Migne Reading Room

PG 32 · cols. 1240–1249 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:1240Read from the page
ἔκτασιν τὰς χεῖρας ἑαυτῶν τοῦ αἵματος τοῦ Χριστοῦ πλήρεις ἐπιδεικνυόντων. Οἱ γὰρ ἐπιμένοντες τῇ πωρώσει, τῆς πατρικῆς μιαιφονίας κληρονόμοι ὑπάρχουσι. Τὸ γὰρ αἷμα αὐτοῦ, φησὶν, ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
stretching forth showing their own hands full of the blood of Christ. For those who persist in their blindness are heirs of their fathers' blood-guiltiness. For His blood, it says, be upon us, and upon our children (Matt. 27:25).
2. Διὰ παντὸς τοίνυν μέμνησο τοῦ Θεοῦ, ἄνθρωπε, καὶ ἔχε τὸν φόβον αὐτοῦ ἐν τῇ καρδίᾳ σου, καὶ πάντας εἰς τὴν κοινωνίαν τῶν εὐχῶν παραλάμβανε. Μεγάλη γὰρ καὶ ἡ τῶν δυναμένων δυσωπεῖν τὸν Θεὸν βοήθεια. Καὶ γὰρ καὶ ζῶσιν ἡμῖν τὴν ἐν τῇ σαρκὶ ταύτην ζωὴν, ἀγαθὴ ἔσται βοηθὸς ἡ προσευχή· καὶ ἀπερχομένοις ἐντεῦθεν, ἐφόδιον διαρκὲς πρὸς τὸν αἰῶνα τὸν μέλλοντα. Ὥσπερ δὲ ἡ φροντὶς πρᾶγμά ἐστιν ἀγαθόν· οὕτω πάλιν ἡ ἀθυμία καὶ ἡ ἀπόγνωσις, καὶ τὸ δυσελπίστως ἔχειν πρὸς σωτηρίαν, τῶν βλαπτόντων ἐστὶ τὴν ψυχήν. Ἐπέλπιζε τοίνυν τῇ ἀγαθότητι τοῦ Θεοῦ, καὶ ἐκδέχου αὐτοῦ τὴν ἀντίληψιν, γινώσκων, ὅτι ἐὰν καλῶς καὶ γνησίως πρὸς αὐτὸν ἐπιστραφῶμεν, οὐ μόνον οὐκ ἀποῤῥίψει ἡμᾶς εἰς τὸ παντελὲς, ἀλλ' ἔτι λαλούντων ἡμῖν τὰ ῥήματα τῆς προσευχῆς ἐρεῖ· Ἰδοὺ πάρειμι. Τίς γὰρ πιστεύων εἶναι πανταχοῦ τὸν Θεὸν, καὶ παρεἶναι τοῖς γινομένοις, καὶ ἑκάστῃ πράξει παρεστάναι, καὶ ταῖς βουλαῖς τῶν καρδιῶν ἐνορᾷν· ἢ τὴν ἔννοιαν τὴν πονηρὰν παραδέχεται, ἢ τελεσιουργεῖ τὸ κακόν; Ἀλλ' ἢ μὴ ἐφορᾷν τὸν Θεὸν, ἢ μὴ μέλειν αὐτῷ τῶν γινομένων ὑπολαμβάνοντες· οὕτως ὁρμῶσι πρὸς τὰς ἀνοσίας πράξεις οἱ ἄνθρωποι. Ἀρχὴ δὲ καθάρσεως τῇ ψυχῇ ἡσυχία, μήτε γλώσσης λαλούσης τὰ τῶν ἀνθρώπων, μήτε ὀφθαλμῶν εὐχροίας σωμάτων καὶ συμμετρίας περισκοπούντων, μήτε ἀκοῆς τὸν τόνον τῆς ψυχῆς ἐκλυούσης ἐν ἀκροάμασι μελῶν πρὸς ἡδονὴν πεποιημένων, μήτε ῥήμασιν εὐτραπέλων καὶ γελοιαστῶν ἀνδρῶν, ὃ μάλιστα λύειν τῆς ψυχῆς τὸν τόνον πέφυκε. Νοῦς γὰρ μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω, μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαφορούμενος, ἐπάνεισι μὲν πρὸς ἑαυτὸν, δι' ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει· κἀκείνῳ τῷ κάλλει περιλαμπόμενος, καὶ αὐτῆς τῆς φύσεως λήθην λαμβάνει· μήτε πρὸς τροφῆς φροντίδα, μήτε πρὸς περιβολαίων μέριμναν τὴν ψυχὴν καθελκόμενος· ἀλλὰ σχολὴν ἀπὸ τῶν γηΐνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι.
2. Continually, therefore, remember God, O man, and have the fear of Him in your heart, and take all men into the fellowship of your prayers. For great also is the help of those who are able to entreat God. For both while we live this life in the flesh, prayer will be a good helper; and when we depart hence, a lasting provision for the journey towards the age to come. And just as solicitude is a good thing, so again despondency and despair, and being hopeless towards salvation, are among the things that harm the soul. Hope, therefore, in the goodness of God, and await His succour, knowing that if we turn back to Him well and genuinely, not only will He not cast us off utterly, but while we are still speaking the words of prayer He will say: Behold, here I am (Isa. 58:9). For who, believing that God is everywhere, and is present at the things taking place, and stands beside every action, and looks into the counsels of hearts, either admits the wicked thought, or accomplishes the evil? Rather, supposing either that God does not look on, or that the things taking place are of no concern to Him, thus do men rush towards unholy actions. Now the beginning of purification for the soul is quietness, neither the tongue speaking the affairs of men, nor the eyes looking around at fair complexions and proportions of bodies, nor the hearing relaxing the tension of the soul in listenings to melodies composed for pleasure, nor in words of witty and jesting men, which by nature especially loosens the tension of the soul. For a mind not scattered abroad upon the things outside, nor dispersed through the senses upon the world, returns indeed unto itself, and through itself ascends towards the thought concerning God; and being shone around by that beauty, it receives forgetfulness even of its own nature; having the soul dragged down neither towards thought of food, nor towards care of clothing; but keeping leisure from earthly cares, it transfers all its own zeal unto the acquisition of the eternal goods.
