Migne Reading Room

PG 32 · cols. 1288–1297 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:1288Read from the page
συγκαθειργνύναι ἑαυτὸν καὶ συμμελανειμονεῖν, καὶ χαμαὶ συγκαθῆσθαι, καὶ κουρᾶς ἀμελεῖν. Ἐκ τούτων γὰρ ἐπιτείνειν μᾶλλον ἔστι τὴν συμφορὰν, ἢ καταπραΰνειν. Ἀλλὰ δάκνεσθαι μὲν ὑπὸ τῶν γινομένων, καὶ ἡσυχῆ τοῖς λυπηροῖς ἐπιστυγνάζειν προσῆκεν, ἐν συννοίᾳ προσώπου, καὶ σεμνότητι βάρος ἐχούσῃ, τὸ τῆς ψυχῆς πάθος διασημαίνοντα. Φθεγγόμενον δὲ, οὐκ εὐθὺς ἐπιπηδᾷν ταῖς ἐπιτιμήσεσι προσῆκεν, ὥσπερ ἐναλλόμενον καὶ ἐπεμβαίνοντα τοῖς κειμένοις. Φορτικὸν γὰρ τοῖς ὑπὸ λύπης τὴν ψυχὴν κεκακωμένοις ἡ ἐπιτίμησις, καὶ ἅμα δυσπαράδεκτοί εἰσι τοῖς κάμνουσι, καὶ πρὸς παρηγορίαν ἀπίθανοι τῶν ἀπαθῶς παντάπασι διακειμένων οἱ λόγοι. Ὥσπερ γὰρ ὀφθαλμῷ φλεγμαίνοντι καὶ τὸ ἁπαλώτατον τῶν παρηγορημάτων ἀνίαν ἐμποιεῖ· οὕτω καὶ ψυχῇ ὑπὸ θλίψεως βαρείας κεκακωμένῃ, κἂν πολλὴν παράκλησιν φέρῃ ὁ λόγος, ὀχληρός πως εἶναι δοκεῖ ἐν τῇ περιωδυνίᾳ προσφερόμενος. Ὅταν δὲ ἴδῃς ἐπὶ μετανοίᾳ τῶν ἡμαρτημένων τὸν ἀδελφὸν ὀδυρόμενον, σύγκλαυσον τῷ τοιούτῳ, καὶ σύμπαθε· καὶ γάρ σοι ὑπάρξει ἐν ἀλλοτρίοις πάθεσι τὸ οἰκεῖον ἐπανορθοῦσθαι. Ὁ γὰρ ὑπὲρ τῆς τοῦ πλησίον ἁμαρτίας θερμὸν ἀποστάξας δάκρυον, ἑαυτὸν ἐξιάσατο, δι' ὧν τὸν ἀδελφὸν ἀπωδύρατο. Ὑπὲρ ἁμαρτίας κλαῖε. Αὕτη ἀῤῥωστία ψυχῆς, αὕτη θάνατός ἐστι τῆς ἀθανάτου, αὕτη πένθους ἀξία καὶ ὀδυρμῶν ἀσιγήτων. Ἐπὶ ταύτῃ πᾶν δάκρυον ῥέοι, καὶ μὴ διαλείποι στεναγμὸς ἐκ μέσης καρδίας ἀναπεμπόμενος. Οὕτως ἔκλαιεν Ἱερεμίας ἐπὶ τοῖς ἀπολλυμένοις τοῦ λαοῦ· ᾧ γε ἐπειδὴ οὐκ ἤρκει τὸ ἐκ φύσεως δάκρυον, πηγὴν ἐπεζήτει δακρύων καὶ σταθμὸν ἔσχατον. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν Χριστῷ τῷ Θεῷ ἡμῶν, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
to shut oneself up together with him and wear black together, and sit together upon the ground, and neglect the cutting of one's hair. For from these things one rather intensifies the calamity than soothes it. Instead, it is fitting indeed to be stung by what happens, and quietly to be saddened at painful things, signifying the affection of the soul by thoughtfulness of countenance and a gravity that carries weight. And when speaking, it is not fitting to leap straightway upon rebukes, as though springing upon and trampling those who lie prostrate. For rebuke is burdensome to those whose soul is distressed by grief, and at the same time the words of those who are altogether passionless in disposition are hard for the suffering to accept, and unconvincing for consolation. For just as to an inflamed eye even the gentlest of soothing applications causes pain, so also to a soul distressed by heavy affliction, even though the discourse bring much comfort, it seems somehow troublesome when applied in the midst of extreme pain. But when you see your brother mourning in repentance for the sins he has committed, weep together with such a one, and suffer with him; for it will be yours in the sufferings of others to set right your own case. For he who has shed a warm tear over his neighbour's sin has healed himself through the things wherein he bewailed his brother. Weep over sin. This is the sickness of the soul, this is the death of the immortal, this is worthy of mourning and of unceasing lamentations. Over this let every tear flow, and let not groaning sent up from the midst of the heart cease. Thus Jeremiah wept over those of the people who were perishing; for whom, since the natural tear did not suffice, he sought a fountain of tears and a furthest lodging-place. And for all these things let us give thanks to Christ our God, because to Him belongs all glory, honour, and worship, together with the Father Who is without beginning, and the All-Holy and Life-giving Spirit, now and ever, and unto the ages of the ages. Amen.
ΠΕΡΙ ΥΠΟΜΟΝΗΣ ΚΑΙ ΜΑΚΡΟΘΥΜΙΑΣ.
ON PATIENCE AND LONG-SUFFERING.
ΛΟΓΟΣ ΙΓʹ.
DISCOURSE XIII.
