Migne Reading Room

PG 32 · cols. 1264–1273 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:1264Read from the page
μεταῤῥυεὶς, ἢ πρὸς τῷ θανάτῳ γεγενημένους ἤδη καταλιμπάνει, καὶ οὐκ ἐθέλει τοῖς κτησαμένοις συν εκδημεῖν. Ἀλλ' οἱ μὲν ὑπὸ τοῦ πρὸς βίαν χωρίζον τος τὰς ψυχὰς τῆς ταλαιπώρου ταύτης σαρκὸς ἑλκόμενοι πρὸς τὴν ἀναγκαίαν ὁδὸν, πυκνὰ μεταστρεφόμενοι πρὸς τὰ χρήματα, τοὺς ἐκ νεότητος ἐπ' αὐ τοῖς ἱδρῶτας ἀποδακρύουσιν· ὁ πλοῦτος δὲ εἰς ἑτέρων χεῖρας ὁρᾷ, μόνον ἐκείνοις τὸν ἐπὶ τῇ συλλογῇ μόχθον καὶ τὸ τῆς πλεονεξίας ἔγκλημα προστριψάμενος. Οὔτε εἰ ἐπὶ γῆς πλέθρα κτήσαιτό τις μυρία, καὶ μεγαλοπρεπεῖς οἰκίας, καὶ ζώων ἀγέλας παντοδαπῶν, καὶ τὴν ἐν ἀνθρώποις ἅπασαν περιβάλλοιτο δυναστείαν, ἀπολαύοι δι' αἰῶνος αὐτῶν· ἐπ' ὀλίγον δὲ κύριος τούτων ὀνομασθεὶς, ἄλλοις πάλιν τῆς εὐπορίας ἐκστήσεται, βραχεῖαν γῆν αὐτὸς ὑποδύς. Πολλάκις δὲ καὶ πρὸ τοῦ τάφου, καὶ πρὸ τῆς ἐντεῦθεν ἐπαναστάσεως, εἰς ἑτέρους, καὶ πολεμίους τυχὸν, τὴν εὐπραγίαν ὄψεται μεταβαίνουσαν. Ἢ οὐκ ἴσμεν, ὁπόσοι μὲν ἀγροὶ, πόσαι δὲ οἰκίαι, πόσα δὲ ἔθνη καὶ πόλεις, καὶ ζώντων ἔτι τῶν κτησαμένων, ἑτέρων ὀνόματα μετημφιάσαντο δεσποτῶν; καὶ ὡς οἱ μὲν πάλαι δουλεύοντες, ἐπὶ τὸν τῆς ἀρχῆς θρόνον ἀνέβησαν· οἱ δὲ κύριοι καὶ δεσπόται καλούμενοι, στῆναι μετὰ τῶν ἀρχομένων ἠγάπησαν, καὶ τοῖς ἑαυτῶν δούλοις ὑπέκυψαν, ὥσπερ ἐν κύβων περιτροπαῖς, μεταχθέντων ἄφνω τῶν πραγμάτων αὐτοῖς;
flowing over, or leaves them when they have already come near to death, and is unwilling to journey abroad together with those who acquired it. But they, being dragged towards the necessary road by that which forcibly separates their souls from this wretched flesh, turning back frequently towards their riches, weep over their sweat spent upon them from youth; while their wealth looks to the hands of others, having fastened upon those men only the toil of gathering it and the charge of covetousness. Nor if one should acquire ten thousand acres upon earth, and magnificent houses, and herds of animals of all kinds, and should invest himself with all power among men, would he enjoy them for ever; but having been named master of these things for a little while, he will again yield his abundance to others, going down himself beneath a little earth. And oftentimes even before the tomb, and before his removal hence, he will see his prosperity passing over to others, and perchance to enemies. Or do we not know how many fields, and how many houses, and how many nations and cities, even while those who acquired them were still living, have put on in exchange the names of other masters? and how those who of old were slaves have ascended the throne of rule; while those who were called lords and masters were content to stand among the subjects, and bowed down to their own slaves, as if in the turns of dice their affairs had suddenly shifted?
5. Ὅταν ἴδῃς βοτάνην χόρτου καὶ ἄνθος, εἰς ἔννοιαν ἔρχου τῆς ἀνθρωπίνης φύσεως, μεμνημένος τῆς εἰκόνος τοῦ σοφοῦ Ἠσαΐου, ὅτι Πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Τὸ γὰρ ὀλιγοχρόνιον τῆς ζωῆς, καὶ τὸ ἐν ὀλίγῳ περιχαρὲς καὶ ἱλαρὸν τῆς ἀνθρωπίνης εὐημερίας, κυριωτάτης παρὰ τῷ προφήτῃ τετύχηκε τῆς εἰκόνος. Ὁ σήμερον εὐθαλὴς τῷ σώματι, κατασεσαρκωμένος ὑπὸ τρυφῆς, ἐπανθοῦσαν ἔχων τὴν εὔχροιαν ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς, σφριγῶν καὶ σύντονος, καὶ ἀνυπόστατος τὴν ὁρμὴν, αὔριον αὐτὸς οὗτος ἐλεεινὸς, ἢ τῷ χρόνῳ μαρανθεὶς, ἢ νόσῳ διαλυθείς. Ὁ δεῖνα περίβλεπτος ἐπὶ χρημάτων περιουσίᾳ, καὶ πλῆθος περὶ αὐτὸν κολάκων· δορυφορία φίλων προσποιητῶν, τὴν ἀπ' αὐτοῦ χάριν θεραπευόντων· πλῆθος συγγενείας, καὶ ταύτης κατεσχηματισμένης· ἑσμὸς τῶν ἐφεπομένων μυρίος, τῶν τε ἐπὶ σιτίων καὶ τῶν κατ' ἄλλας χρείας αὐτῷ προσεδρευόντων· οὓς καὶ προϊὼν καὶ πάλιν ἐπανιὼν καὶ ἐπισυρόμενος, ἐπίφθονός ἐστι τοῖς ἐντυγχάνουσι. Πρόσθες τῷ πλούτῳ καὶ πολιτικὴν δυναστείαν, ἢ καὶ τὰς ἐκ βασιλέων τιμὰς, ἢ ἐθνῶν ἐπιμέλειαν, ἢ στρατοπέδων ἡγεμονίαν, τὸν κήρυκα μέγα πρὸ αὐτοῦ βοῶντα, τοὺς ῥαβδούχους ἔνθεν καὶ ἔνθεν βαρυτάτην κατάπληξιν τοῖς ἀρχομένοις ἐμβάλλοντας, τὰς πληγὰς, τὰς δημεύσεις, τὰς ἀπαγωγὰς, τὰ δεσμωτήρια, ἐξ ὧν ἀφό-
