Migne Reading Room

PG 32 · cols. 1324–1333 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:1324Read from the page
ζωὴν αὐτοῦ κατασβέσας. Τίνι διενήνοχας τῶν ἀλόγων, ὦ ἄνθρωπε ; οὐ τῇ δωρεᾷ τοῦ λόγου, ἣν λαβὼν παρὰ τοῦ κτίσαντός σε, ἄρχων καὶ κύριος ἐγένου πάσης τῆς κτίσεως ; Ὁ τοίνυν ἀφελόμενος ἑαυτοῦ τὴν φρόνησιν διὰ τῆς μέθης, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Μᾶλλον δὲ καὶ τῶν βοσκημάτων φαίην ἂν ἔγωγε ἀλογωτέρους εἶναι τοὺς ἐν τῇ μέθῃ· διότι τὰ μὲν τετράποδα πάντα καὶ τὰ θηρία τεταγμένας ἔχει τὰς πρὸς τὴν μίξιν ὁρμάς· οἱ δὲ ὑπὸ τῆς μέθης τὴν ψυχὴν κατεχόμενοι, καὶ τὸ σῶμα τῆς παρὰ φύσιν θερμότητος ἀναπληρώσαντες, πάντα καιρὸν καὶ πᾶσαν ὥραν πρὸς τὰς ἀκαθάρτους καὶ ἀσχήμονας συμπλοκὰς συνελαύνονται. Ὥσπερ γὰρ ὕδωρ πολέμιόν ἐστι πυρὶ, οὕτως ἀμετρία οἴνου λογισμὸν κατασβέννυσι σώφρονα. Ποῖον γὰρ βόσκημα οὕτω παραβλέπει καὶ παρακούει ὡς ὁ μεθύων ; Οὐχὶ ἀγνοεῖ μὲν τοὺς οἰκειοτάτους, προστρέχει δὲ τοῖς ἀλλοτρίοις ὡς τοῖς συνήθεσιν ; οὐ τὰς σκιὰς διαπηδῶσιν οἱ τοιοῦτοι πολλάκις, ὡς ὀχετοὺς ἢ φάραγγας ; Ἤχων δὲ αὐτοῖς καὶ ψόφων τὰ ὦτα πεπλήρωται οἱονεὶ θαλάσσης κυμαινούσης· ἡ δὲ γῆ πρὸς τὸ ὄρθιον διανίστασθαι δοκεῖ, καὶ τὰ ὄρη περιτρέχειν κύκλῳ. Τούτοις ὕπνοι μὲν βαρεῖς, καὶ δυσανάφοροι, καὶ πνιγώδεις, καὶ τῷ ὄντι θανάτου γείτονες· αἱ δὲ γρηγορήσεις, τῶν ὕπνων ἀναισθητότεραι. Ἐνύπνιον γὰρ αὐτοῖς ἐστιν ὁ βίος, οἵ γε ἱμάτιον οὐκ ἔχοντες, οὐδ' ὅ τι φάγωσιν εἰς τὴν αὔριον, βασιλεύουσι καὶ στρατοπέδων ἄρχουσιν ἐν
his life. Wherein do you differ from the irrational creatures, O man? Is it not by the gift of reason, having received which from Him Who created you, you became ruler and lord of all creation? He therefore who has deprived himself of understanding through drunkenness is compared to the senseless beasts, and is made like unto them (Ps. 48:13). Or rather, I for my part would say that those in drunkenness are more irrational even than cattle; because all quadrupeds and wild beasts have their impulses towards mating regulated, whereas those whose soul is possessed by drunkenness, and who have filled their body with unnatural heat, at every season and every hour are driven together to impure and unseemly embraces. For just as water is hostile to fire, so excess of wine quenches sober reason. For what beast of the field sees so amiss and hears so amiss as the drunkard? Does he not fail to recognize his closest kin, while running up to strangers as though to familiars? Do not such men oftentimes leap over shadows as though over ditches or ravines? And their ears are filled with ringings and noises as though of a surging sea; while the earth seems to rise upright, and the mountains to run round in a circle. Their slumbers are heavy, and hard to rouse from, and choking, and truly neighbours to death; and their waking hours are more senseless than their slumbers. For life to them is a dream, since though they have neither cloak nor anything to eat for the morrow, they reign as kings and command armies in
