your mind from God, seeking nothing more from us; who, falling far short of what is supposed of us, rather harm the cause through our own weakness than add any strength to the truth through our advocacy.
ΕΠΙΣΤΟΛΗ Ηʹ.
Letter VIII.
Τοῖς Καισαρεῦσιν ἀπολογία περὶ τῆς ἀποχωρήσεως, καὶ περὶ πίστεως.
To the Caesareans, a defence concerning his withdrawal, and concerning the faith.
1. Πολλάκις ἐθαύμασα, τί ποτε πρὸς ἡμᾶς πεπόνθατε, καὶ πόθεν τοσοῦτον ἡττᾶσθε τῆς ἡμετέρας βραχύτητος, τῆς μικρᾶς καὶ ὀλίγης καὶ οὐδὲν ἴσως ἐχούσης ἐράσμιον, καὶ λόγοις ἡμᾶς προτρέπεσθε, φιλίας τε καὶ πατρίδος ὑπομιμνήσκοντες, ὥσπερ φυγάδας τινὰς πατρικοῖς σπλάγχνοις πρὸς ἑαυτοὺς πάλιν ἐπιστρέφειν πειρώμενοι. Ἐγὼ δὲ τὸ μὲν φυγὰς γεγονέναι ὁμολογῶ, καὶ οὐκ ἀρνηθείην· τὴν δὲ αἰτίαν μάθοιτ' ἂν ἤδη ποθοῦντες. Μάλιστα μὲν τῷ ἀδοκήτῳ τότε πληγεὶς, καθάπερ οἱ τοῖς αἰφνιδίοις ψόφοις ἀθρόως καταπλαγέντες, οὐ κατέσχον τοὺς λογισμοὺς, ἀλλ' ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην χρόνον ἱκανὸν ἀφ' ὑμῶν, ἔπειτα δὲ καὶ πό-
1. Oftentimes have I marvelled how you feel towards us, and whence it is that you are so overcome with fondness for our insignificance, small and slight as it is and possessing perhaps nothing lovable, and exhort us with words, reminding us of friendship and fatherland, trying with paternal bowels of compassion to turn us back again to yourselves like exiles of some sort. Now I confess that I became a fugitive, and I would not deny it; and the cause you may now learn, since you long to know it. First of all, struck at that time by the unexpectedness of the thing, just like those who are suddenly confounded by sudden noises, I did not master my thoughts, but fled far away and lodged for a considerable time apart from you; and afterwards also lon-
Notes, col. 245

On the reading

Printed διαναίας, for διανοίας.

PG 32:248Read from the page
θος τις ὑπεισῄει μου τῶν θείων δογμάτων, καὶ τῆς περὶ ἐκεῖνα φιλοσοφίας. Πῶς γὰρ ἂν δυναίμην, ἔφην ἐγὼ, κρατῆσαι τῆς συνοικούσης ἡμῖν κακίας; Τίς δ' ἄν μοι γένηται Λάβαν, ἀπαλλάττων με τοῦ Ἠσαῦ, καὶ πρὸς τὴν ἀνωτάτω φιλοσοφίαν παιδαγωγῶν; Ἀλλ' ἐπειδὴ σὺν Θεῷ τοῦ σκοποῦ κατὰ δύναμιν τετυχήκαμεν, εὑρόντες σκεῦος ἐκλογῆς καὶ φρέαρ βαθὺ, λέγω δὲ τὸ τοῦ Χριστοῦ στόμα Γρηγόριον· ὀλίγον ἡμῖν, παρακαλῶ, ὀλίγον συγχωρήσατε χρόνον, αἰτούμεθα· οὐ τὴν ἐν ταῖς πόλεσι διατριβὴν ἀσπαζόμενοι· οὐδὲ γὰρ λέληθεν ἡμᾶς ὁ πονηρὸς διὰ τῶν τοιούτων τὴν ἀπάτην τοῖς ἀνθρώποις προσμηχανώμενος· ἀλλὰ τὴν συντυχίαν τὴν πρὸς τοὺς ἁγίους ἐπωφελῆ μάλιστα κρίνοντες. Ἐν γὰρ τῷ λέγειν τι περὶ τῶν θείων δογμάτων, καὶ ἀκούειν πυκνότερον, ἕξιν δυσαπόβλητον θεωρημάτων λαμβάνομεν. Καὶ τὰ μὲν καθ' ἡμᾶς τοῦτον ἔχει τὸν τρόπον.
