Migne Reading Room

PG 32 · cols. 1252–1261 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:1252Read from the page
φλογὶ τῆς καμίνου οἱονεὶ χρυσοῖ τὴν φύσιν ὄντες, οὕτω κρείττους τῆς ἀπὸ τοῦ πυρὸς διεδείκνυντο βλάβης. Ἤπου καὶ χρυσοῦ δυνατώτεροι διεδείκνυντο. Οὐ γὰρ ἐχώνευεν αὐτοὺς τὸ πῦρ, ἀλλ' ἐφύλαττεν αὐτοὺς ἀκεραίους. Καίτοι οὐδὲν ἂν ἐκείνην τότε τὴν φλόγα ὑπέστη, ἣν νάφθα καὶ πίσσα καὶ κληματίδες ἔτρεφον, ὡς ἐπὶ τεσσαράκοντα ἐννέα πήχεις αὐτὴν διαχεῖσθαι, καὶ τὰ κύκλῳ αὐτῆς ἐπινεμομένην, πολλοὺς τῶν Χαλδαίων ἐξαναλῶσαι Ἐκείνην τοίνυν τὴν πυρκαϊὰν μετὰ νηστείας εἰσελθόντες, κατεπάτουν οἱ παῖδες, λεπτὸν ἀέρα καὶ ἔνδροσον ἐν οὕτω λάβρῳ τῷ πυρὶ ἀναπνέοντες. Οὐδὲ γὰρ τῶν τριχῶν τὸ πῦρ κατετόλμησε, διὰ τὸ ὑπὸ νηστείας αὐτὰς ἐκτραφῆναι. Δανιὴλ δὲ ὁ ἀνὴρ τῶν ἐπιθυμιῶν, ὁ τρεῖς ἑβδομάδας ἄρτον μὴ φαγὼν, καὶ ὕδωρ μὴ πιὼν, καὶ τοὺς λέοντας νηστεύειν ἐδίδαξεν, εἰσελθὼν εἰς τὸν λάκκον. Ὥσπερ γὰρ ἐκ λίθου, ἢ χαλκοῦ, ἢ ἄλλης τινὸς στεῤῥοτέρας ὕλης ἐμπεπηγότι, ἐμβαλεῖν οὐκ εἶχον τοὺς ὀδόντας οἱ λέοντες. Οὕτως οἱονεὶ βαφὴ σιδήρου τὸ σῶμα τοῦ ἀνδρὸς ἡ νηστεία στομώσασα, ἀδάμαστον ἐποίει τοῖς λέουσιν. Οὐκ ἂν κατετόλμησε Μωϋσῆς καπνιζομένης τῆς κορυφῆς προσβαλεῖν τῷ ὄρει, οὐδ' ἂν ἐθάῤῥησεν εἰσελθεῖν εἰς τὸν γνόφον, εἰ μὴ νηστείᾳ καθώπλιστο. Διὰ τῆς νηστείας τὴν ἐντολὴν ὑπεδέξατο, δακτύλῳ Θεοῦ γραφεῖσαν ἐν ταῖς πλαξί· καὶ ἄνω μὲν ἡ νηστεία νομοθεσίας πρόξενος γίνεται, κάτω δὲ ἡ γαστριμαργία εἰς εἰδωλολατρίαν ἐξέμηνε. Τεσσαράκοντα γὰρ ἡμερῶν προσεδρείαν νηστεύοντος καὶ δεομένου τοῦ θεράποντος ἄχρηστον ἀπέδειξεν οἰνοφλυγία μία. Ἃς γὰρ ἡ νηστεία ἔλαβε πλάκας δακτύλῳ Θεοῦ γραφείσας, ταύτας ἡ μέθη συνέτριψεν· οὐκ ἄξιον κρίναντος τοῦ προφήτου μεθύοντα λαὸν νομοθετεῖσθαι παρὰ τοῦ Θεοῦ. Τί τὸν Ἠσαῦ ἐβεβήλωσε, καὶ ἐποίησε δοῦλον τοῦ ἀδελφοῦ; οὐ βρῶσις μία, δι' ἣν ἀπέδοτο τὰ πρωτοτόκια; Τεσσαράκοντα Ἠλίας ἡμέραις νηστείᾳ τὴν ψυχὴν ἀποκαθάρας, οὕτως ἐν τῷ σπηλαίῳ τῷ ἐν Χωρὴβ ἰδεῖν κατηξιώθη, ὡς δυνατόν ἐστιν ἰδεῖν ἀνθρώπῳ, τὸν Κύριον. Τίνων ἔπεσε τὰ κῶλα ἐν τῇ ἐρήμῳ; οὐ τῶν κρεωφαγίας ἐπιζητούντων; Ἐκεῖνοι ἕως μὲν ἠρκοῦντο τῷ μάννα, καὶ τῷ ἐκ τῆς πέτρας ὕδατι, Αἰγυπτίους ἐνίκων, διὰ θαλάσσης ὥδευον, Οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Ἐπειδὴ δὲ ἐνεθυμήθησαν τῶν κρεῶν τῶν λεβήτων, καὶ ἐστράφησαν ταῖς ἐπιθυμίαις εἰς Αἴγυπτον, οὐκ εἶδον τὴν γῆν τῆς ἐπαγγελίας.