5. Whenever thou seest an herb of grass and a flower, come to the thought of human nature, remembering the image of the wise Isaiah, that All flesh is as grass, and all the glory of man as the flower of grass (Isa. 40:6). For the brief span of life, and the short-lived joyfulness and cheerfulness of human prosperity, has obtained the most fitting image in the prophet. He who today is flourishing in body, grown fleshy through luxury, having a blooming complexion from the prime of his age, vigorous and tense, and irresistible in his onset, tomorrow this very man is pitiable, either withered by time, or dissolved by disease. Such a one is conspicuous for abundance of riches, and a multitude of flatterers is around him; a bodyguard of feigned friends, courting favour from him; a multitude of kindred, and that too put on for show; a countless swarm of followers, both of those who attend upon him for food and for other needs; trailing whom both as he goes forth and as he returns again, he is an object of envy to those who meet him. Add to his wealth civil power also, or even the honours from kings, or the governance of nations, or the command of armies, the herald crying aloud before him, the lictors on this side and on that striking the heaviest terror into the subjects, the stripes, the confiscations, the arrests, the prisons, from which an intol-
PG 32:1265Read from the page
ρητος ὁ τῶν ὑποχειρίων συναθροίζεται φόβος. Καὶ τί μετὰ τοῦτο; Μία νὺξ, καὶ πυρετὸς εἷς, ἢ πλευρῖτις, ἢ περιπνευμονία, ἀνάρπαστον ἐξ ἀνθρώπων ἀπάγουσα τὸν ἄνθρωπον οἴχεται, πᾶσαν τὴν κατ' αὐτὸν σκηνὴν ἐξαπίνης ἀπογυμνώσασα, καὶ ἡ δόξα ἐκείνη ὥσπερ ἐνύπνιον ἀπηλέγχθη. Ὥστε ἐπιτέτευκται τῷ προφήτῃ ἡ πρὸς τὸ ἀδρανέστατον ἄνθος τῆς ἀνθρωπίνης δόξης ὁμοίωσις.
erable fear is gathered among those under his hand. And what after this? One night, and one fever, or pleurisy, or inflammation of the lungs, snatches the man away from among men and is gone, having suddenly stripped bare all the stage around him, and that glory is proved to be as a dream. So that the comparison of human glory to the most feeble flower has been well hit upon by the prophet.
6. Ἀλλὰ τίνα ἡμῖν εὐπρόσωπον αἰτίαν τῆς φειδωλίας οἱ περὶ τὴν ζωὴν ταύτην ἐπτοημένοι προβάλλονται; Οὐ πωλῶ τὰ ὑπάρχοντα, οὐδὲ δίδωμι τοῖς πτωχοῖς, διὰ τὰς ἀναγκαίας χρείας τοῦ βίου· ἀλλ' ἀπολαύσας αὐτῶν παρὰ πᾶσάν μου τὴν ζωὴν, μετὰ τὴν τελευτὴν τοῦ βίου, διαδόχους ποιήσομαι τῶν ἐμοὶ προσόντων τοὺς πένητας. Ὅτε οὐκέτι ἔσῃ ἐν ἀνθρώποις, τότε γενήσῃ φιλάνθρωπος· ὅταν νεκρόν σε ἴδω, τότε εἴπω φιλάδελφον. Πολλή σοι χάρις τῆς φιλοτιμίας, ὅτι ἐν τῷ μνήματι κείμενος, καὶ εἰς γῆν διαλυθεὶς, ἁδρὸς γίνῃ ταῖς δαπάναις καὶ μεγαλόψυχος. Ποίων, εἰπέ μοι, καιρῶν τοὺς μισθοὺς ἀπαιτήσεις, τῶν ἐν τῇ ζωῇ, ἢ τῶν μετὰ τὴν ἀποβίωσιν; Ἀλλ' ὃν μὲν ἔζης χρόνον, καθηδυπαθῶν, καὶ τῇ τρυφῇ διαῤῥέων, οὐδὲ προσβλέπειν ἠνείχου τοὺς πένητας· ἀποθανόντος δὲ ποία μὲν πρᾶξις; ποῖος δὲ μισθὸς ἐργασίας ὀφείλεται; Δεῖξον τὰ ἔργα, καὶ ἀπαίτει τὰς ἀντιδόσεις. Οὐδεὶς μετὰ τὸ λυθῆναι τὴν πανήγυριν πραγματεύεται, οὐδὲ μετὰ τοὺς ἀγῶνας ἐπανελθὼν στεφανοῦται, οὐδὲ μετὰ τοὺς πολέμους ἀνδραγαθίζεται. Οὐ τοίνυν οὐδὲ μετὰ τὴν ζωὴν εὐσεβεῖ δηλονότι. Ἐὰν γὰρ μέλανι καὶ γράμμασι κατεπαγγέλλῃ τὰς εὐποιίας, τίς ἀναγγελεῖ σοι τὸν καιρὸν τῆς ἐξόδου; τίς ἐγγυητὴς ἔσται τοῦ τρόπου τῆς τελευτῆς; Πόσοι ὑπὸ βιαίων ἀνηρπάσθησαν συμπτωμάτων, οὐδὲ φωνὴν ῥῆξαι συγχωρηθέντες ὑπὸ τοῦ πάθους! Τί ἀναμένεις καιρὸν, ἐν ᾧ πόλλακις οὐδὲ τῶν λογισμῶν τῶν σεαυτοῦ ἔσῃ κύριος; νὺξ βαθεῖα, καὶ ἡ νόσος βαρεῖα, καὶ ὁ βοηθῶν οὐδαμοῦ. Εἶτα περιβλεψάμενος ὧδε κἀκεῖσε, καὶ ἰδὼν τὴν περιεστῶσάν σε ἐρημίαν, τότε αἰσθήσῃ τῆς ἀβουλίας· τότε στενάξεις τὴν ἄνοιαν, εἰς οἷον καιρὸν ἐταμιεύου τὴν ἐντολὴν, ἐν τῇ ζωῇ μὲν ἀπολαύων τῶν ἡδονῶν, ἀποθανὼν δὲ διαπραττόμενος τὰ διατεταγμένα. Ὅτε ἔζης, σεαυτὸν τῆς ἐντολῆς προετίθης· μετὰ δὲ τὸν θάνατον, τότε τὴν ἐντολὴν τῶν ἐχθρῶν προτιμᾷς. Ἵνα γὰρ μὴ λάβῃ ὁ δεῖνα, λαβέτω, φησὶν, ὁ Χριστός. Καὶ τί τοῦτο; ἐχθρῶν ἄμυνα, ἢ τοῦ πλησίον ἀγάπη;