longing came over me for the divine doctrines, and for the philosophy concerning them. For how could I, said I, master the wickedness dwelling with us? And who might become a Laban for me, delivering me from Esau, and guiding me towards the highest philosophy? But since with God we have attained our aim according to our power, having found a vessel of election and a deep well, I mean the mouth of Christ, Gregory; grant us a little time, I beseech you, a little time, we ask; not because we embrace tarrying in the cities—for it has not escaped us that the evil one through such things contrives deceit for men—but because we judge fellowship with the saints to be most beneficial. For in speaking something concerning the divine doctrines, and hearing them more frequently, we acquire a habit of contemplations hard to lose. And the matters concerning us stand in this way.
2. Ὑμεῖς δὲ, ὦ θεῖαί μοι καὶ προσφιλέσταται πασῶν κεφαλαὶ, φυλάττεσθε τοὺς τῶν Φυλιστιαίων ποιμένας, μή τις λαθὼν ἐμφράξῃ ὑμῶν τὰ φρέατα, καὶ τὸ καθαρὸν τῆς γνώσεως τῆς περὶ τὴν πίστιν ἐπιθολώσῃ. Τοῦτο γὰρ αὐτοῖς ἀεί ἐστιν ἐπιμελὲς, μὴ ἐκ τῶν θείων Γραφῶν διδάσκειν τὰς ἀκεραιοτέρας ψυχὰς, ἀλλ' ἐκ τῆς ἔξωθεν σοφίας παρακρούεσθαι τὴν ἀλήθειαν. Ὁ γὰρ ἀγέννητον καὶ γεννητὸν ἐπεισάγων ἡμῶν τῇ πίστει, καὶ τὸν ἀεὶ ὄντα μὴ ὄντα ποτὲ δογματίζων, καὶ τὸν φύσει καὶ ἀεὶ Πατέρα πατέρα γινόμενον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἀΐδιον, οὐκ ἄντικρύς ἐστι Φυλιστεύς; βασκαίνων τοῖς τοῦ πατριάρχου ἡμῶν προβάτοις, ἵνα μὴ πίνωσιν ἐκ τοῦ καθαροῦ καὶ ἁλλομένου εἰς ζωὴν αἰώνιον ὕδατος, ἀλλὰ τὸ τοῦ προφήτου λόγιον πρὸς ἑαυτοὺς ἐπισπάσωνται, τό· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν· δέον ὁμολογεῖν Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱὸν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον· ὡς οἱ θεῖοι λόγοι, καὶ οἱ τούτους ὑψηλότερον νενοηκότες ἐδίδαξαν. Πρὸς δὲ τοὺς ἐπηρεάζοντας ἡμῖν τὸ τρίθεον ἐκεῖνο λεγέσθω, ὅτιπερ ἡμεῖς ἕνα Θεὸν οὐ τῷ ἀριθμῷ, ἀλλὰ τῇ φύσει ὁμολογοῦμεν. Πᾶν γὰρ ὃ ἓν ἀριθμῷ λέγεται, τοῦτο οὐχ ἓν ὄντως, οὐδ' ἁπλοῦν τῇ φύσει ἐστίν· ὁ δὲ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος παρὰ πᾶσιν ὁμολογεῖται. Οὐκ ἄρα εἷς ἀριθμῷ ἐστιν ὁ Θεός. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. Ἓν ἀριθμῷ τὸν κόσμον εἶναί φαμεν, ἀλλ' οὐχ ἕνα τῇ φύσει, ἀλλ' οὐδ' ἁπλοῦν τινα τοῦτον. Τέμνομεν γὰρ αὐτὸν εἰς τὰ ἐξ ὧν συνέστηκε στοιχεῖα, εἰς πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν. Πάλιν ὁ ἄνθρωπος εἷς ἀριθμῷ ὀνομάζεται. Ἕνα γὰρ ἄνθρωπον πολλάκις λέγομεν. Ἀλλ' οὐχ ἁπλοῦς τις οὗτός ἐστιν, ἐκ σώματος καὶ ψυχῆς συνεστώς. Ὁμοίως δὲ καὶ ἄγγελον ἕνα ἀριθμῷ ἐροῦ-