3. Μὴ οὖν καταδέξῃ διὰ τῆς κατὰ τὸν ὕπνον ἀναισθησίας τὸ ἥμισυ τῆς ζωῆς ἀχρειοῦν· ἀλλὰ μεριζέσθω σοι τῆς νυκτὸς ὁ χρόνος εἴς τε ὕπνον καὶ προσευχήν· ἀλλὰ καὶ οἱ ὕπνοι αὐτοὶ μελέτημα ἔστωσαν τῆς εὐσεβείας. Πεφύκασι γάρ πως αἱ καθ' ὕπνον φαντασίαι, ὡς τὰ πολλὰ, ἀπηχήματα εἶναι τῶν μεθημερινῶν φροντίδων. Τί δὲ μακαριστότερον ἀνθρώπου, τοῦ εὐθὺς μὲν ἀρχομένης ἡμέρας εἰς εὐχὰς ὁρμῶντος, καὶ ὕμνοις καὶ ᾠδαῖς γεραίροντος τὸν κτίσαντα; εἶτα ἡλίου καθαρῶς ἐπιλάμψαντος ἐπ' ἔργα τρεπομένου, πανταχοῦ αὐτῷ τῆς εὐχῆς συμπαρούσης, καὶ
3. Do not, therefore, consent to render useless the half of life through the insensibility of sleep; but let the time of night be divided for you both into sleep and into prayer; nay, let even the slumbers themselves be an exercise of piety. For the imaginations in sleep are somehow by nature, for the most part, echoes of our daytime cares. And what is more blessed than a man who, immediately as the day begins, hastens unto prayers, and honours the Creator with hymns and songs; and then, when the sun has shone forth brightly, turns to his works, prayer being present with him everywhere, and
Notes, col. 1240

On the reading

Printed ἡμῖν, for ἡμῶν.

PG 32:1241Read from the page
τοῖς ὕμνοις, ὥσπερ ἅλατι, παραρτύειν τὰς ἐργασίας; τὸ γὰρ ἱλαρὸν καὶ ἄλυπον τῆς ψυχῆς κατάστημα, αἱ τῶν ὕμνων παρηγορίαι χαρίζονται. Εὐχαὶ καὶ πρὸ τῆς τροφῆς ἀξίως γενέσθωσαν τῶν τοῦ Θεοῦ παροχῶν, ὧν τε νῦν δίδωσι, καὶ ὧν πρὸς τὸ μέλλον ἐταμιεύσατο· εὐχαὶ καὶ μετὰ τὰς τροφὰς, εὐχαριστίαν τῶν διδομένων ἔχουσαι, καὶ αἴτησιν τῶν ἐπηγγελμένων. Εὐχὴ δὲ καλὴ, ἡ ἐναργῆ ἐμποιοῦσα τοῦ Θεοῦ ἔννοιαν τῇ ψυχῇ· τοῦτο γάρ ἐστι Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἔχειν ἐνιδρυμένον ἐν ἑαυτῷ τὸν Θεόν. Οὕτω γινόμεθα ναὸς Θεοῦ, ὅταν μὴ φροντίσι γηΐναις τὸ συνεχὲς τῆς μνήμης διακόπτηται, μηδὲ τοῖς ἀπροσδοκήτοις πάθεσιν ὁ νοῦς ἐκταράσσηται· ἀλλὰ πάντα ἀποφεύγων, ἐπὶ Θεὸν ἀναχωρῇ, ἐξελαύνων τὰ προσκαλούμενα αὐτὸν εἰς ἀκρασίαν πάθη, καὶ τοῖς πρὸς ἀρετὴν ἄγουσιν ἐπιτηδεύμασιν ἐνδιατρίβων. Καὶ ὅπερ τοῖς ἄλλοις ὁ ὄρθρος ἐστὶ, τοῦτο τῷ τῆς εὐσεβείας ἀγωνιστῇ τὸ μεσονύκτιον, μάλιστα σχολὴν τῇ ψυχῇ τῆς νυκτερινῆς ἡσυχίας χαριζομένης, οὔτε ὀφθαλμῶν, οὔτε ὤτων βλαβερὰς ἀκοὰς ἢ θέας παραπεμπόντων ἐπὶ καρδίαν· ἀλλὰ καὶ μόνου καθ' ἑαυτὸν τοῦ νοῦ τῷ Θεῷ συνόντος, καὶ διορθουμένου μὲν ἑαυτὸν ἐν τῇ μνήμῃ τῶν ἡμαρτημένων, ὅρους δὲ ἑαυτῷ τιθέντος πρὸς τὴν ἔκκλισιν τοῦ κακοῦ, καὶ τὴν παρὰ Θεοῦ συνεργίαν εἰς τὴν τελείωσιν τῶν σπουδαζομένων ἐπιζητοῦντος.
seasoning his works with hymns, as if with salt? For the consolations of hymns bestow the cheerful and sorrowless state of the soul. Let prayers also before food be made worthily of the bountiful gifts of God, both those which He gives now, and those which He has treasured up for the future; and prayers after food, containing thanksgiving for the things given, and petition for the things promised. And that prayer is good which produces in the soul a clear thought of God; for this is the indwelling of God, to have God established within oneself through remembrance. Thus we become a temple of God, when the continuity of remembrance is not interrupted by earthly cares, nor the mind thrown into confusion by unexpected passions; but fleeing from all things, it withdraws unto God, driving out the passions that invite it unto incontinence, and dwelling in the pursuits that lead towards virtue. And what daybreak is to others, this midnight is to the athlete of piety, the nocturnal quietness especially bestowing leisure upon the soul, neither eyes nor ears transmitting harmful hearings or sights unto the heart; but the mind alone by itself being with God, both correcting itself in the remembrance of the things sinned, and setting bounds for itself towards the turning aside from evil, and seeking the co-operation from God unto the perfection of the things striven after.