1. Μηδεὶς ἐξ ὧν ἔπαθε λυπηρῶν ἀναπεισθῇ λογίσασθαί τι καὶ λέγειν, ὡς ἄρα οὐδεμία πρόνοια τάττει τὰ καθ' ἡμᾶς, μηδὲ κατηγορείτω τῆς οἰκονομίας τοῦ Δεσπότου καὶ κρίσεως· ἀλλ' εἰς τὸν ἀθλητὴν Ἰὼβ ὁράτω, κἀκεῖνον σύμβουλον ποιείσθω τοῦ κρείττονος. Ἀναλογιζέσθω τοὺς ἀγῶνας ἅπαντας ἐφεξῆς, ἐν οἷς ἐκεῖνος ἠρίστευσε· καὶ πόσοις βέλεσιν ὑπὸ τοῦ διαβόλου βληθεὶς, οὐκ ἐδέξατο καιρίαν πληγήν. Περιεῖλε μὲν γὰρ αὐτοῦ τὴν εὐπραγίαν τῶν οἰκείων, καταχῶσαι δὲ αὐτὸν ταῖς ἐπαλλήλοις τῶν κακῶν ἐβουλεύσατο φήμαις. Ἔτι γὰρ τοῦ προτέρου τὴν τοιάνδε συμφορὰν ἐξαγγέλλοντος, ἕτερος ἄγγελος ἤρχετο, χειρόνων πραγμάτων φέρων κατήφειαν· ἀλλήλοις τε ἐπι-
1. Let no one, from the painful things which he has suffered, be persuaded to reckon or say anything to the effect that no providence orders our affairs, nor let him accuse the dispensation and judgement of the Master; but let him look upon the athlete Job, and make him his counsellor for what is better. Let him reckon up all the contests in succession wherein that man excelled; and when struck by how many darts from the devil, he received no mortal wound. For he stripped away the prosperity of his household, and resolved to overwhelm him with successive reports of evils. For while the former messenger was still announcing such a calamity, another messenger came, bringing the dejection of worse affairs; and upon one another
PG 32:1289Read from the page
συνήπτετο τὰ δεινὰ, καὶ τὴν τῶν κυμάτων ἐπιδρομὴν ἐζήλουν αἱ συμφοραὶ, καὶ πρὶν ἢ παυθῆναι τὸ πρότερον δάκρυον, ἑτέρου προσήγετο πρόφασις. Ὁ δὲ ὥσπερ τις πρόβολος εἱστήκει, τὰς τοῦ χειμῶνος ὑποδεχόμενος προσβολὰς, καὶ ἀλλοιῶν εἰς ἀφρὸν τῶν κυμάτων τὴν βίαν, καὶ τὴν εὐγνώμονα πρὸς τὸν Δεσπότην ἠφίει φωνὴν, καὶ οὐδὲν τῶν συμβαινόντων δακρύων ἠξίωσεν. Ἐπειδὴ δὲ ἧκέ τις ἀγγέλλων, ὡς τοῖς παισὶ καὶ ταῖς θυγατράσιν εὐωχουμένοις ἐπετίναξε πνεῦμά τι βίαιον τὸ τῆς εὐφροσύνης δωμάτιον, τότε μόνον τὴν ἐσθῆτα διέρῥηξε, τὸ τῆς φύσεως ἐπιδεικνύμενος συμπαθὲς, καὶ ὅτι πατὴρ εἴη φιλόστοργος οἷς ἔπραττε μαρτυρούμενος· καὶ ταῖς εὐσεβέσιν ἐκείναις φωναῖς κοσμῶν τὸ γινόμενον, ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· μονονουχὶ τοιαῦτα βοῶν· Ἐκλήθην πατὴρ, ἐφ' ὅσον ὁ τοῦτό με ποιήσας ἐβούλετο χρόνον. Περιελεῖν μου τὸν ἐκ τῆς γονῆς στέφανον ἐβουλεύσατο πάλιν, οὐ διαμάχομαι περὶ τῶν ἰδίων αὐτῷ. Κρατείτω τὸ τῷ Δεσπότῃ δοκοῦν· αὐτός ἐστιν ὁ πλάστης τοῦ γένους, ἐγὼ δὲ ὄργανον· τί με χρὴ δοῦλον ὄντα δυσχεραίνειν ἀνόνητα, καὶ μέμφεσθαι ψῆφον ἣν οὐ δύναμαι λύειν Τοιούτοις τὸν διάβολον ὁ δίκαιος κατηκόντιζε ῥήμασιν. Ἐπειδὴ δὲ αὐτὸν νικῶντα εἶδε πάλιν ὁ δυσμενὴς, καὶ οὐδενὶ τούτων τιναχθῆναι δυνάμενον, αὐτῇ τῇ σαρκὶ τὸ τῆς πείρας προσῆγε μηχάνημα, καὶ τὸ σῶμα μαστίξας ἀῤῥήτοις πληγαῖς, σκωλήκων ἀναδίδοσθαι πηγὰς ἐξ αὐτοῦ παρεσκεύασε· καὶ τῶν τῆς βασιλείας θρόνων τὸν ἄνδρα καταγαγὼν, ἐπὶ κοπρίας ἐκάθισεν. Ὁ δὲ καὶ τοιούτοις βαλλόμενος πάθεσιν, ἀκίνητος ἔμενε· καὶ σπαραττομένου τοῦ σώματος, ἄσπιλον ἐφύλαττε τὸν τῆς εὐσεβείας θησαυρὸν ἐν τῷ κρυπτῷ τῆς ψυχῆς.
were the dreadful things joined together, and the calamities emulated the onrush of waves, and before the former tear had ceased, the occasion for another was brought on. Yet he stood like some headland, receiving the assaults of the storm, and turning the violence of the waves into foam; and he sent forth his grateful voice towards the Master, and counted none of the things that befell worthy of tears. But when someone came reporting how, while his sons and daughters were feasting, a violent wind smote the house of gladness, then alone did he rend his garment, displaying the sympathy of nature, and bearing witness by what he did that he was an affectionate father; and adorning what had happened with those pious utterances, he said: The Lord gave, the Lord hath taken away; as it pleased the Lord, so also it came to pass; all but crying aloud such things as these: I was called a father for so long a time as He Who made me this willed. He resolved again to strip away from me the crown of my offspring; I do not contend with Him over His own things. Let that prevail which seems good to the Master; He is the Fashioner of our race, and I am an instrument; what need is there for me, being a servant, to chafe in vain, and to blame a sentence which I cannot annul? With such words as darts did the righteous man pierce the devil. And when the foe saw him conquering again, and able to be shaken by none of these things, he applied the engine of temptation to his very flesh, and having scourged his body with unspeakable strokes, caused springs of worms to issue forth from it; and having brought the man down from the thrones of kingship, he seated him upon a dunghill. Yet he, even when pelted with such sufferings, remained unmoved; and while his body was being torn in pieces, he kept the treasure of godliness spotless in the hidden recess of his soul.