6. But what specious excuse for their parsimony do those who are fluttered about this life put forward to us? I do not sell my possessions, nor give to the poor, because of the necessary needs of life; but after having enjoyed them throughout all my life, after the end of life, I shall make the poor successors of what belongs to me. When thou shalt no longer be among men, then shalt thou become humane; when I see thee dead, then may I call thee a lover of the brethren. Much thanks to thee for thy munificence, that lying in the tomb, and dissolved into earth, thou becomest lavish in expenditures and magnanimous. Of what seasons, tell me, wilt thou demand the rewards, of those in life, or of those after departure from life? Yet during the time thou wast alive, indulging in luxury and melting in delicacy, thou didst not even endure to look upon the poor; and when one has died, what action is there? and what reward of work is owed? Show the works, and demand the recompenses. No one trades after the fair is broken up, nor is anyone crowned who comes back after the contests, nor does anyone perform deeds of valour after the wars. Neither, therefore, is anyone pious after life, manifestly. For if with ink and letters thou promisest thy good deeds, who shall announce to thee the time of thy departure? who shall be surety of the manner of thine end? How many have been snatched away by violent accidents, not even permitted by their affliction to utter a voice! Why dost thou wait for a season in which oftentimes thou shalt not even be master of thine own thoughts? deep night, and the disease heavy, and a helper nowhere. Then looking around here and there, and seeing the solitude surrounding thee, then shalt thou perceive thine ill counsel; then shalt thou groan over thy folly, unto what a season thou didst store up the commandment, in life enjoying pleasures, and when dead performing the things enjoined. Whilst thou wast alive, thou didst prefer thyself to the commandment; and after death, then dost thou prefer the commandment to thine enemies. For lest such a one should take it, let Christ take it, says he. And what is this? vengeance upon enemies, or love of one's neighbour?
7. Μὴ τοίνυν ὀδυρώμεθα τὰς ἐντεῦθεν ἐξόδους, καὶ μάλιστα τῶν ὁσίων ἀνδρῶν, ἀλλὰ τὰς γενέσεις μᾶλλον καὶ τὰς εἰς τὴν ζωὴν ταύτην παρόδους. Ἡ μὲν γὰρ εἰς τὸν κόσμον τοῦτον εἴσοδος δι' ἀτιμίας ἐστὶ ῥύπου καὶ δυσωδίας, καὶ ὧν οὐδ' ἂν τὴν θέαν εὐκόλως ἀνάσχοιτό τις τῆς ζωῆς ἡμῶν καθηγουμένων. Διὰ γὰρ τῶν τοιούτων ἡ πάροδος τῆς σαρκίνης γε-
7. Let us not therefore lament departures hence, and especially of holy men, but rather births and entrances into this life. For the entrance into this world is through the dishonour of filth and foulness, and of things heading our life of which one would not even easily endure the sight. For through such things the entrance of bodily bir-
Notes, col. 1265

On the reading

Printed πόλλακις, for πολλάκις.

PG 32:1268Read from the page
νέσεως τῷ τῆς φύσεως αναγκαίῳ νενομοθέτηται· ἡ δὲ ἔξοδος, καὶ ἡ ἐντεῦθεν ἀπαλλαγὴ, τιμία καὶ περιφανὴς, οὐ πάντων ἀνθρώπων, ἀλλὰ τῶν ὁσίως καὶ δικαίως τὸν ἐνταῦθα βίον διενεγκόντων. Τίμιος γὰρ ὁ θάνατος, οὐχὶ τιμία τῶν ἀνθρώπων ἡ γένεσις. Σπείρεται γὰρ, φησὶν, ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Καὶ ὅτε μὲν Ἰουδαϊκῶς ἀπέθνησκον οἱ ἄνθρωποι, βδελυκτὰ ἦν τὰ θνησιμαῖα· ὅτε δὲ ὑπὲρ Χριστοῦ ὁ θάνατος, τίμια τὰ λείψανα τῶν ὁσίων αὐτοῦ. Πρὸ τούτου ἐλέγετο τοῖς ἱερεῦσι καὶ τοῖς Ναζιραίοις τὸ, Οὐ μιανθήσεται ἐπ' οὐδενὶ τεθνηκότι· καὶ τὸ, Ἐάν τις ἅψηται νεκροῦ, ἀκάθαρτος ἔσται· καὶ τὸ, Πλυνεῖς σεαυτοῦ τὰ ἱμάτια. Νῦν δὲ ὁ ἁψάμενος ὀστέω μάρτυρος, λαμβάνει τινὰ μετουσίαν ἁγιασμοῦ ἐκ τῆς τοῦ σώματος παρεδρευούσης χάριτος. Τίμιος γὰρ ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Σύγκρινον τοίνυν τῇ γενέσει τὸν θάνατον, καὶ παῦσαι ὀδυρόμενος τὸν τῆς ἀτιμίας ἀπαλλασσόμενον. Δικαίοις μὲν γὰρ συσκιρτᾷν καὶ συναγάλλεσθαι ὁ θεῖος λόγος ἡμῖν ἐπιτρέπει· τοῖς δ' ἐκ μετανοίας ἀφιεῖσι δάκρυον, συμπενθεῖν καὶ συνοδύρεσθαι· καὶ τοὺς ἀναλγήτως διακειμένους ἀποκλαίεσθαι, ὅτι οὐδὲ ἴσασι πῶς ἀπόλλυνται. Οὐχὶ δὲ ἐπὶ θανάτῳ ἀνθρώπων κατακλαύσαντα, καὶ συνεκβοήσαντα τοῖς πενθοῦσι, πληρωτὴν προσήκει νομίζειν εἶναι τῆς ἐντολῆς. Οὐδὲ γὰρ ἰατρὸν ἐπαινῶ, τὸν ἀντὶ τοῦ βοηθεῖν τοῖς κάμνουσιν, ἑαυτὸν τῶν νοσημάτων ἀναπιμπλάμενον. Οὕτω καὶ ὁ Δαβὶδ τὸν φίλον ὀλοφυρόμενος Ἰωνάθαν, συναπεθρήνησε καὶ τὸν ἐχθρὸν ἑαυτοῦ, Ἀλγῶ ἐπὶ σὲ, λέγων, ἀδελφὲ Ἰωνάθαν· καὶ, Θυγατέρες Ἰερουσαλὴμ, θρηνήσατε ἐπὶ Σαούλ. Τὸν μὲν γὰρ θρηνεῖ, ὡς ἐναποθανόντα τῇ ἁμαρτίᾳ· τὸν δὲ Ἰωνάθαν, ὡς μέχρι παντὸς αὐτῷ κοινωνήσαντα τοῦ βίου.