2. But do you, O heads sacred to me and dearest of all, guard against the shepherds of the Philistines, lest anyone secretly stop up your wells, and befoul the purity of the knowledge concerning the faith. For this is always their care, not to teach the simpler souls out of the divine Scriptures, but out of external wisdom to thrust aside the truth. For he who introduces into our faith unbegotten and begotten, and dogmatizes that He Who always is once was not, and that He Who by nature and always is Father became a father, and that the Holy Spirit is not eternal, is he not outright a Philistine, grudging the sheep of our patriarch, so that they may not drink from the pure water springing up into eternal life, but may draw upon themselves the oracle of the prophet: They have forsaken Me, the fountain of living water, and have dug for themselves broken cisterns, which will not be able to hold water; whereas one ought to confess God the Father, God the Son, God the Holy Spirit, as the divine words, and those who have understood them more loftily, have taught. And against those who cast at us the charge of tritheism let this be said, that we confess one God not in number, but in nature. For everything that is called one in number is not truly one, nor simple in nature; whereas God is confessed by all to be simple and uncompounded. God is therefore not one in number. And what I mean is of this sort. We say that the world is one in number, yet not one in nature, nor yet something simple. For we divide it into the elements out of which it is composed, into fire and water and air and earth. Again, a man is named one in number. For we often speak of one man. Yet he is not someone simple, being composed of body and soul. And similarly we shall say that an angel is one in number,
PG 32:249Read from the page
μεν, ἀλλ' οὐχ ἕνα τῇ φύσει, οὐδὲ ἁπλοῦν· οὐσίαν γὰρ μεθ' ἁγιασμοῦ τὴν τοῦ ἀγγέλου ὑπόστασιν ἐννοοῦμεν. Εἰ τοίνυν πᾶν τὸ ἓν ἀριθμῷ ἓν τῇ φύσει οὐκ ἔστι, καὶ τὸ ἓν τῇ φύσει καὶ ἁπλοῦν ἓν ἀριθμῷ οὐκ ἔστιν, ἡμεῖς δὲ λέγομεν ἕνα τῇ φύσει Θεόν· πῶς ἐπεισάγουσιν ἡμῖν τὸν ἀριθμὸν, αὐτὸν πάντη ἡμῶν ἐξοριζόντων τῆς μακαρίας ἐκείνης καὶ νοητῆς φύσεως; Ὁ γὰρ ἀριθμός ἐστι τοῦ ποσοῦ· τὸ δὲ ποσὸν τῇ σωματικῇ φύσει συνέζευκται· ὁ γὰρ ἀριθμὸς τῆς σωματικῆς φύσεως. Σωμάτων δὲ δημιουργὸν τὸν Κύριον ἡμῶν εἶναι πεπιστεύκαμεν. Διὸ καὶ πᾶς ἀριθμὸς ἐκεῖνα σημαίνει τὰ ἔνυλον καὶ περιγραπτὴν ἔχειν λαχόντα τὴν φύσιν· ἡ δὲ μονὰς καὶ ἑνὰς τῆς ἁπλῆς καὶ ἀπεριλήπτου οὐσίας ἐστὶ σημαντική. Ὁ τοίνυν ἀριθμὸν ἢ κτίσμα ὁμολογῶν τὸν Υἱὸν τοῦ Θεοῦ ἢ τὸ Πνεῦμα τὸ ἅγιον λανθάνει ἔνυλον καὶ περιγραπτὴν φύσιν εἰσάγων. Περιγραπτὴν δὲ λέγω οὐ μόνον τὴν περιεχομένην ὑπὸ τόπου, ἀλλ' ἥνπερ καὶ τῇ προγνώσει ἐμπεριείληφεν ὁ μέλλων αὐτὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγειν, ἣν καὶ ἐπιστήμῃ περιλαβεῖν δυνατόν ἐστι. Πᾶν οὖν ἅγιον, ὃ περιγραπτὴν ἔχει τὴν φύσιν, καὶ ἐπίκτητον ἔχει τὴν ἁγιότητα, οὐκ ἀνεπίδεκτόν ἐστι κακίας. Ὁ δὲ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, πηγή ἐστιν ἁγιασμοῦ, ὑφ' ἧς πᾶσα ἡ λαγικὴ κτίσις κατ' ἀναλογίαν τῆς ἀρετῆς ἁγιάζεται.
