Migne Reading Room

PG 32 · cols. 1300–1309 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:1300Read from the page
2. Καὶ γὰρ καὶ οἱ γενναῖοι τοῦ Θεοῦ ἀθληταὶ, ἱκανῶς παρὰ πάντα τὸν βίον ἑαυτῶν τοῖς ἀοράτοις ἐχθροῖς προσπαλαίσαντες, ἐπειδὰν πάσας αὐτῶν ὑπεκφύγωσι τὰς διώξεις, πρὸς τῷ τέλει τοῦ βίου γενόμενοι, ἐρευνῶνται ὑπὸ τοῦ ἄρχοντος τοῦ αἰῶνος, ἵνα ἂν μὲν εὑρεθῶσιν ἔχοντες τραύματα ἀπὸ τῶν παλαισμάτων, ἢ σπίλους τινὰς καὶ τύπους τῆς ἁμαρτίας, κατασχεθῶσιν· ἐὰν δὲ ἄτρωτοι εὑρεθῶσι καὶ ἄσπιλοι, ὡς ἀκράτητοι ὄντες, ὡς ἐλεύθεροι ὑπὸ Χριστοῦ ἀναπαύωνται. Καὶ ταῦτα μάθοις ἂν ἐξ αὐτοῦ τοῦ Κυρίου λέγοντος περὶ τὸν καιρὸν τοῦ πάθους· Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἔρχεται, καὶ ἐν ἐμοὶ ἕξει οὐδέν. Ἀλλ' ὁ μὲν μὴ ποιήσας ἁμαρτίαν, ἔλεγεν ἔχειν οὐδέν· ἀνθρώπῳ δὲ αὔταρκες, ἐὰν τολμήσῃ εἰπεῖν, ὅτι Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ ἕξει ὀλίγα καὶ μικρά. Ἐννόησόν μοι τοιγαροῦν τὰ ἀπὸ τοῦ Θεοῦ φοβερὰ ἐπιπίπτοντα τοῖς κολαζομένοις, ὅταν σκότωσις μὲν γένηται ἀστέρων, ἀφεγγὴς δὲ ὁ ἥλιος, καὶ ἡ σελήνη οὐκ ἔτι πεφωτισμένη, ὅταν σκηπτοὶ διατρέχοντες, καὶ βρονταὶ φοβερῶς καταῤῥηγνύμεναι· ὅταν ὑπὲρ κεφαλῆς ἀὴρ ἐσκοτισμένος ὑπάρχῃ, ὡς πανταχόθεν ἀπαραμύθητον εἶναι τοῖς τῇ ὀργῇ παραδεδομένοις τὴν βάσανον. Ἡ γὰρ κτίσις, τῷ ποιήσαντι ὑπηρετοῦσα, ἐπιτείνεται μὲν εἰς κόλασιν κατὰ τῶν ἀδίκων, ἀνίεται δὲ εἰς εὐεργεσίαν ὑπὲρ τῶν ἐπ' αὐτῷ πεποιθότων. Καὶ καθάπερ Ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς, οὕτω καὶ παροξυσμὸς καὶ λύπη ἐπὶ τοῖς ἀποστατοῦσι διὰ τῆς ἁμαρτίας τοῦ κτίσαντος. Τότε τὸ πῦρ ἡτοιμασμένον εἰς κόλασιν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ διακόπτεται τῇ φωνῇ τοῦ Κυρίου· ἵνα ἐπειδὴ δύο εἰσὶν ἐν τῷ πυρὶ δυνάμεις, ἥ τε καυστικὴ καὶ ἡ φωτιστικὴ, τὸ μὲν δριμὺ καὶ κολαστικὸν τοῦ πυρὸς τοῖς ἀξίοις τῆς καύσεως προσαπομείνῃ, τὸ δὲ φωτιστικὸν αὐτοῦ καὶ λαμπρὸν τῇ φαιδρότητι τῶν εὐφραινομένων ἀποκληρωθῇ· ὡς ἀλαμπὲς εἶναι τὸ πῦρ τῆς κολάσεως, ἄκαυστον δὲ τὸ τῆς ἀναπαύσεως ἀπομεῖναι. Καὶ μὴ ἀμφίβαλλε. Ἐν γὰρ ταῖς τῶν βεβιωμένων ἡμῖν ἀνταποδόσεσι, τοῦ πυρὸς ἡ φύσις διαιρεθήσεται· καὶ τὸ μὲν φῶς, εἰς ἀπόλαυσιν τοῖς δικαίοις· τὸ δὲ τῆς καύσεως ὀδυνηρὸν, τοῖς κολαζομένοις ἀποταχθήσεται. Φοβερωτέρα δὲ τοῦ σκότους καὶ τοῦ πυρὸς τοῦ αἰωνίου ἡ αἰσχύνη ἐστὶν, ᾗ μέλλουσι συνδιαιωνίζειν οἱ ἁμαρτωλοὶ, ἀεὶ ἐν ὀφθαλμοῖς ἔχοντες τὰ ἴχνη τῆς ἐν σαρκὶ ἁμαρτίας, οἱονεί τινος βαφῆς ἀνεκπλύντου, τῇ μνήμῃ τῆς ψυχῆς αὐτῶν εἰς τὸ διηνεκὲς ἀναμένοντα. Ὀλίγων δέ ἐστι τὸ προσελθεῖν τῷ φωτὶ τῷ ἀληθινῷ, καὶ ἀποκαλύψαι, καὶ μετὰ τὴν ἀποκάλυψιν τῶν κρυπτῶν, μὴ ἀπελθεῖν αἰσχυνθέντας τὰ πρόσωπα. Θεοῦ γὰρ ἀλλοτρίωσις, καὶ ἀποστροφὴ, καὶ τῶν
2. For indeed the noble athletes of God, having wrestled sufficiently throughout all their life against the invisible enemies, after they have escaped all their persecutions and come near the end of life, are searched by the ruler of this age, so that if they be found having wounds from the wrestlings, or any stains and imprints of sin, they may be held fast; whereas if they be found unwounded and spotless, as being unconquered and free, they may be given rest by Christ. And this you may learn from the Lord Himself saying around the time of His passion: Now the ruler of this world comes, and in Me he shall have nothing (John 14:30). Yet He Who committed no sin said that he had nothing; whereas for a man it is sufficient