th has been ordained as a law by the necessity of nature; whereas the departure, and the release hence, is precious and illustrious, not of all men, but of those who have passed through the life here holily and righteously. For precious is the death, not precious the birth of men. For it is sown, says he, in dishonour, it is raised in glory; it is sown in corruption, it is raised in incorruption (1 Cor. 15:42, 43). And when men died in the Jewish manner, carcasses were abominable; but when death is for Christ, precious are the relics of His holy ones. Before this it was said to the priests and to the Nazirites, He shall not be defiled for any dead person; and, If anyone touch a dead body, he shall be unclean (Lev. 11:39); and, Thou shalt wash thine own garments (Lev. 11:25). But now he who touches the bone of a martyr receives a certain participation of sanctification from the grace attending the body. For precious in the sight of the Lord is the death of His holy ones (Ps. 115:15). Compare therefore death with birth, and cease lamenting him who is released from dishonour. For the divine word bids us leap and exult together with the righteous; and mourn and lament together with those who shed a tear out of repentance; and bewail those who are insensibly disposed, because they do not even know how they perish. Yet it does not befit one to suppose that he who weeps heavily over the death of men, and cries out together with the mourners, is a fulfiller of the commandment. For neither do I praise a physician who, instead of helping the sick, fills himself with their diseases. Thus David also, bewailing his friend Jonathan, lamented together with him his own enemy as well, saying, I grieve over thee, my brother Jonathan; and, Daughters of Jerusalem, lament over Saul (2 Kings 1:26). For the one he laments as having died in sin; and Jonathan, as having shared life with him unto the end.
8. Θάνατοι γὰρ τοῖς ἀνθρώποις ἐπάγονται, τῶν ὅρων τῆς ζωῆς πληρωθέντων, οὓς ἐξ ἀρχῆς περὶ ἕκαστον ἔπηξεν ἡ δικαία τοῦ Θεοῦ κρίσις, πόῤῥωθεν τὸ περὶ ἕκαστον ἡμῖν συμφέρον προβλεπομένου. Ἀλλὰ παιδὸς ἀγαπητοῦ θάνατος ἐκπιέζει σου τὴν ψυχήν. Καὶ τίς οὕτω λίθινος τὴν καρδίαν, ἢ ἔξω παντελῶς τῆς ἀνθρωπίνης φύσεως, ὥστε ἀπαθῶς ἐνεγκεῖν τὸ συμβὰν, ἢ μετρίῳ πάθει τὴν ψυχὴν καταληφθῆναι; Οἴκου λαμπροῦ διαδοχὴ, ἔρεισμα γένους, πατρίδος ἐλπὶς, γονέων εὐσεβῶν βλάστημα ὑπὸ μυρίαις εὐχαῖς ἐντραφὲν, ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ὂν, ἐκ μέσου τῶν πατρικῶν χειρῶν ἀναρπασθεὶς οἴχεται. Ταῦτα ποίαν ἀδάμαντος φύσιν οὐχ ἱκανὰ ἐκλῦσαι, καὶ εἰς συμπάθειαν ἀγαγεῖν; Ἀλλ' ἐὰν μὲν ποτνιᾶσθαι ἐπὶ τοῖς συμβᾶσι καὶ δακρύειν βουλώμεθα, οὐκ ἐξαρκέσει μὲν ὁ χρόνος τοῦ βίου·
8. For deaths are brought upon men when the limits of life are fulfilled, which from the beginning the righteous judgement of God fixed regarding each one, foreseeing from afar what is profitable for us regarding each. But the death of a beloved child crushes thy soul. And who is so stony in heart, or altogether outside human nature, as to bear what has happened impassively, or to be seized in soul by only a moderate passion? The succession of a brilliant house, the prop of a race, the hope of a fatherland, the shoot of pious parents reared under ten thousand prayers, being in the very flower of age, snatched away from the midst of his father's hands is gone. What nature of adamant are these things not sufficient to melt, and bring to sympathy? Yet if we wish to wail over the things that have happened and to weep, the time of life will not suffice;
Notes, col. 1268

On the reading

Printed αναγκαίῳ, for ἀναγκαίῳ.

Printed ὀστέω, for ὀστέων.