4. Τοῦτο καὶ ἡ κατὰ Μωϋσέα παραινίσσεται ἱστορία, ὅτι διὰ τὸ τοὺς προκόπτοντας μὴ ἐξομαλίζειν τὰς πράξεις, ἀλλὰ ποτὲ μὲν κρεῖττον βιοῦν, ποτὲ δὲ δι' ἀτονίαν ἐκλύεσθαι ἀσθενέστερον ἐνεργεῖν, τῆς ἀνθρωπίνης καταστάσεως σύμβολα ἦν τὰ τότε γινόμενα. Εἰ μὲν γὰρ ἐπῆρε τὰς χεῖρας, ἐνίσχυεν Ἰσραήλ· ὅτε δὲ καθῆκε τὰς χεῖρας, ἐνίσχυεν Ἀμαλήκ. Τουτέστι, καταπιπτούσης ἡμῶν τῆς δραστικῆς δυνάμεως, ἰσχύει τὰ ἀντιπαλαίοντα ἡμῖν· ὑψουμένης δὲ καὶ διαιρομένης, δυνατώτερον γίνεται τὸ διορατικὸν ἐν ἡμῖν· ἐπαίρει μὲν γὰρ ὁ τὰ ἄνω ζητῶν, ἐκτείνει δὲ ὁ τῆς εἰς τὰ σωματικὰ βοηθείας ἐπιδεόμενος. Ὁ τοίνυν ἐν τῷ ναῷ τοῦ Θεοῦ γενόμενος, οὐ κακολογίαν, οὐ ματαιότητα, οὐκ αἰσχρῶν πραγμάτων ῥήματα, ἀπαγγέλλει, ἄπαγε! ἀλλ' Ἐν τῷ ναῷ αὐτοῦ, κατὰ τὸν Δαβὶδ, πᾶς τις λέγει δόξαν. Ἑστήκασιν οἱ ἀπογραφόμενοι τὰ ῥήματα ἄγγελοι· πάρεστιν ὁ Κύριος τὰς διαθέσεις τῶν εἰσιόντων ἐπισκοπῶν. Ἡ προσευχὴ ἑκάστου πεφανέρωται τῷ Θεῷ· τίς ἐκ διαθέσεως, τίς ἐπιστημόνως ἐπιζητεῖ τὰ οὐράνια· τίς ἀφωσιωμένως ἄκροις τοῖς χείλεσι τὰ ῥήματα φθέγγεται, ἡ δὲ καρδία αὐτοῦ πόῤῥω ἀπέχει ἀπὸ Θεοῦ. Κἂν εὔχηται, ὑγίειαν σαρκὸς, καὶ σωματικὸν πλοῦτον, καὶ δόξαν ἀνθρωπίνην ἐπιζητεῖ. Δεῖ δὲ οὐδὲν τούτων, ὡς ὁ λόγος διδάσκει, ἀλλ' Ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Ἀλλ', ὢ τοῦ θαύματος! Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Ἀγγέλοις ἔργον,
4. This the history concerning Moses also hints at, that because those who are advancing do not keep their actions even, but at one time live better, and at another time through slackness are relaxed to work more weakly, the things taking place then were symbols of the human condition. For if indeed he lifted up his hands, Israel prevailed; but whenever he let down his hands, Amalek prevailed (Exod. 17:11). That is, when our active power falls down, the things wrestling against us prevail; whereas when it is lifted up and raised aloft, the discerning faculty within us becomes more powerful; for he who seeks the things above lifts them up, while he who stands in need of help for bodily things stretches them out. He, therefore, who has come to be in the temple of God utters not evil-speaking, not vanity, not words of shameful deeds—away with the thought!—but: In His temple, according to David, everyone speaks glory (Ps. 28:9). The angels who record the words stand by; the Lord is present overseeing the dispositions of those who enter. The prayer of each one has been made manifest to God: who out of disposition, who with understanding seeks the heavenly things; who perfunctorily with the tips of his lips utters the words, while his heart is far distant from God. And even if he prays, he seeks health of flesh, and bodily wealth, and human glory. Yet there is need of none of these things, as the word teaches, but: In His temple everyone speaks glory. But, oh the wonder! The heavens declare the glory of God (Ps. 18:2). For angels it is the work,
PG 32:1244Read from the page
δοξολογεῖν τὸν Θεόν. Πάσῃ τῇ στρατιᾷ τῶν ἐπουρανίων ἓν τοῦτο ἔργον, δόξαν ἀναπέμπειν τῷ κτίσαντι. Ἡ κτίσις πᾶσα, ἥ τε σιωπῶσα καὶ φθεγγομένη, ἥ τε ὑπερκόσμιος, ἥ τε περίγειος, δοξάζει τὸν κτίσαντα. Ἄνθρωποι δὲ ἐλεεινοὶ, καταλιπόντες τοὺς οἴκους καὶ ἐπὶ τὸν ναὸν δραμόντες, ὡς δή τι ἑαυτοὺς ὠφελήσοντες, οὐχ ὑπέχουσι τὰς ἀκοὰς λόγοις Θεοῦ, οὐ λαμβάνουσιν αἴσθησιν τῆς ἑαυτῶν φύσεως, οὐ λυποῦνται εἰς μνήμην τῶν ἁμαρτιῶν ἀφικνούμενοι, οὐ τρέμουσι τὴν κρίσιν· ἀλλὰ μειδιῶντες καὶ τὰς δεξιὰς ἀλλήλοις ἐμβάλλοντες, τόπον μακρολογίας τὸν οἶκον ποιοῦνται τῆς προσευχῆς, παρακούοντες τοῦ Ψαλμῳδοῦ διαμαρτυρομένου καὶ λέγοντος, ὅτι Ἐν τῷ ναῷ τοῦ Θεοῦ πᾶς τις λέγει δόξαν. Σὺ δὲ οὐ μόνον οὐ λέγεις, ἀλλὰ καὶ ἑτέρῳ ἐμπόδιον γίνῃ, ἐπιστρέφων πρὸς ἑαυτόν. Μὴ γὰρ δόξης ἐπιδέεται ὁ Θεὸς, ἀλλὰ σὲ βούλεται ἄξιον εἶναι τοῦ δοξασθῆναι. Διότι, Ὃ σπείρει ἄνθρωπος, τοῦτο καὶ θερίσει.
