Migne Reading Room

PG 32 · cols. 1228–1237 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:1228Read from the page
αὐτῇ τῇ κεφαλῇ ἐνοικούσης τῆς νόσου, οὐ χεῖρας ἆραι εἰς οὐρανὸν, οὐκ ἐπὶ πόδας διαναστῆναι, οὐ κλῖναι γόνυ εἰς τὴν προσκύνησιν, οὐ διδαχθῆναι χρησίμως, οὐχ ὁμολογῆσαι ἀσφαλῶς, οὐχὶ πιστεῦσαι Θεῷ, οὐκ ἀποτάξασθαι τῷ ἐχθρῷ, τάχα δὲ, οὐδὲ συνετῶς ἐπακοῦσαι μυσταγωγούμενος, ἀμφίβολος ὢν τοῖς παροῦσιν, ἆρα ᾔσθετο τῆς χάριτος, ἢ ἀναισθήτως ἔχει τῶν γινομένων; Ὅταν δὲ καὶ ἐπιστημόνως τὴν χάριν δέξῃ, τότε τὸ μὲν τάλαντον ἔχεις, τὴν δὲ ἐργασίαν οὐκ ἐπιφέρῃ.
the disease dwelling in the head itself, not to lift hands to heaven, not to rise up upon one's feet, not to bend the knee unto worship, not to be taught profitably, not to confess securely, not to believe in God, not to renounce the enemy, and perhaps not even to listen intelligently when being initiated into the mysteries, being doubtful as to the things present, did he perceive the grace, or is he insensible of the things taking place? And even when you receive the grace with understanding, then you have the talent, indeed, yet you do not bring forward the working.
6. Σοφός ἐστι τοῦ κακοποιῆσαι ὁ πονηρὸς, ἀδελφοί· συνορᾷ, ὅτι κατὰ τὸ παρὸν ζῶμεν οἱ ἄνθρωποι, καὶ πᾶσα πρᾶξις κατὰ τὸ ἐνεστὼς ἐνεργεῖται. Τὴν οὖν σήμερον κλέπτων ἡμῶν διὰ τῆς μεθοδείας, τῆς αὔριον ἡμῖν τὰς ἐλπίδας περιαφίησιν. Ἢ γὰρ οὐχὶ τὴν μὲν ἁμαρτίαν σήμερον ποιεῖν ὑποβάλλει, τὴν δὲ δικαιοσύνην εἰς τὴν αὔριον πείθει ἡμᾶς ταμιεύσεσθαι; Εἶτα ἐπειδὰν ἡ αὔριον ἔλθῃ, πάλιν ἔρχεται ὁ κακὸς συμμεριστὴς ἡμῶν, ἀξιῶν τὴν σήμερον ἑαυτῷ, τὴν δὲ αὔριον τῷ Κυρίῳ· καὶ οὕτως ἀεὶ, τὸ μὲν παρὸν δι' ἡδονῆς ὑφαιρούμενος, τὸ δὲ μέλλον ταῖς ἐλπίσιν ἡμῖν προσαφιεὶς, λανθάνει ἡμᾶς ἀποβουκολῶν τῆς ζωῆς. Τοιαύτην εἶδον ἐγώ ποτε πανουργίαν ὄρνιθος εὐμηχάνου. Εὐαλώτων γὰρ αὐτῆς τῶν νεοττῶν ὑπαρχόντων δι' ἁπαλότητα, ἑαυτὴν προβαλλομένη ὡς ἕτοιμον θήραμα, καὶ ταῖς χερσὶ τῶν ἀγρευόντων ἐνστρεφομένη, οὔτε ἁλώσιμος ἦν ἐκ τοῦ προχείρου τοῖς θηρευταῖς, οὔτε ἀπόγνωσιν αὐτοῖς ἐνεποίει τῆς ἄγρας· ἀλλὰ ταῖς ἐλπίσιν αὐτοὺς ποικίλως παρακατέχουσα, τῇ περὶ αὐτὴν ἀσχολίᾳ, τοῖς νεοσσοῖς τὴν ἄδειαν τῆς φυγῆς προεξένησεν, εἶτα τὸ τελευταῖον καὶ αὐτὴ συναπέπτη. Φοβήθητι, μὴ καὶ σὺ τὰ παραπλήσια πάθῃς, ἐν ταῖς τῶν ἀδήλων ἐλπίσι τὰ φανερὰ προϊέμενος. Ὅρα, μήποτε ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ, καὶ μῆνα ἐκ μηνὸς, καὶ ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενος τὴν μετάνοιαν, ἐμπέσῃς ποτὲ εἰς ἣν οὐ προσδοκᾷς ἡμέραν, ἡνίκα ἂν ἐπιλείπωσί σε λοιπὸν αἱ τοῦ ζῆν ἀφορμαί· ἀπορία δὲ ᾖ πάντοθεν, καὶ θλίψις ἀπαραμύθητος· ἀπειρηκότων μὲν ἰατρῶν, ἀπειρηκότων δὲ τῶν οἰκείων· ὅτε πυκνῷ ἄσθματι καὶ ξηρῷ συνεχόμενος, πυρετοῦ λάβρου διακαίοντος τὰ ἔνδον καὶ ὑποσμύχοντος, στενάξῃς μὲν ἀπὸ μέσης καρδίας, τὸν δὲ συλλυπούμενον οὐχ εὑρήσεις· καὶ φθέγξῃ μέν τι λεπτὸν καὶ ἀδρανὲς, ὁ δὲ ἀκούων οὐκ ἔσται· πᾶν δὲ τὸ λαλούμενον παρὰ σοῦ ὡς παραφροσύνη καταφρονεῖται. Τίς ὑπομνήσει σε περὶ μετανοίας τότε κεκαρωμένον τῷ πάθει; Οἱ προσήκοντες ἀθυμοῦσιν, οἱ ἔξω τοῦ πάθους καταφρονοῦσιν, ὁ φίλος ὀκνεῖ τὴν ὑπόμνησιν, ὡς ταραχὴν ἐμποιοῦσαν, ἤ που καὶ ἰατρὸς ἐξαπατᾷ, καὶ σεαυτὸν οὐκ ἀπογινώσκεις διὰ τὸ φύσει φιλόζωον. Ὁ θάνατος παρέστηκεν, οἱ ἀπάγοντες κατεπείγουσι. Τίς ὁ ἐξαιρούμενος; Θεὸς, ὁ καταφρονηθείς; Ἀλλ' εἰσακούσεται τότε· σὺ γὰρ αὐτοῦ νῦν εἰσακούεις. Προθεσμίαν
