ξαντας, ὥσπερ ἐρείσματος ἀσθενοῦς τῆς δυνάμεως αὐτῶν τῷ βάρει τῆς λύπης ἀποκλασθείσης. Ὃ γὰρ ἐπὶ τῆς φλογὸς ὁρᾷν ὑπάρχει, ὑπὸ τοῦ οἰκείου αὐτὴν καπνοῦ καταπνίγεσθαι, μὴ ὑπεξιόντος, ἀλλὰ περὶ αὐτὴν εἰλουμένου· τοῦτό φασι καὶ ἐπὶ τῆς οἰκονομούσης τὸ ζῶον δυνάμεως γίνεσθαι· ἀπομαραίνεσθαι γὰρ ὑπὸ τῶν ὀδυνηρῶν καὶ κατασβέννυσθαι, μηδεμιᾶς γενομένης ἐπὶ τὸ ἔξω διαπνοῆς. Τίνος γὰρ ἕνεκεν ἐπὶ τῷ Λαζάρῳ ὁ Χριστὸς ἐδάκρυε; τῶν ὀδυρτικῶν πάντως καὶ φιλοθρήνων τὸ ἄγαν περιπαθὲς καὶ ταπεινὸν ἐπανορθούμενος. Ὅτι γὰρ οὐκ ἐμπαθὲς ἦν τὸ δάκρυον τοῦ Κυρίου, ἀλλὰ καὶ διδασκαλικὸν, ἐκεῖθεν δῆλον· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Τίς δὲ ἡμῶν κοιμώμενον ὀδύρεται φίλον, ὃν μικρὸν ὕστερον προσδοκᾷ διυπνίζειν; Λάζαρε, δεῦρο ἔξω· καὶ ὁ νεκρὸς ἐζωοποιεῖτο, καὶ ὁ δεδεμένος περιεπάτει. Θαῦμα ἐν θαύματι· κειρίαις δεδέσθαι τοὺς πόδας, καὶ μὴ κωλύεσθαι πρὸς τὴν κίνησιν· μεῖζον γὰρ ἦν τὸ ἐνισχύον τοῦ ἐμποδίζοντος. Πῶς οὖν ὁ τὰ τοιαῦτα ἐνεργεῖν μέλλων, δακρύων ἄξιον τὸ συμβὰν ἔκρινεν; Ἢ δῆλον, ὅτι πανταχόθεν ἡμῶν τὸ ἀσθενὲς ὑπερείδων, μέτροις τισὶ καὶ ὅροις τὰ ἀναγκαῖα περιέλαβε πάθη· τὸ μὲν ἀσυμπαθὲς ὡς θηριῶδες ἐκκλίνων, τὸ δὲ φιλόλυπον καὶ πολύθρηνον ὡς ἀγεννὲς παραιτούμενος. Ὁ δὲ Ἰὼβ, τί; μὴ ἀδαμάντινος ἦν τὴν καρδίαν; μὴ ἐκ λίθου ἦν αὐτῷ πεποιημένα τὰ σπλάγχνα; Ἔπεσον αὐτῷ δέκα παῖδες ἐν βραχείᾳ καιροῦ ῥοπῇ, μιᾷ πληγῇ συντριβέντες, καὶ ἐν τῷ οἴκῳ τῆς θυμηδίας, ἐν τῷ καιρῷ τῆς ἀπολαύσεως, ἐπικατασείσαντος αὐτοῖς τοῦ διαβόλου τὸ οἴκημα. Εἶδε τράπεζαν αἵματι μεμιγμένην· εἶδε παῖδας διαφόρως μὲν κατὰ τὸν χρόνον ἀποτεχθέντας, κοινῇ δὲ ὑπεξελθόντας τοῦ βίου τὸ τέλος. Καὶ οὐκ ᾤμωξεν, οὐ κατετίλατο κόμην, οὐκ ἀφῆκέ τινα φωνὴν ἀγεννῆ, ἀλλὰ τὴν ἀοίδιμον ἐκείνην καὶ παρὰ πᾶσιν ἀνυμνουμένην εὐχαριστίαν ἀπεφθέγξατο· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον. Μὴ ἀσυμπαθὴς ὁ ἄνθρωπος; Καὶ πῶς; ὅς γε περὶ ἑαυτοῦ λέγει· Ἐγὼ ἔκλαυσα ἐπὶ παντὶ θλιβομένῳ. Ἀλλὰ ἄρα μὴ ἐψεύδετο ταῦτα λέγων; Καὶ μὴν μαρτυρεῖ αὐτῷ ἡ ἀλήθεια, ὅτι πρὸς ταῖς λοιπαῖς ἀρεταῖς καὶ ἀληθινὸς ἦν· Ἄνθρωπος γὰρ, φησὶν, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀληθινός. Ἀλλ' οἱ πολλοὶ τῶν ἀνθρώπων ᾠδαῖς τισι πρὸς τὸ κατηφὲς πεποιημέναις καταθρηνοῦσι, καὶ μέλεσι γοεροῖς ἐκτήκειν ἑαυτῶν τὰς ψυχὰς ἐπιτηδεύουσι· καὶ ὥσπερ τῶν τραγῳδῶν ἴδιόν ἐστι τὸ ἀνάπλασμα καὶ ἡ σκευὴ, μεθ' ἧς τὰ θέατρα καταλαμβάνουσιν· οὕτως οἴονται προσήκειν καὶ τῷ πενθοῦντι πρέπον εἶναι σχῆμα, μέλαν ἱμάτιον, καὶ αὐχμηρὰν κόμην, καὶ σκότος ἐν οἰκίᾳ, καὶ ῥύπον, καὶ κόνιν, καὶ μέλος στυγνὸν, ἀεὶ νεαρὸν τῆς λύπης τὸ τραῦμα τῇ ψυχῇ