flame of the furnace, being as it were golden in their nature, they were thus shown to be superior to harm from the fire. Yea, they were shown to be even stronger than gold. For the fire did not melt them, but kept them unharmed. And yet nothing could then have withstood that flame, which naphtha and pitch and vine-twigs fed, so that it spread out to forty-nine cubits, and devouring the things round about it, consumed many of the Chaldaeans. Entering into that pyre, therefore, with fasting, the youths trod it down, breathing a fine and dewy air in so fierce a fire. For the fire did not even dare to touch their hairs, because they had been nourished by fasting. And Daniel, the man of desires (Dan. 10:2), who for three weeks ate no bread and drank no water, taught even the lions to fast when he went down into the den. For as though he were compacted of stone, or brass, or some other harder matter, the lions were unable to fix their teeth in him. Thus fasting, having tempered the man's body like a dipping of iron, made him unconquerable by the lions. Moses would not have dared to approach the mountain while its summit was smoking, nor would he have had the courage to enter into the thick darkness, had he not been armed with fasting. Through fasting he received the commandment written with the finger of God upon the tablets; and above, fasting becomes the procurer of the giving of the law, whereas below, gluttony drove men mad unto idolatry. For a single bout of drunkenness rendered useless the forty days' attendance of the servant as he fasted and made supplication. For the tablets written with the finger of God which fasting received, these drunkenness shattered, the prophet judging a drunken people unworthy to receive laws from God. What profaned Esau, and made him a slave of his brother? Was it not a single meal, for the sake of which he sold his birthright (Heb. 12:16)? Elijah, having cleansed his soul by fasting for forty days, was thus deemed worthy in the cave that is in Horeb to see the Lord, so far as it is possible for a man to see Him. Whose carcasses fell in the wilderness (Heb. 3:17)? Was it not of those who craved the eating of flesh? So long as they were content with the manna and the water from the rock, they conquered the Egyptians, they journeyed through the sea, There was not one feeble person among their tribes (Ps. 104:37). But when they remembered the flesh-pots (Exod. 16:3), and turned back in their desires to Egypt, they did not see the land of promise.
5. Ἀλλ' οὐδ' ἂν ὁ σοφὸς Δανιὴλ τὰς ὀπτασίας εἶδεν, εἰ μὴ νηστείᾳ διαυγεστέραν ἐποίησε τὴν ψυχήν. Ἐκ γὰρ τῆς παχείας τροφῆς οἷον αἰθαλώδεις ἀναθυμιάσεις ἀναπεμπόμεναι, νεφέλης δίκην πυκνῆς, τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος ἐπιγινομένας ἐλλάμψεις ἐπὶ τὸν νοῦν διακόπτουσιν. Καὶ ὕπνοι κοῦφοι, καὶ εὐαπάλλακτοι, φυσικῶς ἀκολουθοῦσι τῷ λεπτῷ
5. Nay, not even the wise Daniel would have seen his visions, had he not made his soul clearer by fasting. For from gross food, as it were, smoky exhalations sent up, after the manner of a dense cloud, intercept the illuminations that come from the Holy Spirit upon the mind. And light and easily dispelled sleeps naturally follow upon a slender
PG 32:1253Read from the page
τῆς διαίτης· κατ' ἐπιτήδευσιν δὲ ταῖς περὶ τῶν μεγάλων μερίμναις διακοπτόμενοι. Τό γὰρ βαρεῖ κάρῳ κατακρατεῖσθαι, λυομένων αὐτοῦ τῶν μελῶν, ὥστε σχολὴν ἀλόγοις φαντασίαις παρέχειν, ἐν καθημερινῷ θανάτῳ ποιεῖ τοὺς οὕτω καθεύδοντας. Μωϋσῆς, δευτέραν λαμβάνων νομοθεσίαν, δευτέρας νηστείας προσεδεήθη. Καὶ Νινευΐταις εἰ μὴ καὶ τὰ ἄλογα συνενήστευσεν, οὐκ ἂν διέφυγον τὴν ἀπειλὴν τῆς καταστροφῆς. Μέγα ἀγαθὸν ἀνθρώποις ἡ νηστεία, ἥτις ἀπόφασιν Θεοῦ ἀνεκαλέσατο. Ἐκηρύχθη ἐν Νινευΐ τριήμερος καταστροφή· καὶ ἐνίκησεν ἡ πρὸς τὸν Θεὸν ἐπιστροφὴ τὴν καταστροφήν· ἡ γὰρ ἀπειλὴ τῆς καταστροφῆς, διὰ τὴν ἐπιστροφὴν ἀνείθη. Εὐγνώμονες ἁμαρτωλοὶ οἱ Νινευΐται, ἀκούσαντες τοῦ Ἰωνᾶ κηρύσσοντος τὴν καταστροφὴν, τῷ τρόπῳ τῆς νηστείας ἔστησαν τὴν ἀπειλὴν, καὶ τῷ φαρμάκῳ τῆς ἐξομολογήσεως καὶ προσευχῆς ἐπεσπάσαντο τὴν σωτηρίαν. Τίς τὸν ἑαυτοῦ οἶκον ἠλάττωσεν ἐν νηστείᾳ; Ἀρίθμησον σήμερον τὰ ἔνδον, καὶ ἀρίθμησον τὰ μετὰ ταῦτα, οὐδὲν διὰ τὴν