6. Wise to do evil is the wicked one, brethren; he perceives that we men live in the present, and every action is wrought in the current moment. Stealing from us, therefore, to-day through his craftiness, he leaves to us the hopes of to-morrow. For does he not suggest to us to commit sin to-day, while persuading us to store up righteousness for to-morrow? Then, whenever to-morrow comes, our evil partitioner comes again, claiming to-day for himself, and to-morrow for the Lord; and thus always filching away the present through pleasure, while leaving the future to us in hopes, he escapes our notice as he cheats us out of life. Such cunning of an ingenious bird I myself once saw. For since her nestlings were easily caught on account of their tenderness, throwing herself forward as a ready prey, and wheeling about in the hands of the catchers, she was neither easily caught offhand by the hunters, nor did she produce in them despair of the catch; but detaining them in manifold ways by hopes, through their occupation with herself, she procured for her young ones safety of flight, and then at the last she herself also flew away with them. Fear lest you also suffer the like things, casting away what is manifest in the hopes of what is uncertain. Take heed lest, putting off repentance from year to year, and from month to month, and from day to day, you fall one day into a day which you do not expect, whenever the resources of living hereafter fail you, and there is perplexity on every side, and inconsolable affliction, physicians having given up hope, and kinsfolk having given up hope; when, held fast by thick and dry gasping, while a violent fever burns through the inward parts and smoulders beneath, you groan from the midst of your heart, yet will not find one to grieve with you; and you utter something thin and feeble, yet there will be no one hearing; and everything spoken by you is despised as delirium. Who will remind you concerning repentance when you are then stupefied by the malady? Relatives are despondent, those outside the malady despise you, the friend shrinks from the reminder as producing disturbance, perhaps even a physician deceives you, and you do not despair of yourself on account of the natural love of life. Death stands beside you, those who lead you away hasten urgently. Who is he that delivers you? God, Who was despised? Why, He will hearken then—for you hearken to Him now! A respite
PG 32:1229Read from the page
δώσει· καλῶς ἐχρήσω τῇ δεδομένῃ. Μηδείς σε ἐξαπατάτω κενοῖς λόγοις. Ἐπιστήσεται γάρ σοι αἰφνίδιος ὄλεθρος, καὶ ἡ καταστροφὴ ὁμοίως καταιγίδι παρέσται. Ἥξει ἄγγελος κατηφὴς, ἀπάγων βιαίως καὶ σύρων σου τὴν ψυχὴν δεδεμένην ταῖς ἁμαρτίαις, πυκνὰ μεταστρεφομένην πρὸς τὰ ὧδε, καὶ ὀδυρομένην ἄνευ φωνῆς, τοῦ ὀργάνου λοιπὸν τῶν θρήνων ἀποκλεισθέντος. Ὢ πόσα σπαράξεις σεαυτόν! πόσα στενάξεις! ἄπρακτα μεταγοῶν ἐπὶ τοῖς βουλευθεῖσιν, ὅταν ἴδῃς τὴν φαιδρότητα τῶν δικαίων ἐν τῇ λαμπρᾷ διανομῇ τῶν δώρων, καὶ τὴν κατήφειαν τῶν ἁμαρτωλῶν ἐν τῷ σκότει τῷ βαθυτάτῳ. Οἷα ἐρεῖς ἐν τῇ ὀδύνῃ τῆς καρδίας σου τότε; Αἴ με! μὴ ἀποῤῥῖψαι τὸ βαρὺ τοῦτο φορτίον τῆς ἁμαρτίας, οὕτω ῥᾳδίας οὔσης τῆς ἀποθέσεως, ἀλλὰ τὸν σωρὸν τῶν κακῶν τούτων ἐφέλκεσθαι. Αἴ με! τὰς κηλῖδας μὴ ἀποπλύνασθαι, ἀλλ' ἐστιγμένον εἶναι ταῖς ἁμαρτίαις. Νῦν ἂν ἤμην μετὰ τῶν ἀγγέλων· νῦν ἂν τοῖς οὐρανίοις ἀγαθοῖς ἐνετρύφων. Ὢ τῶν πονηρῶν βουλευμάτων! διὰ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν, ἀθάνατα βασανίζομαι· δι' ἡδονὴν σαρκὸς, τῷ πυρὶ παραδίδομαι. Δικαία ἡ κρίσις τοῦ Θεοῦ. Ἐκαλούμην, καὶ οὐχ ὑπήκουον· ἐδιδασκόμην, καὶ οὐ προσεῖχον· διεμαρτύραντό μοι, ἐγὼ δὲ κατεγέλων. Ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς ἀποκλαιόμενος σεαυτὸν, ἐὰν προαναρπασθῇς τῆς μετανοίας. Ἄνθρωπε, ἢ τὴν γέενναν φοβήθητι, ἢ τῆς βασιλείας ἀντιποιήθητι. Ἐμοὶ δακρύειν ἐπέρχεται, ὅταν ἐνθυμηθῶ, ὅτι τὰ ἔργα τῆς αἰσχύνης προτιμᾷς τῆς μεγάλης δόξης τοῦ Θεοῦ· καὶ διὰ τὸ τῆς ἀκολασίας ἡδὺ, δυσαποσπάστως ἔχων τῆς ἁμαρτίας, τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν σεαυτὸν ἀποκλείεις, ὡς μὴ ἰδεῖν τὰ ἀγαθὰ Ἱερουσαλὴμ τῆς ἐπουρανίου.