PG 32:1269Read from the page
πάντες δὲ ἄνθρωποι μεθ' ἡμῶν στένοντες, παριστάναι ἀπαθῆ τὸν ὀδυρμὸν οὐ δυνήσονται· ἀλλὰ κἂν τὰ τῶν ποταμῶν ῥεύματα δάκρυον γένηται, ἐκπληρῶσαι τῶν συμβάντων τὸν θρῆνον οὐκ ἐξαρκέσει. Διὸ παρακαλῶ, ὡς γενναῖον ἀγωνιστὴν, στῆναι πρὸς τὸ μέγεθος τῆς πληγῆς, καὶ μὴ ὑποπεσεῖν τῷ βάρει τῆς λύπης, μηδὲ καταποθῆναι τὴν ψυχήν· ἐκεῖνο πεπεισμένον, ὅτι κἂν οἱ λόγοι τῶν παρὰ Θεοῦ οἰκονομουμένων διαφεύγωσιν ἡμᾶς, ἀλλὰ πάντως γε τὸ παρὰ τοῦ σοφοῦ καὶ ἀγαπῶντος ἡμᾶς οἰκονομηθὲν ἀπόδεκτόν ἐστι, κἂν ἐπίπονον ᾖ. Αὐτὸς γὰρ οἶδε, πῶς ἑκάστῳ διατίθησι τὸ συμφέρον, καὶ διὰ τί ἄνισα τίθησιν ἡμῖν τοῦ βίου τὰ πέρατα. Ἔστι γάρ τις ἀνθρώποις αἰτία ἀκατάληπτος, δι' ἣν οἱ μὲν θᾶττον ἐντεῦθεν ἀπάγονται, οἱ δὲ ἐπὶ πλεῖον προσταλαιπωρεῖν τῷ ὀδυνηρῷ τούτῳ βίῳ καταλιμπάνονται. Ὥστε ἐπὶ πᾶσι προσκυνεῖν αὐτοῦ τὴν φιλανθρωπίαν ὀφείλομεν, καὶ μὴ δυσχεραίνειν· μεμνημένοι τῆς μεγάλης ἐκείνης καὶ ἀοιδίμου φωνῆς, ἣν ὁ μέγας ἀθλητὴς Ἰὼβ ἐφθέγξατο, ἐπὶ μιᾶς τραπέζης ἰδὼν δέκα παῖδας ἐν βραχείᾳ καιροῦ ῥοπῇ συντριβέντας· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. Ἡμέτερον τοῦτο τὸ θαῦμα ποιησώμεθα· ἴσος ὁ μισθὸς παρὰ τοῦ δικαίου κριτοῦ τοῖς τὰ ἴσα ἐπιδεικνυμένοις ἀνδραγαθήματα. Οὐκ ἀπεστερήθημεν τοῦ παιδὸς, ἀλλ' ἀπεδώκαμεν τῷ χρήσαντι· οὐκ ἠφανίσθη αὐτοῦ ἡ ζωὴ, ἀλλ' ἐπὶ τὸ βέλτιον διημείφθη· οὐ γῆ κατέκρυψε τὸν ἀγαπητὸν, ἀλλ' οὐρανὸς ὑπεδέξατο. Μικρὸν ἀναμείνωμεν, καὶ συνεσόμεθα τῷ ποθουμένῳ. Οὐδὲ πολὺς ὁ χρόνος τῆς διαστάσεως, πάντων ὥσπερ ἐν ὁδῷ τῷ βίῳ τούτῳ πρὸς τὸ αὐτὸ καταγώγιον ἐπειγομένων· ἐν ᾧ ὁ μὲν προκατέλαβεν, ὁ δὲ ἐπῆλθεν, ὁ δὲ ἐπείγεται, πάντας δὲ ἓν ὑποδέχεται τέλος. Εἰ γὰρ καὶ θᾶττον τὴν ὁδὸν κατέλυσεν, ἀλλὰ πάντες τὴν αὐτὴν πορευόμεθα, καὶ πάντας τὸ αὐτὸ ἀναμένει κατάλυμα. Ἀναμνήσθητι τοῦ σοῦ πατρὸς, ὅτι τέθνηκε. Τί οὖν θαυμαστὸν, ἐκ θνητοῦ γεννηθέντα, θνητοῦ γενέσθαι πατέρα; Τὸ δὲ πρὸ ὥρας, καὶ πρὶν κορεσθῆναι τοῦ βίου, καὶ πρὶν εἰς μέτρον ἡλικίας ἐλθεῖν, καὶ φανῆναι τοῖς ἀνθρώποις, καὶ διαδοχὴν τοῦ γένους καταλιπεῖν· ταῦτα οὐκ αὔξησις τοῦ πάθους, ἀλλὰ παραμυθία τοῦ γεγονότος ἐστὶν, ὅτι μὴ κατέλιπεν ὑπὲρ γῆς ὀρφανὰ τέκνα· ὅτι μὴ γυναῖκα χήραν θλίψει μακρᾷ ἔκδοτον ἀφῆκεν, ἢ ἀνδρὶ ἑτέρῳ συνοικοῦσαν, καὶ τῶν προτέρων τέκνων καταμελοῦσαν. Τὸ δὲ, ὅτι οὐ παρετάθη τῷ βίῳ τούτῳ ἡ ζωὴ τοῦ παιδὸς, τίς οὕτως ἀγνώμων, ὡς μὴ τὸ μέγιστον τῶν ἀγαθῶν τοῦτο νομίζειν εἶναι; Ἡ γὰρ ἐπὶ πλεῖον ἐνταῦθα διατριβὴ, πλειόνων κακῶν ἐστιν ἀφορμή.
and all men groaning with us will not be able to match the lamentation to the suffering; nay, even if the streams of the rivers should become a tear, it will not suffice to fill up the dirge for the things that have happened. Wherefore I exhort thee, as a noble combatant, to stand firm against the magnitude of the blow, and not to sink under the weight of grief, nor be swallowed up in soul; being persuaded of this, that even if the reasons of the things dispensed by God escape us, yet assuredly that which is dispensed by Him Who is wise and loves us is acceptable, even though it be painful. For He Himself knows how He appoints what is profitable for each one, and why He sets unequal limits to our life. For there is a certain cause incomprehensible to men, on account of which some are led away hence more swiftly, while others are left behind to toil longer in this painful life. So that in all things we ought to adore His loving-kindness, and not be indignant; remembering that great and celebrated voice which the great athlete Job uttered, when at one table he saw ten children crushed in a brief turn of time: The Lord gave, the Lord hath taken away; as it pleased the Lord, so also it came to pass (Job 1:21). Let us make this marvel our own; equal is the reward from the righteous Judge for those who display equal deeds of valour. We were not deprived of the child, but we restored him to Him Who lent him; his life was not blotted out, but was exchanged for the better; earth did not hide the beloved one, but heaven received him. Let us wait a little while, and we shall be together with him whom we long for. Nor is the time of separation long, since all in this life as on a road are hastening towards the same inn; wherein one has already arrived beforehand, another has come up, another is hastening on, and one end receives all. For even if he finished the road more swiftly, yet we all travel the same one, and the same lodging awaits all. Remember thine own father, that he died. What wonder then, that having been born of a mortal, thou didst become the father of a mortal? And as for its being before the time, and before being sated with life, and before coming to the measure of age, and appearing among men, and leaving behind a succession of the race: these things are not an increase of the suffering, but a consolation for what has happened, that he did not leave orphan children behind upon earth; that he did not leave a widow wife given over to long affliction, or dwelling with another husband, and neglecting the former children. And as for the fact that the life of the child was not prolonged in this life, who is so senseless as not to account this the greatest of goods? For a longer stay here is an occasion of more evils.