4. Μέτρον ἄριστον τῆς τοῦ οἴνου χρήσεως, ἡ χρεία τοῦ σώματος. Ἐὰν δὲ ἔξω τῶν ὅρων γένῃ, αὔριον ἥξεις καρηβαρῶν, χασμώμενος, ἰλιγγιῶν, σεσηπότος οἴνου ἀπόζων· πάντα σοι περιφέρεσθαι, πάντα δονεῖσθαι δόξει. Ὅταν γὰρ πλήρεις αἱ μήνιγγες γένωνται τῆς αἰθάλης, ἣν ὁ οἶνος ἐξατμιζόμενος ἀναφέρει, βάλλεται μὲν ὀδύναις ἀφορήτοις ἡ κεφαλή· μένειν δὲ ὀρθὴ ἐπὶ τῶν ὤμων μὴ δυναμένη, ἄλλοτε ἐπ' ἄλλα καταπίπτει, τοῖς σπονδύλοις ἐνολισθαίνουσα. Ἡ δὲ πρὸς τὰς ἡδονὰς ἀκρασία, ἄντικρυς, ὥσπερ ἐκ πηγῆς τοῦ οἴνου φέρεται, καὶ συνεισπίπτει τῷ ἀκράτῳ τῆς ἀσελγείας ἡ νόσος, πᾶσαν βοσκημάτων μανίαν ἐπὶ τὸ θῆλυ δευτέραν τῆς τῶν μεθυόντων ὕβρεως ἀποφαίνουσα. Διότι τὰ μὲν ἄλογα γνωρίζει τοὺς ὅρους τῆς φύσεως· οἱ δὲ μεθύοντες ἐν ἄῤῥενι μὲν τὸ θῆλυ, ἐν δὲ τῷ θήλει τὸ ἄῤῥεν ἐπιζητοῦσιν. Οὕτω γὰρ τὴν ψυχὴν ἀπολωλότες, ὡς ὑπὸ πάσης κηλῖδος κατεστιγμένοι, ἔτι καὶ αὐτὴν τοῦ σώματος τὴν ἕξιν προσδιαφθείρονται· οὐ μόνον τῇ ὑπερβολῇ τῶν ἡδονῶν ἐξοιστρουσῶν ἐπὶ λαγνείας ἐκτετηκότες καὶ διαῤῥέοντες, ἀλλὰ καὶ αὐ-
4. The best measure of the use of wine is the need of the body. But if you go outside the bounds, tomorrow you will come with a heavy head, yawning, dizzy, reeking of putrid wine; all things will seem to whirl around you, all things to shake. For when the membranes of the brain become full of the murky vapour which the evaporating wine sends up, the head is smitten with unbearable pains; and being unable to remain upright upon the shoulders, it falls at different times in different directions, slipping about upon the vertebrae. And incontinence towards pleasures rushes straight forth from wine as from a spring, and the disease of lasciviousness bursts in along with unmixed wine, showing every madness of cattle after the female to be second to the wantonness of drunkards. Because irrational creatures know the bounds of nature; whereas drunkards seek the female in the male, and the male in the female. For having thus lost their soul, as being branded with every stain, they corrupt besides even the very habit of the body; not only wasted away and dissolving through the excess of pleasures that goad them into lusts, but also by the very
PG 32:1325Read from the page
τῷ τῷ ὄγκῳ πεπλαδηκὸς καὶ βρυῶδες καὶ τοῦ ζωτικοῦ τόνου λελυμένον τὸ σῶμα φέροντες. Τούτων πελιδνοὶ μὲν οἱ ὀφθαλμοὶ, ὕπωχρος δὲ ἡ ἐπιφάνεια, πνεῦμα προστετηκὸς, γλῶσσα παρειμένη, καὶ κραυγὴ ἄσημος, ἀκροσφαλεῖς οἱ πόδες καθάπερ οἱ τῶν παίδων, ἐκκρίσεις δὲ τῶν περιττωμάτων αὐτόματοι ὥσπερ ἀπὸ ἀψύχων ῥέουσαι. Ἐλεεινοὶ τῆς τρυφῆς, ἐλεεινότεροι τῶν ἐν πελάγει χειμαζομένων, οὓς ἄλλα ἐξ ἄλλων διαδεχόμενα καὶ ἐπιβαπτίζοντα κύματα ἀναφέρειν οὐκ ἐπιτρέπει τοῦ κλύδωνος. Ὥσπερ γὰρ τὰ χειμαζόμενα πλοῖα ἐπειδὰν ὑπέραντλα γένηται, ἀναγκαίως τῇ ἐκβολῇ τοῦ φόρτου κουφίζεται· οὕτω καὶ τούτοις ἀναγκαῖαι τῶν βαρυνόντων αἱ ἀποθέσεις. Ἐμοῦντες γὰρ καὶ ἀποβλύζοντες, μόλις ἐλευθεροῦνται τοῦ βάρους, τοσούτῳ τῶν δυσπλοούντων ἐλεεινότεροι, ὅσον οἱ μὲν ἀνέμους καὶ θάλασσαν καὶ τὰς ἔξωθεν ἀνάγκας ἐπαιτιῶνται· οἱ δὲ αὐθαίρετον ἐπισπῶνται τὸν ἐκ τῆς μέθης χειμῶνα. Καὶ οἱ μὲν δαιμονῶντες, ἐλεεινοί· οἱ δὲ μεθύοντες τὰ αὐτὰ πάσχοντες, οὐδὲ τοῦ ἐλεεῖσθαι ἄξιοι, αὐθαιρέτῳ δαίμονι προσπαλαίοντες. Οἳ καὶ μέθης συντιθέασι φάρμακα, οὐχὶ τοῦ μὴ παθεῖν τι δεινὸν ἀπὸ τοῦ οἴνου, ἀλλὰ τοῦ μὴ διαλιπεῖν μεθύοντες μηχανώμενοι. Καὶ τέλος οὐκ ἔστι τοῦ κακοῦ· αὐτὸς γὰρ ἑαυτὸν ὁ οἶνος ἐπὶ τὸ πλεῖον προάγει. Οὐ γὰρ τὴν χρείαν παραμυθεῖται, ἀλλ' ἑτέρου ποτοῦ χρείαν ἀπαραίτητον ἐμποιεῖ, ἐκκαίων τοὺς μεθύοντας, καὶ ἀεὶ πρὸς τὴν τοῦ πλείονος ἔφεσιν προσκαλούμενος. Καὶ ὥσπερ αἱ χαράδραι, ἕως μὲν ἂν αὐταῖς ἐπιῤῥέωσιν οἱ χείμαῤῥοι, πλήρεις εἶναι δοκοῦσι, παρελθούσης δὲ τῆς πλημμύρας, ξηραὶ καταλείπονται· οὕτω καὶ τοῖς οἰνόφλυξι τὸ στόμα, ἐλλιμνάζοντος μὲν τοῦ οἴνου, πλῆρές ἐστί πως καὶ δίυγρον, μικρὸν δὲ παραδραμόντος, ξηρὸν καὶ ἄνικμον ἀπελέγχεται.