2. Οὐκ ἔχων τοίνυν ὅ τι ποιήσει λοιπὸν ὁ πολέμιος, ἐπὶ τὴν τῆς ἀρχαίας ἐπιβουλῆς ἔρχεται μνήμην, καὶ τὴν τοῦ γυναίου διάνοιαν ὑποσύρας εἰς ἀσεβῆ γνώμην καὶ βλάσφημον, δι' ἐκείνης σαλεύειν ἐπειρᾶτο τὸν ἀθλητήν. Καὶ ἡ μὲν πρὸς τὸν μακρὸν πόνον ἀπαγορεύσασα, τῷ δικαίῳ παρίστατο, κάτω νενευκυῖα, καὶ τὰς χεῖρας ἐπὶ τοῖς ὁρωμένοις συγκρούουσα, καὶ τοὺς τῆς εὐσεβείας αὐτῷ καρποὺς ὀνειδίζουσα, καὶ καταλέγουσα μὲν τὴν παλαιὰν εὐθηνίαν τῶν οἰκείων, ὑποδεικνῦσα δὲ τὰ παρόντα κακὰ, καὶ οἷον ἐξ οἵων ἔλαχε βίον, καὶ τίνα τῶν πολλῶν θυσιῶν ἐδέξατο παρὰ τοῦ Δεσπότου μισθόν. Ἔλεγέ τε ἀεὶ τῆς μὲν τῶν γυναικῶν ὀλιγοψυχίας ἄξια ῥήματα, ταράξαι δὲ πάντα ἄνδρα δυνάμενα, καὶ περιτρέψαι καὶ γενναίαν διάνοιαν. Πλανῆτις γὰρ καὶ λάτρις περιέρχομαι, ἡ βασιλὶς δουλεύω, καὶ πρὸς τὰς τῶν ἐμῶν οἰκετῶν χεῖρας ἠνάγκασμαι βλέπειν, καὶ τρέφουσα πάλαι πολλοὺς, ἀγαπητῶς ἐκ τῶν ἀλλοτρίων παρατρέφομαι νῦν. Καὶ ὅτι καλὸν
2. Not having, therefore, what he might do henceforth, the enemy comes to the remembrance of his ancient plot, and having dragged down the mind of the woman into an ungodly and blasphemous opinion, he attempted through her to shake the athlete. And she, having fainted before the long toil, stood beside the righteous man, bowed down, and clapping her hands together at the things that were seen, and reproaching him with the fruits of his godliness, recounting on the one hand the ancient abundance of their household, and pointing out on the other the present evils, and what sort of life he had obtained after what great things, and what reward he had received from the Master for his many sacrifices. And she kept uttering words worthy indeed of the faint-heartedness of women, yet able to trouble any man, and to overturn even a noble mind: For as a wanderer and a hired servant I go about; I who was a queen am a slave, and I have been compelled to look to the hands of my own servants, and having of old fed many, I am now gladly fed on the side from the substance of others. And she added that it would be good
Notes, col. 1289

On the reading

Printed λύειν, for λύειν;.

PG 32:1292Read from the page
εἴη καὶ χρήσιμον, ἀσεβέσι χρησάμενον ῥήμασι, καὶ ἑαυτὸν τῆς γῆς ἐκτεμεῖν, τὸ τῆς τοῦ κτίσαντος ὀργῆς ἀκονήσαντα ξίφος, ἢ διακαρτεροῦντα πρὸς τὰ δεινὰ, τὸν ἐν τοῖς ἀγῶσι μόχθον ἑαυτῷ τε καὶ τῇ συνοικούσῃ μηκύνειν. Ὁ δὲ ἐπὶ τούτοις τοῖς ῥήμασιν ἀχθεσθεὶς, ὡς ἐπ' οὐδενὶ τῶν προτέρων κακῶν, καὶ θυμοῦ τὸ βλέμμα πληρώσας, καὶ πρὸς τὴν γυναῖκα καθάπερ πρὸς πολεμίαν ἀποστραφεὶς, τί φησιν; Ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐφθέγξω; Κατάθου, φησὶν, ὦ γύναι, τὴν συμβουλήν. Μέχρι τίνος τὴν κοινὴν ἐν οἷς λέγεις ὑβρίζεις ζωήν; Ἐψεύσω, καὶ τὴν ἐμὴν, ὡς οὐκ ηὐχόμην, ἀναστροφὴν διέβαλες ἐν οἷς ἐλάλησας, καὶ τὸν ἐμὸν βίον. Ἐξ ἡμισείας ἠσεβηκέναι νενόμικα νῦν· ἐπειδήπερ ἓν μὲν σῶμα ἀμφοτέρους ἡμᾶς ὁ γάμος ἐποίησε, σὺ δὲ εἰς βλασφημίαν κατέπεσας. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἀνάμνησον τῶν φθασάντων σεαυτὴν ἀγαθῶν· ἀντισήκωσον τὰ κρείττω τοῖς χείροσιν. Οὐδενὸς ἀνθρώπων ὁ βίος διόλου μακάριος· τὸ διὰ παντὸς εὖ πράττειν μόνου Θεοῦ ἐστι. Σὺ δὲ εἰ τοῖς παροῦσιν ἀλγεῖς, ἀπὸ τῶν προλαβόντων σαυτὴν παραμύθησαι. Νῦν δακρύεις, ἀλλ' ἐγέλασας πρότερον· νῦν πτωχεύεις, ἀλλ' ἐπλούτησας πρότερον· ἔπιες τὸ διειδὲς νᾶμα τοῦ βίου, καὶ τὸ θολερὸν πίνουσα καρτέρησον. Οὐδὲ τὰ τῶν ποταμῶν ῥεύματα διόλου φαίνεται καθαρά· ποταμὸς δὲ, ὡς οἶσθα, ὁ βίος ἡμῶν, ῥέων ἐνδελεχῶς, καὶ κύμασιν ἀλλεπαλλήλοις πληρούμενος. Τὸ μὲν γὰρ αὐτοῦ προέῤῥευσεν ἤδη, τὸ δὲ ἔτι πορεύεται, τὸ δὲ ἄρτι προέκυψε τῶν πηγῶν, τὸ δὲ μέλλει· καὶ πρὸς τὴν κοινὴν ἅπαντες τοῦ θανάτου σπεύδομεν θάλατταν. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἀναγκάζομεν τὸν κριτὴν ὅμοια χορηγεῖν τὰ πράγματα δι' αἰῶνος ἡμῖν; διδάσκομεν τὸν Δεσπότην, ὅπως χρὴ διεξάγειν τὸν ἡμέτερον βίον; Αὐτὸς τῶν οἰκείων ψήφων ἔχει τὴν ἐξουσίαν· ὅπως βούλεται, τάττει τὰ καθ' ἡμᾶς· σοφὸς δέ ἐστι, καὶ τὸ λυσιτελοῦν ἐπιμετρεῖ τοῖς οἰκέταις. Μὴ περιεργάζου τοῦ Δεσπότου τὴν κρίσιν· ἀγάπα μόνον τὰ παρὰ τῆς αὐτοῦ σοφίας οἰκονομούμενα. Ὅπερ ἂν δῷ σοι, τοῦτο δέχου μεθ' ἡδονῆς· δεῖξον ἐν τοῖς ἀλγεινοῖς ὡς καὶ τῆς εὐφροσύνης ἀξία τῆς πρόσθεν ἐτύγχανες. Ταῦτα ὁ Ἰὼβ λέγων, ἀπεκρούσατο καὶ ταύτην τοῦ διαβόλου τὴν προσβολὴν, καὶ τελείαν αὐτῷ τὴν τῆς ἥττης αἰσχύνην ἐπήγαγε. Τί οὖν ἐντεῦθεν συνέβαινεν; Ἔφυγεν αὖθις ἡ νόσος αὐτὸν, ὡς εἰκῆ προσελθοῦσα, καὶ μηδὲν ἀνύσασα πλέον. Ἀνέθαλεν εἰς δευτέραν ἥβην ἡ σὰρξ, ἤνθησεν ὁ βίος πάλιν τοῖς ἅπασι, καὶ διπλασίων πανταχόθεν ἐπὶ τὸν οἶκον ὁ πλοῦτος συνέῤῥευσεν· ἵνα τὸ μὲν ὡς μηδὲν ἀπολωλεκὼς ἔχῃ, τὸ δὲ ὑπάρξῃ τῆς καρτερίας τῷ δικαίῳ μισθός. Ἐκ τούτου τοίνυν ἀνδρίαν ψυχῆς ἕκαστος παιδευώμεθα· ὃς οὐ μόνον, πρὸς τὰ ἐναντία τοῦ βίου