yet not one in nature, nor simple; for we conceive the hypostasis of the angel as essence with sanctification. If therefore everything that is one in number is not one in nature, and that which is one in nature and simple is not one in number, and we say that God is one in nature; how do they introduce number against us, when we banish it altogether from that blessed and intellectual nature? For number belongs to quantity; and quantity is yoked to bodily nature; for number belongs to bodily nature. And we believe our Lord to be the Creator of bodies. Wherefore also every number signifies those things which have been allotted a material and circumscribed nature; whereas the monad and unit is indicative of the simple and incomprehensible essence. Whoever therefore confesses the Son of God or the Holy Spirit to be a number or a creature unawares introduces a material and circumscribed nature. And by circumscribed I mean not only that which is contained by place, but also that which He Who is about to bring it from non-being into being has comprehended in foreknowledge, and which it is possible to grasp by knowledge. Everything holy, therefore, which has a circumscribed nature, and has its holiness as acquired, is not unsusceptible of wickedness. But the Son, and the Holy Spirit, is a fountain of sanctification, by which the whole rational creation is sanctified in proportion to its virtue.
3. Καίτοι ἡμεῖς, κατὰ τὸν ἀληθῆ λόγον, οὔτε ὅμοιον οὔτε ἀνόμοιον λέγομεν τὸν Υἱὸν τῷ Πατρί. Ἑκάτερον γὰρ αὐτῶν ἐπίσης ἀδύνατον. Ὅμοιον γὰρ καὶ ἀνόμοιον κατὰ τὰς ποιότητας λέγεται· ποιότητος δὲ τὸ θεῖον ἐλεύθερον. Ταυτότητα δὲ τῆς φύσεως ὁμολογοῦντες, καὶ τὸ ὁμοούσιον ἐκδεχόμεθα, καὶ τὸ σύνθετον φεύγομεν, τοῦ κατ' οὐσίαν Θεοῦ καὶ Πατρὸς τὸν κατ' οὐσίαν Θεὸν καὶ Υἱὸν γεγεννηκότος. Ἐκ γὰρ τούτου τὸ ὁμοούσιον δείκνυται. Ὁ γὰρ κατ' οὐσίαν Θεὸς τῷ κατ' οὐσίαν Θεῷ ὁμοούσιός ἐστιν. Ἐπεὶ δὲ λέγεται θεὸς καὶ ὁ ἄνθρωπος· ὡς τὸ, Ἐγὼ εἶπα· Θεοί ἐστε· καὶ ὁ δαίμων θεὸς, ὡς τὸ, Οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια· ἀλλ' οἱ μὲν κατὰ χάριν ὀνομάζονται, οἱ δὲ κατὰ ψεῦδος. Ὁ δὲ Θεὸς μόνος κατ' οὐσίαν ἐστὶ Θεός. Μόνος δὲ ὅταν εἴπω, τὴν οὐσίαν τοῦ Θεοῦ τὴν ἁγίαν καὶ ἄκτιστον δηλῶ. Τὸ γὰρ μόνος λέγεται καὶ ἐπί τινος ἀνθρώπου, καὶ ἐπὶ φύσεως ἁπλῶς τῆς καθόλου. Ἐπί τινος μὲν, οἷον, φέρε εἰπεῖν, ἐπὶ Παύλου, ὅτι μόνος ἡρπάγη ἕως τρίτου οὐρανοῦ, καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· ἐπὶ φύσεως δὲ τῆς καθόλου, ὡς ὅταν λέγῃ Δαβίδ· Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ. Ἐνταῦθα γὰρ οὐ τόν τινα ἄνθρωπον, ἀλλὰ τὴν καθόλου φύσιν δηλοῖ. Πᾶς γὰρ ἄνθρωπος πρόσκαιρος καὶ θνητός. Οὕτω κἀκεῖνα νοοῦμεν ἐπὶ τῆς φύσεως εἰρημένα· τὸ, Ὁ μόνος