bulk itself carrying about their body flabby and sodden and loosed from its vital tone. Of these men the eyes are livid, the surface of the skin sallow, the breath choked, the tongue slackened, and the cry indistinct, the feet tottering like those of children, and the excretions of waste matters flowing of their own accord as though from lifeless things. Pitiable for their luxury, more pitiable than those tossed by tempest on the open sea, whom waves succeeding one after another and overwhelming them do not allow to rise up out of the surge. For just as tempest-tossed ships, whenever they become waterlogged, are necessarily lightened by the casting out of their cargo; so for these men also the discharges of the things that weigh them down are necessary. For by vomiting and disgorging they are barely freed from their burden, being so much more pitiable than those who sail in distress, inasmuch as the latter blame winds and sea and external necessities, whereas these draw upon themselves a self-chosen tempest from drunkenness. And those possessed by demons are pitiable; whereas drunkards, suffering the same things, are not even worthy to be pitied, wrestling as they do with a self-chosen demon. Who even compound drugs for drunkenness, contriving not that they may suffer nothing dreadful from wine, but that they may not cease being drunk. And there is no end to the evil; for wine of itself leads on to more. For it does not relieve the need, but creates an inexorable need of another draught, burning up those who are drunk, and ever summoning them to the desire for more. And just as ravines, so long as the torrents flow into them, seem to be full, but when the flood has passed by, are left dry; so also with wine-bibbers the mouth, while the wine stands pooled in it, is in a manner full and moist, but when it has passed by a little, is proved dry and parched.
5. Πάντη οὖν ἀπέχεσθαι δεῖ τῶν ἐμποιούντων θόλωσιν τῷ ἡγεμονικῷ. Ἐπειδὰν γὰρ πολὺς εἰσπέσῃ ὁ ἄκρατος, οἷόν τις τύραννος ἐπὶ τὴν ἀκρόπολιν ἀναδραμὼν, ἀπὸ τῆς ἄκρας κορυφῆς ἀσιγήτους θορύβους ἐμποιεῖ τῇ ψυχῇ, οὐδενὸς παρανόμου φειδόμενος ἐπιτάγματος. Ἀλλ' αὐτὸν δουλωσάμενος πρῶτον τὸν λογισμὸν, πᾶσαν τήν τε ἐκ παιδεύσεως ἐνυπάρχουσαν διακόσμησιν συγχεῖ καὶ ταράσσει, γέλωτας κινῶν ἀπρεπεῖς, φωνὴν θορυβώδη, ὀργὰς προπετεῖς, ἐπιθυμίας ἀχαλινώτους, οἶστρον καὶ μανίαν ἐπὶ πᾶσαν παράνομον ἡδονήν. Διὰ τοῦτο μὴ πινέτωσαν, φησὶν, οἱ δυνάσται οἶνον, εἴτε οἱ ἀρχήν τινα πεπιστευμένοι, καὶ δημοσίων πραγμάτων οἰκονομίαν· εἴτε οἱ διὰ τὴν ἀκμὴν τῆς ἡλικίας ἐν δυνάμει ὄντες σωματικῇ. Οἱ γὰρ τοιοῦτοι φύσει τυγχάνοντες πρὸς τὰς ὁρμὰς εὐερέθιστοι, ἐπειδὰν καὶ τὸ τοῦ οἴνου προσλάβωσιν ἔξαλμα, οἷόν τινα φλόγα ἀφθόνῳ χορηγίᾳ τῆς καιομένης ὕλης, ἐπὶ τὸ μέγα
5. Altogether, therefore, one must abstain from the things that produce turbidity in the ruling faculty. For whenever much unmixed wine rushes in, running up like some tyrant into the citadel, from the topmost summit it creates unceasing tumults in the soul, sparing no lawless command. But having enslaved reason itself first, it confounds and throws into confusion all the orderly discipline present in it from education, stirring up unseemly laughter, uproarious speech, headlong passions of anger, unbridled desires, frenzy and madness for every lawless pleasure. Therefore let not rulers drink wine (Prov. 31:4), it says, whether those entrusted with some office of rule and the administration of public affairs, or those who through the prime of age are in bodily strength. For since such men are by nature easily provoked to impulses, whenever they take in besides the bounding leap of wine, like some flame with an abundant supply of burning fuel, to a great
PG 32:1328Read from the page