and profitable for him, using ungodly words, to cut himself off from the earth, having sharpened the sword of the Creator's wrath, rather than, by holding out against the dreadful things, to prolong the toil in the contests both for himself and for her who lived with him. But he, grieved at these words as at none of his former evils, and filling his gaze with indignation, and turning away towards his wife as towards an enemy, what does he say? Why hast thou spoken like one of the foolish women? Lay aside, he says, O woman, thy counsel. How long dost thou insult our common life in the things which thou sayest? Thou hast lied, and hast slandered my conduct, as I would not have wished, in the things which thou hast spoken, and my life. By half I reckon that I have now acted ungodly; since marriage indeed made us both one body, whereas thou hast fallen into blasphemy. If we have received good things from the hand of the Lord, shall we not endure evil things? Remind thyself of the good things that went before; counterbalance the better things against the worse. No man's life is altogether blessed; to fare well continually belongs to God alone. If then thou grievest at the present things, comfort thyself from the things that went before. Now thou weepest, but formerly thou didst laugh; now thou art poor, but formerly thou wast rich; thou drankest the clear stream of life, endure also in drinking the turbid. Not even the streams of rivers appear altogether pure; and our life, as thou knowest, is a river, flowing continually, and filled with successive waves. For one part of it has already flowed past, another is still passing on, another has just peered forth from the springs, and another is to come; and we all hasten towards the common sea of death. If we have received good things from the hand of the Lord, shall we not endure evil things? Do we compel the Judge to supply things alike to us for ever? Do we teach the Master how He ought to conduct our life? He Himself holds the authority over His own decrees; as He wills, He orders our affairs; and He is wise, and measures out what is profitable to His servants. Do not pry overly curiously into the judgement of the Master; love only the things dispensed by His wisdom. Whatever He may give thee, receive this with pleasure; show in painful things that thou wast worthy also of the gladness that went before. Saying these things, Job repelled this assault of the devil also, and brought upon him the complete shame of defeat. What then happened therefrom? The disease fled from him again, as having come in vain, and having accomplished nothing further. His flesh bloomed again into a second youth, his life flourished again in all things, and twofold wealth flowed together from every side upon his house; so that he might have the one part as having lost nothing, and the other might be a reward of endurance for the righteous man. From this man, therefore, let each of us be taught manliness of soul; who not only, when his life had fallen round into the opposite state,
PG 32:1293Read from the page
περιπεσόντος αὐτῷ, πένης ἐκ πλουσίου, καὶ ἄπαις ἀπὸ καλλίπαιδος ἐν μιᾷ καιροῦ ῥοπῇ γενόμενος, διέμεινεν ὁ αὐτὸς, ἀταπείνωτον πανταχοῦ τὸ τῆς ψυχῆς φρόνημα διασώζων· ἀλλ' οὔτε τῶν φίλων, τῶν συνεπιτεινόντων τὰ ἀλγεινὰ, παρωξύνθη.
having become poor from rich, and childless from blessed with fair children in a single turn of time, remained the same, preserving everywhere the spirit of his soul unhumbled, but was not even provoked by his friends, who joined in intensifying his pains.
