ταμεῖον ἀφύλακτον, πολλῶν ἐναποτιθεμένων, τὴν μὲν βλάβην παρακατέχουσα, τὰ μέντοι παρατεθέντα οὐ διασώζουσα. Τὰ τοίνυν εἰς βρῶσιν ἡμῖν ἐπινενοημένα καὶ πόσιν, καὶ πάντα, ὅσα πέρα τῆς χρείας ὁ πλοῦτος ὑβρίζων ἐμηχανήσατο πρὸς θεραπείαν τῆς ἀχαρίστου καὶ μηδὲν στεγούσης γαστρὸς, πότ' ἂν ἡμετέρα γένοιτο, κἂν ἐπαντλῆται διηνεκῶς ; ἅ γε μικράν τινα γεύσει μόνον ἐναποθέμενα κατὰ τὴν πάροδον ἡδονὴν, εὐθὺς ὡς ὀχληρὰ καὶ περιττὰ δυσχεραίνομεν, ὡς εἰ τοῖς σπλάγχνοις ἐγχρονίσοι, τὰ μέγιστα περὶ τὸ ζῇν κινδυνεύσοντες Πολλοῖς γοῦν ὁ κόρος ἤγαγε θάνατον, καὶ τοῦ μηδενὸς ἀπολαύειν ἔτι γεγένηται πρόξενος. Ἡ γὰρ οἰκονομοῦσα τὸ ζῶον δύναμις αὐτάρκειαν μὲν καὶ λειότητα ῥᾳδίως κατειργάσατο, καὶ ᾠκείωσε τῷ τρεφομένῳ· πολυτέλειαν δὲ καὶ ποικιλίαν βρωμάτων παραλαβοῦσα, εἶτα ἀντισχεῖν πρὸς τὸ πέρας μὴ ἐξαρκέσασα, τὰ ποικίλα γένη τῶν νοσημάτων ἐποίησεν. Ὁ κόρος ὕβρεώς ἐστιν ἀρχή. Εὐθὺς γὰρ συνεισπίπτει τῇ τρυφῇ καὶ τῇ μέθῃ καὶ ταῖς παντοδαπαῖς καρυκείαις πᾶν εἶδος ἀκολασίας βοσκηματώδους· ἔνθεν ἵπποι θηλυμανεῖς οἱ ἄνθρωποι, διὰ τὸν ἐκ τῆς τρυφῆς οἶστρον ἐπιγινόμενον τῇ ψυχῇ. Παρὰ τῶν μεθυόντων αἱ τῆς φύσεως ἐναλλαγαὶ, ἐν ἄῤῥενι μὲν τὸ θῆλυ, ἐν δὲ τῷ θήλει τὸ ἄῤῥεν ἐπιζητούντων. Ἐκ γὰρ τῆς παχείας τροφῆς, οἷον αἰθαλώδεις ἀναθυμιάσεις ἀναπεμπόμεναι, νεφέλης δίκην πυκνῆς, τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος ἐγγινομένας ἐλλάμψεις ἐπὶ τὸν νοῦν διακόπτουσι. Μὴ τοίνυν κολάκευέ σου τὴν σάρκα ὕπνοις καὶ λουτροῖς, καὶ μαλακοῖς στρώμασιν, ἀεὶ ἐπιλέγων τὸ ῥῆμα τοῦτο· Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν ; Τί περιέπεις τὸ μικρὸν ὕστερον φθαρησόμενον ; τί καταπιαίνεις σεαυτὸν καὶ περισαρκοῖς ; Ἢ ἀγνοεῖς, ὅτι ὅσῳ παχυτέραν τὴν σάρκα ἑαυτῷ ποιεῖς, τοσούτῳ βαρύτερον τῇ ψυχῇ κατασκευάζεις τὸ δεσμωτήριον ; τὸ γὰρ πλῆθος τῆς σωματικῆς δυνάμεως, ἐμπόδιόν ἐστι πρὸς τὴν σωτηρίαν τοῦ πνεύματος. Δεῖ τῇ γαστρὶ τὰ ἀναγκαῖα ὑπηρετεῖν, οὐχὶ τὰ ἥδιστα, ὡς οἵγε τραπεζοποιούς τινας καὶ μαγείρους περινοοῦντες, καὶ πᾶσαν διερευνώμενοι γῆν τε καὶ θάλατταν, οἷόν τινι χαλεπῷ δεσπότῃ φόρους ἀπάγοντες· ἐλεεινοὶ τῆς ἀσχολίας, τῶν ἐν ᾅδου κολαζομένων οὐδὲν πάσχοντες ἀνεκτότερον, ἀτεχνῶς εἰς πῦρ ξαίνοντες, καὶ κοσκίνῳ φέροντες ὕδωρ, καὶ εἰς τετρημένον ἀντλοῦντες πίθον, οὐδὲν δὲ πέρας τῶν πόνων ἔχοντες. Ὥσπερ οὖν ἡ δίψα ἡδὺ τὸ ποτὸν εὐτρεπίζει, καὶ λιμὸς ἡγησάμενος ἡδεῖαν παρασκευάζει τὴν τράπεζαν· οὕτω καὶ τὴν τῶν βρωμάτων ἀπόλαυσιν ἡ ἐγκράτεια φαιδρύνει. Μέσην γὰρ ἑαυτὴν παρενθεῖσα, καὶ τὸ συνεχὲς τῆς τρυφῆς διακόψασα, ποθεινήν σοι τὴν
an unguarded storehouse, which when many things are deposited in it, retains indeed the harm, yet does not preserve the deposits. The things, therefore, devised for us for eating and drinking, and all that insolent wealth beyond necessity has contrived for the service of the thankless and all-leaking belly, when could they become ours, even though they be poured in continually? Things which, after depositing a slight pleasure solely to the taste in passing, we straightway resent as troublesome and superfluous, as running the greatest risks for life if they linger in the bowels. To many, indeed, satiety has brought death, and has become the procurer of enjoying nothing anymore. For the power that regulates the living creature easily digests a self-sufficient and smooth diet, and assimilates it to the one nourished; whereas when it has taken in extravagance and variety of meats, and then is not sufficient to hold out to the end, it produces the varied kinds of diseases. Satiety is the beginning of insolence. For straightway there rushes in together with luxury and drunkenness and all manner of seasoned sauces every kind of beastly licentiousness; hence men become horses mad after females, because of the frenzy from luxury that comes upon the soul. From drunkards come the inversions of nature, seeking the female in the male, and the male in the female. For from gross nourishment, murky exhalations, as it were, sent upwards like a thick cloud, cut off the illuminations that come from the Holy Spirit upon the mind. Do not therefore flatter your flesh with sleep and baths and soft couches, ever repeating to yourself this saying: What profit is there in my blood, when I go down to corruption (Ps. 29:10)? Why do you cherish that which a little later will perish? Why do you fatten yourself and load yourself with flesh? Or are you ignorant that the thicker you make the flesh for yourself, the heavier you build the prison for your soul? For the abundance of bodily strength is a hindrance to the salvation of the spirit. One must minister to the belly the things that are necessary, not the things that are most pleasant, like those who contrive to find certain table-dressers and cooks, and search out every land and sea, paying tribute as though to some harsh master; pitiable for their occupation, suffering nothing more endurable than those punished in Hades, literally carding wool into fire, and carrying water in a sieve, and drawing into a pierced jar, and having no end to their labours. Just as thirst, therefore, makes drink sweet, and hunger going before prepares the table as pleasant; so also temperance brightens the enjoyment of meats. For by interposing itself in the midst, and cutting off the continuity of luxury, it will cause the