ἐξαίρουσιν. Ὥσπερ γὰρ τὰ πλοῖα καταβαρυνόμενα τῷ φόρτῳ δυσάγωγά ἐστι καὶ εὔκολα πρὸς ναυάγιον· οὕτω καὶ τὰ σώματα, ὅσα πολλῇ καὶ δαψιλεῖ τῇ τρυφῇ εἰς πολυσαρκίαν καταπεφόρτισται διὰ φιληδονίαν, τῷ βυθῷ τῆς ἀπωλείας ἐπινηχόμενα φέρεται. Τί τὴν κατάραν τοῦ Κάϊν ἐφ' ἑαυτὸν ἐπισπᾶσαι, μεθύων, τρέμων καὶ περιφερόμενος διὰ παντὸς τοῦ βίου; οὐ γὰρ ἔχον τὸ σῶμα τὸν ἐκ τῆς φύσεως στηριγμὸν, ἀναγκαίως περιδονεῖται καὶ κατασείεται. Μέχρι τίνος ἡ μέθη; Κινδυνεύεις λοιπὸν βόρβορος εἶναι ἀντὶ ἀνθρώπου· οὕτως ὅλως ἀνεμίχθης τῷ οἴνῳ, καὶ συγκατεσάπης αὐτῷ, ἐκ τῆς καθημερινῆς κραιπάλης οἴνου ἀπόζων, καὶ τούτου διεφθαρμένου, ὥσπερ τῶν ἀγγείων τὰ ἀχρηστότατα. Εἰ μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι, σὺ δὲ μεθύων ἔρχῃ ἐπὶ τὴν νηστείαν, τί σοι τὸ ὄφελος; εἰ γὰρ ἀποκλείει σε τῆς βασιλείας ἡ μέθη, ποῦ σοι λοιπὸν χρήσιμον τὸ νηστεύειν; Οὐχ ὁρᾷς καὶ τῶν ἵππων τοὺς ἀγωνιστὰς, πῶς οἱ ἐμπειρότατοι πωλοδάμναι, τῆς ἀγωνίας προσδοκωμένης, διὰ τῆς ἐνδείας προευτρεπίζουσι; σὺ δὲ ἐξεπίτηδες σεαυτὸν καταπιέζεις τῷ κόρῳ. Βαρουμένη γὰρ ἡ γαστὴρ, οὐχ ὅπως πρὸς δρόμον, ἀλλ' οὐδὲ πρὸς ὕπνον ἐπιτηδεία· διότι καταθλιβομένη τῷ ἄχθει, οὐδὲ ἠρεμεῖν συγχωρεῖται, ἀλλὰ ἀναγκάζεται πολλὰς ποιεῖσθαι τὰς περιστροφὰς ἐφ' ἑκάτερα. Μὴ τοίνυν μυσταγωγείτω σε ἐπὶ νηστείαν ἡ μέθη. Οὐκ ἔστι διὰ μέθης εἴσοδος εἰς νηστείαν, οὐδὲ διὰ πλεονεξίας εἰς δικαιοσύνην, οὐδὲ δι' ἀκολασίας εἰς σωφροσύνην, οὐδὲ, συλλήβδην εἰπεῖν, διὰ τῆς κακίας εἰς ἀρετήν. Μέθη εἰς ἀκολασίαν ἄγει, ἐπὶ νηστείαν ἡ αὐτάρκεια. Ὁ ἀθλῶν προγυμνάζεται, ὁ νηστεύων προεγκρατεύεται. Μὴ ὡς ἀμυνόμενος τὰς ἡμέρας, μὴ ὡς κατασοφιζόμενος τὸν νομοθέτην, τῶν πέντε ἡμερῶν τὴν κραιπάλην προαποτίθεσο. Καὶ γὰρ ἀνόνητα πονεῖς, τὸ μὲν σῶμα συντρίβων, μὴ παραμυθούμενος δὲ τὴν ἔνδειαν. Μέθη Κύριον οὐχ ὑποδέχεται, Πνεῦμα ἅγιον ἀποδιώκει. Καπνὸς μὲν γὰρ φυγαδεύει μελίσσας, χαρίσματα δὲ πνευματικὰ ἀποδιώκει κραιπάλη. Ἵνα δὲ μὴ τοῦτο πάθοιμεν, φύγωμεν τὸ τὴν ἀχάριστον θεραπεύειν γαστέρα, ὅπως τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, κράτος, καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
raise up. For just as ships weighed down by their cargo are hard to steer and prone towards shipwreck; so also bodies, as many as through love of pleasure are overloaded with much and lavish luxury unto corpulence, are carried along swimming upon the deep of perdition. Why do you draw down the curse of Cain upon yourself, being drunken, trembling and tottering through all your life? For when the body does not have the support that comes from nature, it is necessarily whirled about and shaken down. Until when the drunkenness? You are in danger henceforth of being mire instead of a man; so wholly have you been mixed up with wine, and rotted away together with it, smelling of wine from daily debauchery, and that too corrupted, just like the most useless of vessels. If drunkards shall not inherit the kingdom of God, and you come drunken to the fast, what profit is it to you? For if drunkenness shuts you out of the kingdom, where henceforth is fasting useful to you? Do you not see even the contenders among horses, how the most experienced colts-breakers, when the contest is expected, prepare them beforehand through abstinence? Whereas you on purpose weigh yourself down with surfeit. For when the belly is weighed down, not only is it unfit for running, but not even for sleep; because being oppressed by the burden, it is not even permitted to rest, but is compelled to make many turnings to either side. Let not drunkenness, therefore, initiate you into fasting. There is no entrance through drunkenness into fasting, nor through covetousness into righteousness, nor through licentiousness into temperance, nor, to speak summarily, through vice into virtue. Drunkenness leads into licentiousness, self-sufficiency unto fasting. He who contends in games exercises himself beforehand, he who fasts practises self-control beforehand. Not as taking vengeance on the days, not as outwitting the Lawgiver, store up beforehand the debauchery of the five days. For indeed you labour in vain, crushing the body, yet not comforting your need. Drunkenness does not receive the Lord, it drives away the Holy Spirit. For smoke puts bees to flight, and debauchery drives away spiritual gifts. That we may not suffer this, let us flee serving the ungrateful belly, so that we may obtain the eternal goods, in Christ Jesus our Lord, with Whom to the Father, together with the Holy Spirit, be glory, honour, power, and majesty, now and ever, and unto the ages of ages. Amen.
ΠΕΡΙ ΟΡΓΗΣ ΚΑΙ ΕΧΘΡΑΣ.
ON ANGER AND ENMITY.
ΛΟΓΟΣ ΙΖʹ.
DISCOURSE XVII.
1. Μέγιστον κατηγόρημα Χριστιανοῦ, πρόχειρον
1. It is the greatest accusation against a Christian, to be ready
PG 32:1329Read from the page
εἶναι πρὸς ἄμυναν, καὶ παντὶ τρόπῳ ἐπινοεῖν κατὰ τῶν λελυπηκότων τὴν τῶν ὁμοίων ἀντίδοσιν. Πῶς γὰρ διδάξει ἕτερον, μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι, ὁ πάντα ποιῶν εἰς τὸ ἀμύνασθαι καὶ ἀντιλυπῆσαι τὸν βλάψαντα; μὴ μιμούμενος τὴν πραότητα τοῦ Δαβὶδ λέγοντος· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Διὸ δεῖ τὸ μανικὸν καὶ ἔμπληκτον κίνημα τῆς ψυχῆς καταστέλλειν τῇ μνήμῃ τῶν μακαρίων τούτου ὑποδειγμάτων· πῶς πράως ἠνείχετο τῆς παροινίας τοῦ Σεμεεί. Οὐ γὰρ ἐδίδου καιρὸν τῇ ὀργῇ κινηθῆναι, πρὸς τὸν Θεὸν μεταφέρων τὴν ἔννοιαν. Ὅτι Κύριος, φησὶν, εἶπε τῷ Σεμεεὶ καταράσασθαι τὸν Δαβίδ. Διόπερ ἀκούων, ἀνὴρ αἱμάτων καὶ ἀνὴρ παράνομος, οὐκ ἐκείνῳ ἐχαλέπηνεν, ἀλλ' ἑαυτὸν ἐταπείνωσεν, ὡς κατὰ τὴν ἀξίαν αὐτῷ τῆς ὕβρεως ἀπαντώσης. Πᾶς γὰρ ἔλεγχος ἐναργῶς καθαπτόμενος τοῦ ἐλεγχομένου, ἰσχυρῶς αὐτὸν βασανίζει, παριστὰς τὸ αἶσχος τοῦ ἁμαρτήματος· ὥστε μεγάλα εὐεργετεῖν τὸν ἀναισθητοῦντα τῶν ἰδίων πταισμάτων, εἰς συναίσθησιν ἄγων καὶ μεταμέλειαν ἀληθινήν. Ποῖον γὰρ τραῦμα σωματικὸν οὕτω δριμεῖαν ἐμποιεῖ τὴν ὀδύνην, ὁποίαν βάσανον ἐμποιεῖ τῇ ψυχῇ λόγος καταπληκτικος, καθικνούμενος τοῦ συνειδότος τῶν ἐνεχομένων τῇ αἰσχύνῃ τῶν κακῶς πεπραγμένων·
for vengeance, and in every way to devise against those who have grieved him the repayment of the like. For how shall he teach another to render to no one evil for evil, who does everything in order to avenge himself and grieve in return the one who harmed him; not imitating the meekness of David saying: If I have repaid those who repay me evils, let me fall then empty from my enemies. Wherefore one must quell the frantic and stunned movement of the soul by the remembrance of the blessed examples of this man: how meekly he endured the drunken insolence of Semeei. For he did not give an opportunity to anger to be moved, transferring his thought towards God. Because the Lord, he says, told Semeei to curse David. Wherefore, on hearing, man of blood and lawless man, he was not angry with that man, but humbled himself, as though the insult met him according to his desert. For every reproof that clearly lays hold of the one reproved strongly torments him, setting before him the shame of the sin; so as to confer a great benefit on him who is insensible of his own stumbles, leading him to awareness and true repentance. For what bodily wound produces such sharp pain, as the torture produced in the soul by a striking word, reaching down to the conscience of those held fast in the shame of things basely done?
2. Οὐχ οὕτω σώματος χαρακτὴρ ἴδιός τινος ἐνομίσθη, ὡς τῆς φιλοθέου ψυχῆς τὸ εἰρηνικόν τε καὶ ἥμερον. Πρέποι δ' ἂν τῷ τοιούτῳ, τοὺς ἄλλους ἕλκειν πρὸς ἑαυτὸν, καὶ παρέχειν πᾶσι τοῖς ἐγγίζουσιν, ὥσπερ μύρου τινὸς εὐωδίας, τῆς τοῦ τρόπου χρηστότητος ἀναπίμπλασθαι, αὐτὸν τοῖς ἄλλοις καθηγεῖσθαι ἐπὶ τὰ βέλτιστα, ἀλλ' οὐχὶ ἀκολουθεῖν ἑτέροις, ἐφ' ἃ μὴ δεῖ· καὶ τὸ μὲν φιλόνεικον ἑτέροις παραχωρεῖν· μᾶλλον δὲ κἀκείνων ἐξελεῖν τῆς ψυχῆς, εἴπερ οἷόν τε· αὐτὸν δὲ δι' ἀνεξικακίας λύειν τὰ λυπηρά. Τὸ μὲν γὰρ ἀμύνεσθαι, παντός ἐστι τοῦ ὀργιζομένου· τὸ δὲ καὶ αὐτῆς τῆς ὀργῆς ὑψηλότερον εἶναι, τοῦτο ἑνός που μόνου, καὶ εἴ τις αὐτῷ τὴν ἀρετὴν παραπλήσιος. Οἷον γὰρ θέαμα! πῶς σεμνὸν καὶ θαυμαστὸν καὶ μικροῦ τὴν φύσιν ἐκβαῖνον τὴν ἀνθρωπίνην, ἄνθρωπον πολλὰ λοιδορηθέντα, καί που καὶ πληγὴν δεξάμενον ἐπὶ κόῤῥης, καὶ ἄλλα μυρία παθόντα τῶν λόγῳ καὶ ἔργῳ πρὸς τὴν ἐσχάτην ἀτιμίαν φερόντων, μὴ ὑπερζέσαι θυμῷ, μηδὲ διαναστῆναι πρὸς ἄμυναν, ἀλλὰ πράως καὶ ἀοργήτως προσεύξασθαι ὑπὲρ τοῦ ὑβριστοῦ, ὥστε καὶ τὴν ἐπὶ τοῖς φθάσασιν αὐτῷ ἁμαρτίαν συγχωρηθῆναι, καὶ πρὸς τὸ ἑξῆς τῆς πρεπούσης παρὰ
2. Not so much has a bodily mark been considered peculiar to someone, as peacefulness and gentleness are to the God-loving soul. And it would be fitting for such a man to draw others towards himself, and to grant to all who approach to be filled, as if with the fragrance of some ointment, with the goodness of his character, himself leading the way for others unto the best things, and not following others unto the things that ought not to be; and to yield contentiousness to others, or rather even to pluck it out of their soul, if indeed it be possible, while he himself dissolves grievances through forbearance. For to avenge oneself belongs to everyone who grows angry; whereas to be higher than anger itself, this belongs to some single man alone, and whoever is like him in virtue. For what a spectacle! How august and admirable and almost transcending human nature, that a man reviled with many insults, and perhaps even receiving a blow upon the jaw, and suffering ten thousand other things of those that in word and deed tend towards the utmost dishonour, should not boil over with wrath, nor rise up for vengeance, but meekly and without anger pray on behalf of the insolent man, so that both the sin committed by him in the things that went before may be forgiven, and for what follows he may of the fitting from
Notes, col. 1329

On the reading

Printed καταπληκτικος, for καταπληκτικὸς.