3. Ἔστιν ὅτε καὶ κατὰ πεῖραν ταῖς ψυχαῖς αἱ τοῦ βίου δυσκληρίαι τοῖς ἀνθρώποις προσάγονται, ἵν' ἐπὶ τῆς δυσκολίας ἀπελεγχθῶσιν οἱ δόκιμοι, εἴτε πλούσιοι, εἴτε πένητες. Ἑκάτεροι γὰρ διὰ τῆς ὑπομονῆς δοκιμάζονται· κἀν τούτῳ μάλιστα τῷ καιρῷ διαδείκνυται ὁ μὲν, εἰ κοινωνικὸς καὶ φιλάδελφος· ὁ δὲ, εἰ εὐχάριστος καὶ μὴ τοὐναντίον βλάσφημος, ταῖς τοῦ βίου περιφοραῖς ὀξέως συμμεταβάλλων τὸ φρόνημα. Καὶ κυβερνήτην μὲν ὁ χειμὼν, καὶ τὸν ἀθλητὴν τὸ στάδιον, τὸν στρατηγὸν ἡ παράταξις, τὸν μεγαλόψυχον ἡ συμφορά· τὸν Χριστιανὸν δὲ ὁ πειρασμὸς δοκιμάζει. Καὶ ὥσπερ τοὺς ἀθλητὰς οἱ τῶν ἀγώνων κάματοι τοῖς στεφάνοις προσάγουσιν, οὕτω καὶ τοὺς Χριστιανοὺς ἡ ἐν τοῖς πειρασμοῖς δοκιμασία πρὸς τὴν τελείωσιν ἄγει, ἐὰν μετὰ τῆς πρεπούσης ὑπομονῆς εὐχαριστίᾳ πάσῃ τὰ οἰκονομούμενα παρὰ τοῦ Κυρίου καταδεξώμεθα. Πένης εἶ; μὴ ἀθυμήσῃς, ἀλλ' ἔχε τὴν ἐλπίδα πρὸς τὸν Θεόν. Μὴ γὰρ οὐκ ἐπιβλέπει τὴν στένωσιν; Ἔχει τὴν τροφὴν ἐν χειρὶ, καὶ παρέλκει τὴν δόσιν, ἵνα σου δοκιμάσῃ τὸ βέβαιον, ἵνα καταμάθῃ τὴν γνώμην, εἰ μὴ τῇ τῶν ἀκολάστων καὶ ἀγνωμόνων ἐστὶν ὁμοία. Καὶ γὰρ ἐκεῖνοι, μέχρι μὲν ἐν τῷ στόματι τὰ σιτία τυγχάνει, εὐφημοῦσι, κολακεύουσιν, ὑπερθαυμάζουσιν· ὀλίγον δὲ τῆς τραπέζης ὑπερτεθείσης, ὥσπερ τισὶ λίθοις ταῖς βλασφημίαις βάλλουσιν οὓς πρὸ βραχέως διὰ τὴν ἡδονὴν προσεκύνουν. Ἠλίαν εἶχεν ὁ Κάρμηλος, ὄρος ὑψηλὸν καὶ ἀοίκητον, ἔρημος ἔρημον· ψυχὴ δὲ ἦν τῷ δικαίῳ τὰ πάντα, καὶ τῆς ζωῆς ἐφόδιον, ἡ πρὸς Θεὸν ἐλπίς. Ζῶν δὲ οὕτως, λιμῷ τὴν ζωὴν οὐκ ἀπήλλαξεν· ἀλλ' οἱ ἁρπακτικώτεροι καὶ μάλιστα γαστρίμαργοι τῶν ὀρνίθων, οὗτοι διεκόμιζον τὰ σιτία, καὶ τροφῆς ἐγένοντο τῷ δικαίῳ διάκονοι, οἱ τὰς ἀλλοτρίας τροφὰς ἐκ συνηθείας ἁρπάζοντες· καὶ τῷ Δεσποτικῷ προστάγματι τὴν φύσιν διήμειψαν, πιστοὶ φύλακες γενόμενοι τῶν ἄρτων καὶ τῶν κρεῶν. Εἶχε καὶ ὁ Βαβυλώνιος λάκκος τὸν Ἰσραηλίτην νεανίσκον, αἰχμάλωτον μὲν τὴν συμφορὰν, ἐλεύθερον δὲ τὴν ψυχὴν καὶ τὸ φρόνημα. Καὶ τί τὰ παρ' ἐκεῖνον; Οἱ μὲν λέοντες παρὰ φύσιν ἐνήστευον, ὁ δὲ τούτου τροφεὺς Ἀββακοῦν ἐφέρετο δι' ἀέρος, κομίζοντος τοῦ ἀγγέλου μετὰ τῶν ὄψων τὸν ἄνθρωπον· καὶ ἵνα μὴ λιμῷ πιεσθῇ δίκαιος, τοσαύτης ὑπερηνέχθη γῆς καὶ θαλάττης ὁ προφήτης ἐν μικρῷ μορίῳ καιροῦ, ὅσην ἐκ τῆς Ἰουδαίας μέχρι Βαβυλῶνος ἡπλῶσθαι. Τί δὲ πάλιν ὁ τῆς ἐρήμου λαὸς, οὗ Μωσῆς ἐπετρόπευσε; πῶς ᾠκονομήθη τὸν βίον ἐν ἔτεσι τεσσαράκοντα; Οὐκ ἦν ἐκεῖ σπείρων ἀνὴρ, οὐ βοῦς ἕλκων ἄροτρον, οὐχ ἅλως, οὐ ληνὸς, οὐ ταμιεῖον·
3. Sometimes the misfortunes of life are brought upon men as a trial for their souls also, so that in difficulty those who are approved may be tested, whether rich or poor. For both are tested through patience; and in this season most of all the one is shown forth, whether he is generous in sharing and brother-loving, and the other, whether he is thankful and not, on the contrary, blasphemous, swiftly shifting his mind along with the revolutions of life. And the storm tests the helmsman, the stadium the athlete, the battle-line the general, calamity the great-souled man; and temptation tests the Christian. And just as the toils of the contests lead athletes to the crowns, so also the testing in temptations leads Christians towards perfection, if with befitting patience we accept with all thanksgiving the things dispensed by the Lord. Are you poor? Do not lose heart, but have your hope towards God. For does He not look upon your straitened state? He holds the food in His hand, and delays the giving, that He may test your steadfastness, that He may learn your mind, whether it is not like that of the dissolute and ungrateful. For those men, so long