πλείστοις δὲ κατὰ ῥοῦν ὑμῖν τὰ πράγματα φέρεσθαι· ἀλλ' ἀθρόως βασκανίᾳ δαίμονος πᾶσα ἐκείνη τοῦ οἴκου ἡ εὐθηνία καὶ τῶν ψυχῶν ἡ φαιδρότης ἠφάνισται, καὶ ἐγενόμεθα τῷ βίῳ διήγημα σκυθρωπόν. Ἐὰν μὲν οὖν ποτνιᾶσθαι ἐπὶ τοῖς συμβᾶσι καὶ δακρύειν βουλώμεθα, οὐκ ἐξαρκέσει ἡμῖν ὁ χρόνος τοῦ βίου· πάντες δὲ ἄνθρωποι, μεθ' ἡμῶν στένοντες, παρισῶσαι τῷ πάθει τὸν ὀδυρμὸν οὐ δυνήσονται· ἀλλὰ κἂν τὰ τῶν ποταμῶν ῥεύματα δάκρυον γένηται, ἐκπληρῶσαι τῶν συμβάντων τὸν θρῆνον οὐκ ἐξαρκέσει.
most respects your affairs flowed favourably along with the stream; but suddenly, through the malice of a demon, all that prosperity of the house and gladness of souls has vanished, and we have become a sad tale to the world. If, then, we should wish to wail over what has happened and to weep, the time of life will not suffice for us; and all men, groaning along with us, will not be able to make their lamentation equal to the calamity; nay, even if the streams of the rivers should become tears, they will not suffice to fill up the dirge for what has come to pass.
2. Ἐὰν μέντοι θελήσωμεν τὸ τοῦ Θεοῦ δῶρον ὃ ἐναπέθετο ταῖς καρδίαις ἡμῶν προενεγκεῖν νῦν· τὸν λογισμὸν λέγω τὸν σώφρονα, ὃς καὶ ἐν ταῖς εὐημερίαις μέτρα οἶδε ταῖς ψυχαῖς ἡμῶν ὁρίζειν, καὶ ἐν ταῖς κατηφεστέραις περιστάσεσιν εἰς ὑπόμνησιν ἄγειν τῶν ἀνθρωπίνων, καὶ ὑποβάλλειν ἡμῖν, ἅ τε εἴδομεν, ἅ τε ἠκούσαμεν, ὅτι γέμει ὁ βίος τῶν τοιούτων παθῶν, καὶ πολλὰ τῶν ἀνθρωπίνων συμφορῶν ἐστι τὰ ὑποδείγματα· καὶ ἐπὶ πᾶσιν, ὅτι πρόσταγμα Θεοῦ ἐστι τὸ μὴ λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις τοὺς εἰς Χριστὸν πεπιστευκότας διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως· καὶ ὅτι τῆς μεγάλης ὑπομονῆς μεγάλοι παρὰ τῷ ἀθλοθέτῃ στέφανοι δόξης ἀπόκεινται· ἐὰν ἐπιτρέψωμεν τῷ λογισμῷ ταῦτα ἡμῖν κατεπᾴδειν, τάχα ἂν εὕροιμέν τινα μετρίαν τοῦ κακοῦ λύσιν. Διὸ παρακαλῶ σε, ὡς γενναῖον ἀγωνιστὴν, στῆναι πρὸς τὸ μέγεθος τῆς πληγῆς, καὶ μὴ ὑποπεσεῖν τῷ βάρει τῆς λύπης, μηδὲ καταποθῆναι τὴν ψυχήν· ἐκεῖνο πεπεισμένον, ὅτι, κἂν οἱ λόγοι τῶν παρὰ Θεοῦ οἰκονομουμένων διαφεύγωσιν ἡμᾶς, ἀλλὰ πάντως γε τὸ παρὰ τοῦ σοφοῦ καὶ ἀγαπῶντος ἡμᾶς οἰκονομηθὲν ἀπόδεκτόν ἐστι, κἂν ἐπίπονον ᾖ. Αὐτὸς γὰρ οἶδε πῶς ἑκάστῳ διατίθησι τὸ συμφέρον, καὶ διὰ τί ἄνισα τίθησιν ἡμῖν τοῦ βίου τὰ πέρατα. Ἔστι γάρ τις αἰτία ἀνθρώποις ἀκατάληπτος, δι' ἣν οἱ μὲν θᾶττον ἐντεῦθεν ἀπάγονται, οἱ δὲ ἐπὶ πλεῖον προσταλαιπωρεῖν τῷ ὀδυνηρῷ τούτῳ βίῳ καταλιμπάνονται. Ὥστε ἐπὶ πᾶσι πρ⟨ο⟩σκυνεῖν αὐτοῦ τὴν φιλανθρωπίαν ὀφείλομεν, καὶ μὴ δυσχεραίνειν· μεμνημένοι τῆς μεγάλης ἐκείνης καὶ ἀοιδίμου φωνῆς, ἣν ὁ μέγας ἀθλητὴς Ἰὼβ ἀνεφθέγξατο, ἐπὶ μιᾶς τραπέζης ἰδὼν δέκα παῖδας ἐν βραχείᾳ καιροῦ ῥοπῇ συντριβέντας· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Ἡμέτερον ποιησώμεθα τὸ θαῦμα τοῦτο· ἴσος ὁ μισθὸς παρὰ τοῦ δικαίου κριτοῦ τοῖς τὰ ἴσα ἐπιδεικνυμένοις ἀνδραγαθήματα. Οὐκ ἀπεστερήθημεν τοῦ παιδὸ⟨ς⟩, ἀλλ' ἀπεδώκαμεν τῷ χρήσαντι· οὐδὲ ἠφανίσθη αὐτοῦ ἡ ζωὴ, ἀλλ' ἐπὶ τὸ βέλτιον διημείφθη· οὐ γῆ κατέκρυψε τὸν ἀγαπητὸν ἡμῶν, ἀλλ' οὐρανὸς ὑπεδέξατο. Μικρὸν ἀναμείνωμεν, καὶ
2. Yet if we are willing to bring forth now the gift of God which He placed in our hearts—I mean sober reason, which knows both how to set bounds for our souls in times of prosperity, and in gloomier circumstances to bring human affairs to remembrance, and to suggest to us both what we have seen and what we have heard, that life is full of such sufferings, and that the examples of human misfortunes are many; and above all, that it is a command of God that those who have believed in Christ should not grieve over those who have fallen asleep, because of the hope of the resurrection; and that for great patience great crowns of glory are laid up with the Judge of the games—if we allow reason to chant these things to us, perhaps we may find some moderate relief from the trouble. Wherefore I exhort you, as a noble combatant, to stand firm against the magnitude of the blow, and not to sink under the weight of grief, nor be swallowed up in soul; being persuaded of this, that even if the reasons for the things dispensed by God escape us, yet surely what is dispensed by Him Who is wise and loves us is acceptable, even though it be painful. For He Himself knows how He appoints what is profitable to each, and why He sets unequal terms to our life. For there is a certain cause incomprehensible to men, on account of which some are taken away hence sooner, while others are left behind to toil longer in this painful life. Wherefore in all things we ought to worship His loving-kindness, and not be vexed; remembering that great and celebrated utterance which the great combatant Job uttered when at a single table he saw ten children crushed in a brief moment of time: The Lord gave, the Lord took away; as it seemed good to the Lord, so also it came to pass. Let us make this marvel our own: equal is the reward from the righteous Judge for those who display equal deeds of valour. We have not been deprived of the boy, but have given him back to Him Who lent him; nor has his life been destroyed, but exchanged for the better; earth did not hide our beloved, but heaven received him. Let us wait a little while, and