if he dare to say: The ruler of this world comes, and in me he shall have few and small things. Consider therefore, I pray you, the fearful things falling from God upon those who are punished, when there shall be a darkening of the stars, and the sun shall be without light, and the moon no longer illuminated (Matt. 24:29), when thunderbolts dart through, and thunders crash fearfully; when overhead the air is darkened, so that on every side the torment is inconsolable for those delivered up to wrath. For creation, serving Him Who made it, is strained to punishment against the unrighteous, and relaxed to beneficence on behalf of those who have trusted in Him (Wisd. 5:18-21). And just as There is joy in the heavens over one sinner who repents (Luke 15:10), so also there is indignation and grief over those who apostatize through sin from the Creator. Then the fire prepared for punishment for the devil and his angels is divided by the voice of the Lord; so that since there are two powers in fire, the burning and the illuminating, the fierce and punitive quality of the fire may remain behind for those worthy of burning, while its illuminating and radiant quality may be allotted to the gladness of those who rejoice; so that the fire of punishment is lightless, while that of rest remains unburning. And do not doubt it. For in the recompenses of the things we have done in life, the nature of fire shall be divided; and the light shall be assigned for enjoyment to the righteous, while the painful burning shall be appointed to those who are punished. Yet more fearful than the darkness and the eternal fire is the shame with which sinners are going to pass eternity together, ever having before their eyes the traces of sin committed in the flesh, like some indelible dye, remaining perpetually in the memory of their soul. And it belongs to few to approach the true light, and to uncover, and after the uncovering of hidden things, not to depart ashamed in their faces. For alienation from God, and His turning away, is also of the
PG 32:1301Read from the page
ἐν τῇ γεέννῃ προσδοκωμένων κολάσεων ἀφορητότερόν ἐστι καὶ βαρύτερον τῷ παθόντι, ὡς ὀφθαλμῷ φωτὸς στέρησις, κἂν μὴ ὀδύνη προσῇ. Πᾶσαν γὰρ ὁμοῦ τὴν ἀφ' οὗ γεγόνασιν ἄνθρωποι τῷ λόγῳ τις συλλαβὼν καὶ εἰς ἓν ἀθροίσας εὐδαιμονίαν, οὐδὲ πολλοστῷ μέρει τῶν ἀγαθῶν ἐκείνων εὑρήσει παρισουμένην· ἀλλὰ πλεῖον τοῦ ἐν ἐκείνοις ἐλαχίστου τὰ σύμπαντα τῶν τῇδε καλῶν κατὰ τὴν ἀξίαν ἀφεστηκότα, ἢ καθ' ὅσον σκιὰ καὶ ὄναρ τῶν ἀληθινῶν ἀπολείπεται. Μᾶλλον δὲ, ἵν' οἰκειοτέρῳ χρήσωμαι παραδείγματι, ὅσῳ ψυχὴ τοῖς πᾶσι τιμιωτέρα σώματος, τοσούτῳ καὶ τῶν βίων ἑκατέρων ἐστὶ τὸ διάφορον.
punishments awaited in Gehenna more unbearable and heavier for him who suffers it, as the deprivation of light is to the eye, even if pain be not present. For if anyone should comprehend in thought all the happiness together since men came into being and gather it into one, he will find it not equal even to the smallest fraction of those good things; rather, all the good things here below together stand further removed in worth from the least thing among those, than a shadow and a dream fall short of true things. Or rather, to use a more fitting example, by as much as the soul is in all respects more precious than the body, so great also is the difference between the two lives.