3. And yet we, according to the true account, call the Son neither like nor unlike the Father. For each of these is equally impossible. For like and unlike are predicated according to qualities; and the divine is free from quality. But confessing identity of nature, we both accept the consubstantial, and shun composition, since He Who is in essence God and Father has begotten Him Who is in essence God and Son. For from this the consubstantial is shown. For He Who is God in essence is consubstantial with Him Who is God in essence. And since man also is called god—as in the saying, I said: You are gods—and the demon is called god, as in the saying, The gods of the nations are demons; yet the former are so named by grace, the latter by falsehood. But God alone is God in essence. And when I say alone, I signify the holy and uncreated essence of God. For the word alone is predicated both of some individual man, and simply of the universal nature. Of some individual, as, for instance, of Paul, that he alone was caught up to the third heaven, and heard unspeakable words, which it is not lawful for a man to utter; and of the universal nature, as when David says: Man, his days are as grass. For here he signifies not some particular man, but the universal nature. For every man is temporary and mortal. Thus we also understand those sayings as spoken of the nature: namely, Who alone
Notes, col. 249

On the reading

Printed λαγικὴ, for λογικὴ.

PG 32:252Read from the page
ἔχων ἀθανασίαν· καὶ, Μόνῳ σοφῷ Θεῷ, καὶ τὸ, Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Τὸ γὰρ εἷς ἐνταῦθα τῷ μόνος ταυτὸν δηλοῖ· καὶ τὸ, Ὁ τανύσας τὸν οὐρανὸν μόνος· καὶ πάλιν· Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις· καὶ τὸ, Οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ. Τὸ γὰρ εἷς καὶ μόνος ἐπὶ Θεοῦ ἐν τῇ Γραφῇ οὐ πρὸς ἀντιδιαστολὴν τοῦ Υἱοῦ ἢ τοῦ ἁγίου Πνεύματος λέγεται, ἀλλὰ πρὸς τοὺς μὴ ὄντας θεοὺς, ὀνομαζομένους δὲ ψευδῶς· ὡς τὸ, Κύριος μόνος ἦγεν αὐτούς· καὶ, Οὐκ ἦν μετ' αὐτῶν θεὸς ἀλλότριος· καὶ τὸ, Περιεῖλον υἱοὶ Ἰσραὴλ τὰ Βααλείμ, καὶ τὰ ἄλση Ἀσταρὼθ, καὶ ἐδούλευον Κυρίῳ μόνῳ· καὶ πάλιν ὁ Παῦλος· Ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοὶ, ἀλλ' ἡμῖν εἷς Θεὸς, ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα. Ἀλλὰ ζητοῦμεν ἐνταῦθα, πῶς, Εἷς Θεὸς εἰρηκὼς, οὐκ ἠρκέσθη τῇ φωνῇ (ἔφαμεν γὰρ, ὅτι μόνος καὶ τὸ εἷς ἐπὶ Θεοῦ τὴν φύσιν δηλοῖ), ἀλλὰ καὶ τὸ Πατὴρ προσέθηκε, καὶ τοῦ Χριστοῦ ἐμνημόνευσεν. Ὑπονοῶ τοίνυν, ὅτι οὐκ ἐξαρκεῖν ᾠήθη νῦν ὁ Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, κηρύσσειν μόνον Θεὸν τὸν Υἱὸν, καὶ Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ διὰ τῆς Εἷς Θεὸς ἐδήλωσε ῥήσεως, ἐὰν μὴ καὶ διὰ τῆς προσθήκης τοῦ Πατρὸς τὸν ἐξ οὗ τὰ πάντα δηλώσῃ· καὶ διὰ τῆς μνήμης τοῦ Κυρίου, τὸν Λόγον τὸν δι' οὗ τὰ πάντα σημάνῃ· καὶ πάλιν, διὰ τῆς Ἰησοῦ Χριστοῦ συμπαραλήψεως τὴν ἐνανθρώπησιν παραγγείλῃ, καὶ τὸ πάθος παραστήσῃ, καὶ τὴν ἀνάστασιν φανερώσῃ. Τὸ γὰρ, Ἰησοῦς Χριστὸς, τὰς τοιαύτας ἐννοίας ἡμῖν ἐμφαίνει. Διὸ καὶ πρὸ τοῦ πάθους παραιτεῖται ὁ Κύριος Ἰησοῦς Χριστὸς καταγγέλλεσθαι· καὶ διαστέλλεται τοῖς μαθηταῖς, ἵνα μηδενὶ εἴπωσιν, ὅτι αὐτός ἐστιν Ἰησοῦς ⟨ὁ⟩ Χριστός. Πρόκειται γὰρ αὐτῷ τελειώσαντι