PG 32:1332Read from the page
Θεοῦ ἐπιμελείας ἀξιωθῆναι! Νῦν δὲ ἡμεῖς μετὰ τῶν ἄλλων κακῶν κἀν τούτῳ μάλιστα ἁμαρτάνομεν, διώκοντες ἀνταπόδομα, οὐδὲ ἴσῳ τῷ μέτρῳ ἀντιδιδόντες, ἀλλὰ μεθ' ὑπερβολῆς ἀμυνόμενοι, οὐκ ἐὰν ὑβρισθῶμεν μόνον, ἀλλ' ἐὰν μὴ καὶ τιμηθῶμεν παροξυνόμενοι· καὶ τοὺς ἔλαττον ἡμᾶς τιμῶντας, ὧν ἀξίους αὐτοὺς ὑπειλήφαμεν, ὡς ἐχθροὺς λογιζόμενοι.
God care be deemed worthy! Now, however, we among other evils sin most of all in this too, pursuing retribution, and not even rendering back in equal measure, but avenging ourselves with excess, being provoked not only if we are insulted, but even if we are not honoured; and reckoning as enemies those who honour us less than we have supposed ourselves worthy of.
3. Ὕβρισέ σε ὀργισθεὶς ὁ δεῖνα; στῆσον τῇ σιωπῇ τὸ κακὸν, καὶ μὴ ὥσπερ ῥεῦμα τὴν ἐκείνου ὀργὴν εἰς τὴν ἰδίαν καρδίαν ὑποδεξάμενος, τοὺς ἀνέμους μιμῇ, διὰ τῆς ἀντιπνοίας ἀντιδιδόντας τὸ ἐνεχθέν. Ἐκεῖνος ἐλοιδόρησε; σὺ εὐλόγησον. Ἐτύπτησεν ἐκεῖνος; σὺ ὑπόμεινον. Διαπτύει, καὶ τὸ μηδὲν ἡγεῖταί σε; σὺ ἔννοιαν λάβε σεαυτοῦ, ὅτι ἐκ γῆς ὑπέστης, καὶ εἰς γῆν πάλιν ἀναλυθήσῃ. Ἀφανῆ σε εἶπε, καὶ ἄδοξον, καὶ μηδένα μηδαμόθεν; σὺ καὶ γῆν εἰπὲ καὶ σποδὸν σεαυτόν. Οὐκ εἶ σεμνότερος τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ, ὃς ταῦτα ἑαυτὸν ἀπεκάλει. Ἀμαθῆ καὶ πτωχόν; σὺ δὲ σκώληκα σεαυτὸν εἰπὲ, καὶ ἀπὸ κοπρίας ἔχειν τὴν γέννησιν, τὰ τοῦ Δαβὶδ λέγων ῥήματα. Τούτοις πρόσθες καὶ τὸ τοῦ Μωϋσέως καλόν. Ἐκεῖνος ὑπὸ Ἀαρὼν καὶ Μαρίας λοιδορηθεὶς, οὐ κατ' αὐτῶν ἐνέτυχε τῷ Θεῷ, ἀλλὰ προσηύχετο ὑπὲρ αὐτῶν. Καὶ σὺ τοίνυν, ἐὰν πένητά σε προσείπῃ, εἰ μὲν ἀληθῆ λέγει, κατάδεξαι τὴν ἀλήθειαν· εἰ δὲ ψεύδεται, τί πρὸς σὲ τὸ λεγόμενον; Μήτε πρὸς ἐπαίνους χαυνωθῇς, τοὺς ὑπὲρ τὴν ἀλήθειαν· μήτε πρὸς ὕβρεις ἀγριάνῃς, τὰς οὐχ ἁπτομένας σου. Οὐχ ὁρᾷς τὰ τοξεύματα, πῶς τῶν μὲν στεῤῥῶν καὶ ἀντιτύπων πέφυκε διαπίπτειν, ἐν δὲ τοῖς ἁπαλοῖς καὶ ὑπείκουσι τὴν ὁρμὴν ὑπεκλύειν; Τί δέ σε ταράσσει ἡ προσηγορία τοῦ πένητος; Μνήσθητι τῆς φύσεως σεαυτοῦ· ὅτι γυμνὸς εἰς τὸν κόσμον εἰσῆλθες, γυμνὸς καὶ ἀπελεύσῃ. Τί δὲ γυμνοῦ πενιχρότερον; Οὐδὲν ἤκουσας δεινόν. Τίς ποτε ἀπήχθη διὰ πενίαν εἰς δεσμωτήριον; Οὐ τὸ πένεσθαι ἐπονείδιστον, ἀλλὰ τὸ μὴ φέρειν εὐγενῶς τὴν πενίαν. Τί ὀργῆς ἀφρονέστερον; Ἐὰν μείνῃς ἀόργητος, ᾔσχυνας τὸν ὑβρίσαντα, ἔργῳ τὴν σωφροσύνην ἐπιδειξάμενος. Ὡς γὰρ ὁ τύπτων τὸν μὴ ἀλγοῦντα, ἑαυτὸν τιμωρεῖται (οὔτε γὰρ τὸν ἐχθρὸν ἠμύνατο, καὶ τὸν θυμὸν οὐκ ἀνέπαυσεν)· οὕτως ὁ τὸν ἀλοιδόρητον ὀνειδίζων, παραμυθίαν εὑρεῖν τοῦ πάθους οὐ δύναται. Ἀμυνόμενος δὲ, καὶ εἰς ἴσον ἀντικαθιστάμενος τῷ λοιδόρῳ, τί καὶ ἀπολογήσῃ; Ὅτι παρώξυνε κατάρξας; Καὶ ποίας τοῦτο συγγνώμης ἄξιον; Οὐδὲ γὰρ ὁ πόρνος ἐπὶ τὴν ἑταίραν τὴν αἰτίαν μετατιθεὶς, ὡς πρὸς τὴν ἁμαρτίαν διερεθίσασαν, ἧττον τῆς κατακρίσεως ἀξιοῦται. Πονηρὸν ἡ ὕβρις; φεῦγε τὴν μίμησιν. Οὐ γὰρ δὴ τὸ ἕτερον κατάρξαι, ἱκανὸν εἰς παραίτησιν. Δικαιότερον μὲν οὖν, ὡς ἐμαυτὸν πείθω, καὶ ἐπιτεῖναι τὴν ἀγανάκτησιν· διότι ὁ μὲν οὐκ εἶχε τὸ σωφρονίζον ὑπόδειγμα· σὺ δὲ βλέπων ἀσχημονοῦντα