He will grant; well did you use that which was given! Let no one deceive you with empty words (Eph. 5:6). For sudden destruction shall come upon you (1 Thess. 5:3), and ruin shall be present like a whirlwind. A gloomy angel shall come, leading away by force and dragging your soul bound with sins, turning back repeatedly towards the things here, and lamenting without a voice, the organ of lamentations having hereafter been shut up. Oh, how much will you tear yourself! how much will you groan! wailing ineffectually afterwards over the things you resolved upon, when you see the brightness of the righteous in the splendid distribution of the gifts, and the dejection of sinners in the deepest darkness. What things will you say in the pain of your heart then? Woe is me! not to have cast off this heavy burden of sin, when the laying aside of it was so easy, but to drag after me the heap of these evils! Woe is me! not to have washed away the stains, but to be branded with sins! Now I would have been with the angels; now I would have been delighting in the heavenly goods. Oh, the wicked counsels! on account of a temporary enjoyment of sin, I am tormented immortally; on account of pleasure of the flesh, I am delivered over to the fire. Righteous is the judgement of God. I was called, and I did not obey; I was taught, and I did not give heed; they testified to me, and I laughed in scorn. These and suchlike things you will say, bewailing yourself, if you are snatched away beforehand prior to repentance. O man, either fear Gehenna, or lay hold of the kingdom. It comes upon me to weep, when I reflect that you prefer the works of shame to the great glory of God; and on account of the sweetness of licentiousness, clinging inextricably to sin, you shut yourself out from the good things in the promises, so as not to see the good things of the heavenly Jerusalem.
7. Βούλεταί σε ἐλεῆσαι, καὶ τῶν αὐτοῦ οἰκτιρμῶν μεταδοῦναι ὁ κριτὴς, κατὰ τὸν εἰπόντα· Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος. Ἀλλ' ἐὰν μὲν εὕρῃ σε μετὰ τὴν ἁμαρτίαν ταπεινὸν, συντετριμμένον, πολλὰ μετακλαύσαντα ἐπὶ τοῖς πονηροῖς ἔργοις, τὰ γενόμενα κρυφῆ ἀνεπαισχύντως δημοσιεύσαντα, δεηθέντα ἀδελφῶν συγκαμεῖν σοι πρὸς τὴν ἴασιν, ὅλως ἐλεεινόν σε γενόμενον ἐὰν ἴδῃ, ἄφθονόν σοι τὴν αὐτοῦ ἐλεημοσύνην ἐπιχορηγεῖ· ἐὰν δὲ καρδίαν ἀμετανόητον, φρόνημα ὑπερήφανον, ἀπιστίαν τοῦ αἰῶνος τοῦ μέλλοντος, ἀφοβίαν τῆς κρίσεως, τότε ἀγαπᾷ ἐπὶ σοὶ τὴν κρίσιν. Ὡς γὰρ ἰατρὸς ἐμμελὴς καὶ φιλάνθρωπος, καταντλήμασι πρότερον καὶ περιπλάσμασιν ἁπαλοῖς πειρᾶται καταστεῖλαι τὸ οἴδημα· ἐπειδὰν δὲ ἴδῃ ἀνενδότως καὶ σκληρῶς ἀντιτυποῦντα τὸν ὄγκον, ῥίψας τὸ ἔλαιον καὶ τὴν μαλακὴν ἀγωγὴν, αἱρεῖται λοιπὸν τὴν τοῦ σιδήρου χρῆσιν. Τοὺς γὰρ ἀπὸ πολλῶν πτωμάτων πολλάκις διαναστάντας ἐκ τῆς κατὰ φιλανθρωπίαν χειραγωγίας, εἶτα ὕστερον ὑπὸ τῶν ἀσθενειῶν κρατηθέντας, ἀπειλεῖ παντελῶς
7. The Judge wills to have mercy on you, and to impart to you of His compassions, according to him who said: The Lord loves mercy and judgement (Ps. 32:5). But if indeed He find you after sin humble, contrite, having wept much afterwards over your wicked works, having unashamedly made public the things done in secret, having entreated brethren to labour with you towards the healing—if He see you become altogether pitiable, He supplies His mercy to you ungrudgingly; whereas if He see an unrepentant heart, a proud mindset, unbelief in the age to come, fearlessness of the judgement, then He loves judgement upon you. For just as a skilful and humane physician tries first by fomentations and soft poultices to reduce the swelling, but whenever he sees the mass unyieldingly and hardily resisting, casting aside the oil and the gentle treatment, he chooses hereafter the use of the iron: for those who from many falls have many times risen up again through the guidance of His loving-kindness, and then afterwards have been overcome by their infirmities, He threatens altogether
PG 32:1232Read from the page
ὁ Θεὸς μὴ ἀφήσειν. Οὐκέτι γὰρ, φησὶν, ἀνήσω τὰς ἁμαρτίας ὑμῶν· ἔμφασιν ἡμῖν παρέχων τοῦ πολλάκις ἤδη πρότερον ἐπὶ τοῖς ὁμοίοις συγκεχωρηκέναι. Χωρὶς γὰρ τῆς παρὰ τοῦ Θεοῦ ἀφέσεως, ἐπιδιδόναι τινὰ ἑαυτὸν τῷ κατ' ἀρετὴν βίῳ, ἀμήχανον. Τὸν γὰρ ἔν τισιν ἁμαρτίαις ἐξετασθέντα, εἶτα ἀνατρέχειν ἐπὶ τὸν ὑγιῆ βίον ἐπαγγελλόμενον, βούλεται πέρατι μὲν ὁρίζειν τὰ παρελθόντα, ἀρχὴν δέ τινα ποιεῖσθαι μετὰ τὰ ἡμαρτημένα, οἱονεὶ διὰ τῆς μετανοίας ἀναβιώσκοντα. Συνεχῶς δὲ ταῦτα ἐπαγγελλόμενον, καὶ συνεχῶς αὐτῶν ἀποπίπτοντα, ὡς παντελῶς αὐτὸν ἀπεγνωσμένον, τῆς φιλανθρωπίας ἐκκλείει. Οὐ γὰρ ὁ εἰπὼν, Ἥμαρτον, εἶτα ἐπιμένων τῇ ἁμαρτίᾳ, οὗτος ἐξομολογεῖται· ἀλλ' ὁ κατὰ τὸν Ψαλμῳδὸν εὑρὼν τὴν ἁμαρτίαν αὐτοῦ, καὶ μισήσας. Τί γὰρ ὄφελος τῷ ἀῤῥωστοῦντι ἡ παρὰ τοῦ ἰατροῦ ἐπιμέλεια, ὅταν τὰ φθαρτικὰ τῆς ζωῆς ὁ κάμνων ἐπιτηδεύῃ; Οὕτως οὐδὲν ὄφελος ἀδικημάτων συγχωρουμένων τῷ ἔτι ἀῤῥωστοῦντι, καὶ ἀκολαστημάτων ἀφιεμένων τῷ ἔτι ἀκολασταίνοντι.