νηστείαν λείψει τῶν ἐν τῷ οἴκῳ. Οὐδὲ ἓν ζῶον ὀδύρεται θάνατον, οὐδαμοῦ αἷμα, οὐδαμοῦ ἀπόφασις, παρὰ τῆς ἀπαραιτήτου γαστρὸς ἐκφερομένη κατὰ τῶν ζώων. Πέπαυται μαγείρων μάχαιρα· ἡ τράπεζα ἀρκεῖται τοῖς αὐτομάτοις. Τοῖς δὲ κομψοῖς Ἐγκρατιταῖς πρὸς τὸ σεμνὸν αὐτῶν πρόβλημα· Διὰ τί καὶ ἡμεῖς οὐχὶ πάντες ἐσθίομεν; ἐκεῖνο λεγέσθω, ὅτι καὶ τὰ περιττώματα ἡμῶν βδελυσσόμεθα. Κατὰ μὲν γὰρ τὴν ἀξίαν, λάχανα χόρτου ἡμῖν ἐστι τὰ κρέα· κατὰ δὲ τὴν τῶν συμφερόντων διάκρισιν, ὡς καὶ ἐν λαχάνοις τὸ βλαβερὸν τοῦ καταλλήλου χωρίζομεν, οὕτω καὶ ἐν τοῖς κρέασι τοῦ χρησίμου τὸ βλαβερὸν διακρίνομεν. Ἐπείτοι λάχανόν ἐστι καὶ τὸ κώνειον, ὥσπερ κρέας ἐστὶ καὶ τὸ γύπειον· ἀλλ' ὅμως οὔτε ὑοσκύαμον φάγοι ἄν τις νοῦν ἔχων, οὔτε κυνὸς ἅψαιτο, εἰ μὴ μεγάλης ἀνάγκης κατεπειγούσης· ὡς ὅγε φαγὼν οὐκ ἠνόμησεν. Ἀνάπαυσόν σου τὸν μάγειρον, δὸς ἀργίαν τῷ τραπεζοποιῷ· στῆσον τὴν χεῖρα τῷ οἰνοχόῳ· παυσάσθω ποτὲ καὶ ὁ τὰς ποικιλίας τῶν βρωμάτων ἐπιτηδεύων· ἡσυχασάτω ποτὲ καὶ ὁ οἶκος ἀπὸ τῶν μυρίων θορύβων, καὶ τοῦ καπνοῦ καὶ τῆς κνίσσης, καὶ τῶν ἄνω καὶ κάτω διατρεχόντων, καὶ οἱονεὶ ἀπαραιτήτῳ δεσποίνῃ τῇ γαστρὶ λειτουργούντων. Δότω τινὰ ἐκεχειρίαν καὶ ἡ γαστὴρ τῷ στόματι· σπεισάσθω ἡμῖν πενθημέρους σπονδὰς, ἡ ἀεὶ ἀπαιτοῦσα καὶ οὐδέποτε λήγουσα, ἡ λαμβάνουσα σήμερον, καὶ αὔριον ἐπιλανθανομένη. Ὅταν ἐμπλησθῇ, περὶ ἐγκρατείας φιλοσοφεῖ· ὅταν διαπνευσθῇ, ἐπιλανθάνεται τῶν δογμάτων.
regimen; and on purpose they are interrupted by cares concerning great matters. For to be held fast in a heavy torpor, with one's limbs relaxed, so as to afford leisure for irrational fantasies, places those who sleep thus in a daily death. Moses, when receiving a second legislation, stood in need of a second fast. And as for the Ninevites, had not the irrational animals also fasted along with them, they would not have escaped the threat of overthrow. A great good for men is fasting, which recalled a sentence of God. A three days' overthrow was proclaimed in Nineveh; and conversion towards God conquered the overthrow; for the threat of overthrow was remitted through conversion. Discerning sinners were the Ninevites: having heard Jonah proclaiming the overthrow, by the way of fasting they stayed the threat, and by the medicine of confession and prayer they drew salvation to themselves. Who has diminished his own household in fasting? Count today what is within, and count what is there afterwards: nothing of the things in the house will be lacking on account of fasting. Not a single animal laments its death, nowhere is there blood, nowhere a sentence pronounced by the inexorable belly against the animals. The knife of the cooks has ceased; the table is content with things that grow of themselves. And to the clever Encratites, in reply to their solemn problem, Why do we also not eat all things? let this be said, that we also loathe our own excrements. For according to worth, flesh-meats are to us herbs of grass; but according to the discernment of things profitable, just as among herbs too we separate what is harmful from what is suitable, so also among flesh-meats we distinguish what is harmful from what is useful. Since hemlock too is an herb, just as vulture's flesh too is flesh; yet nevertheless no one who has sense would eat henbane, nor touch a dog, unless some great necessity were pressing; whereas he who has eaten it has not transgressed the law. Give rest to your cook, grant a holiday to the table-dresser; stay the hand of the cupbearer; let him also cease at length who devises the varieties of meats; let the house too have quiet at length from the myriad tumults, and the smoke and the savour of burnt fat, and those who run up and down, ministering to the belly as to an inexorable mistress. Let the belly too grant some truce to the mouth; let her make a five days' treaty with us, she who is ever demanding and never ceasing, who receives today and forgets tomorrow. When she is filled, she philosophizes about temperance; when she is emptied out, she forgets her doctrines.
6. Ἀλλὰ καιρὸς ἤδη λοιπὸν, καὶ πρὸς τὸν ἐπι-
6. But it is now high time at length, after making a brief defence before the king who enjoins-
Notes, col. 1253

On the reading

Printed Τό, for Τὸ.