3. Ἀλλ' οἱ πολλοὶ τῶν ἀνθρώπων, διὰ τὸ, Ὁ μὲν δαρήσεται πολλὰς, ὁ δὲ ὀλίγας, τέλος εἶναι τῆς κολάσεως τοῖς κολαζομένοις φασίν. Ὅπερ οὐκ ἐν τῇ τοῦ χρόνου παρατάσει ἢ συμπληρώσει, ἀλλ' ἐν τῇ διαφορᾷ τῆς κολάσεως γίνεται. Τοῦ γὰρ Κυρίου ποτὲ μὲν ἀποφαινομένου, ὅτι ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον· ποτὲ δὲ ἐκπέμποντός τινας εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ ἄλλοτε ὀνομάζοντος γέενναν πυρὸς, καὶ ἐπιφέροντος· Ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται· καὶ ἔτι πάλιν διὰ τοῦ προφήτου περί τινων εἰρηκότος, ὅτι ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται· τούτων καὶ τῶν τοιούτων πολλαχοῦ τῆς θεοπνεύστου Γραφῆς κειμένων, ἓν πάντως καὶ τοῦτο τῆς μεθοδείας τοῦ διαβόλου, τὸ τοὺς πολλοὺς τῶν ἀνθρώπων, ὥσπερ ἐπιλανθανομένους τῶν τοσούτων καὶ τοιούτων τοῦ Κυρίου ἀποφάσεων, τέλος κολάσεως, εἰς τὸ μᾶλλον κατατολμᾷν τῆς ἁμαρτίας, ἑαυτοῖς ὑπογράφειν. Εἰ γὰρ τῆς αἰωνίου κολάσεως ἔσται ποτὲ τέλος, ἕξει πάντως καὶ ἡ αἰώνιος ζωή. Εἰ δὲ ἐπὶ τῆς ζωῆς τοῦτο νοῆσαι οὐ καταδεχόμεθα, πῶς ἂν ἔχοι λόγον τῇ κολάσει τῇ αἰωνίῳ τέλος διδόναι; Ἡ γὰρ τοῦ αἰωνίου προσθήκη ἐφ' ἑκατέρων ἐπίσης κεῖται. Ἀπελεύσονται γὰρ οὗτοι, φησὶν, εἰς κόλασιν αἰώνιον· οἱ δὲ δίκαιοι, εἰς ζωὴν αἰώνιον. Ὥστε καὶ τὸ, Δαρήσεται πολλὰς, καὶ ὀλίγας, οὐχὶ τέλος, ἀλλὰ διαφορὰν κολάσεως δηλοῖ. Εἰ γὰρ ὁ Θεὸς δίκαιος κριτής ἐστιν, οὐ μόνον τοῖς ἀγαθοῖς, ἀλλὰ καὶ τοῖς πονηροῖς, ἀποδιδοὺς ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ, δύναται εἶναι ὁ μέν τις πυρὸς ἀσβέστου ἄξιος, καὶ τούτου ἤτοι μαλακωτέρου, ἢ μᾶλλον φλέγοντος· ὁ δέ τις σκώληκος ἀτελευτήτου, καὶ τούτου πάλιν ἢ πραότερον ὀδυνῶντος, ἢ σφοδρότερον, κατὰ τὴν ἀξίαν ἑκάστου· καὶ ἄλλος γεέννης, διάφορα πάντως ἐχούσης τὰ κολαστήρια· καὶ ἕτερος τοῦ ἐξωτέρου σκότους, ἔνθα ὁ μέν τις ἐν κλαυθμῷ μόνον, ὁ δέ τις καὶ ἐν βρυγμῷ τῶν ὀδόντων, διὰ τὸ ἐπιτεταμένον τῶν πόνων γίνεται. Καὶ τὸ ἐξώτερον δὲ σκότος
3. Yet the majority of men, because of the saying, The one shall be beaten with many stripes, and the other with few (Luke 12:47), assert that there is an end of punishment for those who are punished. Which comes to pass not in the extension or completion of time, but in the difference of the punishment. For since the Lord at one time declares that these shall go away into eternal punishment, but the righteous into eternal life (Matt. 25:46); and at another time sends some into the eternal fire prepared for the devil and his angels (Matt. 25:41), and at another time names the Gehenna of fire, and adds: Where their worm does not die, and the fire is not quenched (Mark 9:45); and yet again through the prophet has said concerning some, that their worm shall not die, and their fire shall not be quenched (Isa. 66:24); since these and such things lie in many places of the divinely inspired Scripture, this too is altogether one of the wiles of the devil, that the majority of men, as if forgetting so many and such pronouncements of the Lord, subscribe for themselves to an end of punishment, so as to venture all the more boldly upon sin. For if there shall ever be an end of eternal punishment, eternal life also will altogether have an end. And if we do not admit to conceive of this in the case of life, how could it be reasonable to assign an end to eternal punishment? For the addition of eternal is placed equally upon both. For these shall go away, He says, into eternal punishment; but the righteous into eternal life (Matt. 25:46). So that the saying also, He shall be beaten with many stripes, and with few (Luke 12:47), declares not an end, but a difference of punishment. For if God is a righteous Judge, not only to the good, but also to the wicked, rendering to each according to his deed, one man may be worthy of unquenchable fire, and that either milder or burning more fiercely; and another of an endless worm, and that again paining either more gently or more vehemently, according to the desert of each; and another of Gehenna, which altogether has diverse places of punishment; and another of the outer darkness, where one man is in weeping only, and another also in gnashing of teeth, because of the intensity of the pains. And the outer darkness
PG 32:1304Read from the page
ὑποφαίνει πάντως εἶναι καὶ ἐσώτερον. Καὶ τὸ, Εἰς πυθμένα ᾅδου, ἐν Παροιμίαις εἰρημένον δηλοῖ, ὅτι εἰσί τινες ἐν τῷ ᾅδῃ μὲν, οὐκ ἐν πυθμένι δὲ ᾅδου, κουφοτέραν ὑπομένοντες τὴν κόλασιν. Καὶ μή με νομίσῃς ὥσπερ μητέρα τινὰ τροφὸν, ψευδῆ σοι μορμολύκεια ἐπισείειν, ὥσπερ ἐκεῖναι ποιεῖν περὶ τοὺς νηπίους τῶν παίδων εἰώθασιν, ὅταν θρηνῶσιν ἄτακτα καὶ ἀπέραντα, καὶ δι' ἐπιπλάσεως τῶν διηγημάτων κατασιγάζουσι. Ταῦτα γὰρ οὐ μῦθος, ἀλλὰ λόγος ἀψευδὴς προκεκηρυγμένος φωνῇ. Καὶ ἴσθι ἀκριβῶς, ὅτι γενήσεται τῶν βεβιωμένων ἔλεγχος ἀκριβής. Ἔθλιψας τὸν ἀδελφόν; ἐκδέχου τὸ ἴσον. Ἥρπασας τὰ τῶν ὑποδεεστέρων, κατεκονδύλισας πένητας, κατῄσχυνας ἐν λοιδορίαις, ἐσυκοφάντησας, κατεψεύσω, ἀλλοτρίοις ἐπεβούλευσας γάμοις, ἐπιώρκησας, ὅρια πατέρων μετέθηκας, κτήμασιν ὀρφανῶν ἀπῆλθες, χήρας ἐξέθλιψας, τὴν παροῦσαν ἡδονὴν τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν προετίμησας; Ἐκδέχου τούτων τὴν ἀντιμέτρησιν. Οἷα γὰρ σπείρει ἕκαστος, τοιαῦτα καὶ θερίσει. Καὶ μέντοι καὶ εἴ τι τῶν ἀγαθῶν πέπρακταί σοι, κἀκείνων ἐκδέχου παραπλησίως τὰς ἀντιδόσεις.