τὴν οἰκονομίαν, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, ἐπιτρέψαι αὐτοῖς κηρύσσειν αὐτὸν Ἰησοῦν τὸν Χριστόν. Τοιοῦτόν ἐστι καὶ τὸ, Ἵν⟨α⟩ γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν· καὶ τὸ, Πιστεύετ⟨ε⟩ εἰς Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε· πανταχοῦ τὴν ἔννοιαν ἡμῶν ἀσφαλιζομένου τοῦ Πνεύματος τοῦ ἁγίου, ἵνα μὴ, θατέρῳ προσβαίνοντες, θατέρου ἐκπίπτωμεν· καὶ τῇ θεολογίᾳ προσέχοντες, τῆς οἰκονομίας καταφρονῶμεν· καὶ γένηται ἡμῖν κατὰ τὸ ἐλλεῖπον ἡ ἀσέβεια.
has immortality; and, To the only wise God; and the saying, None is good save one, that is, God. For the word one here signifies the same as alone; and the saying, Who alone stretched out the heaven; and again: Thou shalt worship the Lord thy God, and Him only shalt thou serve; and the saying, There is no God beside Me. For the expression one and alone as applied to God in Scripture is not said by way of contradistinction to the Son or the Holy Spirit, but against those that are not gods, yet are falsely so named; as in the saying, The Lord alone led them, and there was no strange god with them; and the saying, The sons of Israel put away the Baalim, and the groves of Astaroth, and served the Lord only; and again Paul: Even as there are gods many, and lords many, yet to us there is one God, the Father, of Whom are all things, and one Lord, Jesus Christ, through Whom are all things. But we inquire here how, having said One God, he was not content with the expression (for we said that alone and one as applied to God signify the nature), but added also the name Father, and made mention of Christ. I suppose therefore that Paul, the vessel of election, thought it not sufficient now to proclaim only God the Son, and God the Holy Spirit, which he declared through the phrase One God, unless also through the addition of the Father he should declare Him of Whom are all things; and through the mention of the Lord, should signify the Word through Whom are all things; and again, through the inclusion of Jesus Christ, should announce the incarnation, and set forth the passion, and manifest the resurrection. For the name Jesus Christ indicates such conceptions to us. Wherefore also before the passion the Lord declines to be proclaimed as Jesus Christ; and charges the disciples that they should tell no one that He is Jesus the Christ. For it is His purpose, when He has completed the dispensation, after the resurrection from the dead and the assumption into the heavens, to permit them to proclaim Him Jesus the Christ. Of this sort also is the saying, That they may know Thee, the only true God, and Jesus Christ Whom Thou hast sent; and the saying, You believe in God, believe also in Me; the Holy Spirit everywhere safeguarding our thought, lest, approaching the one, we fall away from the other; and attending to theology, we despise the dispensation; and impiety arise for us through the deficiency.