PG 32:1256Read from the page
τάττοντα ἡμῖν τὰ ἀνίατα βασιλέα μικρὸν ἀπολογησαμένους, καταλῦσαι τὸν λόγον. Φείσασθαι ἡμῶν θέλησον, γαληνότατε, τοσαῦτα ἡμῶν κεκτημένων, ὅσα, ἂν σήμερον θελήσωμεν φαγεῖν, οὐκ ἐξαρκέσει ἡμῖν. Ἀργεῖ γὰρ, ὡς εἰκὸς, παρ' ἡμῖν μαγείρων τέχνη, μάχαιρα δὲ αὐτῶν αἵμασιν οὐ προσομιλεῖ. Τὰ βέλτιστα τῶν παρ' ἡμῖν βρωμάτων, ἐν οἷς ἡ δαψίλεια, χόρτων φύλλα σὺν ἄρτῳ τραχυτάτῳ καὶ τῷ ἐξεστηκότι οἴνῳ, ὥστε μὴ ἐκθαμβεῖσθαι ἡμῶν τὰ αἰσθητήρια ὑπὸ τῆς γαστριμαργίας, καὶ ἐπ' ἀφροσύνῃ μὴ πολιτεύεσθαι. Ὡς γὰρ ἐν τῷ ἐνδύματι ἡγεῖσθαι προσήκει τὸ χρειῶδες, οὕτω καὶ ἐν τῇ τροφῇ ἄρτος ἐκπληρώσει τὴν χρείαν, καὶ ὕδωρ θεραπεύσει τὴν δίψαν τῷ ὑγιαίνοντι, καὶ ὅσα ἐκ σπερμάτων παροψήματα πρὸς τὰς ἀναγκαίας χρείας τὴν ἰσχὺν τῷ σώματι δύναται διασώσασθαι. Ἐσθίειν δὲ, μὴ λυσσώδη γαστριμαργίαν ἐπιφαίνοντα, ἀλλὰ πανταχοῦ τὸ εὐσταθὲς καὶ πρᾶον καὶ περὶ τὰς ἡδονὰς ἐγκρατὲς διασώζοντα. Ἀλλὰ τί πάθω; Ὅταν μὲν ἀπίδω πρὸς τὸ πλῆθος τῶν εἰρημένων, ἔξω ἐμαυτὸν ὁρῶ τοῦ μέτρου φερόμενον· ὅταν δὲ πάλιν πρὸς τὸ ποικίλον τῆς ἐν πᾶσι τοῦ Θεοῦ σοφίας ἀποβλέψω, οὐδὲ ἦρχθαι νομίζω τῆς διηγήσεως· ἅμα δὲ καὶ τὸ παρακατέχειν ὑμᾶς ἐπὶ πλεῖον, οὐκ ἄχρηστον. Τί γὰρ ἄν τις ποιοῖ τὸν μέχρι τῆς ἑσπέρας χρόνον; οὐκ ἐπείγουσιν ὑμᾶς οἱ ἑστιάτορες, οὐκ ἀναμένει ὑμᾶς τὰ συμπόσια. Ὅθεν, εἰ δοκεῖ, τῇ σωματικῇ νηστείᾳ εἰς τὴν τῶν ψυχῶν εὐφροσύνην ἀποχρησόμεθα. Πολλάκις ὑπηρέτησας τῇ σαρκὶ πρὸς ἀπόλαυσιν, σήμερον τῇ διακονίᾳ παράμεινον τῆς ψυχῆς. Κατατρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου. Τί γὰρ ὄφελος νηστεύειν τῷ σώματι, τὴν δὲ ψυχὴν μυρίων κακῶν ἐμπεπλῆσθαι; Ὁ μὴ κακὸν μὲν ἐργαζόμενος, σχολὴν δὲ ἄγων, τί οὐ φθέγγεται τῶν ματαίων; τί οὐκ ἀκούει τῶν ἀτόπων; Σχολὴ γὰρ ἄνευ φόβου Θεοῦ, πονηρίας διδάσκαλος τοῖς ἀκαιρουμένοις ἐστί. Τάχα μὲν οὖν τι καὶ ὄφελος ἐν τοῖς λεγομένοις εὑρήσετε· εἰ δὲ μὴ ἀλλὰ τό γε μὴ ἁμαρτάνειν ἐκ τῆς ἐνταῦθα ὑμῖν ἀσχολίας περίεστιν. Ὥστε τὸ ἐπὶ πλέον κατέχειν, ἐπὶ πλέον ἐστὶν ὑμᾶς τῶν κακῶν ὑπεξάγειν, καὶ πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν χειραγωγεῖν, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι αὐτῷ πρέπει ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
incurable things upon us, to bring the discourse to an end. Be pleased to spare us, most serene sovereign, since we possess only so much as, if we should wish to eat today, will not suffice us. For the art of cooks, as is fitting, is idle among us, and their knife does not consort with blood. The best of the meats among us, wherein our abundance lies, are leaves of herbs with very rough bread and sour wine, so that our senses may not be stupefied by gluttony, and that we may not conduct ourselves in folly. For just as in clothing what is needful ought to take precedence, so also in food bread will fulfil the need, and water will cure thirst for one who is in health, and whatever side-dishes made from seeds are able to preserve strength for the body for necessary uses. And it is fitting to eat without displaying rabid gluttony, but everywhere preserving stability and gentleness and temperance in regard to pleasures. But what am I to do? When I look away to the multitude of the things that have been said, I see myself carried beyond measure; yet when again I look upon the manifoldness of the wisdom of God in all things, I think that I have not even begun the narrative; and at the same time to detain you longer is not unprofitable. For what could one do with the time until evening? Hosts are not pressing you, banquets are not awaiting you. Wherefore, if it seems good, we shall make use of the bodily fast for the gladness of our souls. Many times have you ministered to the flesh for indulgence; today abide in the ministry of the soul. Delight in the Lord, and may He give you the petitions of your heart (Ps. 36:4). For what profit is it to fast with the body, while the soul is filled with ten thousand evils? He who works no evil indeed, yet spends his time in idleness, what vain thing does he not utter? what absurd thing does he not hear? For idleness without the fear of God is a teacher of wickedness to those who have no seasonable occupation. Perhaps, therefore, you will also find some profit in the things that are said; and if not, yet at least the refraining from sin accrues to you from your occupation here. So that to detain you longer is to withdraw you longer from evils, and to lead you by the hand towards the kingdom of heaven, which may we all attain, in Christ Jesus our Lord, because to Him belongs glory, and honour, and worship, together with the beginningless Father, and the all-holy and life-giving Spirit, now and ever, and unto the ages of ages. Amen.
ΠΕΡΙ ΘΑΝΑΤΟΥ.
ON DEATH.
ΛΟΓΟΣ ΙΑʹ.
DISCOURSE XI.