altogether indicates that there is also an inner one. And the saying in Proverbs, Into the bottom of Hades (Prov. 9:18 LXX), shows that there are some in Hades indeed, yet not in the bottom of Hades, enduring a lighter punishment. And do not think that like some nursing mother I am shaking false bugbears at you, as those women are accustomed to do with infant children when they wail disorderly and endlessly, and silence them through the fabrication of stories. For these things are no myth, but an unlying word proclaimed beforehand by a voice. And know accurately that there will be an exact scrutiny of the things we have done in life. Have you afflicted your brother? Expect the like. Have you seized the goods of inferiors, cuffed the poor with your knuckles, put men to shame with revilings, brought false accusations, lied, plotted against others' marriages, committed perjury, removed the boundaries of the fathers, made off with the possessions of orphans, oppressed widows, preferred present pleasure to the good things in the promises? Expect the measuring back of these things. For whatsoever a man sows, such things shall he also reap. And yet if any good thing has been done by you, expect in like manner the recompenses of those things too.
4. Λάβε τοίνυν εἰς ἔννοιαν τὴν ἐσχάτην ἡμέραν, ὦ ἄνθρωπε (οὐ γὰρ δὴ σὺ μόνος τὸν αἰῶνα βιώσεις), καὶ τὴν συνοχὴν καὶ πνιγμὸν, καὶ θανάτου ὥραν, καὶ ἀπόφασιν Θεοῦ κατεπείγουσαν, καὶ ἀγγέλους ἐπισπεύδοντας, καὶ ψυχὴν ἐν τούτοις δεινῶς θορυβουμένην, καὶ ἁμαρτωλῷ συνειδότι πικρῶς μαστιγουμένην, καὶ πρὸς τὰ τῇδε ἐλεεινῶς ἐπιστρέφουσαν, καὶ ἀπαραίτητον τῆς μακρᾶς ἐκείνης ἀποδημίας ἀνάγκην. Διάγραψόν μοι τῇ διανοίᾳ τὴν τελευταίαν τοῦ κοινοῦ βίου καταστροφὴν, ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ. Ἥξει γὰρ, καὶ οὐ παρασιωπήσεται· ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ· ὅταν ἡ σάλπιγξ ἐκείνη, μέγα τι καὶ φοβερὸν ἠχήσασα, τοὺς ἀπ' αἰῶνος ἐξυπνίσῃ καθεύδοντας, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. Μνήσθητι τῆς τοῦ Δανιὴλ θεοπτίας, ὅπως ἡμῖν ὑπ' ὄψιν ἄγει τὴν κρίσιν. Ἐθεώρουν, φησὶν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκαθέζετο. Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν, τὰ καλὰ, τὰ φαῦλα, τὰ φανερὰ, τὰ κεκρυμμένα, τὰ πράγματα, τὰ ῥήματα, τὰ ἐνθυμήματα, τὰ πάντα
4. Take into thought, therefore, the last day, O man (for surely you alone will not live forever), and the distress and choking, and the hour of death, and the urgent sentence of God, and the angels hastening on, and the soul terribly perturbed in these things, and bitterly scourged by a sinful conscience, and pitiably turning back towards the things here below, and the inexorable necessity of that long journey abroad. Sketch for me in your mind the final close of our common life, when the Son of Man shall come in His glory. For He shall come, and shall not keep silence (Ps. 49:3); when He shall come to judge the living and the dead, and to render to each according to his deed; when that trumpet, having sounded something great and fearful, shall awaken those sleeping since the beginning of time, and those who have done good things shall come forth unto the resurrection of life, and those who have practised base things unto the resurrection of judgement (John 5:29). Remember the vision of God seen by Daniel, how it brings the judgement before our eyes. I beheld, he says, until thrones were set, and the Ancient of Days sat. A river of fire drew before Him. A thousand thousands ministered to Him, and ten thousand ten thousands stood beside Him. The court sat, and books were opened (Dan. 7:9-10), the good things, the base, the manifest, the hidden, the deeds, the words, the thoughts, disclosing all things
