προσένειμε τῷ Πατρί. Ὑπονοῶ τοίνυν, ὅτι ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ Θεὸς, ὅπερ ἐστί· κἀκεῖνο μὴ εἰδέναι ὅπερ οὐκ ἔστι. Δικαιοσύνην μὲν γὰρ καὶ σοφίαν λέγεται εἰδέναι ὁ Θεὸς, αὐτοδικαιοσύνη καὶ σοφία ὑπάρχων· ἀδικίαν δὲ καὶ πονηρίαν ἀγνοεῖν· οὐ γάρ ἐστιν ἀδικία καὶ πονηρία ὁ κτίσας ἡμᾶς Θεός. Εἰ τοίνυν ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ Θεὸς ὅπερ ἐστὶ, κἀκεῖνο μὴ εἰδέναι ὅπερ οὐκ ἔστιν· οὐκ ἔστι δὲ ὁ Κύριος ἡμῶν κατὰ τὴν τῆς ἐνανθρωπήσεως ἐπίνοιαν, καὶ παχυτέραν διδασκαλίαν, τὸ ἔσχατον ὀρεκτόν· οὐκ ἄρα οἶδεν ὁ Σωτὴρ ἡμῶν τὸ τέλος καὶ τὴν ἐσχάτην μακαριότητα. Ἀλλ' οὐδὲ οἱ ἄγγελοι, φησὶν, ἴσασι· τουτέστιν, οὐδὲ ἡ ἐν αὐτοῖς θεωρία καὶ οἱ λόγοι τῶν διακονιῶν εἰσι τὸ ἔσχατον ὀρεκτόν. Παχεῖα γὰρ καὶ τούτων ἡ γνῶσις συγκρίσει τοῦ πρόσωπον πρὸς πρόσωπον. Μόνος δὲ ὁ Πατὴρ, φησὶν, ἐπίσταται· ἐπεὶ καὶ αὐτός ἐστι τὸ τέλος, καὶ ἡ ἐσχάτη μακαριότης. Ὅταν γὰρ μηκέτι Θεὸν ἐν τοῖς κατόπτροις, μηδὲ διὰ τῶν ἀλλοτρίων ἐπιγινώσκωμεν, ἀλλ' αὐτῷ ὡς μόνῳ καὶ ἑνὶ προσέλθωμεν· τότε καὶ τὸ ἔσχατον τέλος εἰσόμεθα. Χριστοῦ γὰρ βασιλείαν φασὶν εἶναι πᾶσαν τὴν ἔνυλον γνῶσιν· τοῦ δὲ Θεοῦ καὶ Πατρὸς τὴν ἄϋλον, καὶ ὡς ἂν εἴποι τις, αὐτῆς τῆς θεότητος θεωρίαν. Ἔστι δὲ καὶ ὁ Κύριος ἡμῶν καὶ αὐτὸς τὸ τέλος, καὶ ἡ ἐσχάτη μακαριότης, κατὰ τὴν τοῦ Λόγου ἐπίνοιαν. Τί γάρ φησιν ἐν τῷ Εὐαγγελίῳ; Κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ἀνάστασιν λέγων τὴν ἀπὸ τῆς ἐνύλου γνώσεως ἐπὶ τὴν ἄϋλον θεωρίαν μετάβασιν, ἐσχάτην δὲ ἡμέραν τὴν γνῶσιν ταύτην εἰπὼν, μεθ' ἣν οὐκ ἔστιν ἑτέρα. Τηνικαῦτα γὰρ ὁ νοῦς ἡμῶν ἐξανίσταται, καὶ πρὸς ὕψος μακάριον διεγείρεται, ὁπηνίκα ἂν θεωρήσῃ τὴν ἑνάδα καὶ μονάδα τοῦ Λόγου. Ἀλλ' ἐπειδὴ παχυνθεὶς ἡμῶν ὁ νοῦς τῷ χοῒ συνεδέθη, καὶ τῷ πηλῷ συμφύρεται, καὶ ψιλῇ τῇ θεωρίᾳ ἐνατενίζειν ἀδυνατεῖ, διὰ τῶν συγγενῶν τοῦ σώματος αὐτοῦ κόσμων ποδηγούμενος· τὰς ἐνεργείας τοῦ κτίστου κατανοεῖ, καὶ ταῦτα ἐκ τῶν ἀποτελεσμάτων τέως ἐπιγινώσκει, ἵν' οὕτω κατὰ μικρὸν αὐξηθεὶς ἰσχύσῃ ποτὲ καὶ αὐτῇ γυμνῇ προσελθεῖν τῇ θεότητι. Κατὰ ταύτην δὲ οἶμαι τὴν ἐπίνοιαν εἰρῆσθαι καὶ τὸ, Ὁ Πατήρ μου μείζων μου ἐστί· καὶ τὸ,
He assigned. I suppose therefore that God is said to know concerning Himself that which He is, and not to know that which He is not. For God is said to know righteousness and wisdom, being Himself righteousness and wisdom; and to be ignorant of unrighteousness and wickedness; for the God Who created us is not unrighteousness and wickedness. If therefore God is said to know concerning Himself that which He is, and not to know that which He is not, and our Lord according to the conception of the incarnation, and the rougher teaching, is not the ultimate object of desire, then our Saviour does not know the end and the ultimate blessedness. Nor do even the angels, He says, know; that is, neither is the contemplation in them nor the principles of their ministries the ultimate object of desire. For even their knowledge is gross in comparison with that which is face to face. But the Father alone, He says, knows; since He Himself is the end, and the ultimate blessedness. For when we no longer know God in mirrors, nor through things foreign, but approach Him as alone and one, then we shall know also the ultimate end. For they say that the kingdom of Christ is all material knowledge; and that of God and the Father is the immaterial, and, as one might say, the contemplation of the very Godhead. Yet our Lord Himself is also the end, and the ultimate blessedness, according to the conception of the Word. For what does He say in the Gospel? And I will raise him up at the last day; calling resurrection the transition from material knowledge to immaterial contemplation, and calling last day this knowledge, after which there is no other. For then our mind rises up, and is roused towards a blessed height, whenever it contemplates the unit and monad of the Word. But since our mind, having grown gross, has been bound together with dust, and is kneaded together with clay, and is unable to gaze intently upon bare contemplation, being guided through the adornments akin to its body, it considers the operations of the Creator, and meanwhile comes to know these things from their effects, so that thus having grown little by little it may one day be strong enough to approach even the bare Godhead itself. And according to this conception I think there was also spoken the saying, My Father is greater than I; and the saying,