1. Ὢ τοῦ θαύματος, ἀγαπητοί! πῶς ἕκαστος ἡμῶν μετὰ τὸ τοὺς μητρῴους κόλπους ἀποφυγεῖν, εὐθὺς
1. O the wonder, beloved! how each of us, after escaping the maternal bosom, straightway
PG 32:1257Read from the page
τοῖς τοῦ χρόνου ῥεύμασιν ἐνδεθεὶς ὑποσύρεται· κατόπιν ἀεὶ τὴν βεβιωμένην ἡμέραν ἐῶν, καὶ πρὸς τὴν χθὲς ἐπανελθεῖν οὐδέποτε, κἂν θελήσοι, δυνάμενος. Ἡμεῖς δὲ ἡδόμεθα ἐπὶ τὰ πρόσω φερόμενοι, καὶ τὰς ἡλικίας ἀμείβοντες, ὥς τι προσλαμβάνοντες, χαίρομεν, καὶ μακάριον κρίνομεν, ὅταν ἐκ παιδὸς μὲν ἀνὴρ, ἐκ δὲ ἀνδρὸς γένηταί τις πρεσβύτης. Ἀγνοοῦμεν δὲ ἄρα τοσοῦτον ἀπολλύντες ἑκάστοτε τῆς ζωῆς, ὅσον ἐζήσαμεν· καὶ οὐκ αἰσθανόμεθα δαπανωμένου τοῦ βίου, καίτοιγε ἀεὶ μετροῦντες αὐτὸν ἀπὸ τοῦ παραδραμόντος καὶ παραῤῥεύσαντος· οὐδὲ ἐννοοῦμεν, ὡς ἄρα ἄδηλον, ὁπόσον ὁ πρὸς τὴν ὁδοιπορίαν ταύτην ἐκπέμψας ἡμᾶς ἐνδοῦναι τῷ χρόνῳ βουλήσεται. Οὐδὲ ἐθέλομεν σκοπεῖν ἀκριβῶς, ποῖα μὲν κοῦφα φορτία πρὸς τὸν τοιοῦτον δρόμον ἡμῖν, καὶ συμμεθίστασθαι δύναται τοῖς συλλέξασι· ποῖα δὲ βαρέα καὶ δυσχερῆ καὶ προσηλωμένα τῇ γῇ, καὶ οὐ πεφυκότα τοῖς ἀνθρώποις οἰκειοῦσθαι καθάπαξ, οὐδὲ συγχωρούμενα διὰ τῆς στενῆς ἐκείνης πύλης ἀκολουθῆσαι τοῖς ἔχουσιν. Ἀλλ' ὅσα μὲν χρὴ συλλέγειν, καταλιμπάνομεν· ὧν δὲ ὑπερορᾶν προσήκει, ταῦτα συλλέγομεν. Καὶ ἃ μὲν ἡμῖν ἑνωθῆναι, καὶ κόσμος ὄντως γενέσθαι δύναται συμφυὴς ψυχῇ τε καὶ σώματι, τούτοις οὐδὲ προσέχομεν· ἃ δὲ ἀλλότρια μένει διηνεκῶς, μόνην ἡμῖν ἐναποματτόμενα τὴν αἰσχύνην, ταῦτα ἀθροίζειν ἐπιχειροῦμεν, μοχθοῦντες διακενῆς, καὶ πονοῦντες πόνον, οἷόν τις ἑαυτὸν ἀπατῶν, εἰς τετρημένον πίθον ἀντλεῖν ἐθελήσειεν. Ὥσπερ γὰρ οἵ τινα συντεταμένην πορείαν ἀνύοντες, ἐπὶ τὰ πρόσω τὰς τῶν ποδῶν βάσεις ἁμιλλωμένας ἀλλήλαις εἰς δρόμον ἀμείβοντες, καὶ τὴν ἀεὶ προτέραν ἐπὶ τῆς γῆς ἐρεισθεῖσαν δευτέραν ἀποδεικνύντες τῇ ταχείᾳ μεταθέσει τῆς ἄλλης, ῥᾳδίως ἐπὶ τὸ τῆς ὁδοῦ τέρμα χωροῦσιν· οὕτως οἱ πρὸς τὸ ζῆν παραχθέντες ὑπὸ τοῦ κτίσαντος, εὐθὺς ἐν ἀρχῇ τοῖς τοῦ χρόνου τμήμασιν ἐπεμβαίνοντες, καὶ τὸ πρότερον ἀεὶ καταλιμπάνοντες ὕστερον, ἐπὶ τὸ πέρας φθάνουσι τῆς ζωῆς. Καὶ γὰρ συνεχής τις ὁδὸς ὑφηπλῶσθαί μοι δοκεῖ ἡ παροῦσα ζωὴ, καὶ πορεία διειλημμένη ταῖς ἡλικίαις καθάπερ σταθμοῖς· ἀρχὴν μὲν ἑκάστῳ τῆς ὁδοιπορίας παρέχουσα τὰς τῶν μητέρων ὠδῖνας, τέρμα δὲ ὑποδεικνῦσα τοῦ δρόμου τὰς τῶν τάφων σκηνάς· καὶ πρὸς ἐκείνας ἅπαντας ἄγουσα, τοὺς μὲν θᾶττον, τοὺς δὲ βραδύτερον, καὶ τοὺς μὲν διὰ πάντων τῶν τοῦ χρόνου διαστημάτων ὁδεύσαντας, τοὺς δὲ οὐδὲ τοῖς πρώτοις ἐπαυλισθέντας τοῦ βίου σταθμοῖς.
bound fast to the streams of time, is swept along; ever leaving behind the day that has been lived, and never able, even if he should wish, to return to yesterday. Yet we are pleased as we are borne onward, and as we exchange our ages, as though gaining something, we rejoice, and count it blessed when from a child one becomes a man, and from a man an old man. Yet we are ignorant, it seems, that on each occasion we lose so much of life as we have lived; and we do not perceive that our life is being spent, even though we ever measure it by what has run past and flowed away; nor do we consider how uncertain it is how much time He Who sent us forth upon this journey will will to grant us. Nor are we willing to examine accurately what sort of burdens are light for us for such a course, and able to remove along with those who have gathered them; and what sort are heavy and troublesome and nailed to the earth, and not by nature fitted to become man's own at all, nor permitted to follow their possessors through that narrow gate. But the things that we ought to gather, we leave behind; while the things that it befits us to disdain, these we gather. And the things that are able to be united to us, and to become truly an ornament congenial to both soul and body, to these we do not even pay heed; whereas the things that remain perpetually alien, wiping off upon us only shame, these we endeavour to amass, toiling in vain, and labouring at a labour as though someone, deceiving himself, should wish to draw water into a perforated jar. For just as those who accomplish some strenuous journey, exchanging in a race the steps of their feet vying with one another forward, and rendering the one ever planted first upon the ground second by the swift shifting of the other, easily advance to the goal of the road; so those who have been brought forth into life by the Creator, stepping straightway at the beginning into the segments of time, and ever leaving the former one behind, reach the end of life. For indeed the present life seems to me to be spread out as a kind of continuous road, and a journey divided up by the ages of life as though by halting-stations: furnishing to each as the beginning of the journey the pangs of mothers, and showing as the goal of the course the tents of the tombs; and leading all men towards those, some sooner, some slower, both those who have travelled through all the intervals of time, and those who have not even encamped at the first halting-stations of life.