to glorify God. For all the host of the heavenly ones this alone is their one work, to send up glory to the Creator. All creation, both that which is silent and that which utters a voice, both the supramundane and the terrestrial, glorifies the Creator. Yet wretched men, leaving their houses and running to the temple as though to benefit themselves in some way, do not lend their ears to the words of God, do not take perception of their own nature, do not grieve when they come to the remembrance of their sins, do not tremble at the judgement; but smiling and clasping right hands with one another, they make the house of prayer a place of long-winded talk, paying no heed to the Psalmist when he testifies and says, In the temple of God everyone speaks glory (Ps. 28:9). Yet you not only do not speak it, but even become a hindrance to another, turning him towards yourself. For God does not stand in need of glory, but wills that you be worthy of being glorified. Because, Whatsoever a man sows, this shall he also reap (Gal. 6:7).
5. Χρὴ δὲ διδόντι μὲν τὰ ἀγαθὰ τῷ Θεῷ χάριν εἰδέναι, ταμιευομένῳ δὲ μὴ δυσχεραίνειν. Καὶ εἰ μὲν παράσχοιτο συνεῖναι, ταῦτα ἡμῖν ἄριστά τε ὁμοῦ καὶ ἥδιστα ἡγησόμεθα· εἰ δὲ ἀναβάλοιτο, πράως οἴσομεν τὴν ζημίαν. Ἄμεινον γάρ που πάντως, ἢ ὡς ἂν ἡμεῖς προειλοίμεθα, διοικεῖται τὰ ἡμέτερα. Ἀλκυών ἐστι θαλάττιον ὄρνεον. Αὕτη παρ' αὐτοὺς νοσσεύειν τοὺς αἰγιαλοὺς πέφυκεν, ἐπ' αὐτῆς τὰ ὠὰ τῆς ψάμμου καταθεμένη· καὶ νοσσεύει κατὰ μέσον που τὸν χειμῶνα, ὅτε πολλοῖς καὶ βιαίοις ἀνέμοις ἡ θάλασσα τῇ γῇ προσαράσσεται. Ἀλλ' ὅμως κοιμίζονται μὲν πάντες ἄνεμοι, ἡσυχάζει δὲ κῦμα θαλάσσιον, ὅταν ἀλκυὼν ἐπῳάζῃ τὰς ἑπτὰ ἡμέρας· ἐν τοσαύταις γὰρ μόναις ἐκλεπίζει τοὺς νεοττούς. Ἐπεὶ δὲ καὶ τροφῆς αὐτοῖς χρεία, ἄλλας ἑπτὰ πρὸς τὴν τῶν νεοττῶν αὔξησιν ὁ μεγαλόδωρος Θεὸς τῷ μικροτάτῳ ζώῳ παρέσχετο. Ὥστε καὶ ναυτικοὶ πάντες ἴσασι τοῦτο, καὶ ἀλκυονίδας τὰς ἡμέρας ἐκείνας προσαγορεύουσι. Ταῦτά σοι εἰς προτροπὴν τοῦ αἰτεῖν παρὰ τοῦ Θεοῦ τὰ πρὸς σωτηρίαν διὰ τῆς περὶ τὰ ἄλογα τοῦ Θεοῦ προνοίας νενομοθέτηται. Τί γὰρ οὐκ ἂν γένοιτο τῶν παραδόξων ἕνεκεν σοῦ, ὃς κατ' εἰκόνα γέγονας Θεοῦ, ὅπουγε ὑπὲρ ὄρνιθος οὕτω μικρᾶς ἡ μεγάλη καὶ φοβερὰ κατέχεται θάλασσα, ἐν μέσῳ χειμῶνι γαλήνην ἄγειν ἐπιταχθεῖσα; Ει γὰρ ἀλκυόνι τὰ τηλικαῦτα χαρίζεται, πόσῳ μείζονα δώσει τοῖς ἐξ ὅλης καρδίας ἐπιβοωμένοις αὐτόν; Πείσωμεν τοιγαροῦν ἑαυτοὺς, ἀδελφοὶ, καὶ ἐν ταῖς ἄλλαις ἡμῶν αἰτήσεσι, καὶ ἐν καιρῷ πειρασμοῦ, μὴ πρὸς ἀνθρωπίνας ἐλπίδας ἀποτρέχειν, μηδὲ ἐκεῖθεν ἑαυτοῖς τὰς βοηθείας θηρᾶσθαι· ἀλλ' ἐν δάκρυσι καὶ στεναγμοῖς, καὶ φιλοπόνῳ προσευχῇ, καὶ ἀγρυπνίᾳ εὐτόνῳ, τὰς δεήσεις ποιεῖσθαι. Οὕτω γὰρ λαμβάνει βοήθειαν ἐκ θλίψεως, καὶ τῆς ἀνθρωπίνης βοηθείας ὡς ματαίας καταφρονῶν, καὶ τῇ ἐπὶ τὸν σώζειν δυνάμενον ἡμᾶς ἐλπίδι στηρι-
5. Now one ought to give thanks to God when He gives good things, and not be indignant when He holds them in store. And if He should grant them to be with us, we shall account these things at once best and most pleasant for us; but if He should defer them, we shall bear the loss meekly. For our affairs are altogether governed better, surely, than as we ourselves would have chosen. The halcyon is a sea-bird. It is by nature wont to nest along the very shores, laying its eggs upon the sand itself; and it nests somewhere about the middle of winter, when the sea is dashed against the land by many violent winds. Yet nevertheless all the winds are lulled to sleep, and the wave of the sea is still, when the halcyon broods for the seven days; for in so many days alone does it hatch out its young. And since there is need of food as well for them, the munificent God has granted to the tiniest creature another seven days for the growth of its young. So that all sailors too know this, and call those days halcyon days. These things have been ordained for you through the providence of God towards irrational creatures as an exhortation to ask from God the things that pertain to salvation. For what marvellous thing would not come to pass for your sake, who have been made according to the image of God, seeing that on behalf of so small a bird the great and dreadful sea is restrained, being commanded to keep calm in the middle of winter? For if He bestows such great things upon a halcyon, how much greater things will He give to those who call upon Him with their whole heart? Let us therefore persuade ourselves, brethren, both in our other petitions and in a time of trial, not to run off to human hopes, nor to hunt for succour for ourselves from that source; but in tears and groanings, and in industrious prayer, and in strenuous vigilance, to make our supplications. For thus does one receive help out of affliction, both despising human help as vain, and being supported upon the hope that is in Him Who is able to save us,
Notes, col. 1244

On the reading

Printed Ει, for Εἰ.