as the food happens to be in their mouth, speak fair words, flatter, and marvel exceedingly; but when the table is delayed a little, as though with stones they pelt with blasphemies those whom shortly before they worshipped on account of pleasure. Carmel had Elijah, a high and uninhabited mountain, a desert holding a desert-dweller; yet for the righteous man his soul was all things, and the provision for his life was hope towards God. And living thus, he did not end his life by famine; rather, the more rapacious and most gluttonous of birds, these carried his food across, and became ministers of nourishment to the righteous man, they who out of habit snatch the food of others; and at the Master's command they changed their nature, becoming faithful guardians of the loaves and of the meats. The Babylonian pit also held the Israelite youth, a captive indeed in calamity, yet free in soul and spirit. And what of the things concerning him? The lions fasted contrary to nature, while his feeder Habakkuk was borne through the air, the angel carrying the man along with the cooked provisions; and that a righteous man might not be pressed by famine, the prophet was borne over so great an expanse of land and sea in a small fraction of time, as much as is spread out from Judaea unto Babylon. And what again of the people of the desert, over whom Moses was guardian? How were they sustained in life during forty years? There was no man sowing there, no ox drawing a plough, no threshing-floor, no winepress, no storehouse;
PG 32:1296Read from the page
καὶ τὴν τροφὴν εἶχον ἄσπορον καὶ ἀνήροτον· καὶ τὰς πηγὰς ἐχορήγει πέτρα, οὐ πρότερον οὔσας, ἀλλ' ἐκραγείσας ἐπὶ τῆς χρείας. Καὶ σὺ τοίνυν καρτέρησον ἐπὶ τῆς συμφορᾶς, ὡς ὁ γενναῖος Ἰὼβ, καὶ μὴ παρατραπῇς ἐκ τοῦ κλύδωνος, μηδὲν ἀποβάλῃς ὧν φέρεις ἀγωγίμων τῆς ἀρετῆς. Ὡς βαρύτιμον ἐνθήκην τὴν εὐχαριστίαν διάσωσον ἐπὶ τῆς ψυχῆς, καὶ λήψῃ καὶ σὺ τῆς εὐ⟨…⟩αοιστία⟨…⟩ τὰ διπλασίονα τὴν τρυφὴν.
and they had their nourishment unsown and unploughed; and a rock supplied the springs, which did not exist before, but burst forth at the time of need. Do you also, therefore, endure in calamity, like the noble Job, and do not be turned aside by the billow, nor cast away any of the cargo of virtue that you carry. Preserve thanksgiving upon your soul as a most precious deposit, and you too shall receive double the delight for your thanksgiving.
4. Καίτοι οὐχ ὁ ἀπορῶν τῶν ἀναγκαίων, καρτερικός· ἀλλ' ὁ ἐν ἀφθονίᾳ τῆς ἀπολαύσεως ἐγκαρτερῶν τοῖς δεινοῖς. Νοσεῖς; εὐθύμει, ὅτι Ὅν ἀγαπᾷ Κύριος παιδεύει. Πτωχεύεις; εὐφραίνου, ὅτι Λαζάρου σε τὰ ἀγαθὰ διαδέξεται. Ἀτιμάζῃ διὰ τὸ ὄνομα τοῦ Χριστοῦ; μακάριος εἶ, ὅτι σου ἡ αἰσχύνη εἰς δόξαν ἀγγέλου μεταβληθήσεται. Οἰκέτης εἶ; εὐχαρίστει καὶ οὕτως, ἔχεις τὸν σεαυτοῦ ταπεινότερον· εὐχαρίστει ὅτι ἑνὸς ὑπερέχεις, ὅτι μὴ ἐν τῷ μυλῶνι καταδεδίκασαι, ὅτι μὴ πληγὰς λαμβάνεις. Οὐδένα ἐπιλείψουσιν αἱ τοῦ εὐχαριστεῖν ἀφορμαί. Ξύλῳ ἀδίκως κολάζῃ; τῇ τῶν μελλόντων ἐλπίδι χαῖρε. Δικαίως κατεδικάσθης; καὶ οὕτως εὐχαρίστει. Ἐπεὶ δὲ καὶ πράξεις σπουδαῖαι τῶν παλαιῶν ἀνδρῶν, ἢ μνήμης ἀκολουθίᾳ πρὸς ἡμᾶς διασώζονται, ἢ ποιητῶν ἢ συγγραφέων φυλαττόμεναι λόγοις, μηδὲ τῆς ἐντεῦθεν ὠφελείας ἀπολειπώμεθα. Οἷον, ἐλοιδόρει τὸν Περικλέα τῶν ἐξ ἀγορᾶς τις ἀνθρώπων· ὁ δὲ οὐ προσεῖχε· καὶ εἰς πᾶσαν διήρκεσε τὴν ἡμέραν, ὁ μὲν ἀφειδῶς πλύνων αὐτὸν τοῖς ὀνείδεσιν, ὁ δὲ οὐ μέλων αὐτῷ. Εἶτα, ἑσπέρας ἤδη καὶ σκότους ἀπαλλαττόμενον μόλις, ὑπὸ φωτὶ παρέπεμψε Περικλῆς, ὅπως αὐτῷ μὴ διαφθαρῇ τὸ πρὸς φιλοσοφίαν γυμνάσιον. Πάλιν ἔτυπτέ τις τὸν Σωφρονίσκου Σωκράτην εἰς αὐτὸ τὸ πρόσωπον ἐμπεσὼν ἀφειδῶς· ὁ δὲ οὐκ ἀντῆρεν, ἀλλὰ παρεῖχε τῷ παροινοῦντι τῆς ὀργῆς ἐμφορεῖσθαι, ὥστε ἐξοιδεῖν ἤδη καὶ ὕπουλον αὐτῷ τὸ πρόσωπον ὑπὸ τῶν πληγῶν εἶναι. Ὡς δ' οὖν ἐπαύσατο τύπτων, ἄλλο μὲν οὐδὲν ὁ Σωκράτης ποιῆσαι, ἐπιγράψαι δὲ τῷ μετώπῳ λέγεται, ὥσπερ ἀνδριάντι τὸν δημιουργόν· Ὁ δεῖνα ἐποίει· καὶ τοσοῦτον ἀμύνασθαι. Εὐκλείδῃ δέ τις τῷ Μεγαρόθεν παροξυνθεὶς, θάνατον ἠπείλησε καὶ ἐπώμοσεν· ὁ δὲ ἀντώμοσεν, ἦ μὴν ἱλεώσασθαι αὐτὸν, καὶ παύσειν χαλεπῶς πρὸς αὐτὸν ἔχοντα. Τὸ δὲ τοῦ Κλεινίου, τῶν Πυθαγόρου γνωρίμων ἑνὸς, χαλεπὸν πιστεῦσαι ἀπὸ ταυτομάτου συμβῆναι τοῖς ἡμετέροις, ἀλλ' οὐχὶ μιμησαμένου σπουδῇ. Τί δὲ ἦν ὃ ἐποίησεν ἐκεῖνος; Ἐξὸν δι' ὅρκου τριῶν ταλάντων ζημίαν ἀποφυγεῖν, ὁ δὲ ἀπέτισε μᾶλλον ἢ ὤμοσε, καὶ ταῦτα εὐορκεῖν μέλλων· ἀκούσας, ἐμοὶ δοκεῖν, τοῦ προστάγματος τοῦ τὸν ὅρκον ἡμῖν ἀπαγορεύοντος. Καὶ
4. Yet it is not he who lacks necessities that is patient, but he who amidst an abundance of enjoyment endures terrible things. Are you sick? Be of good cheer, because Whom the Lord loves He chastens (Heb. 12:6). Are you poor? Rejoice, because the good things of Lazarus shall receive you in turn. Are you dishonoured for the name of Christ? Blessed are you, because your shame shall be transformed into the glory of an angel. Are you a household servant? Give thanks even so; you have one more humble than yourself; give thanks that you surpass one man, that you have not been condemned to the mill, that you do not receive blows. Occasions for giving thanks will fail no one. Are you unjustly punished with the stocks? Rejoice in the hope of the things to come. Have you been justly condemned? Even so, give thanks. And since noble deeds of the men of old are also preserved down to us either by the succession of memory, or guarded in the words of poets or historians, let us not be left behind by the benefit derived from them either. For instance, one of the men from the marketplace was reviling Pericles; and he paid no heed; and it lasted through the whole day, the one unsparingly drenching him with reproaches, and the other taking no care of it. Then, when it was already evening and darkness, and the man was scarcely departing, Pericles escorted him with a light, lest his exercise in philosophy should be spoiled for him. Again, someone struck Socrates the son of Sophroniscus, falling upon him unsparingly right in the face; and he did not raise a hand against him, but allowed the drunken brawler to take his fill of anger, so that his face was already swollen and festering beneath the blows. When, therefore, he ceased striking, Socrates is said to have done nothing else than to inscribe upon his forehead, just as an artisan upon a statue, So-and-so made this, and to have avenged himself only so far. And someone, provoked against Euclides of Megara, threatened death and swore to it; and he swore in return that he would assuredly appease him, and make him cease being harshly disposed towards him. And as for the deed of Clinias, one of the disciples of Pythagoras, it is hard to believe that it agreed with our precepts by chance, and not through his imitating them with zeal. And what was it that he did? When it was in his power to escape a fine of three talents by an oath, he paid it rather than swore, and that too when he was about to swear truly; having heard, as it seems to me, of the commandment that forbids us the oath. And
Notes, col. 1296

On the reading

Printed εὐ⟨…⟩αοιστία⟨…⟩, for εὐχαριστίας.