2. Ὁ γὰρ πλάσας ἡμᾶς καὶ ψυχώσας Θεὸς, ἰδίαν ἔδωκεν ἑκάστῃ ψυχῇ τὴν τοῦ βίου διαγωγὴν, καὶ ἄλλοις ἄλλους ὅρους ἔπηξε τῆς ἐξόδου. Τὸν μὲν γὰρ ἐπὶ πλεῖον παραμεῖναι τῇ παρουσίᾳ τῆς σαρκὸς ᾠκονόμησε· τὸν δὲ θᾶττον ἀπολυθῆναι τῶν δεσμῶν τοῦ σώματος ἐτάξατο, κατὰ τοὺς ἀῤῥήτους αὐτοῦ τῆς σοφίας καὶ τῆς δικαιοσύνης λόγους. Ὥσπερ γὰρ οἱ
2. For God Who formed us and endowed us with a soul has given to each soul its own duration of life, and has fixed different bounds of departure for different men. For one He has ordained to remain longer in the presence of the flesh; and another He has appointed to be loosed sooner from the bonds of the body, according to His ineffable principles of wisdom and righteousness. For just as those who
PG 32:1260Read from the page
ἐν ταῖς εἱρκταῖς ἐμπίπτοντες, οἱ μὲν ἐπὶ πλείονα χρόνον τῇ κακώσει τῶν δεσμωτηρίων ἐναποκλείονται, οἱ δὲ ταχυτέραν εὑρίσκουσι τὴν τῆς κακοπαθείας ἀπαλλαγήν· οὕτω καὶ αἱ ψυχαὶ, αἱ μὲν ἐπὶ πολὺ προσκατέχονται τῇ ζωῇ ταύτῃ, αἱ δὲ ἐπ' ἔλαττον, κατὰ τὴν ἀναλογίαν τῆς ἀξίας ἑκάστου· σοφῶς καὶ βαθέως, καὶ ὡς οὐκ ἂν ἐφίκοιτο νοῦς ἀνθρώπων, τὰ περὶ ἕκαστον ἡμῶν τοῦ κτίσαντος ἡμᾶς προβλεπομένου Θεοῦ. Ὥσπερ γὰρ οἱ ἐν τοῖς πλοίοις καθεύδοντες αὐτομάτως ὑπὸ τοῦ πνεύματος ἐπὶ λιμένας ἄγονται, κἂν αὐτοὶ μὴ αἰσθάνωνται, ἀλλ' ὁ δρόμος αὐτοὺς πρὸς τὸ τέλος ἐπάγει· οὕτω καὶ ἡμεῖς, τοῦ χρόνου τῆς ζωῆς ἡμῶν παραῤῥέοντος, οἷόν τινι κινήσει συνεχεῖ καὶ ἀπαύστῳ πρὸς τὸ οἰκεῖον ἕκαστος πέρας τῷ λανθάνοντι δρόμῳ τῆς ζωῆς ἡμῶν κατεπειγόμεθα. Ὁδοιπόρος ἐφέστηκας τῷ βίῳ τούτῳ· πάντα παρέρχῃ, πάντα κατόπιν σου γίνεται. Εἶδες ἐπὶ τῆς ὁδοῦ φυτὸν ἢ πόαν ἢ ὕδωρ, ἢ ὅ τι ἂν τύχοι τῶν ἀξίων θεάματος· μικρὸν ἐτέρφθης, εἶτα παρέδραμες. Πάλιν ἐνέτυχες λίθοις καὶ φάραγξι, καὶ κρημνοῖς καὶ σκοπέλοις καὶ σκόλοψιν, ἤ που καὶ θηρίοις, καὶ ἑρπετοῖς, καὶ ἀκάνθαις, καί τισιν ἄλλοις τῶν ὀχληρῶν· μικρὸν ἠνιάθης, εἶτα κατέλιπες. Τοιοῦτος ὁ βίος· οὔτε τὰ τερπνὰ μόνιμα, οὔτε τὰ λυπηρὰ διαρκῆ κεκτημένος. Σήμερον τὴν γῆν σὺ ἐγεώργησας, καὶ αὔριον ἄλλος, καὶ μετ' ἐκεῖνον ἕτερος. Ὁρᾷς τοὺς ἀγροὺς τούτους καὶ τὰς πολυτελεῖς οἰκίας; πόσα ἤδη ὀνόματα ἀφ' οὗ γέγονε τούτων ἕκαστον ἤμειψε; Τοῦ δεῖνος ἐλέγετο, εἶτα μετωνομάσθη πρὸς ἕτερον, πρὸς τὸν δεῖνα μετῆλθεν, εἶτα νῦν ἄλλου λέγεται. Ἆρ' οὖν οὐχ ὁδὸς ἡμῶν ὁ βίος, ἄλλοτε ἄλλον μεταλαμβάνων, καὶ πάντας ἔχων ἀλλήλοις ἐφεπομένους; Τὰς μὲν οὖν ἄλλας ὁδοὺς, ὅσαι πρὸς πόλιν ἐκ πόλεως ἄγουσιν, ἔστιν ἐκκλῖναι, καὶ μὴ ὁδεῦσαι τὸν μὴ βουλόμενον· ἡ δὲ τῆς ζωῆς ταύτης ὁδὸς, κἂν ἡμεῖς ἀναβάλλεσθαι βουληθῶμεν τὸν δρόμον, περιλαβοῦσα πρὸς βίαν, ἐπὶ τὸ τεταγμένον ὑπὸ τοῦ Δεσπότου πέρας ἕλκει τοὺς ἐπ' αὐτῆς. Καὶ οὐκ ἔστι τὸν ἅπαξ ὑπεκδραμόντα τὴν ἐπὶ τόνδε τὸν βίον φέρουσαν πύλην, καὶ τῆς ὁδοῦ ταύτης επιβάντα, μὴ καὶ πρὸς τὸ τέλος ταύτης ἐλθεῖν.