3. Has so-and-so in anger insulted you? Stop the evil by silence, and do not, receiving his anger like a stream into your own heart, imitate the winds, which by counter-blowing give back what was borne to them. Did that man revile? Do you bless. Did that man strike? Do you endure. Does he spit upon you, and count you as nothing? Do you take thought of yourself, that from earth you came into being, and unto earth again you shall be dissolved. Did he call you obscure, and inglorious, and a nobody from nowhere? Do you call yourself both earth and ashes. You are not more august than our father Abraham, who called himself these things. Unlearned and a beggar? Do you call yourself a worm, and as having your birth from a dunghill, speaking the words of David. To these add also the noble deed of Moses. He, when reviled by Aaron and Miriam, did not plead against them to God, but prayed on their behalf. And you therefore, if someone addresses you as a poor man, if indeed he speaks the truth, accept the truth; but if he lies, what is that which is said to you? Neither be puffed up at praises that are beyond the truth; nor grow fierce at insults that do not touch you. Do you not see the arrows, how they naturally glance off hard and resistant things, whereas in soft and yielding things they slacken their force? And why does the appellation of poor man trouble you? Remember your own nature: that naked you came into the world, and naked also you shall depart. And what is poorer than a naked man? You have heard nothing dreadful. Who was ever led away to prison on account of poverty? It is not being poor that is shameful, but not bearing poverty nobly. What is more foolish than anger? If you remain without anger, you have put to shame the one who insulted you, having displayed temperance in deed. For just as he who strikes one who feels no pain punishes himself (for he neither avenged himself on his enemy, nor did he appease his wrath); so he who reproaches one who cannot be reviled cannot find consolation for his passion. But if you avenge yourself, and set yourself up on an equal footing against the reviler, what defence will you even make? That he provoked you by beginning first? And of what pardon is this worthy? For neither is the fornicator who shifts the blame onto the courtesan, as having provoked him towards the sin, deemed worthy of less condemnation. Is insolence an evil thing? Flee the imitation of it. For surely the fact that the other began first is not sufficient for an excuse. It is more just, therefore, as I persuade myself, even to intensify the indignation; because the one did not have the chastening example, whereas you, seeing acting unseemly
PG 32:1333Read from the page
τὸν ὀργιζόμενον, οὐκ ἐφυλάξω αὐτοῦ τὴν ὁμοίωσιν, ἀλλ' ἀγανακτεῖς καὶ χαλεπαίνεις, καὶ ἀνταγωνίζῃ· καὶ γίνεταί σου τὸ πάθος ἀπολογία τοῦ προλαβόντος. Εἰ μὲν πονηρὸν ὁ θυμὸς, τί οὐκ ἐξέκλινας τὸ κακόν; Εἰ δὲ συγγνώμης ἄξιον, τί χαλεπαίνεις τῷ θυμουμένῳ; ἔοικε γάρ πως συνεξομοιοῦσθαι τῷ ματαιολογοῦντι ὁ ἀντιλέγων. Διόπερ, οἶμαι, ὁ σοφὸς παρεγγυᾷ Σολομὼν, μὴ ἀποκρίνασθαι τῷ ἄφρονι κατὰ τὴν ἐκείνου ἀφροσύνην. Ὥσπερ γὰρ ὁ βασιλικὴν εἰκόνα καθυβρίσας, ὡς εἰς αὐτὸν ἐξαμαρτήσας τὸν βασιλέα κρίνεται· οὕτω δηλονότι ὑπόδικός ἐστι τῇ ἁμαρτίᾳ ὁ τὸν κατ' εἰκόνα Θεοῦ γεγενημένον καθυβρίζων.
the angry man, did not guard yourself against likeness to him, but are indignant and angry, and contend against him; and your passion becomes a defence for him who went before. If wrath is an evil thing, why did you not turn aside from the evil? But if it is worthy of pardon, why are you angry with him who is in wrath? For he who contradicts seems somehow to make himself like the vain talker. Wherefore, I think, the wise Solomon charges not to answer the fool according to his folly. For just as he who has insulted a royal image is judged as having sinned against the king himself; so manifestly is he liable to the sin who insults the one generated according to the image of God.