PG 32:1297Read from the page
τουτὶ μὲν τὸ τοῦ Κλεινίου, ἀδελφὸν ἐκείνῳ τῷ παραγγέλματι· τὸ δὲ τοῦ Εὐκλείδου, τῷ τοῖς διώκουσιν εὔχεσθαι τὰ ἀγαθὰ, ἀλλὰ μὴ ἐπαρᾶσθαι· ὡς ὅγε ἐν τούτοις προπαιδευθεὶς, οὐκ ἔτι ἂν ἐκείνοις ὡς ἀδυνάτοις διαπιστήσειεν. Ἔστω σοι τοίνυν ἡ ἐντολὴ τοῦ Θεοῦ σύνοικος, οἷόν τι φῶς καὶ διαύγειαν πρὸς τὴν τῶν πραγμάτων διάκρισιν ἀδιαλείπτως παρεχομένη· ἥτις πόῤῥωθεν τὴν τῆς ψυχῆς σου ἐπιστασίαν προκατασχοῦσα, καὶ τὰς ἀληθεῖς περὶ ἑκάστου δόξας προευτρεπίζουσα, ὑπ' οὐδενὸς ἐάσει σε τῶν προσπιπτόντων ἀλλοιωθῆναι· ἀλλὰ προσευτρεπισμένον τῇ διανοίᾳ, ὥσπερ τινὰ σκόπελον θαλάσσης γείτονα, ἀσφαλῶς καὶ ἀσείστως τῶν τε βιαίων πνευμάτων καὶ κυμάτων τὰς προσβολὰς ὑπομένειν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
this deed of Clinias is akin to that precept, while that of Euclides is akin to praying for good things for those who persecute us, and not cursing them; so that he who has been trained beforehand in these things would no longer distrust those precepts as impossible. Let the commandment of God, therefore, dwell with you, unceasingly supplying as it were a light and clearness towards the discernment of affairs; which, having preoccupied from afar the governance of your soul, and preparing beforehand the true opinions concerning each thing, will allow you to be altered by none of the things that befall you, but being prepared beforehand in mind, like some crag neighbouring the sea, safely and unshakenly to endure the assaults both of violent winds and of waves, in Christ Jesus our Lord, to Whom be the glory unto the ages of the ages. Amen.
ΠΕΡΙ ΜΕΛΛΟΥΣΗΣ ΚΡΙΣΕΩΣ.
On the Future Judgement.
ΛΟΓΟΣ ΙΔʹ.
Discourse XIV.
1. Ὅταν μέλλῃς ἐπί τινα ὁρμᾷν ἁμαρτίαν, ἐννόησόν μοι ἐκεῖνο τὸ φρικτὸν καὶ ἀνύποιστον τοῦ Χριστοῦ δικαστήριον, ἐν ᾧ προκαθέζεται μὲν ἐπὶ θρόνου τινὸς ὑψηλοῦ καὶ ἐπηρμένου ὁ κριτὴς, παρέστηκε δὲ πᾶσα ἡ κτίσις ὑποτρέμουσα τὴν ἐπιφάνειαν αὐτοῦ τὴν ἔνδοξον. Παράγεσθαι δὲ μέλλομεν καθ' ἕνα εἰς ἐξέτασιν τῶν βεβιωμένων ἡμῖν. Εἶτα τῷ πολλὰ πονηρὰ πεποιηκότι κατὰ τὸν βίον, φοβεροί τινες καὶ κατηφεῖς παρίστανται ἄγγελοι, πῦρ βλέποντες, πῦρ ἀναπνέοντες, διὰ τὴν πονηρίαν τῆς προαιρέσεως· νυκτὶ ἐοικότες τὰ πρόσωπα, διὰ τὸ κατηφὲς καὶ μισάνθρωπον. Εἶτα βάραθρον βαθὺ, καὶ σκότος ἀδιεξόδευτον, καὶ πῦρ ἀλαμπὲς ἐν τῷ σκότει, τὴν μὲν καυστικὴν δύναμιν ἔχον, τὸ δὲ φῶς ἀφῃρημένον. Εἶτα σκωλήκων τι γένος ἰοβόλων καὶ σαρκοφάγων, ἀπλήστως ἐσθίον καὶ μηδέποτε κορεννύμενον, ἀφορήτους ὀδύνας ἐμποιοῦν τῇ καταβρώσει· εἶτα τὴν πασῶν χαλεπωτάτην κόλασιν, τὸν ὀνειδισμὸν ἐκεῖνον, καὶ τὴν αἰσχύνην τὴν αἰώνιον. Τούτων τῷ φόβῳ παιδαγωγούμενος, οἱονεὶ χαλινῷ τινι ἀνάκοπτε τὴν ψυχὴν ἀπὸ τῆς πρὸς τὰ φαῦλα ἐπιθυμίας. Ὁ γὰρ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν πρὸ ὀφθαλμῶν τιθέμενος, καθ' ἣν πᾶσα ἡ κτίσις περιστήσεται τὸν κριτὴν, τὰς εὐθύνας τῶν πεπραγμένων ἀποδιδοῦσα, καὶ ἀεὶ μελετῶν τὴν ἐπὶ τοῦ ἀπαραλογίστου κριτηρίου ἀπολογίαν· ὁ τοιοῦτος ἢ οὐδὲν παντελῶς, ἢ ἐλάχιστα ἁμαρτήσεται· διότι τὸ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ φόβου τοῦ Θεοῦ γίνεται. Οἷς δὲ ἂν ἐναργὴς παρῇ τῶν ἀπειλουμένων ἡ προσδοκία, οὐδένα καιρὸν δώσει τοῖς τοιούτοις ὁ σύνοικος φόβος εἰς ἀβουλήτους πράξεις ἢ ἐνθυμήσεις ἐκπεσεῖν.
1. Whenever you are about to rush into some sin, consider, I pray you, that dread and unendurable tribunal of Christ, upon which the Judge sits presiding on a high and lofty throne, and all creation stands by trembling before His glorious manifestation. And we are going to be brought forward one by one for an examination of the things we have done in life. Then beside him who has committed many wicked deeds in life, there stand certain fearful and gloomy angels, looking fire, breathing fire, because of the wickedness of their purpose, resembling night in their faces because of their gloominess and hatred of mankind. Then a deep pit, and impassable darkness, and a lightless fire in the darkness, possessing the power to burn, yet deprived of light. Then a certain race of venomous and flesh-eating worms, devouring insatiably and never sated, causing unbearable pains by their gnawing; then the most grievous punishment of all, that reproach and eternal shame. Disciplined by the fear of these things, check your soul as if with a bridle from the desire for base things. For he who sets before his eyes that day and hour, in which all creation shall stand around the Judge, rendering an account of the things it has done, and who always meditates upon his defence before the tribunal that cannot be deceived, such a man will sin either not at all, or very little; because sinning happens to us through the absence of the fear of God. And to those in whom the expectation of the threatened punishments is vividly present, the indwelling fear will give no opportunity to fall into unconsidered deeds or thoughts.