that God will not forgive. For no longer, He says, will I forgive your sins (Isa. 1:14); giving us an indication of His having already forgiven many times before upon the like things. For apart from the remission that is from God, for anyone to give himself over to the life according to virtue is impossible. For He wills that him who has been found in certain sins, and then promises to run back unto the sound life, should bound what is past by a limit, and make a certain beginning after the things sinned, coming back to life, as it were, through repentance. But him who continually promises these things, and continually falls away from them, He shuts out from His loving-kindness as one altogether despaired of. For not he who says, I have sinned, and then persists in the sin, makes confession; but he who according to the Psalmist has found his sin, and hated it (Ps. 35:3). For what profit is the care from the physician to the sick man, when the sufferer practises the things destructive of life? Thus there is no profit of iniquities pardoned to him who is still sick, nor of licentious deeds remitted to him who still lives licentiously.
8. Παῦσαι τοιγαροῦν τὰ τοῦ πλησίον κακὰ περιεργαζόμενος· μὴ δίδου σχολὴν τοῖς λογισμοῖς ἀλλότριον ἐξετάζειν ἀῤῥώστημα· ἀλλ' ἐπὶ τὴν οἰκείαν ἔρευναν στρέφε σου τὸ ὄμμα. Πολλοὶ γὰρ τὸ μὲν κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ κατανοοῦσι, τὴν δὲ ἐν τῷ οἰκείῳ ὀφθαλμῷ δοκὸν οὐκ ἐμβλέπουσι. Μὴ τὰ ἔξω περισκόπει, εἴπου τινὸς μῶμον ἐξευρεῖν δυνηθείης, κατὰ τὸν Φαρισαῖον ἐκεῖνον, ὃς εἱστήκει ἑαυτὸν δικαιῶν, καὶ τὸν τελώνην ἐξευτελίζων. Ἀλλὰ σεαυτὸν ἀνακρίνων μὴ διαλείπῃς, μή τι κατὰ τὰς ἐνθυμήσεις ἥμαρτες, μή τι ἡ γλῶσσα παρώλισθε τῆς διανοίας προεκδραμοῦσα, μὴ ἐν τοῖς ἔργοις τῶν χειρῶν πέπρακταί τι τῶν ἀβουλήτων. Ὥσπερ γὰρ ἀμήχανον ὑγείαν ἀναλαβεῖν μὴ τῆς νόσου ἀπαλλαγέντα, ἢ ἐν θερμότητι γενέσθαι τὸν μὴ καθαρῶς πεπαυμένον τῆς καταψύξεως (ἀνεπίδεκτα γὰρ ταῦτα ἀλλήλοις)· οὕτω καὶ τὸν μέλλοντα ἐν ἀγαθῷ βίῳ γενέσθαι, πάσης προσήκει τῆς ἐπὶ τὸ κακὸν συναφείας ἀπαλλαγῆναι· οὐ γὰρ χρόνου ποσότητι, διαθέσει δὲ ψυχῆς ἡ μετάνοια κρίνεται. Οἱ δὲ χωρισθέντες τοῦ κενοῦ βίου, καὶ πρὸς τὴν θειοτέραν ζωὴν ἑαυτοὺς ἀσκοῦντες, μὴ ἐφ' ἑαυτοὺς, μηδὲ καταμόνας ἀσκείσθωσαν· ἐμμάρτυρον γὰρ εἶναι προσήκει τὸν τοιοῦτον βίον, ὡς ἂν ἐκτὸς εἶναι πονηρᾶς ὑποψίας. Καὶ εἴ τις πάλαι δελεασθεὶς, ἢ πλούτου κόνιν ἐξ ἀδικίας ἐφ' ἑαυτὸν συνεφόρησε, καὶ τὸν νοῦν ταῖς τούτου μερίμναις κατέδησεν· ἢ μύσος ἀσελγείας προσῆψε τῇ φύσει δυσέκνιπτον· ἢ τῶν ἄλλων ἐγκλημάτων ἐπλήρωσεν ἑαυτόν· οὗτος, ὡς ἔτι καιρὸς, πρὶν ἐλθεῖν εἰς τελείαν ἀπώλειαν, ἀποθέσθω τῶν φορτίων τὰ
8. Cease, therefore, busying yourself about the evils of your neighbour; do not give leisure to your thoughts to examine another's infirmity; but turn your eye unto the searching of your own self. For many observe the speck that is in their brother's eye, but do not behold the beam that is in their own eye (Matt. 7:3). Do not look around at the things outside, whether anywhere you might be able to find out a blemish of someone, like that Pharisee, who stood justifying himself, and despising the tax-collector. But do not cease examining yourself, whether in any respect you have sinned in your thoughts, whether in any respect the tongue has slipped, running out ahead of the mind, whether in the works of your hands anything of the things unintended has been done. For just as it is impossible for one to recover health who has not been rid of the disease, or for him to come into warmth who has not cleanly ceased from the chill (for these things are inadmissible of one another); so also it befits him who is going to be in a good life to be rid of all connexion unto evil; for not by quantity of time, but by disposition of soul is repentance judged. And let those who have separated themselves from the vain life, and who train themselves towards the more divine life, not train themselves by themselves, nor in isolation; for it befits such a life to be attested by witnesses, so as to be outside of evil suspicion. And if anyone, having been enticed long ago, has either heaped up upon himself the dust of wealth out of unrighteousness, and bound down his mind with the cares thereof; or has fastened upon his nature a defilement of licentiousness hard to wash out; or has filled himself with the other offences: let this man, while there is still time, before coming into utter perdition, lay aside of his burdens the
PG 32:1233Read from the page
πλείονα, καὶ πρὶν ὑποβρύχιον γενέσθαι τὸ σκάφος, ἐκβολὴν ποιησάσθω τῶν ἀγωγίμων, ἃ μὴ δεόντως συνέλεξε. Τὰ χρήματα ἐκβληθέντα καλῶς, οὔτε ἀπόλλυται τοῖς ἐκβαλοῦσι καὶ ῥίψασιν· ἀλλ' ὥσπερ εἰς ὁλκάδας ἄλλας ἀσφαλεστέρας τινὰς τὰς τῶν πενήτων μεταθέντα γαστέρας, διασώζεται, καὶ φθάνει πρὸς λιμένας ἐλθόντα, καὶ φυλάττεται τοῖς ἐκβαλοῦσι κόσμος.