PG 32:1305Read from the page
ἀθρόως εἰς ἐξάκουστον τοῖς πᾶσι καὶ ἀγγέλοις καὶ ἀνθρώποις σαφῶς ἀνακαλύπτουσαι. Πρὸς ταῦτα ποταποὺς εἶναι ἀνάγκη τοὺς κακῶς βεβιωκότας; Ποῦ ἄρα ἡ ψυχὴ ἐκείνη καταδύσεται, ἡ ἐν ὄψεσι τοσούτων θεατῶν ἐξαίφνης ὀφθεῖσα αἰσχύνης ἀνάπλεως; ποίῳ δὲ σώματι τὰς ἀπεράντους ἐκείνας καὶ ἀνυποίστους ὑποστήσεται μάστιγας, ὅπου πῦρ ἄσβεστον, καὶ σκώληξ ἀθάνατα κολάζων, καὶ πυθμὴν ᾅδου σκοτεινὸς καὶ φρικώδης, καὶ οἰμωγαὶ πικραὶ, καὶ ὀλολυγμὸς ἐξαίσιος, καὶ κλαυθμὸς, καὶ βρυγμὸς ὀδόντων, καὶ πέρας οὐκ ἔχει τὰ δεινά; Τούτων οὐκ ἔστιν ἀπαλλαγὴ μετὰ θάνατον, οὐδέ τις ἐπίνοια, οὐδὲ μηχανὴ τοῦ διεκδῦναι τὰ πικρὰ κολαστήρια. Ταῦτα φεύγειν ἔξεστι νῦν. Ἕως ἔξεστιν, ἑαυτοὺς ἀπὸ τοῦ πτώματος ἀναλάβωμεν, μηδ' ἀπελπίσωμεν ἑαυτῶν, ἐὰν ἀναλύσωμεν ἀπὸ τῶν κακῶν. Ἔστιν ὁδὸς σωτηρίας, ἐὰν θέλωμεν. Σὲ ζητεῖ ὁ ποιμὴν ὁ καλὸς, ὁ καταλιπὼν τὰ μὴ πεπλανημένα. Ἐὰν ἐπιδῷς σεαυτὸν, οὐκ ὀκνήσει, οὐδ' ἀπαξιώσει σε ὁ φιλάνθρωπος ἐπὶ τῶν ὤμων βαστάσαι τῶν ἰδίων, χαίρων ὅτι εὗρεν αὐτοῦ τὸ πρόβατον τὸ ἀπολωλός. Ἕστηκεν ὁ πατὴρ καὶ ἀναμένει τὴν σὴν ἀπὸ τῆς πλάνης ἐπάνοδον. Μόνον ἀνάλυσον, καὶ ἔτι σοῦ μακρὰν ὄντος, προσδραμὼν ἐπιπεσεῖται ἐπὶ τὸν τράχηλόν σου, καὶ φιλικοῖς ἀσπασμοῖς περιπτύξεται τὸν ὑπὸ τῆς μετανοίας ἤδη κεκαθαρμένον. Κἂν ἐγκαλέσῃ τις τῶν ἑστάναι δοκούντων, ὅτι ταχὺ προσελήφθης, αὐτὸς ὁ ἀγαθὸς ὑπὲρ σοῦ ἀπολογήσεται, λέγων· Εὐφρανθῆναι δεῖ καὶ χαρῆναι, ὅτι οὗτος ὁ Υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησε, καὶ ἀπολωλὼς, καὶ εὑρέθη. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
at once clearly so as to be heard by all both angels and men. In the face of these things, what sort of men must those be who have lived wickedly? Where then shall that soul sink down, which in the sight of so many spectators is suddenly seen full of shame? And with what sort of body shall it undergo those endless and unendurable scourges, where there is unquenchable fire, and a worm punishing immortally, and the dark and horrible bottom of Hades, and bitter wailings, and extraordinary howling, and weeping, and gnashing of teeth, and the terrible things have no end? From these things there is no deliverance after death, nor any device, nor contrivance for escaping the bitter places of punishment. It is possible to flee these things now. While it is possible, let us recover ourselves from our fall, and let us not despair of ourselves, if we depart from evil things. There is a way of salvation, if we are willing. The Good Shepherd seeks you, Who left behind the sheep that had not gone astray. If you give yourself up, the Lover of mankind will not hesitate, nor disdain to carry you upon His own shoulders, rejoicing that He has found His sheep that was lost. The Father stands and awaits your return from wandering. Only return, and while you are still far off, running up He will fall upon your neck, and with friendly kisses embrace you who have already been cleansed by repentance. And even if one of those who think they stand should bring an accusation that you were received quickly, the Good One Himself will make defence on your behalf, saying: It is fitting to be merry and to rejoice, because this My son was dead, and has come to life again; and was lost, and has been found (Luke 15:32). To Him be the glory unto the ages of the ages. Amen.
ΠΕΡΙ ΑΡΧΗΣ ΚΑΙ ΕΞΟΥΣΙΑΣ.
On Rule and Authority.
ΛΟΓΟΣ ΙΕʹ.
Discourse XV.