9. Τίνος ἕνεκεν οὐχὶ θνητὰ φρονεῖν περὶ τοῦ θνητοῦ προειθίσθης, ἀλλ' ἀπροσδόκητον τοῦ παιδὸς τὸν θάνατον προσεδέξω; Ὅτε σοι πρῶτον ἠγγέλθη τοῦ
9. For what reason wast thou not accustomed beforehand to think mortal thoughts concerning the mortal, but didst receive the death of the child as unexpected? When first there was announced to thee the
PG 32:1272Read from the page
υἱέως ὁ τοκετὸς, εἴ τίς σε εἴρετο, Ποταπόν ἐστι τὸ τεχθὲν, τί ποτε ἂν ἀπεκρίνω; ἆρα ἄλλο τι ἂν εἶπες, ἢ ὅτι ἄνθρωπός ἐστι τὸ γεννηθέν; Εἰ δὲ ἄνθρωπος, καὶ θνητὸς δηλονότι. Τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός; Οὐχ ὁρᾷς ἥλιον ἀνατέλλοντα καὶ δυόμενον; οὐχ ὁρᾷς τὴν σελήνην αὔξουσαν, εἶτα φθίνουσαν; οὐ τὴν γῆν θάλλουσαν, εἶτα ξηραινομένην; Τί οὖν θαυμαστὸν, εἰ καὶ ἡμεῖς, μέρος ὄντες τοῦ κόσμου, ἀπολαύομεν τῶν ἐκ τοῦ κόσμου; Παιδὸς ἀγαπητοῦ, ἢ γυναικὸς καταθυμίας, ἢ ἄλλου τινὸς τῶν φιλτάτων καὶ κατὰ πᾶσαν εὔνοιαν συνημμένων στέρησις, οὐδὲν δεινὸν τῷ προεσκεμμένῳ, καὶ τὸν ὀρθὸν λόγον ἡγεμόνα τῆς ζωῆς ἔχοντι, ἀλλὰ μὴ κατὰ συνήθειάν τινα πορευομένῳ. Ἔθους γὰρ χωρισμὸς καὶ τοῖς ἀλόγοις ἐστὶ δυσφορώτατος. Καί ποτε εἶδον ἐγὼ βοῦν ἐπὶ φάτνης δακρύοντα, τοῦ συννόμου αὐτῷ καὶ ὁμοζύγου τελευτήσαντος. Καὶ τὰ λοιπὰ τῶν ἀλόγων σφοδρῶς τῆς συνηθείας ἔστιν ἰδεῖν ἀντεχόμενα.
birth of thy son, if someone had asked thee, Of what sort is that which is born, what ever wouldst thou have answered? wouldst thou have said anything else than that what was born is a man? And if a man, mortal also, manifestly. What then is strange, if the mortal died? Seest thou not the sun rising and setting? seest thou not the moon waxing, then waning? not the earth blooming, then withering? What wonder then, if we also, being a part of the world, partake of the things of the world? The deprivation of a beloved child, or of a wife after one's heart, or of any other of those dearest and joined in all goodwill, is nothing dreadful to him who has considered beforehand, and who has right reason as the guide of his life, and does not walk according to some habit. For separation from habit is most hard to bear even for irrational creatures. And once I myself saw an ox weeping at the manger, when its fellow-grazer and yoke-fellow had died. And the rest of the irrational creatures one may see clinging vehemently to habit.
10. Αλλὰ γὰρ οὐκ ἐνόμισα δίκαιον εἶναι παραλιπεῖν τὸ ἐπιβάλλον ἐμοὶ, καὶ μὴ καὶ πρὸς σὲ, τὴν ἐκείνου μητέρα, τὸν λόγον τρέψαι. Οἶδα γὰρ ποταπὰ τῶν μητέρων τὰ σπλάγχνα· καὶ λογίζομαι, πόσην εἰκὸς ἐπὶ τοῖς παροῦσιν εἶναι τὴν ἀλγηδόνα. Παῖδα ἐζημιώθης, ὃν περιόντα μὲν ἐμακάρισαν πᾶσαι μητέρες, καὶ ηὔξαντο τοὺς ἑαυτῶν τοιούτους εἶναι· ἀποθανόντα δὲ ἐστέναξαν, ὡς ἑκάστη τὸν ἑαυτῆς τῇ γῇ κατακρύψασα. Ἐκείνου ὁ θάνατος πληγὴ τῆς πατρίδος ἐγένετο· ἐκείνῳ τὸ μέγα καὶ περιφανὲς γένος συγκατέπεσεν, ὥσπερ ἐρείσματος ὑφαιρεθέντος κατασεισθέν. Ὢ συνάντημα πονηροῦ δαίμονος, πόσον ἴσχυσε κακὸν ἐξεργάσασθαι! Ὢ γῆ τοιοῦτον ἀναγκασθεῖσα ὑποδέξασθαι πάθος! Ἔφριξε τάχα καὶ ὁ ἥλιος, εἴ τις αἴσθησις αὐτῷ, τὸ σκυθρωπὸν ἐκεῖνο θέαμα. Καὶ τί ἄν τις τοσοῦτον εἴποι, ὅσον ἡ ἀμηχανία τῆς ψυχῆς ὑποβάλλει; Ἀλλ' οὐ γὰρ ἀπρονόητα τὰ ἡμέτερα, ὡς μεμαθήκαμεν ἐν τῷ Εὐαγγελίῳ, ὅτι οὐδὲ στρουθίον πίπτει ἄνευ θελήματος τοῦ Πατρὸς ἡμῶν. Ὥστε εἴ τι γέγονε, θελήματι γέγονε τοῦ κτίσαντος ἡμᾶς. Τῷ δὲ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκε; Καταδεξώμεθα τὸ συμβάν· δυσανασχετοῦντες γὰρ οὔτε τὸ γενόμενον διορθούμεθα, καὶ ἑαυτοὺς προσαπόλλυμεν. Μὴ κατηγορήσωμεν τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. Ἀμαθεῖς ἐσμεν, ὥστε τὰ ἀῤῥητα αὐτοῦ κρίματα δοκιμάζειν. Νῦν σου λαμβάνει τὴν δοκιμὴν ὁ Κύριος τῆς πρὸς αὐτὸν ἀγάπης· νῦν σοι πάρεστι καιρὸς διὰ τῆς ὑπομονῆς τὴν μερίδα τῶν μαρτύρων λαβεῖν. Ἡ τῶν Μακκαβαίων μήτηρ ἑπτὰ παίδων εἶδε θάνατον, καὶ οὐκ ἀνεστέναξεν, οὐδὲ ἀφῆκεν ἀγεννὲς δάκρυον· ἀλλ' εὐχαριστοῦσα τῷ Θεῷ, ὅτι ἔβλεπεν αὐτοὺς πυρὶ καὶ σιδήρῳ καὶ ταῖς χαλεπωτάταις αἰκίαις τῶν δεσμῶν τῆς σαρκὸς λυομένους, εὐδόκιμος μὲν παρὰ Θεῷ, ἀοίδιμος δὲ παρὰ ἀνθρώ-