4. Τὰ δὲ ῥήματα τῆς θείας Γραφῆς, ἅπερ λαμβάνοντες οἱ ἀντικείμενοι καὶ διαστρέφοντες πρὸς τὴν οἰκείαν συνείδησιν εἰς καθαίρεσιν τῆς δόξης τοῦ Μονογενοῦς ἡμῖν προφέρουσιν, οὕτως ἐξετάσωμεν,
4. And the words of divine Scripture, which our opponents take and twist according to their own persuasion and bring forward against us for the pulling down of the glory of the Only-begotten, let us examine thus,
PG 32:253Read from the page
κατὰ τὸ δυνατὸν ἡμῖν ἀναπτύσσοντες αὐτῶν τὴν διάνοιαν. Καὶ πρῶτον ἡμῖν προτιθέσθω τὸ, Ἐγὼ ζῶ διὰ τὸν Πατέρα. Τοῦτο γάρ ἐστιν ἓν τῶν βελῶν τῶν εἰς οὐρανὸν πεμπομένων ὑπὸ τῶν ἀσεβῶς αὐτῷ κεχρημένων. Ἐνταῦθα δὲ τὸ ῥητὸν οὐ τὴν προαιώνιον, ὡς οἶμαι, ζωὴν ὀνομάζει (πᾶν γὰρ τὸ δι' ἕτερον ζῶν αὐτοζωὴ εἶναι οὐ δύναται, ὡς οὐδὲ τὸ ὑφ' ἑτέρου θερμανθὲν αὐτοθερμότης εἶναι· ὁ δὲ Χριστὸς καὶ Θεὸς ἡμῶν εἴρηκεν· Ἐγώ εἰμι ἡ ζωή), ἀλλὰ ζωὴν ταύτην τὴν ἐν σαρκὶ, καὶ ἐν τῷ χρόνῳ τούτῳ γεγενημένην, ἣν ἔζησε διὰ τὸν Πατέρα. Βουλήσει γὰρ αὐτοῦ ἐπιδεδήμηκε τῷ βίῳ τῶν ἀνθρώπων· καὶ οὐκ εἶπεν, Ἐγὼ ἔζησα διὰ τὸν Πατέρα· ἀλλ', Ἐγὼ ζῶ διὰ τὸν Πατέρα, σαφῶς τὸν παρόντα προσημαίνων χρόνον. Δύναται δὲ καὶ ζωὴν λέγειν, ἣν ζῇ ὁ Χριστὸς, τὸν Λόγον τοῦ Θεοῦ ἔχων ἐν ἑαυτῷ. Καὶ ὅτι τοῦτό ἐστι τὸ δηλούμενον, ἐκ τοῦ ἐπιφερομένου εἰσόμεθα. Καὶ ὁ τρώγων με, φησὶ, ζήσεται δι' ἐμέ. Τρώγομεν γὰρ αὐτοῦ τὴν σάρκα, καὶ πίνομεν αὐτοῦ τὸ αἷμα, κοινωνοὶ γινόμενοι διὰ τῆς ἐνανθρωπήσεως καὶ τῆς αἰσθητῆς ζωῆς τοῦ Λόγου καὶ τῆς σοφίας. Σάρκα γὰρ καὶ αἷμα πᾶσαν αὐτοῦ τὴν μυστικὴν ἐπιδημίαν ὠνόμασε, καὶ τὴν ἐκ πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς συνεστῶσαν διδασκαλίαν ἐδήλωσε, δι' ἧς τρέφεται ψυχὴ, καὶ πρὸς τὴν τῶν ὄντων τέως θεωρίαν παρασκευάζεται. Καὶ τοῦτό ἐστι τὸ ἐκ τοῦ ῥητοῦ ἴσως δηλούμενον.
unfolding their meaning so far as is possible for us. And first let there be set before us the saying, I live because of the Father. For this is one of the shafts shot against heaven by those who impiously use it. Here, however, the text names not the pre-eternal life, as I think (for everything that lives because of another cannot be life itself, just as neither can that which is warmed by another be warmth itself; whereas our Christ and God has said: I am the life), but this life which has come to be in the flesh, and in this time, which He lived because of the Father. For by His will He has sojourned in the life of men; and He did not say, I lived because of the Father; but, I live because of the Father, clearly indicating the present time. And He can also mean the life which Christ lives, having the Word of God in Himself. And that this is what is signified, we shall know from what follows. And he who eats Me, He says, shall live because of Me. For we eat His flesh, and drink His blood, becoming partakers through the incarnation and the sensible life of the Word and of wisdom. For flesh and blood He named all His mystical sojourn, and declared the teaching consisting of practical and natural and theological instruction, through which the soul is nourished, and is prepared meanwhile for the contemplation of realities. And this is perhaps what is signified by the text.