fall into prisons, some are shut up for a longer time in the affliction of the dungeons, while others find a speedier release from their distress; so also souls, some are detained for a long while in this life, and others for less, according to the proportion of each one's worth, God Who created us foreseeing the affairs of each one of us wisely and deeply, and in such a way as the mind of men could not attain. For just as those who sleep in ships are brought of themselves by the wind into harbours, and even though they themselves are not aware of it, yet the course brings them to the end; so we also, as the time of our life flows past, by a kind of continuous and unceasing motion are each hurried onward towards our own end by the imperceptible course of our life. You have set foot as a wayfarer upon this life; you pass by all things, all things come behind you. You saw upon the road a plant or grass or water, or whatever it might be of things worthy of a sight; for a little while you were delighted, then you ran past. Again, you met with stones and ravines, and precipices and crags and stakes, or somewhere even with wild beasts, and creeping things, and thorns, and certain other troublesome things; for a little while you were grieved, then you left them behind. Such is life: possessing neither its pleasant things permanent, nor its painful things lasting. Today you tilled the land, and tomorrow another, and after him another. Do you see these fields and the sumptuous houses? How many names has each of these already exchanged since it came into being? It was said to belong to such a one, then its name was changed to another, it passed over to such a one, then now it is said to belong to another. Is not our life, therefore, a road, receiving at one time one, at another time another, and having all following one after another? Now the other roads, as many as lead from city to city, it is possible for one who does not wish to travel them to turn aside from and not travel; whereas the road of this life, even if we should wish to defer our course, seizing hold by force, drags those who are upon it to the end appointed by the Master. And it is not possible for one who has once passed out through the gate that leads into this life, and has set foot upon this road, not to come also to the end thereof.
3. Μὴ τοίνυν προτιμᾶτε τῶν πολυτιμήτων τὰ ἀτιμότατα, μηδὲ κακοὶ συναλλάκται γίνεσθε, τὴν φθειρομένην ζωὴν τῆς ἀφθάρτου καὶ μακαρίας καταστάσεως προτιμῶντες. Ἄνευ γὰρ τῶν παθημάτων τῆς ἀτιμίας, οἷς οἱ πλεῖστοι τῶν φιληδόνων ὑπόκεινται, ἔτι καὶ αἱ κατὰ τὸν βίον χρεῖαι, τῆς ψυχῆς τὸ μεγαλοφυὲς κατακάμπτουσαι, οἱονεὶ δουλοῦνται αὐτὴν, πρὸς τὴν ὑπηρεσίαν τῆς σαρκὸς κατασύρουσαι. Ὅπου δὲ δουλεία, ἐκεῖ δηλονότι καὶ ἀτιμία. Φευκτέον οὖν τὴν ζωὴν, ᾗ τὸ ἄτιμον παραπέφυκεν.
3. Do not, therefore, prefer the most dishonourable things to the most precious, nor become bad exchangers, preferring the perishable life to the incorruptible and blessed state. For apart from the passions of dishonour, to which most lovers of pleasure are subject, the needs of life as well, bending down the noble nature of the soul, enslave it, as it were, dragging it down to the service of the flesh. And where there is slavery, there plainly is dishonour as well. One must flee, therefore, the life to which dishonour cleaves.
Οὐδὲν γὰρ, φησὶ, μέγα ποιῶ, ἐμαυτόν σοι ἀποδιδοὺς τῷ Δεσπότῃ·
For I do nothing great, says he, in rendering myself back to Thee, the Master;
Notes, col. 1260

On the reading

Printed επιβάντα, for ἐπιβάντα.

PG 32:1261Read from the page
Δοῦλος γὰρ ὢν σὸς, σοὶ προσάγω τὸ σὸν κτῆμα.
For being Thy servant, to Thee do I bring Thine own possession.