4. Ἀνδρὶ θυμώδει μὴ συναυλίζου, φησί. Κακὸν γὰρ πρᾶγμα κυνὶ συνδεδέσθαι, καὶ διηνεκοῦς ὑλακῆς ἀπολαύειν. Φεῦγε τοίνυν τὰς μετ' αὐτοῦ διατριβάς· ἀνάγκη γάρ σε μαθεῖν τι τῶν ἐκείνου ὁδῶν. Εἶπέ τι ὑβριστικὸν, ἐκίνησε καὶ τὸν ἐν σοὶ θυμόν. Ὥσπερ κυνὸς ὑλακὴ προκαλεῖται ἑτέρου κυνὸς θόρυβον, καὶ τὸν ἐν σοὶ θυμὸν τέως κοιμώμενον καὶ ἡσυχάζοντα ἡ ἐκείνου φωνὴ διήγειρε, καὶ γεγόνατε ἀλλήλοις ἀνθυλακτοῦντες· εἶτα ἀντικαταστάντες ἀλλήλοις, ὥσπερ σφενδόνας ἀφίετε τῶν ῥημάτων τὰς ἀσχημοσύνας. Εἶπέ τι ὑβριστικὸν ἐκεῖνος, ἀντέδωκας σὺ μείζονι ὑπερβολῇ, τὸν προλαβόντα μιμούμενος. Λαβὼν ἐκεῖνος τὴν ἐκ τοῦ λόγου τοῦ ὑβριστικοῦ ἀντίδοσιν, οὐκ ἔστη τῆς ὁρμῆς, ἀλλ' ἐστράφη, καὶ ἐκορύφωσε τὴν ἑαυτοῦ ἁμαρτίαν· μείζων ἠβουλήθη γενέσθαι ἐκ τοῦ εἰπεῖν τι χαλεπώτερον. Σὺ δεξάμενος πάλιν, ὑπερυψώθης, καὶ γέγονε κακῶν φιλονεικία. Ὁ δὲ ἐν κακῶν ἁμίλλαις νικῶν, οὗτος ἀθλιώτερός ἐστιν. Ἐπειδὰν γὰρ ἅπαξ παρωσάμενον τοὺς λογισμοὺς τὸ τοῦ θυμοῦ πάθος, καὶ τὴν δυναστείαν τῆς ψυχῆς παραλάβῃ, ἀποθηριοῖ παντελῶς τὸν ἄνθρωπον, καὶ οὐδὲ ἄνθρωπον εἶναι συγχωρεῖ· ὅπερ γὰρ τοῖς ἰοβόλοις ἐστὶν ἰὸς, τοῦτο τοῖς παροξυνθεῖσιν ὁ θυμός. Λυσσῶσιν ὥσπερ οἱ κύνες, ᾄττουσιν ὥσπερ οἱ σκορπίοι, δάκνουσιν ὥσπερ οἱ ὄφεις. Ἀγνοοῦσι μὲν γὰρ αὐτοὺς πρῶτον οἱ ὀργιζόμενοι, ἔπειτα καὶ πάντας ὁμοίως τοὺς ἐπιτηδείους. Διὰ θυμὸν καὶ ξίφος ἀκονᾶται, καὶ θάνατος ἀνθρώπου ἐκ χειρὸς ἀνθρωπείας τολμᾶται. Διὰ τοῦτον ἀδελφοὶ μὲν ἀλλήλους ἠγνόησαν· γονεῖς δὲ καὶ τέκνα τῆς φύσεως ἐπελάθοντο· καὶ ὥσπερ αἱ χαράδραι πρὸς τὰ κοῖλα συῤῥέουσαι τὸ προστυχὸν παρασύρουσιν· οὕτω καὶ αἱ τῶν ὀργιζομένων ὁρμαὶ βίαιοι καὶ ἀκάθεκτοι διὰ πάντων ὁμοίως χωροῦσιν. Οἱονεὶ γὰρ οἴστρῳ τῇ μνήμῃ τῶν λελυπηκότων περικεντούμενοι, σφαδάζοντος αὐτοῦ τοῦ θυμοῦ καὶ πηδῶντος, οὐ πρότερον ἀπο-
4. Do not dwell together with a wrathful man, he says. For it is a bad thing to be bound together with a dog, and to experience continual barking. Flee, therefore, spending time with him; for it is necessary that you learn something of his ways. He said something insolent, he stirred up the wrath in you as well. Just as a dog's barking provokes another dog's uproar, so also his voice roused the wrath in you that until then was sleeping and keeping quiet, and you have become dogs barking back at one another; then, standing arrayed against one another, as if from slings you hurl the indecencies of words. That man said something insolent, you paid it back with greater excess, imitating him who went before. Receiving the repayment from the insolent word, that man did not stay his impulse, but turned back, and brought his own sin to a peak: he wished to become greater by saying something harsher. You, receiving it again, were lifted up still higher, and there has arisen a rivalry of evils. And he who conquers in contests of evils, this man is more wretched. For once the passion of wrath has thrust aside reasoning, and taken over the sovereignty of the soul, it utterly turns the man into a wild beast, and does not even permit him to be a man; for what venom is to venomous creatures, this wrath is to those who are provoked. They rage like dogs, they dart like scorpions, they bite like serpents. For those who are angry first do not know themselves, and next all their friends alike. Because of wrath even a sword is sharpened, and the death of a man by a human hand is dared. Because of this, brothers failed to know one another; and parents and children forgot nature; and just as mountain torrents flowing together into the hollows sweep away whatever meets them, so also the violent and irrepressible impulses of those who are angry advance through all things alike. For being goaded round about as if by a gadfly by the remembrance of those who have grieved them, while wrath itself convulses and leaps, they do not previously cease-