PG 32:1245Read from the page
ζόμενος. Ὅτι αὐτῷ πρέπει ἡ δόξα καὶ ἡ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
because to Him belongs glory and worship, together with His beginningless Father and the life-giving Spirit, now and ever, and unto the ages of ages. Amen.
ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ.
ON FASTING.
ΛΟΓΟΣ Ιʹ.
DISCOURSE X.
1. Στρατηγοὶ μὲν εἰς παράταξιν τὸν στρατὸν καθιστῶντες, τοῖς παρακλητικοῖς λόγοις πρὸ τῶν ἀγώνων κέχρηνται, καὶ τοσαύτην ἔχει δύναμιν ἡ παραίνεσις, ὥστε καὶ τοῦ θανάτου πολλάκις καταφρόνησιν ἐμποιεῖν. Γυμνασταὶ δὲ καὶ παιδοτρίβαι, πρὸς τοὺς ἐν τοῖς σταδίοις ἀγῶνας τοὺς ἀθλητὰς προσάγοντες, πολλὰ περὶ τοῦ χρῆναι πονεῖν ὑπὲρ τῶν στεφάνων διακελεύονται· ὥστε καὶ συνεπείσθησαν πολλοὶ τῇ περὶ τὴν νίκην φιλοτιμίᾳ τῶν σωμάτων ὑπεριδεῖν. Τοίνυν καὶ ἐμοὶ τοὺς Χριστοῦ στρατιώτας πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν πόλεμον διατάσσοντι, καὶ τοὺς ἀθλητὰς τῆς εὐσεβείας ἐπὶ τοὺς τῆς δικαιοσύνης στεφάνους διὰ τῆς ἐγκρατείας παρασκευάζοντι, ἀναγκαῖος ὁ λόγος τῆς παρακλήσεως. Ἄγγελοί εἰσιν οἱ καθ' ἑκάστην ἐκκλησίαν ἀπογραφόμενοι τοὺς νηστεύοντας. Ὅρα, μὴ διὰ μικρὰν ἡδονὴν βρωμάτων ζημιωθῇς μὲν τὴν ἀπογραφὴν τοῦ ἀγγέλου, ὑπόδικον δὲ σεαυτὸν λειποταξίου γραφῆς τῷ στρατολογήσαντι καταστήσῃς. Ἐλάττων ὁ κίνδυνος, ῥίψασπιν ἐπὶ παρατάξεως ἐλεγχθῆναί τινα, ἢ τὸ μέγα ὅπλον τὴν νηστείαν ἀποβαλόντα φανῆναι. Πλούσιος εἶ; Μὴ καθυβρίσῃς τὴν νηστείαν, ἀπαξιώσας λαβεῖν αὐτὴν ὁμοτράπεζον, μηδὲ τῆς οἰκίας αὐτοῦ ἄτιμον ἀποπέμψῃ παρευημερηθεῖσαν ὑπὸ τῆς ἡδονῆς· μή ποτέ σου καταγγείλῃ ἐπὶ τοῦ νομοθέτου τῶν νηστειῶν, καὶ πολλαπλασίονά σοι ἀπὸ καταδίκης ἐπαγάγῃ τὴν ἔνδειαν, ἢ ἐξ ἀῤῥωστίας σώματος, ἢ ἐξ ἄλλης τινὸς σκυθρωπῆς περιστάσεως. Ὁ πένης μὴ εἰρωνευέσθω πρὸς τὴν νηστείαν, πάλαι σύνοικον αὐτὴν καὶ ὁμοδίαιτον ἔχων. Γυναιξὶ δὲ ὥσπερ τὸ ἀναπνεῖν, οὕτως τὸ νηστεύειν οἰκεῖόν ἐστι καὶ κατὰ φύσιν. Οἱ παῖδες, ὥσπερ τῶν φυτῶν τὰ εὐθαλῆ, τῷ τῆς νηστείας ὕδατι καταρδευέσθωσαν. Τοῖς πρεσβύταις κοῦφον ποιεῖ τὸν πόνον ἡ ἐκ παλαιοῦ πρὸς αὐτὴν οἰκείωσις· πόνοι γὰρ ἐκ μακρᾶς συνηθείας μελετηθέντες, ἀλυπότερον προσπίπτουσι τοῖς γεγυμνασμένοις. Τοῖς ὁδοιπόροις εὐσταλής ἐστι συνέμπορος ἡ νηστεία. Ὥσπερ γὰρ ἡ τρυφὴ ἀχθοφορεῖν αὐτοὺς ἀναγκάζει, τὰς ἀπολαύσεις περικομίζοντας· οὕτω κούφους αὐτοὺς καὶ εὐζώνους ἡ νηστεία παρασκευάζει. Καὶ τοῖς μὲν τοῦ κόσμου στρατιώταις, κατὰ τὴν τῶν καμάτων ἀναλογίαν, τὸ σιτηρέσιον αὔξεται· τοῖς δὲ πνευματικοῖς ὁπλίταις, ὁ ἔλαττον ἔχων τῆς τροφῆς, τὸ μεῖζον ἔχει τοῦ ἀξιώματος. Ἄτοπον οὖν ἐστι μὴ χαίρειν ἐπὶ ὑγείᾳ ψυχῆς, ἀλλὰ λυπεῖσθαι ἐπὶ βρωμάτων ἀπαλλαγῇ, καὶ πλείονα χάριν φαίνεσθαι διδόντας ἡδονῇ γαστρὸς, ἢ ἐπιμελείᾳ ψυχῆς. Κόρος μὲν γὰρ εἰς γαστέρα τὴν χάριν ἵστησι, νηστεία δὲ πρὸς ψυχὴν ἀναβιβάζει τὸ κέρδος. Μὴ μιμήσῃ τῆς Εὔας τὴν
1. Generals, when arraying their army for battle, make use of hortatory speeches before the contests, and such great power does exhortation possess that it often implants even a contempt of death. Gymnastic masters too and trainers, when leading athletes forward to the contests in the stadiums, give many injunctions about the need to toil for the sake of the crowns, so that many have been persuaded through ambition for victory to disregard their own bodies. Therefore for me as well, as I array the soldiers of Christ for the war against the invisible enemies, and prepare the athletes of piety through temperance for the crowns of righteousness, the word of exhortation is necessary. There are angels in each church who enrol those who fast. See to it lest, on account of a brief pleasure of meats, you forfeit the enrolment of the angel, and render yourself liable