Πάντως γὰρ τοῦ κτίσαντος δοῦλον ὑπάρχει τὸ ἐκτισμένον. Τοιγαροῦν ζῶντα μὲν ἐν τῇ σαρκὶ πάροικον εἶναι προσήκει τὸν ἄνθρωπον· μεταβαίνοντα δὲ ἀπὸ τῆς ζωῆς ταύτης, τοῖς οἰκείοις τόποις ἐναναπαύεσθαι. Διὰ τοῦτο καὶ Ἀβραὰμ ἐν μὲν τῇ ζωῇ παροικεῖ τοῖς ἀλλοφύλοις, οὐδὲ βῆμα ποδὸς ἰδίας γῆς κεκτημένος· ἐν δὲ τῇ ταφῇ οἰκείαν ἑαυτῷ τὴν δεξαμένην αὐτοῦ τὸ σῶμα γῆν ἀργυρίου ἐπραγματεύσατο. Μακάριον οὖν τῷ ὄντι, μὴ ὡς οἰκείοις προστετηκέναι τοῖς ἐν τῇ γῇ, μηδὲ ὥσπερ πατρίδος τινὸς φυσικῆς ἀντέχεσθαι τῶν ἐνταῦθα· ἀλλὰ τὴν ἐκ καταδίκης ἐνθάδε διαγωγὴν βαρυνομένους, οὕτω παροικεῖν, ὡς ὑπὸ δικαστῶν τινων ἐπί τισι πλημμελήμασιν εἰς τὴν ὑπερορίαν ἐκ τῆς ἐνεγκούσης ἀπελαθέντας. Ἀλλὰ πλούτῳ κομᾷς; καὶ ἐπὶ προγόνοις μέγα φρονεῖς; καὶ ἐπαγάλλῃ πατρίδι καὶ κάλλει σώματος, καὶ ταῖς παρὰ πάντων τιμαῖς; Εἶτα οὐκ οἶδας, ὅτι θνητὸς εἶ, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ; Περίβλεψαι τοὺς πρὸ σοῦ ἐν ταῖς ὁμοίαις περιφανείαις ἐξετασθέντας. Ποῦ οἱ τὰς πολιτικὰς δυναστείας περιβεβλημένοι; ποῦ οἱ δυσμαχώτατοι ῥήτορες; ποῦ οἱ στρατηγοὶ, οἱ σατράπαι, οἱ τύραννοι; Οὐ πάντα κόνις; οὐ πάντα μῦθος; οὐκ ἐν ὀλίγοις ὀστέοις τὰ μνημόσυνα αὐτῶν; Ἔγκυψον τοῖς τάφοις, εἰ δυνήσῃ διακρῖναι, τίς ὁ οἰκέτης καὶ τίς ὁ δεσπότης, τίς ὁ πτωχὸς καὶ τίς ὁ πλούσιος. Διάκρινον, εἴ τίς σοι δύναμις, τὸν δέσμιον ἀπὸ τοῦ βασιλέως, τὸν ἰσχυρὸν ἀπὸ τοῦ ἀσθενοῦς, τὸν εὐπρεπῆ ἀπὸ τοῦ δυσειδοῦς. Καὶ μεμνημένος τῆς φύσεως, οὐκ ἐπαρθήσῃ ποτέ.
For altogether the thing created is the servant of Him Who created it. Wherefore, while living in the flesh, it befits man to be a sojourner; and when departing from this life, to rest in his own proper places. On this account Abraham also during his life sojourned among foreigners, possessing not even a footstep of land of his own; yet at the burial he purchased with silver as his own the land that received his body. Blessed therefore is it in truth not to cleave to the things upon the earth as one's own, nor to cling to the things here as to some natural fatherland; but, being weighed down by the sojourn here that stems from condemnation, so to sojourn as men driven out into exile from the land that bore them by certain judges for certain offences. But dost thou plume thyself on wealth? and art thou proud of ancestors? and dost thou exult in fatherland and beauty of body, and in the honours from all men? Then knowest thou not that thou art mortal, that thou art earth, and unto earth shalt depart? Look around at those before thee who were proved in the like splendours. Where are those invested with civil powers? where the most irresistible orators? where the generals, the satraps, the tyrants? Is not all dust? is not all a fable? are not the memorials of them in a few bones? Stoop down into the tombs, if thou shalt be able to distinguish who is the domestic and who the master, who the beggar and who the rich man. Distinguish, if thou hast any power, the prisoner from the king, the strong from the weak, the comely from the uncomely. And remembering nature, thou shalt never be lifted up.
4. Τί γὰρ ὄφελος πλουσίῳ ἀποθνήσκοντι, μὴ δυναμένῳ λαβεῖν τὸν πλοῦτον σὺν ἑαυτῷ; ὅςγε τοσοῦτον ἀπὸ τῆς ἀπολαύσεως ἐκέρδανε μόνον, ὅσον τὴν ψυχὴν αὐτοῦ ἐν τῇ ζωῇ ταύτῃ παρὰ τῶν κολάκων μακαρισθῆναι. Ἐν δὲ τῷ ἀποθνήσκειν οὐ λήψεται πᾶσαν ταύτην τὴν περιβολήν· μόλις ἔνδυμα λήψεται καλύπτον αὐτοῦ τὰ ἀσχήμονα, καὶ τοῦτο, ἐὰν δόξῃ τῶν οἰκετῶν τοῖς περιστέλλουσιν. Ἀγαπητὸν αὐτῷ, γῆς ὀλίγης λαχεῖν· καὶ ταύτης δι' οἶκτον διδομένης αὐτῷ παρὰ τῶν κηδευόντων, οἵτινες αὐτῷ παρέχονται ταῦτα, αἰδοῖ τῆς κοινῆς καὶ ἀνθρωπίνης φύσεως, οὐκ αὐτῷ χαριζόμενοι, ἀλλὰ τιμῶντες τὴν ἀνθρωπότητα. Ὥστε οὐδὲν τῶν ἐν τῷ βίῳ τερπνῶν, ἐφ' ὧν οἱ πλείους μεμήνασιν, ἡμέτερον ὄντως ἐστὶν, ἢ γενέσθαι πέφυκεν· ἀλλ' ὁμοίως ἁπάντων ἀλλότρια φαίνεται, τῶν τε ἀπολαύειν δοκούντων, τῶν τε οὐ προσπελαζόντων αὐτοῖς. Οὐ γὰρ εἰ χρυσόν τινες ἐν τῷ βίῳ συναγάγοιεν ἄπλετον, ἴδιος αὐτῶν μένει διηνεκῶς· ἀλλ' ἢ ζῶντας ἔτι πανταχόθεν αὐτὸν περισφίγγοντας ἀποδιδράσκει, πρὸς τοὺς δυνατωτέρους
4. For what profit is there to a rich man when dying, since he is not able to take his wealth along with himself? who indeed gained only so much from his enjoyment, that his soul in this life was called blessed by flatterers. Yet in dying he shall not take all this array; scarcely shall he receive a garment covering his unseemly parts, and even this, if it seem good to those of the domestics who lay him out. He must be content to obtain a little earth; and this given to him out of pity by those who bury him, who render these things to him out of reverence for our common and human nature, not doing a favour to him, but honouring humanity. So that none of the pleasant things in life, over which most men are mad, is truly ours, or is by nature fitted to become so; but they appear alike alien to all, both to those who seem to enjoy them, and to those who do not approach them. For if some should gather boundless gold in life, it does not remain their own continually; but either while they are still living and clasping it tightly from every side it runs away, to the more powerful