1. Καλὸν ἀεὶ τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος ἄγεσθαι· πολλάκις γὰρ ἀκρισία δήμου τὸν χείριστον εἰς ἀρχὴν προεστήσατο. Προσήκει τοίνυν τὸν ἐπὶ πάντων ἐπὶ συνέσει καὶ εὐσταθείᾳ καὶ τῇ κατὰ τὴν ζωὴν ἀκριβείᾳ μεμαρτυρημένον διαφέρειν, τοῦτον προστήσεσθαι εἰς τὸ καθηγεῖσθαι τῶν ἄλλων, ἵνα τὸ ἐν τούτῳ ἀγαθὸν κοινὸν πάντων τῶν μιμουμένων γίνηται. Πρὸς γὰρ τὸ τῶν κρατούντων ἦθος πλάττεσθαι πέφυκεν, ὡς τὰ πολλὰ, τὸ ἀρχόμενον· ὥστε ὁποῖοί ποτ' ἂν οἱ ἄγοντες ὦσι, τοιοῦτον ἀνάγκη καὶ τὸν ἀγόμενον εἶναι. Καὶ ὁποῖοι δ' ἂν ὦσιν οἱ προεστῶτες, τοιαῦτα ὡς ἐπὶ πολὺ καὶ τὰ ἤθη τῶν ἀρχομένων πέφυκε γίνεσθαι. Καὶ ὥσπερ, εἰ πλείονες ζωγράφοι ἑνὸς προσώπου χαρακτῆρα γράφοιεν, πᾶσαι αἱ εἰκόνες ὁμοίως πρὸς ἀλλήλας ἕξουσι, διὰ τὸ τῷ ἑνὶ ὁμοιοῦσθαι· οὕτω τὰ πολλὰ ἤθη, εἰ πρὸς τὴν τοῦ ἑνὸς μίμησιν βλέποι, πᾶσιν ὁμοίως ἀγαθὸς τοῦ βίου χαρακτὴρ ἐπιλάμψει. Καὶ γὰρ ἡ ἀληθὴς καὶ
1. It is always good for the inferior to be led by the superior; for oftentimes the want of judgement of a populace has set the worst man at the head of rule. It is fitting, therefore, that he who above all is attested to excel in understanding and stability and strictness of life should be set at the head to lead the others, so that the good in him may become common to all who imitate him. For the subject is by nature wont, for the most part, to be moulded after the character of those who rule; so that of whatever sort those who lead may be, of such a sort must he who is led also be. And of whatever sort the superiors may be, of such a sort for the most part the characters of the subjects also are by nature wont to become. And just as, if several painters should paint the likeness of a single face, all the images will be similarly related to one another, through being assimilated to the one; so the many characters, if they look towards the imitation of the one, will have a good character of life shining forth upon all alike. For indeed the true and
PG 32:1308Read from the page
τελεία ὑπακοὴ τῶν ὑποχειρίων πρὸς τὸν προεστῶτα, ἐν τούτῳ δείκνυται, ἐν τῷ μὴ μόνον τῶν ἀτόπων κατὰ τὴν συμβουλὴν αὐτοῦ ἀπέχεσθαι, ἀλλὰ μηδὲ αὐτὰ τὰ ἐπαινετὰ χωρὶς τῆς ἐκείνου γνώμης ποιεῖν. Ἡ γὰρ ἐγκράτεια, καὶ πᾶσα ἡ σωματικὴ κακοπάθεια, πρός τι χρησίμως ἔχει· ἀλλ' ἐάν τις ταῖς ἰδίαις ὁρμαῖς ἀκολουθῶν, τὸ ἀρέσκον ἑαυτῷ ποιῇ, καὶ συμβουλεύοντι τῷ προεστῶτι μὴ πείθηται, μεῖζον τοῦ κατορθώματος ἔσται τὸ πλημμελούμενον. Ὁ γὰρ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Κυρίου διαταγῇ ἀνθέστηκε· καὶ ὁ τῆς ὑπακοῆς μισθὸς μείζων τοῦ κατὰ τὴν ἐγκράτειάν ἐστι κατορθώματος.
perfect obedience of subjects towards their superior is shown in this: in not only abstaining from improper things according to his counsel, but not even doing praiseworthy things themselves without his judgement. For self-control and all bodily hardship is useful for something; but if someone, following his own impulses, does what pleases himself, and does not obey the superior when he counsels, the offence committed will be greater than the right action. For he who resists the authority has withstood the ordinance of the Lord (Rom. 13:2); and the reward of obedience is greater than the right action of self-control.
2. Ὁ τοίνυν ἔχων ἐν ἐξουσίᾳ τὴν τοῦ κακοῦ θεραπείαν, ἑκὼν δὲ ὑπερτιθέμενος, εἰκότως ἂν ἐν τῷ ἴσῳ τῶν αὐτοχείρων καταδικάζοιτο. Καὶ τὸν προεστῶτα δὲ μὴ ἐπαιρέτω τὸ ἀξίωμα, ἵνα μὴ ἐκπέσῃ τοῦ μακαρισμοῦ τῆς ταπεινοφροσύνης. Οὐ γὰρ δήπου βασιλείᾳ μέν τις υπηρετῶν μέγα φρονήσει, διὰ τὸ ἐν τῇδε τῇ τάξει τῆς ὑπηρεσίας τετάχθαι· Θεῷ δὲ καταξιωθεὶς λατρεύειν, ἀλλαχόθεν τοὺς ἐπαίνους ἑαυτῷ περινοήσει, ὡς οὐκ ἀρκούσης αὐτῷ τῆς ἐπικλήσεως τοῦ Κυρίου πρὸς πᾶσαν δόξης καὶ περιφανείας ὑπερβολήν; Ἀρκεῖ γὰρ ἡμῖν πρὸς ἅπαν ἀξίωμα τὸ τηλικούτου Δεσπότου δούλους ἡμᾶς ὀνομάζεσθαι. Καὶ ὥσπερ οὐδὲ σέβειν ἄλλο τι παρὰ τὸν Θεὸν προσῆκεν, οὕτως οὐδὲ ἐπὶ ἄλλον ἐλπίζειν ἢ ἐπὶ τὸν Θεὸν τὸν πάντων Κύριον. Ὁ γὰρ ἐπ' ἄνθρωπον ἐλπίζων, ἢ ἐπ' ἄλλο τι τῶν κατὰ τὸν βίον μετεωριζόμενος, οἷον ἐπὶ δυναστείαν, ἢ χρήματα, ἢ τι τῶν παρὰ τοῖς πολλοῖς νομιζομένων εἶναι λαμπρῶν, οὐ δύναται εἰπεῖν· Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα. Παράγγελμα γάρ ἐστι μὴ ἐλπίζειν ἐπ' ἄρχοντας, καὶ, Ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον. Μακάριος οὖν τῷ ὄντι, ὁ μηδενὶ τῶν κατὰ τὸν βίον ὑψηλῶν ἐπαγαλλόμενος, ἀλλὰ Θεὸν ἔχων τὴν ἑαυτοῦ δόξαν, ὁ καύχημα ἑαυτοῦ ἔχων τὸν Θεόν· ὁ δυνάμενος λέγειν κατὰ τὸν Ἀπόστολον· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Εἰ γὰρ ὁ δεῖνα μέγα φρονεῖ, ὅτι δοῦλός ἐστι βασιλέως, τιμώμενος παρ' αὐτοῦ τὰ μεγάλα, πόσον σοι προσῆκεν ἐπὶ σαυτῷ μεγαλύνεσθαι, ὅτι δοῦλος εἶ τοῦ μεγάλου βασιλέως, προσκληθεὶς παρ' αὐτοῦ εἰς τὴν ἄκραν οἰκείωσιν; Ὁ γὰρ ἀληθῶς ἄρχων, οὐκ ἐκ τῶν ἔξωθεν συμβόλων γνωρίζεται, οἷον πορφύρας, χλανίδος, καὶ διαδήματος· ἀλλ' ἐκ τοῦ ἔχειν τὴν ἀρχικὴν ἀρετήν. Ὁ δὲ ἀρχόμενος ὑπὸ τῶν ἡδονῶν, καὶ ἀγόμενος ἐπιθυμίαις πολλάκις, δοῦλος ὢν τῆς ἁμαρτίας, ἀνεπιτήδειος πρὸς τὸ ἄρχειν καθέστηκε. Καὶ τὸ μὲν τοὺς ἀντιτείνοντας ὑπὸ χεῖρα λαμβάνειν, ἀνδρείου τε καὶ ἄρχοντος ὡς ἀληθῶς· τὸ δὲ τοῖς ὑποπεπτωκόσι χρη-
2. He, therefore, who has in his power the healing of evil, yet willingly puts it off, would reasonably be condemned on a par with actual murderers. And let not dignity lift up the superior either, lest he fall from the beatitude of humility. For surely someone serving a kingdom will not be high-minded because he has been stationed in this rank of service, while he who has been counted worthy to serve God will devise praises for himself from elsewhere, as though the appellation of the Lord were not sufficient for him unto all pre-eminence of glory and distinction? For it is sufficient for us unto every dignity that we should be called servants of so great a Master. And just as it is not fitting even to worship anything else beside God, so neither is it fitting to hope in another than in God the Lord of all. For he who hopes in man, or is puffed up over anything else of the things of life, such as power, or wealth, or any of the things considered by the many to be splendid, cannot say: O Lord my God, in Thee have I hoped (Ps. 7:2). For the precept is not to hope in princes (Ps. 145:3), and: Cursed is the man who has his hope in man (Jer. 17:5). Blessed, therefore, in truth is he who exults in none of the lofty things of life, but has God as his glory, who has God as his boast, who is able to say according to the Apostle: But far be it from me to boast, save in the cross of Christ (Gal. 6:14). For if so-and-so is high-minded because he is a servant of a king, honoured by him in great matters, how much does it befit you to glory in yourself because you are a servant of the great King, called near by Him unto the highest intimacy? For he who truly rules is recognized not from outward symbols, such as purple, mantle, and diadem, but from possessing the ruling virtue. Whereas he who is ruled by pleasures, and led oftentimes by desires, being a slave of sin, has become unfit for ruling. And to bring under hand those who resist belongs to a brave man and a ruler in truth; whereas towards those who have submitted, to be kind
Notes, col. 1308

On the reading

Printed υπηρετῶν, for ὑπηρετῶν.

PG 32:1309Read from the page
στὸν εἶναι καὶ πρᾷον, μεγαλοφροσύνῃ πάντων καὶ ἡμερότητι διαφέροντος. Κύριοι μὲν γὰρ τῶν ἠδικηκότων πολλοὶ τῶν πρότερον ἤδη γεγόνασιν, ὧν οὐδεὶς πρὸς τοὺς ὕστερον διεπέμφθη λόγος· ἀφῆκαν δὲ τὴν ὀργὴν οἱ φιλοσοφίᾳ τοὺς πολλοὺς ὑπεράραντες, ὧν ἀθάνατος ἡ μνήμη τῷ χρόνῳ παντὶ παραδέδοται. Τοὺς γάρ τῳ ὁτιοῦν ἀδικοῦντας οὐχ ὑπὲρ τῶν ἤδη γεγενημένων κολάζομεν, (τίς γὰρ ἂν γένοιτο μηχανὴ μὴ γεγενῆσθαι τὰ πεπραγμένα;) ἀλλ' ὅπως ἂν ἢ αὐτοὶ πρὸς τὸ λοιπὸν ἀμείνους γένοιντο, ἢ ἑτέροις ὑπάρξαιεν τοῦ σωφρονεῖν παράδειγμα.
and gentle belongs to one who excels all in magnanimity and mildness. For many of the men of former times have already become masters of those who wronged them, of whom no account has been transmitted to posterity; whereas those who surpassed the many in philosophy let go their anger, whose immortal memory has been handed down to all time. For those who wrong anyone in anything whatsoever we punish not on account of the things that have already happened (for what contrivance could there be that what has been done should not have happened?), but in order that for the future either they themselves may become better, or they may serve as an example of moderation to others.