their last, as though a weak prop of their strength had been snapped off by the weight of grief. For what may be seen in the case of a flame, that it is choked by its own smoke when that does not pass out, but rolls around it, this they say happens also in the case of the faculty that governs the living creature: that it wastes away through painful things and is quenched, when no vent occurs towards the outside. For on what account did Christ weep over Lazarus? Altogether correcting the overly passionate and abject disposition of the querulous and those fond of lamentation. For that the weeping of the Lord was not subject to passion, but rather instructive, is clear from this: Our friend Lazarus sleepeth, but I go that I may awake him out of sleep. And who among us bewails a sleeping friend, whom he expects a little later to rouse from sleep? Lazarus, come forth; and the dead man was quickened, and he who was bound walked about. A wonder within a wonder: that his feet were bound with grave-clothes, and yet he was not hindered as to movement; for that which strengthened was greater than that which hindered. How then did He Who was about to work such things judge the event worthy of tears? Or is it clear that, supporting our weakness on every side, He encompassed the necessary affections within certain measures and bounds, shunning insensibility as brutish, and declining fondness for grief and excessive lamentation as ignoble? And what of Job? Was he adamantine in heart? Were his inward parts made of stone? Ten children fell for him in a brief turn of time, crushed by a single blow, and in the house of gladness, in the time of enjoyment, when the devil shook down the house upon them. He saw a table mingled with blood; he saw children brought forth at different times, yet departing the end of life in common. And he did not wail, he did not tear his hair, he did not utter any ignoble cry, but pronounced that renowned thanksgiving celebrated among all: The Lord gave, the Lord hath taken away; as it pleased the Lord, so also it came to pass; blessed be the name of the Lord. Was the man devoid of fellow-feeling? And how could he be, who says concerning himself: I wept over every one that was afflicted? Yet did he perchance lie in saying these things? Assuredly the truth bears witness to him that, in addition to his other virtues, he was also truthful; for it says: A man blameless, righteous, devout, truthful. Yet most men bewail themselves with certain songs composed for dejection, and make it their study to waste away their souls with mournful melodies; and just as fiction and the costume wherewith they occupy the theatres are peculiar to tragic actors, so they think that a guise belongs to and befits the mourner also: a black cloak, and unkempt hair, and darkness in the house, and squalor, and dust, and a gloomy song, keeping the wound of grief ever fresh in the soul