to an indictment of desertion before Him Who enlisted you as a soldier. Less is the danger that someone be convicted of having flung away his shield in the line of battle, than that he be seen to have cast away the great weapon, fasting. Are you rich? Do not insult fasting by disdaining to take her as a companion at your table, nor send her away dishonoured from his house, outdone by pleasure; lest perchance she denounce you before the Lawgiver of fasts, and bring upon you by condemnation a manifold want, either from infirmity of body, or from some other gloomy circumstance. Let not the poor man scoff at fasting, seeing that from of old he has her as a housemate and companion in diet. And for women, just as breathing is, so is fasting congenial and according to nature. Let children, like flourishing plants, be watered with the water of fasting. For old men, long-standing familiarity with her makes the toil light; for toils practised through long custom fall more painlessly upon those who are trained. For wayfarers, fasting is a well-girt fellow-traveller. For just as luxury compels them to bear heavy burdens, carrying their indulgences about with them, so fasting renders them light and well-girt. And for the soldiers of the world, their ration of food is increased in proportion to their labours; whereas among spiritual men-at-arms, he who has less of food has the greater share of honour. It is absurd, therefore, not to rejoice over the health of the soul, but to grieve over the change of meats, and to appear to grant more favour to the pleasure of the belly than to the care of the soul. For satiety halts its favour at the belly, whereas fasting carries its profit up to the soul. Do not imitate Eve's
PG 32:1248Read from the page
παρακοήν· μὴ πάλιν σύμβουλον παραδέξῃ τὸν ὄφιν, φειδοῖ τῆς σαρκὸς τὴν βρῶσιν ὑποτιθέμενον. Μὴ προφασίζου ἀῤῥωστίαν σώματος καὶ ἀδυναμίαν· οὐ γὰρ ἐμοὶ τὰς προφάσεις, ἀλλὰ τῷ εἰδότι λέγεις. Νηστεύειν οὐ δύνασαι, εἰπέ μοι; κορέννυσθαι δὲ διὰ βίου, καὶ συντρίβειν τὸ σῶμα τῷ βάρει τῶν ἐσθιομένων δύνασαι; Καὶ μὴν τοῖς ἀσθενοῦσιν οὐχὶ βρωμάτων ποικιλίαν, ἀλλ' ἀσιτίαν καὶ ἔνδειαν οἶδα τοὺς ἰατροὺς ἐπιτάσσοντας. Πῶς οὖν ὁ ταῦτα δυνάμενος, ἐκεῖνα προφασίζῃ μὴ δύνασθαι; Τί εὐκολώτερον τῇ γαστρὶ, λιτότητι διαίτης παρενεγκεῖν τὴν νύκτα, ἢ δαψιλείᾳ βρωμάτων βεβαρημένην κεῖσθαι; εἰ μὴ καὶ τοὺς κυβερνήτας φήσεις, βαρυνομένην τοῖς ἀγωγίμοις ὁλκάδα εὐκολώτερον σώζειν τῆς εὐσταλεστέρας καὶ κούφης. Τὴν μὲν γὰρ παραπεπιεσμένην τῷ πλήθει, βραχεῖα κύματος ἐπανάστασις κατεβάπτισεν· ἡ δὲ συμμέτρως τῶν ἀγωγίμων ἔχουσα, ῥᾳδίως ὑπεραίρει τοῦ κλύδωνος.
disobedience; do not again admit the serpent as an adviser, suggesting food out of sparing for the flesh. Do not allege infirmity of body and weakness as an excuse; for it is not to me that you speak your excuses, but to Him Who knows. Can you not fast, tell me; yet can you gorge yourself throughout life, and crush your body with the weight of the things eaten? And yet for those who are weak I know that physicians prescribe not a variety of meats, but abstinence from food and want. How then do you, who are able for these things, make excuses that you are not able for those? Which is easier for the belly, to pass the night with frugality of diet, or to lie weighed down with an abundance of meats? unless you will say that steersmen too save a merchant vessel weighed down with cargoes more easily than one that is trimmer and light. For the one pressed down by the multitude of its load a slight rising of a wave sinks; whereas that which holds a moderate amount of cargo easily rides above the surge.