greater part, and before the vessel becomes submerged, let him make a jettison of the cargo which he collected improperly. Possessions cast out well are neither lost to those who cast them out and threw them away; but, as if transferred into certain other safer merchant-ships, the bellies of the poor, they are preserved through to the end, and arrive first coming unto harbours, and are kept as an ornament for those who cast them out.
9. Τὰ γὰρ χρόνῳ κρατυνθέντα πάθη πρῶτον μὲν χρόνου δεῖται πρὸς τὴν διόρθωσιν· ἔπειτα ἰσχυρᾶς καὶ εὐτονωτέρας διαγωγῆς, εἰ μέλλοι τις τοῦ βάθους αὐτοῦ καθικνεῖσθαι, ὥστε πρόῤῥιζα ἐξελεῖν τὰ χρόνῳ μακρῷ ταῖς ψυχαῖς ἐῤῥιζωθέντα. Τοιαύτη ἡ ἐμμελὴς τῶν Νηνευϊτῶν μετάνοια, καὶ ἡ σοφὴ καὶ πεπυκνωμένη θλίψις ἐκείνη, ἥτις οὐδὲ τὰ ἄλογα ἀσυνετελῆ τῆς τιμωρίας ἀφῆκεν· ἀλλὰ καὶ αὐτὰ βοᾷν ἐξ ἀνάγκης ἐμηχανήσατο. Ἐχωρίσθη γὰρ τῆς βοὸς ὁ μόσχος, ἀπηλάθη τῆς μητρῴας θηλῆς ὁ ἀρνειός· παιδίον ἐπιμάζιον οὐκ ἦν ἐν ταῖς τῆς τεκούσης ἀγκάλαις ἐπιδεικνύναι· φωναὶ δὲ παρὰ πάντων οἰκτραὶ ἀλλήλαις ἀντιβοῶσαι καὶ ἀντηχοῦσαι. Τὰ τέκνα λιμώττοντα τὰς πηγὰς ἐζήτει τοῦ γάλακτος· αἱ μητέρες τῷ φυσικῷ πάθει διακοπτόμεναι, συμπαθέσι φωναῖς ἀνεκαλοῦντο τὰ ἔγγονα· τὰ βρέφη κατὰ τὸν ὅμοιον τρόπον λιμώττοντα, σφοδροτάτῳ κλαυθμῷ ἀνεῤῥήγνυντο καὶ ἀπέσπαιρον· αἱ τεκοῦσαι ταῖς φυσικαῖς ἀλγηδόσι κατεκεντοῦντο τὰ σπλάγχνα. Ὁ πρεσβύτης ἐπ' ἐκείνων ἐθρήνει, καὶ τὴν πολιὰν ἔτιλλε καὶ ἐσπάραττεν. Ὁ νεανίσκος καὶ ἀκμάζων, σφοδρότερον ἀπωδύρετο· ὁ πένης ἐστέναζεν· ὁ πλούσιος ἐπιλαθόμενος τῆς τρυφῆς, ἤσκει τὴν κακοπάθειαν ὡς σώφρονα. Ὁ βασιλεὺς αὐτῶν, τὴν λαμπρότητα καὶ τὴν δόξαν εἰς αἰσχύνην μετέβαλεν. Ἀπέθετο τὸν στέφανον, καὶ κόνιν τῆς κεφαλῆς κατεχέετο· τὴν ἁλουργίδα ῥίψας, σάκκον μετημφιάσατο· τὸν θρόνον τὸν ὑψηλὸν ἀφεὶς καὶ μετέωρον, ἐλεεινῶς τῇ γῇ προσεσύρετο· τὴν ἰδιάζουσαν καὶ βασιλικὴν καταλιπὼν εὐστάθειαν, συνεθρήνει τῷ δήμῳ· εἷς ἐγένετο τῶν πολλῶν, ὅτε τὸν κοινὸν πάντων Δεσπότην ἔβλεπεν ὀργιζόμενον. Τοῦτο δούλων εὐαισθήτων φρόνημα. Τοιαύτη τῶν ἁμαρτίαις ἐνεχομένων ἡ μετάνοια· ἵνα διὰ πάσης ἡλικίας ἡ σκυθρωπότης κρατήσῃ, αἰσθομένης τε καὶ ἀναισθήτου, τῆς μὲν κατὰ προαίρεσιν, τῆς δὲ κατ' ἀνάγκην. Διὰ τοῦτο ἰδὼν αὐτοὺς ὁ Θεὸς οὕτω ταπεινωθέντας, ὡς ἐπὶ ὑπερβαίνουσαν ἑαυτῶν ταλαιπωρίαν παγγενῆ κατακρίναντας, καὶ τὸ πάθος ἠλέησε, καὶ τῆς τιμωρίας ἀνῆκε, καὶ τὸ χαίρειν ἐδωρήσατο τοῖς εὐαισθήτως πενθήσασιν. Ἴδιον γὰρ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ μὴ σιωπῇ τὰς κολάσεις ἐπάγειν, ἀλλὰ προκηρύσσειν, διὰ τῶν ἀπειλῶν προκαλούμενος εἰς μετάνοιαν τοὺς ἡμαρτηκότας· οὕτω γὰρ
9. For passions strengthened by time need time first towards their correction; next a strong and more vigorous discipline, if one is to reach unto the depth itself, so as to pull out by the roots the things rooted in souls by a long time. Such was the earnest repentance of the Ninevites, and that wise and concentrated affliction, which did not leave even the irrational beasts uncontributing to the punishment; but contrived that they too should cry out of necessity. For the calf was parted from the cow, the lamb was driven away from its mother's teat; a suckling child was not to be shown in the arms of her who bore it; and pitiable voices from all were crying out in answer and echoing back to one another. The children, famishing, sought the fountains of milk; the mothers, rent asunder by natural affection, called back their offspring with sympathetic voices; the infants, famishing in like manner, burst forth in most vehement wailing and gasped convulsively; the mothers who bore them were pierced in their bowels with natural pangs. The old man lamented over them, and plucked and tore his grey hair. The youth and man in his prime mourned more vehemently; the poor man groaned; the rich man, forgetting his luxury, practised hardship as temperate. Their