10. However, I did not think it right to pass over what falls to me, and not to turn my discourse to thee also, his mother. For I know of what sort are the bowels of mothers; and I reckon how great the pain is likely to be over the present things. Thou wast bereft of a child whom, while he survived, all mothers called blessed, and prayed that their own might be such; and when he died they groaned, as though each had hidden her own in the earth. His death became a blow to the fatherland; with him the great and illustrious race fell down together, shaken to pieces as though a prop had been taken away from under it. O encounter of an evil demon, how great an evil had it strength to work! O earth compelled to receive such a calamity! Perchance even the sun shuddered at that gloomy spectacle, if it has any perception. And what could anyone say as great as the helplessness of the soul suggests? Yet our affairs are not without providence, as we have learned in the Gospel, that not even a sparrow falls without the will of our Father (Matt. 10:29). So that if anything has come to pass, it has come to pass by the will of Him Who created us. And who hath resisted the counsel of God (Rom. 9:19)? Let us accept what has happened; for by bearing it ill we neither set right what has come to pass, and we destroy ourselves besides. Let us not accuse the righteous judgement of God. Unlearned are we to test His ineffable judgements. Now the Lord takes proof of thy love towards Him; now the season is present for thee through patience to receive the portion of the martyrs. The mother of the Maccabees (2 Macc. 7:20) saw the death of seven children, and neither groaned aloud, nor shed an ignoble tear; but giving thanks to God, because she saw them loosed from the bonds of the flesh by fire and iron and the most grievous tortures, she was approved before God, and celebrated among m-
Notes, col. 1272

On the reading

Printed Αλλὰ, for Ἀλλὰ.

PG 32:1273Read from the page
ποις ἐκρίθη. Μέγα τὸ πάθος, φημὶ κἀγώ· ἀλλὰ μεγάλοι καὶ οἱ παρὰ τοῦ Κυρίου μισθοὶ τοῖς ὑπομένουσιν ἀποκείμενοι. Ὅτε ἐγένου μήτηρ, καὶ εἶδες τὸν παῖδα, καὶ ηὐχαρίστησας τῷ Θεῷ, ᾔδεις πάντως, ὅτι θνητὴ οὖσα θνητὸν ἐγέννησας. Τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός; Ἀλλὰ λυπεῖ ἡμᾶς τὸ παρὰ καιρόν. Ἄδηλον, εἰ μὴ εὔκαιρον τοῦτο· ἐπειδὴ ἡμεῖς, καὶ ἐκλέγεσθαι τὰ συμφέροντα ταῖς ψυχαῖς, καὶ ὁρίζειν προθεσμίαν ἀνθρωπίνης ζωῆς, οὐκ ἐπιστάμεθα. Περίβλεψαι τὸν κόσμον ἅπαντα, ἐν ᾧ κατοικεῖς· καὶ ἐννόησον, ὅτι πάντα θνητὰ τὰ ὁρώμενα· καὶ πάντα φθορᾷ ὑποκείμενα. Ἀνάβλεψον πρὸς τὸν οὐρανὸν, καὶ οὗτός ποτε λυθήσεται· πρὸς τὸν ἥλιον, οὐδὲ οὗτος διαμενεῖ· οἱ ἀστέρες σύμπαντες, ζῶα χερσαῖα καὶ ἔνυδρα, τὰ περὶ γῆν κάλλη, αὐτὴ ἡ γῆ, πάντα φθαρτὰ, καὶ πάντα μικρὸν ὕστερον οὐκ ἐσόμενα. Ἡ τούτων ἔννοια, παραμυθία ἔστω τοῦ συμβεβηκότος. Μὴ καθ' ἑαυτὸ μέτρει τὸ πάθος· ἀφόρητον γὰρ οὕτω φανεῖταί σοι· ἀλλὰ τοῖς ἀνθρωπίνοις πᾶσι συγκρίνουσα, ἐντεῦθεν εὑρήσεις αὐτοῦ τὴν παραμυθίαν. Ἐπὶ πᾶσι δὲ ἐκεῖνο εἰπεῖν ἰσχυρὸν ἔχω· Φεῖσαι τοῦ ὁμοζύγου· ἀλλήλοις γένεσθε παραμυθία· μὴ ποιήσῃς αὐτῷ χαλεπωτέραν τὴν συμφορὰν, τῷ πάθει ἑαυτὴν καταναλίσκουσα.