2. Πλὴν οὐ τοσούτου μοι δεῖν ἀγῶνος ἡγοῦμαι τὴν περὶ νηστείας παράκλησιν, ὅσον τοῦ μή τινα τοῖς κακοῖς τῆς μέθης περιπεσεῖν. Τὴν μὲν γὰρ νηστείαν, καὶ διὰ τὴν συνήθειαν, καὶ διὰ τὴν πρὸς ἀλλήλους αἰδῶ, οἱ πολλοὶ καταδέχονται. Φοβοῦμαι δὲ τὴν μέθην, ἣν, ὥσπερ τινὰ κλῆρον πατρῷον, οἱ φίλοινοι διασώζουσιν. Ὡς γὰρ οἱ πρὸς τὰς μακρὰς ἀποδημίας ἀπαίροντες, οὕτω τινὲς τῶν ἀνοήτων σήμερον πρὸς τὰς πέντε τῶν νηστειῶν ἡμέρας οἰνίζονται. Τί ποιεῖς, ἄνθρωπε; Οὐδεὶς γυναῖκα σεμνὴν νόμοις γαμικοῖς ἐπάγεσθαι μέλλων, παλλακίδας καὶ ἑταίρας προλαβὼν εἰσοικίζει· οὐ γὰρ ἀνέχεται ἡ νομίμη τὴν μετὰ τῶν διεφθαρμένων συνοίκησιν. Μὴ τοίνυν καὶ σὺ, προσδοκωμένης νηστείας, προεισαγάγῃς τὴν μέθην, τὴν πάνδημον πόρνην, τὴν τῆς ἀναισχυντίας μητέρα, τὴν μαινάδα, τὴν πρὸς πᾶσαν ἰδέαν ἀσχημοσύνης εὔκολον. Τὸν νηστεύοντα, εἴσω τῶν ἱερῶν περιβόλων παραδέχεται ὁ Κύριος· τὸν κραιπαλῶντα, ὡς βέβηλον καὶ ἀνίερον, οὐ προσίεται. Ἐὰν γὰρ ἔλθῃς αὔριον οἴνου ἀπόζων, καὶ τούτου σεσηπότος, πῶς τὴν κραιπάλην εἰς νηστείαν σοι λογίσομαι; Μὴ γὰρ ὅτι πρόσφατον οὐκ ἐνεχέω τὸν ἄκρατον, ἀλλ' ὅτι οὐ καθαρεύεις οἴνου, τοῦτο λογίζου. Ποῦ σε τάξω; ἐν τοῖς μεθύσοις, ἢ ἐν τοῖς νηστευταῖς; Ἡ παρελθοῦσα οἰνοφλυγία πρὸς ἑαυτὴν ἐπισπᾶται· ἡ παροῦσα ἔνδεια νηστείαν προσμαρτυρεῖ. Ἀμφισβητήσιμος εἶ τῇ μέθῃ ὥσπερ ἀνδράποδον, καὶ οὐκ ἀφέξεταί σου δικαίως· ἐναργεῖς τὰς ἀποδείξεις τῆς δουλείας παρεχομένη, τὴν ὀσμὴν τοῦ οἴνου ὥσπερ ἀγγείῳ ἐναπομείνασαν.
2. Nevertheless, I do not think that the exhortation concerning fasting requires so great a struggle for me as that no one should fall into the evils of drunkenness. For fasting, both on account of custom and on account of mutual respect towards one another, the majority accept. But I fear drunkenness, which wine-lovers preserve as though it were some ancestral inheritance. For just like those who set out upon long journeys abroad, so some of the foolish today lay in wine for themselves against the five days of the fasts. What are you doing, O man? No one who is about to bring home a chaste wife by the laws of marriage takes in concubines and courtesans beforehand to dwell in his house; for the lawful wife does not endure cohabitation with corrupted women. Do not you, therefore, either, when fasting is expected, bring in beforehand drunkenness, that common harlot, the mother of shamelessness, the raving woman, ready for every form of indecency. Him who fasts, the Lord receives within the sacred precincts; him who is debauched with wine, as profane and unholy, He does not admit. For if you come tomorrow reeking of wine, and that putrid, how shall I reckon your debauch as fasting for you? For consider not that I have not newly poured in unmixed wine, but that you are not pure from wine. Where shall I rank you? among the drunkards, or among the fasters? Past surfeiting with wine drags you to itself; present abstinence testifies to fasting. You are a disputed slave of drunkenness, and she will justly not let go of you, furnishing clear proofs of your servitude, the smell of wine remaining behind in you as in a vessel.
3. Τίνος διδασκάλου παρουσία παίδων θόρυβον οὕτως ἀθρόως καθίστησιν, ὡς ἡ νηστεία παραφανεῖσα ταραχὴν πόλεως καταστέλλει; ποῖος κωμαστὴς ἐν νηστείᾳ προῆλθε; ποῖος χορὸς ἀσελγὴς ἀπὸ νηστείας συνέστη; ᾌσματα πορνικὰ καὶ ὀρχήσεις ἐκμανεῖς ἐξαπίνης τῆς πόλεως ὑπεξέρχονται, ὥσπερ ὑπὸ δι-
3. What master's presence settles the uproar of boys so suddenly, as fasting, when she appears, quells the tumult of a city? What reveller has come forth in a fast? What licentious chorus has been formed from fasting? Harlotries of song and frenzied dances suddenly withdraw from the city, as though driven into exile by some stern
PG 32:1249Read from the page
καστοῦ τινος αὐστηροῦ τῆς νηστείας φυγαδευθεῖσαι. Εἰ δὲ πάντες αὐτὴν εἰς τὴν ὑπὲρ τῶν πρακτέων σύμβουλον παρελάμβανον, οὐδὲν ἐκώλυε βαθεῖαν εἰρήνην εἶναι κατὰ πᾶσαν τὴν οἰκουμένην· μήτε ἐθνῶν ἐπανισταμένων ἀλλήλοις, μήτε στρατοπέδων συῤῥηγνυμένων. Οὐδ' ἂν ὅλως εἶχον αἱ ἐρημίαι τοὺς κακούργους, ἢ αἱ πόλεις τοὺς συκοφάντας, ἢ τοὺς καταποντιστὰς ἡ θάλασσα. Οὐδ' ἂν οὕτως ἦν ὁ βίος ἡμῶν πολυστένακτος καὶ κατηφείας πλήρης, εἰ νηστεία τὸν βίον ἡμῶν ἐπρυτάνευε. Δηλονότι ἐδίδαξεν ἂν πάντας οὐχὶ βρωμάτων μόνον ἐγκράτειαν, ἀλλὰ καὶ φιλαργυρίας, καὶ πλεονεξίας, καὶ πάσης κακίας παντελῆ φυγήν τε καὶ ἀλλοτρίωσιν. Αὕτη τὸν μέγαν Σαμψὼν ἐτιθηνήσατο, καὶ ἕως ὅτε συμπαρῆν τῷ ἀνδρὶ, κατὰ χιλίους ἔπιπτον οἱ πολέμιοι, καὶ πύλαι πόλεων ἀνεσπῶντο, καὶ λέοντες τὴν ἰσχὺν τῶν χειρῶν οὐχ ὑφίσταντο. Ὅτε δὲ μέθη αὐτὸν καὶ πορνεία παρέλαβον, ἁλώσιμος ἦν τοῖς ἐχθροῖς, καὶ τῶν ὀφθαλμῶν στερηθεὶς, παίγνιον προέκειτο τοῖς παιδαρίοις τῶν ἀλλοφύλων. Νηστεύσας Ἠλίας, ἀπέκλεισε τὸν οὐρανὸν τρία ἔτη καὶ μῆνας ἕξ. Ἐπειδὴ γὰρ εἶδε πολλὴν ἐκ τοῦ κόρου τικτομένην τὴν ὕβριν, ἀναγκαίως αὐτοῖς τὴν ἀκούσιον ἐκ τοῦ λιμοῦ νηστείαν ἐπήγαγε, δι' ἧς πρὸς τὸ ἄμετρον ἤδη χεομένην αὐτῶν τὴν ἁμαρτίαν ἔστησεν, οἷον καυτῆρί τινι ἢ τομῇ τῇ νηστείᾳ τὴν εἰς τὸ πλέον πρόοδον τοῦ κακοῦ διακόψας. Ἵνα γὰρ μαλάξῃ τὴν ἀμάλακτον καρδίαν τῶν σκληροτραχήλων, εἵλετο καὶ ἑαυτὸν τῇ κακοπαθείᾳ συγκαταδικάσαι ὁ δίκαιος. Διὰ τοῦτο, Ζῇ Κύριος, εἰ ἔσται ὕδωρ ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ στόματός μου, φησίν. Οὕτως ἀπέδωκε καὶ τῇ χήρᾳ τὸν παῖδα, ἰσχυρὸς φανεὶς κατὰ θανάτου διὰ νηστείας. Οὔτε δὲ εὐποιίας σαλπιζομένης ὄφελος, καὶ νηστείας δημοσιευομένης κέρδος οὐδέν. Τὰ γὰρ ἐπιδεικτικῶς γενόμενα οὐ πρὸς τὸν αἰῶνα τὸν μέλλοντα τὸν καρπὸν ἐπεκτείνει, ἀλλ' εἰς τὸν τῶν ἀνθρώπων ἔπαινον καταστρέφει. Ἐλισσαίῳ δὲ ποταπὸς ὁ βίος; πῶς μὲν παρὰ τῆς Σουναμίτιδος τῆς ξενίας ἀπέλαυε; πῶς δὲ αὐτὸς τοὺς προφήτας ἐδεξιοῦτο; Οὐχὶ λάχανα ἄγρια καὶ ἄλευρον βραχὺ τὴν φιλοξενίαν ἐπλήρου; ὅτε καὶ τῆς τολύπης παραληφθείσης, κινδυνεύειν ἔμελλον οἱ ἁψάμενοι, εἰ μὴ τῇ εὐχῇ τοῦ νηστευτοῦ ἠμαυρώθη τὸ δηλητήριον. Καὶ ἁπαξαπλῶς, εὕροις ἂν τὴν νηστείαν πάντας τοὺς ἁγίους εἰς τὴν κατὰ Θεὸν πολιτείαν χειραγωγήσασαν.
judge, fasting. And if all men took her as their counsellor concerning what ought to be done, nothing would prevent deep peace from prevailing throughout the whole inhabited world, neither nations rising up against one another, nor armies clashing together. Nor would the wildernesses have malefactors at all, or the cities informers, or the sea pirates. Nor would our life be so full of groans and full of dejection, if fasting governed our life. Plainly she would have taught all men temperance not only in meats, but also a complete flight and estrangement from love of money, and covetousness, and every wickedness. She nursed the great Samson (Judg. 13:14 ff.), and so long as she was present with the man, the enemies fell by thousands, and gates of cities were torn up, and lions did not withstand the strength of his hands. But when drunkenness and fornication took hold of him, he was easily captured by his enemies, and deprived of his eyes, he was set forth as a plaything for the boys of the foreigners. Having fasted, Elijah shut up the heaven for three years and six months. For since he saw great insolence being bred from satiety, of necessity he brought upon them the involuntary fast from famine, whereby he halted their sin that was already pouring forth beyond measure, cutting off by fasting, as though by some cautery or excision, the further advance of the evil. For in order that he might soften the unsoftened heart of the stiff-necked, the righteous man chose to condemn himself as well to share in their distress. On this account he says, As the Lord lives, there shall not be water upon the earth, except by my mouth (3 Kings 17:1). Thus he also restored the child to the widow, proving strong against death through fasting. Yet neither is there profit in almsgiving when trumpeted abroad, and in fasting made public there is no gain. For things done for display do not extend their fruit to the age to come, but end in the praise of men. And of what sort was the life of Elisha? How did he enjoy hospitality from the Shunammite woman? And how did he himself entertain the prophets? Did not wild herbs and a little meal fulfil his hospitality? when also, wild gourd having been gathered in, those who touched it were about to be in peril, had not the poison been neutralized by the prayer of the faster. And in a word, you would find that fasting has led all the saints by the hand into the way of life that is according to God.
4. Ἔστι τις φύσις σώματος ἣν καλοῦσιν ἀμίαντον, ἀνάλωτος πυρί· ἥτις ἐν μὲν τῇ φλογὶ κειμένη, ἀπηνθρακῶσθαι δοκεῖ· ἐξαιρεθεῖσα δὲ τοῦ πυρὸς, ὡς ὕδατι λαμπρυνθεῖσα, καθαρωτέρα γίνεται. Τοιαῦτα ἦν τὰ τῶν τριῶν παίδων ἐκείνων σώματα, ἐκ τῆς νηστείας ἔχοντα τὸ ἀμίαντον. Ἐν γὰρ τῇ μεγάλῃ
4. There is a certain nature of body which they call amiantus, unconsumable by fire; which, while lying in the flame, seems to be turned to embers; yet when taken out of the fire, as though brightened by water, becomes purer. Such were the bodies of those three youths, possessing from fasting the quality of amiantus. For in the great