king changed his splendour and glory into shame. He laid aside his crown, and poured dust down upon his head; casting away the purple robe, he clothed himself instead in sackcloth; leaving his high and lofty throne, he dragged himself pitiably upon the earth; abandoning his peculiar and royal composure, he lamented together with the people; he became one of the many, when he saw the common Master of all angry. This is the mindset of right-feeling servants. Such is the repentance of those held fast in sins: that gloom should prevail through every age, both sentient and insentient, the one by choice, the other by necessity. On this account, God, having seen them thus humbled, as having condemned their whole race to an exceeding misery of their own, both pitied their suffering, and remitted the punishment, and granted rejoicing to those who mourned with right feeling. For it is proper to the loving-kindness of God not to bring on chastisements in silence, but to proclaim them beforehand, calling forth through threats those who have sinned unto repentance; for thus
Notes, col. 1233

On the reading

Printed ἀσυνετελῆ, for ἀσυντελῆ.

PG 32:1236Read from the page
καὶ τούτοις πεποίηκε διὰ τοῦ Ἰωνᾶ. Καὶ τῷ Ἰσραὴλ ἡμαρτηκότι οὐ σιωπῇ ἐπήγαγε τὸν ἀφανισμόν· ἀλλὰ κινῶν εἰς τὴν ὑπὲρ τοῦ λαοῦ τὸν ἑαυτοῦ θεράποντα, προεκήρυσσε λέγων· Ἄφες με, καὶ ἐξαλείψω τὸν λαὸν τοῦτον. Παραπλησίως δέ τι καὶ ἐν τῷ Εὐαγγελίῳ περὶ τῆς κατὰ τὴν συκῆν παραβολῆς μεμαθήκαμεν, τοῦ δεσπότου αὐτῆς λέγοντος τῷ γεωργῷ· Ἰδοὺ τρία ἔτη ἔρχομαι ἐπὶ τὴν συκῆν, ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ μὴ εὑρίσκων· ἔκκοψον αὐτήν. Ἵνα τί καὶ τὴν γῆν καταργεῖ; Τοιγαροῦν πρὸς τίνα καιρὸν ὑπερτιθέμεθα τὴν μετάνοιαν; οὐκ ἐκνήψομεν; οὐκ ἀνακαλεσόμεθα ἑαυτοὺς ἀπὸ τοῦ κατὰ συνήθειαν βίου πρὸς τὴν ἀκρίβειαν τοῦ Εὐαγγελίου; οὐκ ἐν ὀφθαλμοῖς ληψόμεθα τὴν ἡμέραν Κυρίου τὴν φοβερὰν ἐκείνην καὶ ἐπιφανῆ, ἐν ᾗ τοὺς μὲν τῇ δεξιᾷ τοῦ Κυρίου διὰ τῶν πράξεων προσεγγίζοντας βασιλεία οὐρανῶν ὑποδέξεται· τοὺς δὲ πρὸς τὴν ἀριστερὰν διὰ τὴν ἐρημίαν τῶν ἀγαθῶν ἔργων ἀπεωσμένους, γέεννα πυρὸς καὶ σκότος αἰώνιον κατακρύψει; Ἐκεῖ ἔσται, φησὶν, ὁ κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. Ἀλλ' ἡμεῖς τὴν μὲν ἁμαρτίαν ἐπιτελοῦμεν συντόμως, ὀλιγώρως δὲ καὶ ῥᾳθύμως ἀναλαμβάνομεν τὴν μετάνοιαν. Καὶ βασιλείας μὲν οὐρανῶν ἐπιθυμεῖν λέγομεν, ἐξ ὧν δὲ ἔστιν αὐτῆς ἐπιτυχεῖν οὐ φροντίζομεν· ἀλλὰ μηδένα πόνον ὑπὲρ ἐντολῆς τοῦ Θεοῦ καταδεχόμενοι, τῶν ἴσων τιμῶν τεύξεσθαι τοῖς μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικαταστᾶσιν ἐν τῇ ματαιότητι τοῦ νοὸς ἡμῶν ὑποτιθέμεθα. Ἁψώμεθα τοίνυν, ἁψώμεθά ποτε τῆς φροντίδος τῶν ψυχῶν ἡμῶν, ἀδελφοί· λυπηθῶμεν ἐπὶ τῇ ματαιώσει τοῦ προλαβόντος βίου· ἀγωνισώμεθα ὑπὲρ τῶν μελλόντων· μὴ τῇ ῥᾳθυμίᾳ καὶ τῇ ἐκλύσει ταύτῃ ἐναπομείνωμεν, καὶ τὸ μὲν παρὸν ἀεὶ διὰ ῥᾳθυμίας προϊέμενοι, πρὸς δὲ τὸ αὔριον καὶ τὸ ἐφεξῆς τὴν ἀρχὴν τῶν ἔργων ὑπερτιθέμενοι, εἶτα καταληφθέντες ὑπὸ τοῦ ἀπαιτοῦντος τὰς ψυχὰς ἡμῶν, ἀπαρασκεύαστοι τῶν ἀγαθῶν ἔργων, τῆς μὲν χαρᾶς τοῦ νυμφῶνος ἀποβληθῶμεν, ἀργὰ δὲ καὶ ἀνόνητα κλαίωμεν, τὸν κακῶς παρεθέντα τοῦ βίου χρόνον ὀδυρόμενοι τότε, ὅτε πλέον οὐδὲν ἐξέσται τοῖς μεταμελουμένοις. Οὗτος ὁ αἰὼν τῆς μετανοίας, ἐκεῖνος τῆς ἀνταποδόσεως· οὗτος τῆς ἐργασίας, ἐκεῖνος τῆς μισθαποδοσίας· οὗτος τῆς ὑπομονῆς, κἀκεῖνος τῆς παρακλήσεως. Νῦν βοηθὸς τῶν ἐπιστρεφόντων ἀπὸ ὁδοῦ κακῆς ὁ Θεὸς, τότε φοβερὸς καὶ ἀπαραλόγιστος τῶν ἀνθρωπίνων πραγμάτων καὶ ῥημάτων καὶ ἐνθυμημάτων ἐξεταστής. Νῦν τῆς μακροθυμίας ἀπολαύομεν, τότε τὴν δικαιοκρισίαν γνωρίσομεν, ὅταν ἀναστῶμεν, οἱ μὲν εἰς κόλασιν αἰώνιον. οἱ δὲ εἰς ζωὴν
He did to these also through Jonah. And upon Israel, when it had sinned, He did not bring destruction in silence; but stirring up His own servant unto prayer on behalf of the people, He proclaimed beforehand, saying: Let Me alone, and I will blot out this people (Exod. 32:10). And something similar we have also learned in the Gospel concerning the parable of the fig-tree, its master saying to the vine-dresser: Behold, three years I come unto the fig-tree, seeking fruit on it, and finding none; cut it down. Why does it also make the ground useless? (Luke 13:7). Therefore, unto what season do we put off repentance? Shall we not become sober? Shall we not recall ourselves from the customary life towards the strictness of the Gospel? Shall we not take before our eyes that fearful and manifest day of the Lord, in which the kingdom of the heavens will receive those who draw near to the right hand of the Lord through their deeds, while Gehenna of fire and eternal darkness will hide away those thrust away to the left hand on account of the destitution of good works? There shall be, He says, the weeping and gnashing of teeth (Matt. 25:30). Yet we accomplish sin promptly, whereas we take up repentance negligently and slothfully. And we say that we desire the kingdom of the heavens, yet we take no thought for the things whereby it is possible to attain it; but accepting no toil on behalf of the commandment of God, we suppose in the vanity of our mind that we shall obtain equal honours with those who have stood firm unto death against sin. Let us lay hold, therefore, let us lay hold at last of the care of our souls, brethren; let us grieve over the vanity of our bygone life; let us contend on behalf of the things to come; let us not remain behind in this slothfulness and laxity, and while ever casting away the present through slothfulness, and putting off the beginning of works unto to-morrow and the time thereafter, then having been overtaken by Him Who demands back our souls, unprepared in good works, be cast out from the joy of the bridechamber, and weep idly and unavailingly, lamenting the badly neglected time of life then, when nothing more will be possible for those who feel remorse. This is the age of repentance, that the age of retribution; this of working, that of the rendering of reward; this of endurance, and that of consolation. Now God is the helper of those who turn back from an evil way, then the fearful and inexorable examiner of human deeds and words and thoughts. Now we enjoy His long-suffering, then we shall know His righteous judgement, when we rise again, some unto eternal chastisement, and others unto life
PG 32:1237Read from the page
αἰώνιον, καὶ ἀπολάβῃ ἕκαστος κατὰ τὴν πρᾶξιν αὐτοῦ. Ὑμῖν δὲ, ὅσοι ἐπεστυγνάσατε τῇ ἀσχημοσύνῃ τῶν καταγνωσθέντων, ἐκεῖνο ἐντελλόμεθα· Ἐὰν μὲν ἴδητε μετανοοῦντας ἐπὶ τῇ ἀτοπίᾳ τῶν πεπραγμένων, συμπαθήσατε ὡς οἰκείοις μέλεσι νενοσηκόσιν· ἐὰν δὲ ἀπαυθαδιαζομένους καὶ καταφρονοῦντας τῆς ὑμετέρας ἐπ' αὐτοῖς λύπης αἴσθησθε, Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου μὴ ἅπτησθε· ἵν' οὕτως οἱ μὲν ἐντραπέντες, εἰς ἐπίγνωσιν ἔλθωσι τῆς οἰκείας κακίας· ὑμεῖς δὲ τοῦ ζήλου τοῦ Φινεὲς τὸν μισθὸν ὑποδέξησθε παρὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
eternal, and each one receives according to his own deed. And to you, as many as have been saddened at the unseemliness of those condemned, we enjoin this: If indeed you see them repenting over the enormity of the things done, sympathize with them as with your own members that have fallen sick; but if you perceive them behaving stubbornly and despising your grief over them, Come out from the midst of them and be separated, and touch not what is unclean (2 Cor. 6:17); that thus they, having been put to shame, may come unto knowledge of their own wickedness, while you may receive the reward of the zeal of Phinehas (Num. 25:11) from our Saviour Jesus Christ, to Whom be the glory and the dominion, now and ever, and unto the ages of the ages. Amen.
ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ.
ON PRAYER.
ΛΟΓΟΣ Θʹ.
DISCOURSE IX.
1. Χρὴ τὴν προσευχὴν μὴ ἐν συλλαβαῖς ἡμᾶς ἐκπληροῦν, ἀδελφοὶ, ἀλλὰ προαιρέσει μᾶλλον ψυχῆς, καὶ πράξεσι ταῖς κατ' ἀρετὴν παντὶ τῷ βίῳ παρεκτεινομέναις. Οὐδὲ γὰρ ἡγούμεθα τὸν Θεὸν τῆς διὰ τῶν λόγων ὑπομνήσεως δεῖσθαι, ἀλλ' εἰδέναι καὶ μὴ αἰτούντων ἡμῶν τὰ χρήσιμα. Ἡ γὰρ θεία ἀκοὴ οὐ φωνῆς δεῖται πρὸς αἴσθησιν· οἶδε γὰρ καὶ ἐν τῷ κινήματι τῆς καρδίας γνωρίσαι τὰ ἐπιζητούμενα. Ἢ οὐκ ἀκούεις, ὅτι Μωϋσῆς μηδὲν φθεγγόμενος, ἀλλὰ τοῖς ἀλαλήτοις ἑαυτοῦ στεναγμοῖς ἐντυγχάνων τῷ Κυρίῳ, ἠκούετο παρὰ τοῦ Κυρίου λέγοντος· Τί βοᾷς πρός μέ; Οἱ δὲ ἐν τῷ βίῳ μὲν μηδὲν κατορθοῦντες, ἐν δὲ τῇ παρατάσει τῆς προσευχῆς νομίζοντες δικαιοῦσθαι, τούτων ἀκουέτωσαν τῶν ῥημάτων· Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Οὐ γὰρ ἁπλῶς τὰ ῥήματα τῆς προσευχῆς ὠφελεῖ, ἀλλὰ τὸ μετὰ σπουδαίας διαθέσεως ἀναπέμπεσθαι. Ἐπεὶ καὶ Ὁ Φαρισαῖος ταῦτα πρὸς ἑαυτὸν προσηύχετο, οὐχὶ πρὸς τὸν Θεόν· ἐπανήρχετο γὰρ πρὸς ἑαυτὸν, ἐπείπερ ἐν ἁμαρτίᾳ τῆς ὑπερηφανίας ἐγίνετο. Διὰ τοῦτο καὶ ὁ Σωτήρ· Προσευχόμενοι δὲ μὴ βαττολογεῖτε, ὡς καὶ οἱ ἐθνικοί· δοκοῦσι γὰρ, ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται· καὶ τὸ, Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν. Τοῦτό ἐστι τὸ αἴτιον τοῦ ἀποστρέφεσθαι τοὺς ὀφθαλμοὺς τοῦ Θεοῦ, ὅταν ἐκταθῶσιν αἱ χεῖρες, διότι τὰ τῆς ἱκετηρίας σύμβολα παροξυσμοῦ εἰσιν ἀφορμαί. Ὥσπερ ἂν εἴ τις υἱόν τινος φονεύσας ἀγαπητὸν, ἔτι ἡμαγμένας τὰς χεῖρας ἔχων, προτείνοι αὐτὰς τῷ πατρὶ χαλεπαίνοντι, δεξιὰν φιλίας αἰτούμενος· ἆρ' οὐχὶ φανὲν τοῦ τέκνου τὸ αἷμα ἐν τῇ χειρὶ τοῦ παιδοφόνου μᾶλλον εἰς ὀργὴν τὸν ἠδικημένον ἐγείροι; Τοιαῦταί εἰσι καὶ αἱ τῶν Ἰουδαίων εὐχαὶ, ὅταν ἐκτείνωσι τὰς χεῖρας τῆς εἰς τὸν μονογενῆ Υἱὸν ἁμαρτίας ἀναμιμνησκόντων τὸν Θεὸν καὶ Πατέρα, καὶ καθ' ἑκάστην
1. We ought to fulfil prayer not in syllables, brethren, but rather by purpose of soul, and by actions according to virtue extended throughout the whole life. For neither do we consider God to need the reminder that is through words, but to know even when we do not ask what things are profitable. For the divine hearing does not need a voice for perception; for He knows how to recognize the things sought even in the movement of the heart. Or do you not hear that Moses, uttering nothing, but interceding with the Lord by his own unutterable groanings, was heard by the Lord saying: Why do you cry unto Me? (Exod. 14:15). But let those who in their life accomplish nothing upright, yet think to be justified in the prolongation of prayer, hear these words: When you stretch forth your hands unto Me, I will turn away My eyes from you; and though you multiply supplication, I will not hearken to you (Isa. 1:15). For not simply the words of prayer profit, but their being sent up with an earnest disposition. Since also: The Pharisee prayed these things with himself (Luke 18:11), not unto God; for he was returning unto himself, seeing that he was in the sin of pride. On this account the Saviour also says: And in praying do not babble vainly, even as the Gentiles do; for they think that in their much speaking they shall be heard (Matt. 6:7); and that saying: Out of much speaking you will not escape sin (Prov. 10:19). This is the cause of the eyes of God being turned away when the hands are stretched forth, because the symbols of supplication are occasions of provocation. Just as if someone, having slain someone's beloved son, while still having his hands blood-stained, should hold them out to the angry father, asking for the right hand of friendship: would not the blood of the child appearing on the hand of the child-slayer rather rouse the wronged man unto wrath? Such also are the prayers of the Jews, whenever they stretch forth their hands, reminding God and the Father of the sin against the only-begotten Son, and at every
Notes, col. 1237

On the reading

Printed πρός μέ, for πρός με.