en was she judged. Great is the suffering, I too say; yet great also are the rewards from the Lord laid up for those who endure. When thou becamest a mother, and sawest the child, and gavest thanks to God, thou knewest altogether that being mortal thou gavest birth to a mortal. What then is strange, if the mortal died? But its being out of season grieves us. It is uncertain whether this was not seasonable; since we know neither how to choose the things profitable for souls, nor how to fix the appointed term of human life. Look around at all the world wherein thou dwellest; and consider that all the things seen are mortal, and all subject to corruption. Look up towards the heaven, and this too shall one day be dissolved; towards the sun, neither shall this endure; all the stars together, creatures of dry land and of water, the beauties around the earth, the earth itself, all are corruptible, and all a little later shall not be. Let the thought of these things be a consolation for what has happened. Measure not the suffering by itself; for thus it will appear intolerable to thee; but comparing it with all human things, thence shalt thou find its consolation. And upon all these things I have this strong word to say: Spare thy yoke-fellow; become a consolation to one another; make not the calamity more grievous for him, consuming thyself with the passion.
11. Ὕποπτον γὰρ ἡμῖν ἐστι τὸ ἄγαν σου φιλότεκνον, μήποτε ἔκδοτον δῷς σαυτὴν τῷ πάθει, δι' ἁπαλότητα ἠθῶν βαθεῖαν τὴν πληγὴν δεξαμένη τῆς λύπης. Οὐδὲν γὰρ τῶν συμβαινόντων ἡμῖν ὡς λυπηρὸν ὑποδέχεσθαι χρὴ, κἂν πρὸς τὸ παρὸν ἅπτηται τῆς ἀσθενείας ἡμῶν. Εἰ γὰρ καὶ τοὺς λόγους ἀγνοοῦμεν, καθ' οὓς ἕκαστον τῶν γινομένων ὡς καλὸν παρὰ τοῦ Δεσπότου ἡμῖν ἐπάγεται· ἀλλ' ἐκεῖνο πεπεῖσθαι ὀφείλομεν, ὅτι πάντως συμφέρει τὸ γινόμενον, ἢ ἡμῖν διὰ τὸν τῆς ὑπομονῆς μισθὸν, ἢ τῇ παραληφθείσῃ ψυχῇ, ἵνα μὴ ἐπὶ πλέον τῇ ζωῇ ταύτῃ ἐπιβραδύνασα, τῆς ἐμπολιτευομένης τῷ βίῳ κακίας ἀναπλησθῇ. Εἰ μὲν γὰρ ἐν τῇ ζωῇ ταύτῃ ἡ τῶν Χριστιανῶν ἐλπὶς περιώριστο, εἰκότως χαλεπὸν ἂν ἐνομίσθη τὸ θᾶττον διαζευχθῆναι τοῦ σώματος· εἰ δὲ ἀρχὴ τοῦ ἀληθινοῦ βίου τοῖς κατὰ Θεὸν ζῶσίν ἐστι τὸ τῶν δεσμῶν τούτων τῶν σωματικῶν τὴν ψυχὴν ἐκλυθῆναι, τί λυπούμεθα, ὡς καὶ οἱ μὴ ἔχοντες ἐλπίδα; Ἀλλ' ἀνδρὸς φιλτάτου στέρησις ἀνυπομόνητόν σοι τὴν συμφορὰν ἐμποιεῖ. Κἀγὼ συντίθημι. Ὅτι μὲν γὰρ λυπηρὰ συμφορὰ τοῦ πάθους τοῦ κατὰ τὸν ἄριστον τῶν ἀνδρῶν ἐκεῖνον, ἅπαντες ἴσμεν. Πάντως γὰρ οὐδεὶς οὕτως ἐστὶ λιθίνην ἔχων τὴν καρδίαν, ὃς εἰς πεῖραν ἀφικόμενος τοῦ ἀνδρὸς ἐκείνου, εἶτ' ἀκούσας αὐτὸν ἀθρόον ἐξ ἀνθρώπων ἀναρπασθέντα, οὐχ ὡς κοινὴν ζημίαν τοῦ βίου τὴν τούτου στέρησιν ἐλογίσατο. Εἰ δὲ τοῖς πόῤῥω τῆς οἰκειότητος οὕτω βαρὺ καὶ δύσφορον τὸ συμβὰν, πῶς εἰκὸς ὑπὸ τοῦ πάθους τὴν σὴν διατεθῆναι ψυχὴν, οὕτως ὑποκειμένην τῷ πάθει, ὥστε οἱονεὶ διχοτομίας τινὸς αἰσθάνεσθαι ἐν τῷ τοῦ φιλτάτου χωρισμῷ τελευτήσαντος; Καὶ γὰρ οὐχ ἧττόν ἐστιν ἀλγεινὴ ἡ τοιαύτη διάζευξις, ἢ εἰ τὸ ἥμισυ
11. For thy excessive love of children is suspected by us, lest perchance thou give thyself up to the passion, having received the blow of grief deep through tenderness of character. For none of the things that happen to us ought we to receive as grievous, even if for the present it touches our weakness. For even if we are ignorant of the reasons according to which each of the things that come to pass is brought upon us as good by the Master; yet of this we ought to be persuaded, that what comes to pass is altogether profitable, either for us on account of the reward of patience, or for the soul that was taken, lest tarrying longer in this life, it should be filled with the wickedness that holds citizenship in life. For if the hope of Christians were bounded within this life, reasonably would it have been accounted hard to be severed more swiftly from the body; but if for those who live according to God the loosing of the soul from these bodily bonds is the beginning of the true life, why do we grieve, even as those who have no hope? But the deprivation of a dearest husband makes the calamity unendurable for thee. I too agree. For that the calamity of the suffering concerning that best of men is grievous, we all know. For altogether there is no one having so stony a heart, who having come into experience of that man, and then hearing that he was suddenly snatched away from among men, did not reckon his deprivation as a common loss of life. And if to those far from kinship what has happened is so heavy and hard to bear, how is it likely that thy soul has been disposed by the suffering, being so subject to the suffering as to feel as it were a certain cutting in two at the separation of thy dearest one when he died? For indeed such a severance is no less painful than if the half