3. Πολλάκις γὰρ καὶ ἐν τοῖς σμικροτάτοις ἡ σοφία τοῦ Θεοῦ διαφαίνεται. Ὁ γὰρ οὐρανὸν ἁπλώσας, καὶ τὰ ἄπλετα μεγέθη τῶν πελάγων ἀναχέας, οὗτός ἐστιν ὁ καὶ τὸ λεπτότατον κέντρον τῆς μελίσσης κοιλάνας, ὥσπερ αὐλὸν, ὥστε τὸν ἰὸν δι' αὐτοῦ ἐκχεῖσθαι. Τοῦτον σαρκὸς μὲν ὀφθαλμοῖς θεωρῆσαι ἀδύνατον, τὸ γὰρ ἀσώματον σαρκὸς ὄμμασιν ὑποπίπτειν οὐ δύναται· καὶ μεμαρτύρηκεν αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, λέγων· Θεὸν οὐδεὶς πώποτε τεθέαται. Εἰ γὰρ καὶ κατὰ τὸ γεγραμμένον εἶδεν ὁ Ἰεζεκιὴλ, ἀλλὰ τί λέγει ἡ Γραφή; Εἶδεν ὁμοίωμα δόξης Κυρίου, οὐ μὴν δὲ αυτὸν τὸν Κύριον· ἀλλ' οὐδὲ αὐτὴν τὴν δόξαν, ὡς ἔστιν ἀληθῶς. Καὶ ἰδὼν τὸ ὁμοίωμα τῆς δόξης, καὶ οὐκ αὐτὴν τὴν δόξαν, ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τοῦ φόβου. Εἰ δὲ τὸ τῆς δόξης ὁμοίωμα θεαθὲν φόβον καὶ ἀγωνίαν περιεποίει τοῖς ἀνθρώποις, αὐτὸν εἴ τις ἂν ἐθεώρησε τὸν Θεὸν, πάντως ἂν ἀπηλλάττετο, κατὰ τὸ εἰρημένον· Οὐδεὶς ὄψεται τὸν Θεὸν, καὶ ζήσεται. Διὰ τοῦτο καὶ κατὰ τὴν μεγίστην αὐτοῦ φιλανθρωπίαν ὁ Θεὸς παραπέτασμα τῆς οἰκείας θεότητος ἐξέτεινε τὸν οὐρανὸν, ἵνα μὴ ἀπολώμεθα. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ προφήτης εἶπεν· Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται παρ' αὐτά. Καὶ τί θαυμάζεις, εἰ ὁ Ἰεζεκιὴλ, τὸ ὁμοίωμα τῆς δόξης ἰδὼν, ἔπεσεν; Ὁ Δανιὴλ οἰκέτην ἰδὼν τοῦ Κυρίου, καὶ ἔπτηξε, καὶ ἔπεσεν· καὶ ἄχρις ὅτου ἐξεβιάζετο τοῖς ὀφθαλμοῖς ἰδεῖν εἰς ὁμοίωμα υἱοῦ Θεοῦ, οὐκ ἐτόλμησεν ἀποκριθῆναι. Εἰ δὲ Γαβριὴλ ὀπτανόμενος, τρόμον ποιεῖ προφήταις ἀνθρώποις τοῦ Θεοῦ· εἰ ἦλθε καθὼς ἦν, οὐκ ἂν ἀπώλλυντο πάντες; παντί που δῆλον. Εἰ τοίνυν θέλεις γνῶναι σαφῶς, ὅτι φύσιν Θεοῦ καταλαβεῖν ἀδύνατον, μάνθανε, τί λέγουσιν οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ τοῦ πυρὸς, ὑμνολογοῦντες τὸν Θεόν· Εὐλογητὸς εἶ, ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ χερουβίμ. Εἰπέ μοι, τοῦ χερουβὶμ τίς ἐστιν ἡ φύσις, καὶ τότε τὸν ἐπικαθήμενον θεωρεῖς. Καίτοιγε
3. For oftentimes even in the smallest things the wisdom of God shines forth. For He Who spread out the heaven, and poured forth the boundless expanses of the seas, is the very One Who also hollowed out the finest sting of the bee, like a pipe, so that the venom is poured out through it. To behold Him with the eyes of the flesh is impossible, for the incorporeal cannot fall under the eyes of the flesh; and the only-begotten Son of God Himself has borne witness, saying: No one has ever seen God (John 1:18). For even if according to what is written Ezekiel saw Him, yet what says the Scripture? He saw the likeness of the glory of the Lord (Ezek. 1:28), yet not the Lord Himself; nor even the glory itself, as it truly is. And having seen the likeness of the glory, and not the glory itself, he fell upon the earth from fear. And if the likeness of the glory when beheld caused fear and agony to men, if anyone had beheld God Himself, he would altogether have departed from life, according to what was said: No one shall see God, and live (Exod. 33:20). On this account, therefore, in accordance with His supreme love for mankind, God stretched out the heaven as a curtain of His own deity, lest we perish. The word is not mine, but a prophet said: If Thou openest the heaven, trembling shall seize the mountains from Thee, and they shall melt at their presence (Isa. 64:1). And why do you marvel if Ezekiel, having seen the likeness of the glory, fell? Daniel, having seen a servant of the Lord, both cowered and fell (Dan. 10:7-9); and until he was constrained to look with his eyes upon the likeness of a son of God, he did not dare to answer (Dan. 10:16). And if Gabriel, when seen in a vision, causes trembling to prophets, men of God, if He had come just as He was, would not all have perished? It is plain to everyone. If, therefore, you wish to know clearly that it is impossible to comprehend the nature of God, learn what the three children in the furnace of fire say when singing hymns to God: Blessed art Thou, Who lookest upon the depths, sitting upon the cherubim (Dan. 3:55). Tell me what the nature of the cherubim is, and then you contemplate Him Who sits upon them. And yet
Notes, col. 1309

On the reading

Printed αυτὸν, for αὐτὸν.