ἔχων ἀθανασίαν· καὶ, Μόνῳ σοφῷ Θεῷ, καὶ τὸ, Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Τὸ γὰρ εἷς ἐνταῦθα τῷ μόνος ταυτὸν δηλοῖ· καὶ τὸ, Ὁ τανύσας τὸν οὐρανὸν μόνος· καὶ πάλιν· Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις· καὶ τὸ, Οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ. Τὸ γὰρ εἷς καὶ μόνος ἐπὶ Θεοῦ ἐν τῇ Γραφῇ οὐ πρὸς ἀντιδιαστολὴν τοῦ Υἱοῦ ἢ τοῦ ἁγίου Πνεύματος λέγεται, ἀλλὰ πρὸς τοὺς μὴ ὄντας θεοὺς, ὀνομαζομένους δὲ ψευδῶς· ὡς τὸ, Κύριος μόνος ἦγεν αὐτούς· καὶ, Οὐκ ἦν μετ' αὐτῶν θεὸς ἀλλότριος· καὶ τὸ, Περιεῖλον υἱοὶ Ἰσραὴλ τὰ Βααλείμ, καὶ τὰ ἄλση Ἀσταρὼθ, καὶ ἐδούλευον Κυρίῳ μόνῳ· καὶ πάλιν ὁ Παῦλος· Ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοὶ, ἀλλ' ἡμῖν εἷς Θεὸς, ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα. Ἀλλὰ ζητοῦμεν ἐνταῦθα, πῶς, Εἷς Θεὸς εἰρηκὼς, οὐκ ἠρκέσθη τῇ φωνῇ (ἔφαμεν γὰρ, ὅτι μόνος καὶ τὸ εἷς ἐπὶ Θεοῦ τὴν φύσιν δηλοῖ), ἀλλὰ καὶ τὸ Πατὴρ προσέθηκε, καὶ τοῦ Χριστοῦ ἐμνημόνευσεν. Ὑπονοῶ τοίνυν, ὅτι οὐκ ἐξαρκεῖν ᾠήθη νῦν ὁ Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, κηρύσσειν μόνον Θεὸν τὸν Υἱὸν, καὶ Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ διὰ τῆς Εἷς Θεὸς ἐδήλωσε ῥήσεως, ἐὰν μὴ καὶ διὰ τῆς προσθήκης τοῦ Πατρὸς τὸν ἐξ οὗ τὰ πάντα δηλώσῃ· καὶ διὰ τῆς μνήμης τοῦ Κυρίου, τὸν Λόγον τὸν δι' οὗ τὰ πάντα σημάνῃ· καὶ πάλιν, διὰ τῆς Ἰησοῦ Χριστοῦ συμπαραλήψεως τὴν ἐνανθρώπησιν παραγγείλῃ, καὶ τὸ πάθος παραστήσῃ, καὶ τὴν ἀνάστασιν φανερώσῃ. Τὸ γὰρ, Ἰησοῦς Χριστὸς, τὰς τοιαύτας ἐννοίας ἡμῖν ἐμφαίνει. Διὸ καὶ πρὸ τοῦ πάθους παραιτεῖται ὁ Κύριος Ἰησοῦς Χριστὸς καταγγέλλεσθαι· καὶ διαστέλλεται τοῖς μαθηταῖς, ἵνα μηδενὶ εἴπωσιν, ὅτι αὐτός ἐστιν Ἰησοῦς ⟨ὁ⟩ Χριστός. Πρόκειται γὰρ αὐτῷ τελειώσαντι τὴν οἰκονομίαν, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, ἐπιτρέψαι αὐτοῖς κηρύσσειν αὐτὸν Ἰησοῦν τὸν Χριστόν. Τοιοῦτόν ἐστι καὶ τὸ, Ἵν⟨α⟩ γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν· καὶ τὸ, Πιστεύετ⟨ε⟩ εἰς Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε· πανταχοῦ τὴν ἔννοιαν ἡμῶν ἀσφαλιζομένου τοῦ Πνεύματος τοῦ ἁγίου, ἵνα μὴ, θατέρῳ προσβαίνοντες, θατέρου ἐκπίπτωμεν· καὶ τῇ θεολογίᾳ προσέχοντες, τῆς οἰκονομίας καταφρονῶμεν· καὶ γένηται ἡμῖν κατὰ τὸ ἐλλεῖπον ἡ ἀσέβεια.
has immortality; and, To the only wise God; and the saying, None is good save one, that is, God. For the word one here signifies the same as alone; and the saying, Who alone stretched out the heaven; and again: Thou shalt worship the Lord thy God, and Him only shalt thou serve; and the saying, There is no God beside Me. For the expression one and alone as applied to God in Scripture is not said by way of contradistinction to the Son or the Holy Spirit, but against those that are not gods, yet are falsely so named; as in the saying, The Lord alone led them, and there was no strange god with them; and the saying, The sons of Israel put away the Baalim, and the groves of Astaroth, and served the Lord only; and again Paul: Even as there are gods many, and lords many, yet to us there is one God, the Father, of Whom are all things, and one Lord, Jesus Christ, through Whom are all things. But we inquire here how, having said One God, he was not content with the expression (for we said that alone and one as applied to God signify the nature), but added also the name Father, and made mention of Christ. I suppose therefore that Paul, the vessel of election, thought it not sufficient now to proclaim only God the Son, and God the Holy Spirit, which he declared through the phrase One God, unless also through the addition of the Father he should declare Him of Whom are all things; and through the mention of the Lord, should signify the Word through Whom are all things; and again, through the inclusion of Jesus Christ, should announce the incarnation, and set forth the passion, and manifest the resurrection. For the name Jesus Christ indicates such conceptions to us. Wherefore also before the passion the Lord declines to be proclaimed as Jesus Christ; and charges the disciples that they should tell no one that He is Jesus the Christ. For it is His purpose, when He has completed the dispensation, after the resurrection from the dead and the assumption into the heavens, to permit them to proclaim Him Jesus the Christ. Of this sort also is the saying, That they may know Thee, the only true God, and Jesus Christ Whom Thou hast sent; and the saying, You believe in God, believe also in Me; the Holy Spirit everywhere safeguarding our thought, lest, approaching the one, we fall away from the other; and attending to theology, we despise the dispensation; and impiety arise for us through the deficiency.