5. Καὶ πάλιν· Ὁ Πατήρ μου μείζων μου ἐστί. Κέχρηται γὰρ καὶ τούτῳ τῷ ῥητῷ τὰ ἀχάριστα κτίσματα, τὰ τοῦ πονηροῦ γεννήματα. Ἐγὼ δὲ καὶ ἐκ ταύτης τῆς φωνῆς τὸ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ δηλοῦσθαι πεπίστευκα. Τὰς γὰρ συγκρίσεις οἶδα κυρίως ἐπὶ τῶν τῆς αὐτῆς φύσεως γινομένας. Ἄγγελον γὰρ ἀγγέλου λέγομεν μείζονα, καὶ ἄνθρωπον ἀνθρώπου δικαιότερον, καὶ πτηνὸν πτηνοῦ ταχύτερον. Εἰ τοίνυν αἱ συγκρίσεις ἐπὶ τῶν ὁμοειδῶν γίνονται· μείζων δὲ κατὰ σύγκρισιν εἴρηται ὁ Πατὴρ τοῦ Υἱοῦ· ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός. Ἔστι δέ τις καὶ ἄλλη ἔννοια ἐναποκειμένη τῷ ῥητῷ. Τί γὰρ θαυμαστὸν, εἰ μείζονα ἑαυτοῦ τὸν Πατέρα ὡμολόγησε, Λόγος ὢν καὶ σὰρξ γεγονὼς, ὁπόταν καὶ ἀγγέλων ὤφθη κατὰ τὴν δόξαν ἐλάττων, καὶ ἀνθρώπων κατὰ τὸ εἶδος; Ἠλάττωσας γὰρ αὐτὸν, φησὶ, βραχύ τι παρ' ἀγγέλους· καὶ πάλιν· Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον· καὶ τὸ, Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἐκλεῖπον παρὰ πάντας τοὺς ἀνθρώπους. Τούτων δὲ πάντων ἠνέσχετο διὰ τὴν πολλὴν αὐτοῦ περὶ τὸ πλάσμα φιλανθρωπίαν, ἵνα τὸ ἀπολωλὸς πρόβατον ἀνασώσηται, καὶ τὸ σωθὲν καταμίξῃ, καὶ τὸν κατελθόντα ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, καὶ διὰ τοῦτο περιπεσόντα λησταῖς, εἰς τὴν οἰκείαν ὑγιαίνοντα πάλιν ἐπαναγάγῃ πατρίδα. Ἢ καὶ τὴν φάτνην αὐτῷ
5. And again: My Father is greater than I. For the ungrateful creatures, the offspring of the evil one, use this text also. But I believe that from this utterance too the Son is shown to be consubstantial with the Father. For I know that comparisons are properly made between things of the same nature. For we say that an angel is greater than an angel, and a man more righteous than a man, and a bird swifter than a bird. If therefore comparisons are made between things of the same species, and the Father has been called greater than the Son by comparison, the Son is consubstantial with the Father. And there is also another meaning stored up in the text. For what wonder if He confessed the Father to be greater than Himself, being the Word and having become flesh, when He was seen to be lower than the angels in glory, and than men in form? For Thou hast made Him, it says, a little lower than the angels; and again: But Him Who was made a little lower than the angels; and the saying, We saw Him, and He had no form, nor beauty; but His form was lacking beyond all men. And all these things He endured because of His great love of mankind towards His fashioned creature, that He might recover the lost sheep, and mingle it when saved with the flock, and bring back again safe and sound to his own fatherland him who went down from Jerusalem to Jericho, and therefore fell among robbers. Or will the heretic reproach Him even with the manger,